τῷ βάθει τῆς ἰκμάδος ὑποδρομήν· καλὴ καὶ διότι, ποταμῶν οὖσα δοχεῖον, εἰς ἑαυτὴν τὰ πανταχόθεν καταδέχεται ῥεύματα, καὶ μένει τῶν ὅρων εἴσω τῶν ἑαυτῆς· καλὴ καὶ διότι τοῖς ἀερίοις ὕδασιν ἀρχή τίς ἐστι καὶ πηγὴ, θαλπομένη μὲν τῇ ἀκτῖνι τοῦ ἡλίου, ἀποτιθεμένη δὲ τὸ λεπτὸν τοῦ ὕδατος διὰ τῶν ἀτμῶν, ὅπερ ἑλκυσθὲν εἰς τὸν ἄνω τόπον, εἶτα, καταψυχθὲν διὰ τὸ ὑψηλότερον γενέσθαι τῆς ἀπὸ τοῦ ἐδάφους ἀνακλάσεως τῶν ἀκτίνων, καὶ ὁμοῦ τῆς ἐκ τοῦ νέφους σκιᾶς τὴν ψύξιν ἐπιτεινούσης, ὑετὸς γίνεται, καὶ πιαίνει τὴν γῆν. Καὶ τούτοις οὐδεὶς ἀπιστεῖ πάντως τοὺς ὑποκαιομένους λέβητας ἐννοήσας, οἳ, πλήρεις ὄντες ὑγροῦ, πολλάκις κενοὶ κατελείφθησαν, εἰς ἀτμὸν παντὸς τοῦ ἑψομένου διακριθέντος. Ἀλλὰ καὶ αὐτὸ ἔστιν ἰδεῖν τὸ τῆς θαλάσσης ὕδωρ παρὰ τῶν ναυτιλλομένων ἑψόμενον· οἳ, τοὺς ἀτμοὺς σπόγγοις ὑποδεχόμενοι, τὴν χρείαν μετρίως ἐν ταῖς ἀνάγκαις παραμυθοῦνται. Καλὴ δὲ καὶ ἄλλως παρὰ Θεῷ, ὅτι περισφίγγει τὰς νήσους, ὁμοῦ μὲν κόσμον αὐταῖς, ὁμοῦ δὲ καὶ ἀσφάλειαν παρεχομένη δι' ἑαυτῆς· ἔπειτα καὶ ὅτι τὰς πλεῖστον ἀλλήλων διεστώσας ἠπείρους συνάπτει δι' ἑαυτῆς, ἀκώλυτον τοῖς ναυτιλλομένοις τὴν ἐπιμιξίαν παρεχομένη, δι' ὧν καὶ ἱστορίας τῶν ἀγνοουμένων χαρίζεται, καὶ πλούτου πρόξενος ἐμπόροις γίνεται, καὶ τὰς τοῦ βίου χρείας ἐπανορθοῦται ῥᾳδίως, ἐξαγωγὴν μὲν των περιττῶν τοῖς εὐθηνουμένοις παρεχομένη, ἐπανόρθωσιν δὲ τοῦ λείποντος χαριζομένη τοῖς ἐνδεέσι. Καὶ πόθεν ἐμοὶ ὅλον ἰδεῖν μετὰ ἀκριβείας τῆς θαλάσσης τὸ κάλλος, ὅσον τῷ ὀφθαλμῷ τοῦ ποιήσαντος κατεφάνη; Εἰ δὲ θάλασσα καλὴ καὶ ἐπαινετὴ τῷ Θεῷ, πῶς οὐχὶ καλλίων ⟨…⟩κκλησίας τοιαύτης σύλλογος, ἐν ᾗ συμμιγὴς ἦχος, οἷόν τινος κύματος ἠϊόνι προσφερομένου, ἀνδρῶν καὶ γυναικῶν καὶ νηπίων, κατὰ τὰς πρὸς τὸν Θεὸν ἡμῶν δεήσεις, ἐκπέμπεται; Γαλήνη δὲ βαθεῖα ἀσάλευτον αὐτὴν διασώζει, τῶν πνευμάτων τῆς πονηρίας ταράξαι αὐτὴν τοῖς αἱρετικοῖς λόγοις μὴ δυνηθέντων. Γένοισθε οὖν ἄξιοι τῆς ἀποδοχῆς τοῦ Κυρίου, τὴν εὐταξίαν ταύτην ἐπὶ τὸ εὐπρεπέστατον διασώσαντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ
coursing of moisture in the depths; fair also because, being a receptacle of rivers, she receives into herself the streams from every quarter, and abides within her own bounds; fair also because she is a kind of origin and source for the waters of the air, being warmed by the ray of the sun and giving off the fine part of the water through vapours, which, drawn up to the upper region and then cooled through rising higher than the reflection of the rays from the ground, while at the same time the shadow from the cloud intensifies the cooling, becomes rain and fattens the earth. And no one at all disbelieves these things once he has considered cauldrons heated from beneath, which, though full of liquid, have oftentimes been left empty when all that was boiling separated off into vapour. Nay, one may even see the water of the sea itself boiled by mariners, who, catching the vapours in sponges, moderately relieve their need in emergencies. And she is fair in other ways too before God, because she clasps the islands round about, affording them at once both ornament and security by means of herself; and next, because she joins together by means of herself continents standing farthest apart from one another, affording unhindered intercourse to mariners, through whom she bestows knowledge of things unknown, becomes a purveyor of wealth to merchants, and readily remedies the needs of life, affording export of surpluses to those who abound, and bestowing supply of what is lacking upon those in want. Yet whence is it mine to behold in full with precision the beauty of the sea, such as it appeared to the eye of Him Who made it? And if the sea is fair and praiseworthy before God, how is not the assembly of such a church fairer still, wherein a mingled sound—like that of some wave breaking upon a shore—of men and women and infants is sent forth in our supplications to God? And deep tranquillity preserves it unshaken, since the spirits of wickedness have proved unable to trouble it with heretical teachings. May you therefore become worthy of the acceptance of the Lord, preserving this good order in most seemly fashion, in Christ Jesus the Lord
1. Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν κατὰ γένος, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ. Ἀκολούθως μετὰ τὸ ἀναπαύσασθαι τὴν γῆν ἀποσκευασαμένην τὸ βάρος τοῦ ὕδατος, τὸ πρόσταγμα αὐτῇ γέγονε βλαστῆ-
1. "And God said: Let the earth bring forth herb of grass, sowing seed according to kind, and fruit-bearing tree making fruit according to kind, whose seed is in it." Fittingly, after the earth rested once she had cast off the weight of the water, the command came to her to bring