Migne Reading Room

PG 29 · cols. 77–88 · Read from the page

Hexaemeron, Homily 4: On the gathering of the waters

Hexaemeron, Homily 4: On the gathering of the waters

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:77Read from the page
ἀνδριάντος μελῶν διῃρημενως κείμενα, οὐκ ἂν φανείη καλὰ τῷ τυχόντι· πρὸς δὲ τὴν οἰκείαν τάξιν ἀποτεθέντα, τὸ ἐκ τῆς ἀναλογίας, ἐμφανὲς μόλις ποτὲ, καὶ τῷ ἰδιώτῃ παρέχεται γνώριμον. Ὁ μέντοι τεχνίτης καὶ πρὸ τῆς συνθέσεως οἶδε τὸ ἑκάστου καλὸν, καὶ ἐπαινεῖ τὰ καθ' ἕκαστον, πρὸς τὸ τέλος αὐτῶν ἐπαναφέρων τὴν ἔννοιαν. Τοιοῦτος οὖν δή τις καὶ νῦν ἔντεχνος ἐπαινέτης τῶν κατὰ μέρος ἔργων ὁ Θεὸς ἀναγέγραπται· μέλλει δὲ τὸν προσήκοντα ἔπαινον καὶ παντὶ ὁμοῦ τῷ κόσμῳ ἀπαρτισθέντι πληροῦν. Ἀλλὰ γὰρ ἐνταῦθα ἡμῖν οἱ περὶ τῆς δευτέρας ἡμέρας καταληξάτωσαν λόγοι, ὥστε τοῖς μὲν φιλοπόνοις ἀκροαταῖς καιρὸν παρασχεῖν τῆς ὧν ἤκουσαν ἐξετάσεως, ὥστε εἴ τι χρήσιμον ἐν αὐτοῖς, τοῦτο τῇ μνήμῃ συσχεῖν, καὶ διὰ τῆς φιλοπόνου μελέτης, οἷον διά τινος πέψεως, τὴν τῶν ὠφελίμων ἀνάδοσιν ἀναμεῖναι· τοῖς δὲ περὶ τὸν βίον ἀσχολουμένοις δοῦναι σχολὴν διὰ τοῦ μέσου χρόνου τὰς φροντίδας διαθεμένοις, καθαρᾷ μεριμνῶν τῇ ψυχῇ πρὸς τὴν ἑσπερινὴν τῶν λόγων ἑστίασιν ἀπαντῆσαι. Ὁ δὲ τὰ μεγάλα δημιουργήσας Θεὸς, καὶ τὰ μικρὰ ταῦτα λεχθῆναι οἰκονομήσας, δῴη ὑμῖν σύνεσιν ἐν παντὶ τῆς ἑαυτοῦ ἀληθείας, ἵν' ἐκ τῶν ὁρωμένων τὸν ἀόρατον ἐννοῆτε, καὶ ἐκ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων τὴν πρέπουσαν δόξαν περὶ τοῦ κτίσαντος ἡμᾶς ἀναλαμβάνητε. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε αΐδιος αὐτοῦ δύναμις καὶ θειότης· ὥστε καὶ ἐν γῇ, καὶ ἐν ἀέρι, καὶ ἐν οὐρανῷ, καὶ ἐν ὕδατι, καὶ ἐν νυκτὶ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν πᾶσι τοῖς ὁρωμένοις ἐναργῆ λαμβάνειν ἡμᾶς τοῦ εὐεργέτου τὰ ὑπομνήματα. Οὔτε γὰρ ἁμαρτίαις καιρόν τινα δώσομεν, οὔτε τῷ ἐχθρῷ τόπον ἐν ταῖς καρδῖαις ἡμῶν καταλείψομεν, διὰ τῆς συνεχοῦς μνήμης ἔνοικον ἔχοντες ἑαυτῶν τὸν Θεόν· ᾧ πᾶσα δόξα καὶ προσκύνησις νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
statue lying separately would not appear beautiful to a chance observer; yet when restored to their proper order, the beauty arising from proportion, scarcely manifest before, is rendered recognizable even to the layman. The craftsman, however, even before the composition knows the beauty of each part and praises each item singly, referring his thought to their end. Such a skilled praiser, then, of the works part by part is God recorded to be here as well; and He is about to fulfil the fitting praise for the whole world together once it has been brought to completion. Yet here let our discourses concerning the second day come to a close, so as to afford our industrious hearers time for examining what they have heard, that if there be anything useful therein they may retain this in memory, and through industrious meditation, as though through a kind of digestion, await the assimilation of what is beneficial; while giving leisure to those busied with the affairs of life, once they have arranged their cares during the intervening time, to come with soul pure of anxieties to the evening feast of discourses. And may the God Who fashioned great things, and ordered that these small words be spoken, grant you understanding in all things of His own truth, so that from the things seen you may comprehend the Invisible One, and from the greatness and beauty of created things you may conceive the fitting glory concerning Him Who created us. For His invisible attributes from the creation of the world are clearly seen, being understood by the things that are made, both His eternal power and divinity; so that on earth, and in air, and in heaven, and in water, and in night, and in day, and in all visible things we receive clear reminders of our Benefactor. For we shall neither give any occasion to sins, nor leave place for the enemy in our hearts, if through continual remembrance we keep God dwelling within ourselves; to Whom be all glory and worship now and always, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ Δʹ.
Homily IV.
Περὶ συναγωγῆς τῶν ὑδάτων.
On the gathering together of the waters.
1. Εἰσί τινες πόλεις παντοδαποῖς θεάμασι θαυματοποιῶν ἀπὸ βαθέος ὄρθρου μέχρις ἑσπέρας αὐτῆς ἑστιῶσαι τὰς ὄψεις. Καὶ μέντοι καὶ μελῶν τινων κεκλασμένων καὶ διεφθαρμένων καὶ παντάπασι πολλὴν ἀκολασίαν ταῖς ψυχαῖς ἐντικτόντων, ἐπὶ πλεῖστον ἀκού-
1. There are certain cities that feast their eyes upon manifold spectacles of conjurers from deep dawn right until evening itself. And indeed, even when listening at greatest length to certain broken and corrupted melodies that engender altogether great licentiousness in their souls,
Notes, col. 77

On the reading

Printed διῃρημενως, for διῃρημένως.

Printed αΐδιος, for ἀΐδιος.

Printed καρδῖαις, for καρδίαις.

PG 29:80Read from the page
οντες οὐκ ἐμπίμπλανται. Καὶ τους τοιούτους δήμους πολλοὶ μακαρίζουσιν, ὅτι τὰς κατ' ἀγορὰν ἐμπορίας, ἢ τὰς ἐκ τῶν τεχνῶν πρὸς τὸ ζῇν ἐπινοίας καταλιπόντες, διὰ ῥᾳθυμίας πάσης καὶ ἡδονῆς τὸν τεταγμένον ἑαυτοῖς τῆς ζωῆς χρόνον διαπερῶσιν, οὐκ ειδότες ὅτι ὀρχήστρα εὐθηνουμένη θεάμασιν ἀκολάστοις κοινὸν καὶ δημόσιον διδασκαλεῖον ἀσελγείας τοῖς συγκαθημένοις ἐστὶ, καὶ τὰ παναρμόνια τῶν αὐλῶν μέλη καὶ ᾄσματα πορνικὰ, ἐγκαθεζόμενα ταῖς τῶν ἀκουσάντων ψυχαῖς, οὐδὲν ἕτερον ἢ πάντας ἀσχημονεῖν ἀναπείθει, τὰ τῶν κιθαριστῶν ἢ τὰ τῶν αὐλητῶν κρούματα μιμουμένους. Ἤδη δέ τινες τῶν ἱππομανούντων καὶ ὄναρ ὑπὲρ τῶν ἵππων μάχονται, ἅρματα μεταζευγνύντες καὶ ἡνιόχους μετατιθέντες, καὶ ὅλως τῆς μεθημερινῆς ἀφροσύνης οὐδὲ ἐν ταῖς καθ' ὕπνον φαντασίαις ἀφίστανται. Ἡμεῖς δὲ ἄρα, οὓς ὁ Κύριος, ὁ μέγας θαυματοποιὸς καὶ τεχνίτης, ἐπὶ τὴν ἐπίδειξιν συνεκάλεσε τῶν οἰκείων ἔργων, ἀποκαμούμεθα πρὸς τὴν θέαν, ἢ ἀποκνήσομεν πρὸς τὴν ἀκρόασιν τῶν λογίων τοῦ Πνεύματος; Ἀλλ' οὐχὶ τὸ μέγα τοῦτο καὶ ποικίλον τῆς θείας δημιουργίας ἐργαστήριον περιστάντες, καὶ πρὸς τοὺς ἄνω χρόνους ἐπανελθόντες τῇ διανοίᾳ ἕκαστος, ὀψόμεθα τὴν διακόσμησιν τοῦ παντός; οὐρανὸν μὲν ἱστάμενον, κατὰ τὸν προφητικὸν λόγον, ὡσεὶ καμάραν· γῆν δὲ, τὴν ἄπειρον μεγέθει καὶ βάρει, αὐτὴν ἐφ' ἑαυτῆς ἑδραζομένην· ἀέρα κεχυμένον μαλακὸν καὶ ὑγρὸν τῇ φύσει, οἰκείαν μὲν καὶ διηνεκῆ τροφὴν τοῖς ἀναπνέουσι παρεχόμενον, ὑπείκοντα δὲ καὶ περισχιζόμενον τοῖς κινουμένοις δι' ἁπαλότητα, ὡς μηδὲν ἐμπόδιον εἶναι παρ' αὐτοῦ τοῖς ὁρμῶσιν, ἀεὶ πρὸς τὸ κατόπιν τῶν τεμνόντων αὐτὸν ἀντιπεριισταμένου ῥᾳδίως καὶ περιῤῥέοντος. Ὕδατος δὲ φύσιν τοῦ τε τροφίμου καὶ τοῦ κατὰ τὰς ἄλλας χρείας ἡμῖν εὐτρεπισθέντος, καὶ τὴν εὔτακτον τούτου πρὸς τοὺς ἀφωρισμένους τόπους συναγωγὴν, ἐκ τῶν ἀρτίως ἡμῖν ἀνεγνωσμένων κατόψει.
they do not get their fill. And many call such peoples blessed, because, leaving behind the trades of the marketplace or the contrivances for living derived from the crafts, they pass the time of life allotted to them in all idleness and pleasure, not knowing that a theatre flourishing with licentious spectacles is a common and public school of debauchery for those sitting together there, and that the enharmonic melodies of flutes and harlot songs, settling into the souls of the hearers, persuade everyone to do nothing else than behave shamelessly, imitating the strummings of the cithara-players or the pipers. Already some of those mad about horses fight over horses even in dreams, re-yoking chariots and switching charioteers, and in general do not desist from their daytime folly even in the fantasies of sleep. Shall we then, whom the Lord, the great Wonder-worker and Craftsman, has summoned together to the display of His own works, grow weary at the sight, or shrink back from hearing the oracles of the Spirit? Shall we not rather stand around this great and manifold workshop of divine creation, and going back in mind each of us to the times of old, behold the ordering of the universe: heaven standing, according to the prophetic word, like a vaulted chamber; earth, boundless in size and weight, resting firmly upon itself; air poured forth soft and moist by nature, supplying kindred and continual nourishment to those who breathe, while yielding and parting around things in motion by reason of its softness, so that there is no hindrance from it to things rushing onward, as it ever comes easily round behind those cleaving it and flows about them? And the nature of water, both that which is nourishing and that prepared for us according to our other needs, and its well-ordered gathering together into the appointed places, you will perceive from what has just now been read to us.
2. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτως, καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Πόσα μοι πράγματα παρεῖχες ἐν τοῖς κατόπιν λόγοις, ἀπαιτῶν τὴν αἰτίαν πῶς ἀόρατος ἡ γῆ, παντὶ σώματι
2. And God said: Let the water that is beneath the heaven be gathered together into one gathering, and let the dry land appear. And it was so, and the water that was beneath the heaven was gathered together into their gatherings, and the dry land appeared. And God called the dry land earth, and the gatherings of the waters He called seas. What trouble you gave me in the preceding discourses, demanding the reason how the earth was invisible, when every body
Notes, col. 80

On the reading

Printed τους, for τοὺς.

Printed ειδότες, for εἰδότες.

PG 29:81Read from the page
φυσικῶς χρώματος συμπαρόντος, παντὸς δὲ χρώματος αἰσθητοῦ τῇ ὁράσει καθεστηκότος; Καὶ τάχα σοι οὐκ ἐδόκει αὐτάρκως ἔχειν τὰ εἰρημένα, ὅτι πρὸς ἡμᾶς τὸ ἀόρατον, οὐ πρὸς τὴν φύσιν εἴρητο διὰ τὴν τοῦ ὕδατος ἐπιπρόσθησιν, ὃ τότε τὴν γῆν πᾶσαν περιεκάλυπτεν. Ἰδοὺ νῦν ἄκουε αὐτῆς ἑαυτὴν ςῆς Γραφῆς φανερούσης. Συναχθήτω τὰ ὕδατα, καὶ ὀφθήτω ἡ ξηρά. Συνέλκεται τὰ παραπετάσματα, ἵνα ἐμφανὴς γένηται ἡ τέως μὴ ὁρωμένη. Ἴσως δ' ἄν τις κἀκεῖνο πρὸς τούτοις ἐπιζητήσειε. Πρῶτον μὲν, διὰ τί ὃ κατὰ φύσιν ὑπάρχει τῷ ὕδατι φέρεσθαι πρὸς τὸ κάταντες, τοῦτο ἐπὶ τὸ πρόσταγμα τοῦ Δημιουργοῦ ὁ λόγος ἀνάγει; Ἕως μὲν γὰρ ἂν ἐπὶ τοῦ ἰσοπέδου κείμενον τύχῃ τὸ ὕδωρ, στάσιμόν ἐστιν, οὐκ ἔχων ὅπου μεταῤῥυῇ· ἐπειδὰν δέ τινος πρανους λάβηται, εὐθὺς ὁρμήσαντος τοῦ προάγοντος, τὸ συνεχὲς αὐτῷ τὴν βάσιν τοῦ κινηθέντος ἐπιλαμβάνει, καὶ τὴν ἐκείνου τὸ ἐφεπόμενον· καὶ οὕτως ὑπεκφεύγει μὲν ἀεὶ τὸ προάγον, ἐπωθεῖ δὲ τὸ ἐπερχόμενον· καὶ τοσούτῳ ὀξυτέρα ἡ φορὰ γίνεται, ὅσῳπερ ἂν καὶ τὸ βάρος ᾖ πλεῖον τοῦ καταφερομένου, καὶ τὸ χωρίον κοιλότερον, πρὸς ὃ ἡ ἐπίῤῥυσις. Εἰ οὖν οὕτω πέφυκε τὸ ὕδωρ, παρέλκοι ἂν τὸ πρόσταγμα τὸ κελεῦον συναχθῆναι εἰς συναγωγὴν μίαν. Ἔμελλε γὰρ πάντως διὰ τὸ κατάῤῥοπον τῆς φύσεως, ἐπὶ τὴν πάντων κοιλοτέραν χώραν αὐτομάτως συνδίδοσθαι, καὶ μὴ πρότερον στήσεσθαι πρὶν ὁμαλισθῆναι τὰ νῶτα. Οὐδὲν γὰρ οὕτω χωρίον ἰσόπεδον, ὡς ἡ τοῦ ὕδατος ἐπιφάνεια. Ἔπειτα πῶς, φησὶν, εἰς συναγωγὴν μίαν ἐκελεύσθη τὰ ὕδατα συνδραμεῖν, ὅπουγε φαίνονται πολλαὶ οὖσαι θάλασσαι, καὶ πλεῖστον ἀλλήλων τῇ θέσει διωρισμέναι; Πρὸς μὲν οὖν τὸ πρότερον τῶν ἐπιζητηθέντων ἐκεῖνό φαμεν· ὅτι μάλιστα μὲν σὺ μετὰ τὸ πρόσταγμα τὸ δεσποτικὸν ἐπέγνως τοῦ ὕδατος τὰς κινήσεις, ὅτι τε περιῤῥεπές ἐστι καὶ ἀστήρικτον, καὶ πρὸς τὰ πρανῆ καὶ κοῖλα φέρεται κατὰ φύσιν· πρὸ τούτου δὲ, πῶς εἶχε δυνάμεως πρὶν αὐτῷ τὸν ἐκ τοῦ προστάγματος τούτου ἐγγενέσθαι δρόμον, οὔτε εἶδες αὐτὸς, οὔτε ἰδόντος ἤκουσας. Νόησον γὰρ, ὅτι Θεοῦ φωνὴ φύσεώς ἐστι ποιητικὴ, καὶ τὸ γενόμενον τότε τῇ κτίσει πρόσταγμα τὴν πρὸς τὸ ἐφεξῆς ἀκολουθίαν τοῖς κτιζομένοις παρέσχετο. Ἡμέρα καὶ νὺξ ἅπαξ ἐδημιουργήθη, καὶ ἐξ ἐκείνου καὶ νῦν ἀλλήλας διαδεχόμεναι, καὶ κατ' ἰσομοιρίαν διαιρούμεναι τὸν χρόνον οὐκ ἀπολήγουσιν.
naturally has colour present with it, and every colour is perceptible to sight? And perhaps what was said did not seem to you sufficient, that invisible was spoken with reference to us, not with reference to nature, on account of the screening of the water which then covered the whole earth. Behold, listen now to Scripture itself making itself plain: Let the waters be gathered together, and let the dry land appear. The curtains are drawn back, so that what hitherto was unseen may become manifest. Perhaps, however, someone might inquire into this further point besides. First, why does the account refer to the command of the Creator that which belongs by nature to water, namely to be borne downhill? For so long as water happens to lie upon level ground, it is stationary, not having anywhere to flow across; whereas once it reaches some slope, immediately as the foremost part rushes onward, what is continuous with it occupies the place of what was set in motion, and what follows takes its place in turn; and thus what goes ahead ever slips away, while what comes behind pushes onward; and the movement becomes all the swifter according as the weight of what is borne down is greater and the place towards which the inflow tends is more hollow. If, then, water is naturally so constituted, the command bidding it be gathered together into one gathering would be superfluous. For by all means, because of the downward inclination of its nature, it was bound of its own accord to settle together into the hollowest region of all, and not come to rest before its surface had been levelled out. For no ground is so level as the surface of water. Next, how, one says, were the waters commanded to run together into one gathering, seeing that many seas appear to exist, separated very widely from one another in position? To the first of the points inquired into, then, we say this: that above all it is after the sovereign command that you have come to know the movements of water, both that it is mobile and unsteady and that it is borne by nature towards sloping and hollow places; whereas before this, what capacity it had before the course arising from this command was implanted in it, you neither saw yourself nor heard from anyone who saw. For understand that the voice of God is creative of nature, and the command given at that time to creation furnished to the things being created their subsequent sequence. Day and night were fashioned once for all, and from that time even until now they do not cease succeeding one another and dividing time in equal shares.
3. Συναχθήτω τὰ ὕδατα. Ἐκελεύσθη τρέχειν τῶν ὑδάτων ἡ φύσις, καὶ οὐδέποτε κάμνει τῷ προστάγματι ἐκείνῳ κατασπευδομένη διηνεκῶς. Τοῦτο δὲ λέγω, πρὸς τὴν ῥυτὴν ἀφορῶν τῶν ὑδάτων μοῖραν. Τὰ μὲν γὰρ αὐτόματα ῥεῖ, οἷον τὰ κρηναῖα καὶ τὰ ποτάμια· τὰ δὲ συλλογιμαῖά ἐστι καὶ ἀπόρευτα. Ἀλλ' ἐμοὶ νῦν περὶ τῶν ὁρμητικῶν ὑδάτων ὁ λόγος.
3. Let the waters be gathered together. The nature of the waters was commanded to run, and it never grows weary as it is continually urged on by that command. Now I say this looking towards the flowing portion of the waters. For some flow of their own accord, such as spring waters and river waters; while others are collected and without outlet. But my discourse now concerns the rushing waters.
Notes, col. 81

On the reading

Printed ςῆς, for τῆς.

Printed ἔχων, for ἔχον.

Printed πρανους, for πρανοῦς.

PG 29:84Read from the page
Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Εἴ ποτέ σοι ἐπὶ κρήνης ἑστῶτι ἄφθονον ὕδωρ ἀναδιδούσης ἔννοια ἐγένετο, τίς ὁ ὠθῶν ἐκ τῶν λαγόνων τῆς γῆς τοῦτο τὸ ὕδωρ; τίς ὁ ἐπείγων ἐπὶ τὰ πρόσω; ποῖα ταμεῖα ὅθεν προέρχεται; τίς ὁ τόπος ἐφ' ὃν ἐπείγεται; πῶς καὶ ταῦτα οὐκ ἐκλείπει, κἀκεῖνα οὐκ ἀποπίμπλαται; Ταῦτα τῆς πρώτης ἐκείνης φωνῆς ἤρτηται. Ἐκεῖθεν τοῦ τρέχειν τῷ ὕδατι τὸ ἐνδόσιμον. Κατὰ πᾶσαν ἱστορίαν ὑδάτων, μέμνησο τῆς πρώτης φωνῆς· Συναχθήτω τὰ ὕδατα. Ἔδει δραμεῖν αὐτὰ, ἵνα τὴν οἰκείαν καταλάβῃ χώραν· εἶτα γενόμενα ἐν τοῖς ἀφωρισμένοις τόποις, μένειν ἐφ' ἑαυτῶν, καὶ μὴ χωρεῖν περαιτέρω. Διὰ τοῦτο, κατὰ τὸν τοῦ Ἐκκλησιαστοῦ λόγον, Πάντες οἱ χείμαῤῥοι ἐπὶ τὴν θάλασσαν πορεύονται, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιμπλαμένη. Ἐπειδὴ καὶ τὸ ῥεῖν τοῖς ὕδασι διὰ τὸ θεῖον πρόσταγμα, καὶ τὸ εἴσω τῶν ὅρων περιγεγράφθαι τὴν θάλασσαν, ἀπὸ τῆς πρώτης ἐστὶ νομοθεσίας· Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Ἵνα μὴ τὸ ἐπιῤῥέον ὕδωρ, τῶν δεχομένων αὐτὸ χωρίων ὑπερχεόμενον, μετεκβαῖνον ἀεὶ καὶ ἄλλα ἐξ ἄλλων πληροῦν, πᾶσαν κατὰ τὸ συνεχὲς ἐπικλύσῃ τὴν ἤπειρον, ἐκελεύσθη συναχθῆναι εἰς συναγωγὴν μίαν. Διὰ τοῦτο μαινομένη πολλάκις ἐξ ἀνέμων ἡ θάλασσα, καὶ εἰς ὕψος μέγιστον διανισταμένη τοῖς κύμασιν, ἐπειδὰν μόνον τῶν αἰγιαλῶν ἅψῃται, εἰς ἀφρὸν διαλύσασα τὴν ὁρμὴν ἐπανῆλθεν. Ἢ ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος, τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ; Τῷ ἀσθενεστάτῳ πάντων τῇ ψάμμῳ ἡ ταῖς βίαις ἀφόρητος χαλινοῦται. ᾿Βπεὶ τί ἐκώλυε τὴν Ἐρυθρὰν θάλασσαν πᾶσαν τὴν Αἴγυπτον κοιλοτέραν οὖσαν ἑαυτῆς ἐπελθεῖν, καὶ συναφθῆναι τῷ παρακειμένῳ τῇ Αἰγύπτῳ πελάγει, ει μὴ τῷ προστάγματι ἦν πεπεδημένη τοῦ κτίσαντος; Ὅτι γὰρ ταπεινοτέρα τῆς Ἐρυθρᾶς θαλάσσης ἡ Αἴγυπτος, ἔργῳ ἔπεισαν ἡμᾶς οἱ θελήσαντες ἀλλήλοις τὰ πελάγη συνάψαι, τό τε Αἰγύπτιον καὶ τὸ Ἰνδικὸν, ἐν ᾧ ἡ Ἐρυθρά ἐστι θάλασσα. Διόπερ ἐπέσχον τὴν ἐπιχείρησιν ὅ τε πρῶτος ἀρξάμενος Σέσωστρις ὁ Αἰγύπτιος, καὶ ὁ μετὰ ταῦτα βουληθεὶς ἐπεξεργάσασθαι Δαρεῖος ὁ Μῆδος. Ταῦτά μοι εἴρηται, ἵνα νοήσωμεν τοῦ προστάγματος τὴν δύναμιν· Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Τουτέστιν, Ἄλλη ἀπὸ ταύτης μὴ ἀπογενηθήτω, ἀλλ' ἐν τῇ πρώτῃ συλλογῇ ἀπομεινάτω τὸ συναγόμενον.
"Let the waters be gathered together into one gathering." Has the thought ever come to you, as you stood beside a spring sending up abundant water, who it is that thrusts this water out from the hollows of the earth? Who it is that urges it forward? What storehouses there are whence it comes forth? What the place is towards which it hastens? How both these do not fail, and those are not filled to overflowing? These things hang upon that first voice. Thence came the signal for the water to run. Throughout every inquiry concerning waters, remember the first voice: "Let the waters be gathered together." They had to run so that they might occupy their own place; then, once come to reside in the appointed places, to remain by themselves, and advance no further. Wherefore, according to the saying of Ecclesiastes, "All the torrents go unto the sea, and the sea is not being filled." For both the flowing of the waters exists on account of the divine command, and the sea's being circumscribed within its bounds comes from the first legislation: "Let the waters be gathered together into one gathering." Lest the inflowing water, spilling out past the regions receiving it, passing ever onward and filling one place after another, should continually flood the entire mainland, it was commanded to be gathered into one gathering. On this account the sea, though oftentimes raging from winds and rising up to the greatest height in its waves, as soon as it merely touches the shores, breaks its onrush into foam and retires. "Will you not fear Me, says the Lord, Who set sand as a boundary to the sea?" By the weakest of all things, sand, she that is unbearable in her violence is bridled. For else what prevented the Red Sea from invading the whole of Egypt, which lies lower than itself, and joining itself to the sea that lies beside Egypt, were it not fettered by the command of Him Who created it? For that Egypt is lower than the Red Sea, those men convinced us in very deed who wished to join the seas to one another, the Egyptian and the Indian, wherein is the Red Sea. Wherefore they broke off the enterprise, both Sesostris the Egyptian, who first began it, and Darius the Mede, who afterwards wished to carry it through. These things have been said by me so that we may understand the force of the command: "Let the waters be gathered together into one gathering." That is, let no other gathering arise apart from this one, but let what is gathered remain in the first collection.
4. Ἔπειτα ὁ εἰπὼν συναχθῆναι τὰ ὕδατα εἰς συν-
4. Next, He Who said that the waters should be gathered together into
Notes, col. 84

On the reading

Printed ᾿Βπεὶ, for Ἐπεὶ.

Printed ει, for εἰ.

PG 29:85Read from the page
αγωγὴν μίαν, ἔδειξέ σοι ὅτι πολλὰ ἦν κατὰ πολλοὺς τόπους διῃρημένα τὰ ὕδατα. Αἵ τε γὰρ τῶν ὀρῶν κοιλότητες, φάραγξι βαθείαις ὑπεῤῥηγμέναι, εἶχον τῶν ὑδάτων τὴν συλλογήν. Καὶ προσέτι πεδία πολλά τε καὶ ὕπτια οὐδὲν τῶν μεγίστων πελαγῶν κατὰ τὸ μέγεθος ἀποδέοντα, καὶ αὐλῶνες μυρίοι, καὶ αἱ κοιλάδες κατ' ἄλλα καὶ ἄλλα σχήματα κοιλαινόμεναι, πάντα ὑδάτων τότε πεπληρωμένα, ἀπεκενώθη τῷ θείῳ προστάγματι, πρὸς μίαν συναγωγὴν τοῦ πανταχόθεν ὕδατος συνελασθέντος. Καὶ μηδεὶς λεγέτω, ὅτι, Εἴπερ ἦν ὕδωρ ἐπάνω τῆς γῆς, πάντως πᾶσαι αἱ κοιλότητες, αἱ νῦν τὴν θάλασσαν ὑποδεξάμεναι, πεπληρωμέναι ὑπῆρχον. Ποῦ τοίνυν ἔμελλον γίνεσθαι τῶν ὑδάτων αἱ συλλογαὶ, προκατειλημμένων τῶν κοίλων; Πρὸς δὴ τοῦτο ἐροῦμεν, ὅτι τότε καὶ τὰ ἀγγεῖα συγκατεσκευάσθη, ὅτι ἔδει μίαν σύστασιν ἀποκριθῆναι τὸ ὕδωρ. Οὐ γὰρ ἦν ἡ ἔξω Γαδείρων θάλασσα· οὐδὲ τὸ μέγα ἐκεῖνο καὶ ἀτόλμητον πλωτῆρσι πέλαγος, τὸ τὴν Βρεττανικὴν νῆσον καὶ τοὺς ἑσπερίους Ἴβηρας περιπτυσσόμενον· ἀλλὰ τότε τῆς εὐρυχωρίας τῷ προστάγματι τοῦ Θεοῦ δημιουργηθείσης, ἐπ' αὐτὴν συνεδόθη τῶν ὑδάτων τὰ πλήθη. Πρὸς δὲ τὸ, ὅτι ὑπεναντίως ἔχει τῇ πείρᾳ ὁ τῆς παρ' ἡμῖν κοσμοποιίας λόγος (οὐ γὰρ εἰς μίαν συναγωγὴν ὑδάτων τὸ ὕδωρ ἅπαν φαίνεται συνδραμὸν), πολλὰ μὲν ἔστιν εἰπεῖν, καὶ πᾶσιν αὐτόθεν γνώριμα· μήποτε δὲ καὶ τὸ διαμάχεσθαι τοῖς τοιούτοις γελοῖον. Οὐ δήπου γὰρ καὶ τὰ τελματιαῖα, καὶ τὰ ἐξ ὄμβρων συναθροιζόμενα προφέρειν ἡμῖν ὀφείλουσι, καὶ διὰ τούτων τὸν λόγον ἡμῶν ἐλέγχειν οἴεσθαι; Ἀλλὰ τὴν μεγίστην καὶ τελεωτάτην συνδρομὴν τῶν ὑδάτῶν ὠνόμασε συναγωγὴν μίαν. Καὶ γὰρ τὰ φρέατα συναγωγαὶ ὑδάτων εἰσὶ χειροποίητοι, ἐπὶ τὸ κοιλανθὲν τῆς γῆς τῆς ἐνεσπαρμένης νοτίδος ἐπιῤῥεούσης. Οὐ τοίνυν τὰ τυχόντα τῶν ὑδάτων ἀθροίσματα ἡ τῆς συναγωγῆς ἐμφαίνει προσηγορία, ἀλλὰ τὴν ἐξέχουσαν καὶ μεγίστην, ἐν ᾗ πᾶν τὸ στοιχεῖον ἀθρόον διαδείκνυται. Ὥσπερ γὰρ τὸ πῦρ καὶ εἰς μικρὰ κατακεκερματισμένον ἐστὶν ἐπὶ τῆς ὧδε χρείας, καὶ ἀθρόον ἐπὶ τοῦ αἰθέρος κέχυται· καὶ ὁ ἀὴρ διῄρηται μὲν καὶ κατὰ μικρὰ, καὶ ἀθρόως δὲ τὸν περίγειον ἐκπεριείληφε τόπον· οὕτω καὶ ἐπὶ τοῦ ὕδατος, εἰ καὶ μικραί τινές εἰσι διῃρημέναι συστάσεις, ἀλλὰ μία γέ ἐστι συναγωγὴ ἡ τὸ ὅλον στοιχεῖον τῶν λοιπῶν ἀποκρίνουσα. Αἱ μὲν γὰρ λίμναι, αἵ τε κατὰ τὰ μέρη τῆς ἄρκτου, καὶ ὅσαι περὶ τὸν Ἑλληνικόν εἰσι τόπον, τήν τε Μακεδονίαν, καὶ τὴν Βιθυνῶν χώραν, καὶ τὴν Παλαιστίνων κατέχουσαι, συναγωγαί εἰσι δηλονότι· ἀλλὰ νῦν περὶ τῆς μεγίστης ἁπασῶν καὶ τῷ μεγέθει τῆς γῆς παρισουμένης ὁ λόγος. Ἃς πλῆθος μὲν ἔχειν ὕδατος οὐδεὶς ἀντερεῖ· οὐ μὴν θαλάσ-
one gathering, showed you that the waters were many, divided across many places. For both the hollows of the mountains, cleft underneath by deep ravines, held a collection of the waters; and moreover plains both many and flat, falling nothing short of the greatest seas in magnitude, and countless glens, and valleys hollowed out in one shape and another, all then filled with waters, were emptied out by the divine command, when the water from every side was driven together into one gathering. And let no one say: "If indeed there was water above the earth, surely all the hollows that have now received the sea were already filled; where then were the collections of the waters going to take place, since the basins were already occupied beforehand?" To this indeed we shall reply that at that time the receptacles too were fashioned simultaneously, because the water had to be separated off into one body. For the sea outside Gades did not yet exist, nor that vast sea unventured by mariners, which enfolds the British island and the western Iberians; rather, when the wide space was fashioned at that time by the command of God, the multitudes of the waters rushed together into it. And against the objection that our account of the creation of the world stands contrary to experience (for not all the water appears to have run together into one gathering of waters), there are many things one may say, and self-evident to all; though perhaps even to contend against such arguments is ridiculous. For surely they ought not to bring forward against us standing pools and waters collected from rainstorms, and suppose that by means of these they refute our account? Rather, He named the greatest and most complete confluence of the waters "one gathering." For wells too are artificial gatherings of waters, as the dispersed moisture flows into the hollowed part of the earth. The appellation "gathering," therefore, does not denote any chance accumulations of waters, but the pre-eminent and greatest one, wherein the whole element is displayed massed together. For just as fire is both broken up into small portions for use here below, and poured out in mass in the upper ether; and air is both divided into small parts, and in mass encompasses the terrestrial region; so also in the case of water, even if there are certain small separated bodies, yet there is one gathering that sets the whole element apart from the rest. For the lakes, both those in the regions of the north and as many as are around the Greek land, occupying Macedonia, and the country of the Bithynians, and that of the Palestinians, are manifestly gatherings; yet our discourse now concerns the greatest of them all, the one comparable in size to the earth. That these hold an abundance of water no one will gainsay; yet certainly no
Notes, col. 85

On the reading

Printed ὑδάτῶν, for ὑδάτων.

PG 29:88Read from the page
σας γε ἄν τις αὐτὰς κατὰ τὸν εἰκότα λόγον προσείποι· οὐδ' ἂν ὅτι μάλιστα τὸ ἁλμυρὸν καὶ γεῶδές τινες παραπλήσιον ἔχωσι τῇ μεγάλῃ θαλάσσῃ, ὡς ἥ τε Ἀσφαλτῖτις λίμνη ἐπὶ τῆς Ἰουδαίας, καὶ ἡ Σερβωνῖτις, ἡ μεταξὺ Αἰγύπτου καὶ Παλαιστίνης τὴν Ἀραβικὴν ἔρημον παρατείνουσα. Λίμναι γάρ εἰσιν αὗται, θάλασσα δὲ μία, ὡς οἱ τὴν γῆν περιοδεύσαντες ἱστοροῦσιν. Εἰ καὶ τὴν Ὑρκανίαν οἴονταί τινες, καὶ τὴν Κασπίαν περιγεγράφθαι καθ' ἑαυτάς· ἀλλ' εἴ γέ τι χρὴ ταῖς τῶν ἱστορησάντων προσέχειν γεωγραφίαις, συντέτρηνται πρὸς ἀλλήλας, καὶ πρὸς τὴν μεγίστην θάλασσαν ἅπασαι συνανεστόμωνται· ὡς καὶ τὴν Ἐρυθρὰν θάλασσάν φασι πρὸς τὴν ἐπέκεινα Γαδείρων συνάπτεσθαι. Πῶς οὖν, φησὶν, ὁ Θεὸς τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας; Ὅτι συνέδραμε μὲν εἰς συναγωγὴν μίαν τὰ ὕδατα· τὰ δὲ συστήματα τῶν ὑδάτων, τουτέστι τοὺς κόλπους τοὺς κατ' ἴδιον σχῆμα ὑπὸ τῆς περικειμένης γῆς ἀποληφθέντας, θαλάσσας ὁ Κύριος προσηγόρευσε. Θάλασσα βόρειος, θάλασσα νότιος, ἑῴα θάλασσα, καὶ ἑσπερία πάλιν ἑτέρα. Καὶ ὀνόματα τῶν πελαγῶν ἰδιάζοντα· Πόντος Εὔξεινος, καὶ Προποντὶς, Ἑλλήσποντος, Αἰγαῖος καὶ Ἰώνιος, Σαρδονικὸν πέλαγος καὶ Σικελικὸν, καὶ Τυῤῥηνικὸν ἕτερον. Καὶ μυρία γε ὀνόματα πελαγῶν, ἃ μακρὸν ἂν εἴη νῦν καὶ ἀπειροκαλίας μεστὸν δι' ἀκριβείας ἀπαριθμήσασθαι. Διὰ τοῦτο ὠνόμασεν ὁ Θεὸς τὰ συστήματα τῶν ὑδάτων θαλάσσας. Ἀλλ' εἰς τοῦτο μὲν ἡμᾶς ἐξήνεγκεν ἡ ἀκολουθία τοῦ λόγου, ἡμεῖς δὲ πρὸς τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν.
one could reasonably address them as seas; not even though some of them possess a saltiness and earthiness very much like the great sea, such as the Asphaltitis lake in Judaea, and the Serbonitis, which stretches alongside the Arabian desert between Egypt and Palestine. For these are lakes, whereas the sea is one, as those who have travelled round the earth relate. Although some suppose both the Hyrcanian and the Caspian to be circumscribed by themselves, yet if one must pay any heed to the geographies of those who have investigated these matters, they are pierced through with channels connecting to one another, and all open out together into the greatest sea; just as they say that the Red Sea also connects with the sea beyond Gades. Why then, someone says, did God call the bodies of the waters "seas"? Because the waters indeed ran together into one gathering; yet the bodies of the waters, that is, the gulfs enclosed according to each one's own shape by the surrounding land, the Lord addressed as "seas." There is a northern sea, a southern sea, an eastern sea, and again another western one. And the seas have distinctive names of their own: the Euxine Pontus, and Propontis, Hellespont, the Aegean and the Ionian, the Sardinian sea and the Sicilian, and the Tyrrhenian as another; and countless names of seas besides, which it would now be tedious and full of bad taste to enumerate with precision. For this reason God named the bodies of the waters "seas." Yet the sequence of our discourse has carried us out to this point; let us return to our starting-point.
5. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Οὐκ εἶπε· Καὶ ὀφθήτω ἡ γῆ, ἵνα μὴ πάλιν αὐτὴν ἀκατάσκευον ἐπιδείξῃ, πηλώδη οὖσαν, καὶ ἀναμεμιγμένην τῷ ὕδατι, οὔπω τὴν οἰκείαν ἀπολαβοῦσαν μορφὴν οὐδὲ δύναμιν. Ὁμοῦ δὲ, ἵνα μὴ τῷ ἡλίῳ τὴν τοῦ ἀναξηραίνειν τὴν γῆν αἰτίαν προσθῶμεν, πρεσβυτέραν τῆς τοῦ ἡλίου γενέσεως τὴν ξηρότητα τῆς γῆς ὁ Δημιουργὸς παρεσκεύασεν. Ἐπίστησον δὲ τῇ ἐννοίᾳ τῶν γεγραμμένων, ὅτι οὐ μόνον τὸ πλεονάζον ὕδωρ ἀπεῤῥύη τῆς γῆς, ἀλλὰ καὶ ὅσον ἀνεμέμικτο αὐτῇ διὰ βάθους, καὶ τοῦτο ὑπεξῆλθε τῷ ἀπαραιτήτῳ προστάγματι τοῦ Δεσπότου πεισθέν. Καὶ ἐγένετο οὕτως. Ἀρκοῦσα αὕτη ἡ ἐπαγωγὴ πρὸς τὸ δεῖξαι εἰς ἔργον ἐλθοῦσαν τοῦ Δημιουργοῦ τὴν φωνήν. Πρόσκειται δὲ ἐν πολλοῖς τῶν ἀντιγράφων· Καὶ συνήχθη
5. "And God said: Let the waters be gathered together into one gathering, and let the dry land appear." He did not say, "And let the earth appear," lest He show it once again unfashioned, being muddy and mixed up with the water, having not yet received its proper form or power. At the same time, lest we attribute to the sun the cause of drying up the earth, the Creator prepared the dryness of the earth prior to the generation of the sun. Attend also to the sense of what is written: that not only did the surplus water flow off from the earth, but even whatever had been mixed in with it down through its depth, this too withdrew in obedience to the inexorable command of the Master. "And it was so." This concluding clause suffices to show that the voice of the Creator passed into deed. Yet in many of the copies there is added: "And was gathered together