Migne Reading Room

PG 29 · cols. 28–37 · Read from the page

Hexaemeron, Homily 2: The earth was invisible and unformed

Hexaemeron, Homily 2: The earth was invisible and unformed

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:28Read from the page
ἀθετήσαντες λόγους, οἰκείας ὑποθέσεως ἐδεήθησαν οἱ πέμπτην σώματος φύσιν εἰς τὴν οὐρανοῦ καὶ τῶν κατ' αὐτὸν ἀστέρων γένεσιν ὑποτιθέμενοι. Ἄλλος δέ τις τῶν σφριγώντων κατὰ πιθανολογίαν ἐπαναστὰς πάλιν τούτοις, ταῦτα μὲν διέχεε καὶ διέλυσεν, οἰκείαν δὲ παρ' ἑαυτοῦ ἀντεισήγαγε δόξαν. Περὶ ὧν νῦν λέγειν ἐπιχειροῦντες, εἰς τὴν ὁμοίαν αὐτοῖς ἀδολεσχίαν ἐμπεσούμεθα. Ἀλλ' ἡμεῖς ἐκείνους ὑπ' ἀλλήλων ἐάσαντες καταβάλλεσθαι, αὐτοὶ τοῦ περὶ τῆς οὐσίας ἀφέμενοι λόγου, πεισθέντες Μωϋσεῖ, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸν ἀριστοτέχνην τῶν σοφῶς καὶ ἐντέχνως γενομένων δοξάσωμεν, καὶ ἐκ τοῦ κάλλους τῶν ὁρωμένων τὸν ὑπέρκαλον ἐννοώμεθα, καὶ ἐκ τοῦ μεγέθους τῶν αἰσθητῶν τούτων καὶ περιγραπτῶν σωμάτων ἀναλογιζώμεθα τὸν ἄπειρον καὶ ὑπερμεγέθη καὶ πᾶσαν διάνοιαν ἐν τῷ πλήθει τῆς ἑαυτοῦ δυνάμεως ὑπερβαίνοντα. Καὶ γὰρ εἰ καὶ τὴν φύσιν ἀγνοοῦμεν τῶν γενομένων, ἀλλὰ τό γε ὁλοσχερῶς ὑποπῖπτον ἡμῶν τῇ αἰσθήσει τοσοῦτον ἔχει τὸ θαῦμα, ὥστε καὶ τὸν ἐντρεχέστατον νοῦν ἐλάττονα ἀναφανῆναι τοῦ ἐλαχίστου τῶν ἐν τῷ κόσμῳ, πρὸς τὸ ἢ δυνηθῆναι αὐτὸ κατ' ἀξίαν ἐπεξελθεῖν, ἢ τὸν ὀφειλόμενον ἔπαινον ἀποπληρῶσαι τῷ κτίσαντι· ᾧ πᾶσα δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
setting aside in their accounts, those who posit a fifth bodily nature for the generation of heaven and of the stars therein stood in need of a hypothesis of their own. And someone else again among those vigorous in plausible argument, rising up against these in turn, confounded and dissolved these claims, and introduced instead a private opinion of his own. Attempting to speak of these matters now, we shall fall into the same idle chatter as they. Let us, however, leave them to be overthrown by one another, and ourselves desisting from the discourse concerning substance, persuaded by Moses that God made the heaven and the earth, let us glorify the supreme Artificer of things wisely and skilfully made, and from the beauty of things seen let us conceive of Him Who surpasses all beauty, and from the magnitude of these perceptible and circumscribed bodies let us reason by analogy to Him Who is infinite and surpassing in greatness and transcends all thought in the multitude of His power. For even if we are ignorant of the nature of the things that have come into being, yet at least that which falls generally under our perception holds so great a wonder that even the keenest intellect is shown inferior to the least of the things in the world, whether as regards being able to set it forth worthily, or rendering due praise in full to Him Who created it; to Whom be all glory, honour and might, unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ Βʹ.
Homily II.
Περὶ τοῦ, Ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος.
On the words, The earth was invisible and unformed.
1. Μικροῖς ἕωθεν ἐνδιατρίψαντες ῥήμασι, τοσοῦτον ἀποκεκρυμμένον τὸ βάθος τῆς διανοίας εὕρομεν, ὥστε τῶν ἐφεξῆς παντελῶς ἀπογνῶναι. Ει γὰρ τὰ προαύλια τῶν ἁγίων τοιαύτα, καὶ τὰ προπύλαια τοῦ ναοῦ οὕτω σεμνὰ καὶ ὑπέρογκα τῇ ὑπερβολῇ τοῦ κάλλους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν περιαστράπτοντα, ποταπὰ τὰ Ἅγια τῶν ἁγίων; καὶ τίς ἱκανὸς κατατολμῆσαι τῶν ἀδύτων; ἢ τίς ἐπόψεται τὰ ἀπόῤῥητα; Ἀπρόσιτος μὲν γὰρ αὐτῶν καὶ ἡ θέα, δυσερμήνευτος δὲ παντελῶς τῶν νοηθέντων ὁ λόγος. Πλὴν ἀλλ' ἐπειδὴ παρὰ τῷ δικαίῳ κριτῇ, καὶ ὑπὲρ μόνου τοῦ προελέσθαι τὰ δέοντα, οὐκ εὐκαταφρόνητοί εἰσιν ἀφωρισμένοι μισθοὶ, μὴ ἀποκνήσωμεν πρὸς τὴν ἔρευναν. Εἰ γὰρ καὶ τῆς ἀξίας ἀπολειπόμεθα, ἀλλ' ἐὰν τοῦ βουλήματος τῆς Γραφῆς μὴ ἐκπέσωμεν
1. Having dwelt at dawn upon a few words, we found the depth of their meaning so deeply hidden as to despair altogether of what follows. For if the forecourts of the sanctuary are such, and the vestibules of the temple so august and sublime, flashing round the eyes of our mind with the excess of their beauty, of what sort is the Holy of holies? And who is sufficient to venture into the innermost shrine? Or who shall behold the ineffable mysteries? For even the sight of them is unapproachable, and the expression of what has been apprehended is altogether hard to interpret. Nevertheless, since with the righteous Judge rewards not to be despised are appointed even for merely choosing what ought to be done, let us not shrink back from the inquiry. For even though we fall short of its worth, yet if we do not fall away from the purpose of Scripture
Notes, col. 28

On the reading

Printed Ει, for Εἰ.

Printed τοιαύτα, for τοιαῦτα.

PG 29:29Read from the page
τῇ βοηθείᾳ τοῦ Πνεύματος, καὶ αὐτοὶ οὐκ ἀπόβλητοι παντελῶς κριθησόμεθα, καὶ τῇ συνεργίᾳ τῆς χάριτος οἰκοδομήν τινα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρεξόμεθα. Ἡ δὲ γῆ ἦν, φησὶν, ἀόρατος καὶ ἀκατασκεύαστος. Πῶς ἀμφοτέρων ὁμοτίμως γενομένων οὐρανοῦ καὶ γῆς, ὁ μὲν οὐρανὸς ἀπηρτίσθη, ἡ δὲ γῆ ἔτι ἀτελής ἐστι καὶ ἀνεξέργαστος; Ἢ ὅλως, τί τὸ ἀκατάσκευον τῆς γῆς; καὶ διὰ ποίαν αιτίαν ἀόρατος ἦν; Ἔστι μὲν οὖν τελεία κατασκευὴ γῆς ἡ ἀπ' αὐτῆς εὐθηνία· φυτῶν παντοδαπῶν βλαστήσεις· δένδρων ὑψηλοτάτων προβολαὶ καρπίμων τε καὶ ἀκάρπων· ἀνθῶν εὔχροιαι καὶ εὐωδίαι· καὶ ὅσα μικρὸν ὕστερον μέλλει τῷ προστάγματι τοῦ Θεοῦ ἐπανατείλαντα τῇ γῇ τὴν γεννησαμένην κατακοσμεῖν. Ὧν ἐπειδὴ οὐδὲν οὔπω ἦν, ἀκατάσκευον αὐτὴν εἰκότως ὁ λόγος ὠνόμασε. Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ οὐρανοῦ εἴποιμεν· ὅτι οὐκ ἐξείργαστο οὔπω οὐδὲ αὐτὸς, οὐδὲ τὸν οἰκεῖον ἀπειλήφει κόσμον, ἅτε μήπω σελήνῃ μήτε ἡλίῳ περιλαμπόμενος, μηδὲ τοῖς χοροῖς τῶν ἄστρων κατεστεμμένος. Οὔπω γὰρ ταῦτα ἐγεγόνει. Ὥστε οὐχ ἁμαρτήσεις τῆς ἀληθείας, κἂν τὸν οὐρανὸν ἀκατάσκευον εἴπῃς. Ἀόρατον δὲ τὴν γῆν προσεῖπε διὰ δύο αἰτίας· ἢ ὅτι οὔπω ἦν αὐτῆς ὁ θεατὴς ἄνθρωπος, ἢ ὅτι ὑποβρύχιος οὖσα ἐκ τοῦ ἐπιπολάζοντος τῇ ἐπιφανείᾳ ὕδατος οὐκ ἠδύνατο καθορᾶσθαι. Οὔπω γὰρ ἦν συναχθέντα τὰ ὕδατα εις τὰ οἰκεῖα συστήματα, ἅπερ ὕστερον ὁ Θεὸς συναγαγὼν προσηγόρευσε θαλάσσας. Ἀόρατον οὖν τί ἐστι; Τὸ μὲν, ὃ μὴ πέφυκεν ὀφθαλμοῖς σαρκὸς καθορᾶσθαι, ὡς ὁ νοῦς ὁ ἡμέτερος· τὸ δὲ, ὃ τῇ φύσει ὁρατὸν ὑπάρχον, διὰ τὴν ἐπιπρόσθεσιν τοῦ ἐπικειμένου αὐτῷ σώματος ἀποκρύπτεται, ὡς ὁ ἐν τῷ βυθῷ σίδηρος. Καθ' ὃ σημαινόμενον νῦν ἀόρατον ἡγούμεθα προσειρῆσθαι τὴν γῆν καλυπτομένην ὑπὸ τοῦ ὕδατος. Ἔπειτα μέντοι, καὶ μήπω τοῦ φωτὸς γενηθέντος, οὐδὲν ἦν θαυμαστὸν τὴν ἐν σκότῳ κειμένην, διὰ τὸ ἀφώτιστον εἶναι τὸν ὑπὲρ αὐτῆς ἀέρα, ἀόρατον καὶ κατὰ τοῦτο παρὰ τῆς Γραφῆς προσειρῆσθαι.
through the help of the Spirit, we ourselves too shall not be judged altogether rejected, and with the cooperation of grace we shall furnish some edification to the Church of God. Now the earth, it says, was invisible and unformed. How, when both heaven and earth came into being with equal honour, was the heaven brought to completion, whereas the earth is still imperfect and unfinished? Or in general, what was the unformed state of the earth? And for what reason was it invisible? Now the complete furnishing of the earth is the abundance springing from it: the sproutings of plants of every sort; the putting forth of loftiest trees both fruitful and fruitless; the fair colours and fragrances of flowers; and all that a little later, springing up from the earth at the command of God, is about to adorn her that brought them forth. Since none of these things yet existed, Scripture reasonably named it unformed. And these very same things we might say concerning heaven as well: that neither had it itself yet been brought to full completion, nor had it received its proper adornment, inasmuch as it was not yet shone around by moon or sun, nor crowned with the choirs of the stars. For these things had not yet come into being. Consequently you will not err from the truth even if you call the heaven unformed. And it called the earth invisible for two reasons: either because man, its beholder, did not yet exist, or because, being submerged beneath the water floating upon its surface, it could not be seen. For the waters had not yet been gathered together into their proper gatherings, which God afterwards gathered together and called seas. What then is the invisible? On the one hand, that which is not of a nature to be seen by eyes of flesh, such as our mind; on the other hand, that which, though visible by nature, is concealed through the obstruction of the body lying upon it, like iron in the deep. In this latter sense we consider the earth, covered by the water, to have been called invisible here. Next, moreover, since light had not yet come into being, it was no wonder at all that the earth lying in darkness, because the air above it was unilluminated, was called invisible by Scripture on this account also.
2. Ἀλλ' οἱ παραχαράκται τῆς ἀληθείας, οἱ οὐχὶ τῇ Γραφῇ τὸν ἑαυτων νοῦν ἀκολουθεῖν ἐκδιδάσκοντες, ἀλλὰ πρὸς τὸ οἰκεῖον βούλημα τὴν διάνοιαν τῶν Γραφῶν διαστρέφοντες, τὴν ὕλην φασὶ διὰ τῶν λέξεων τούτων παραδηλοῦσθαι. Αὕτη γὰρ, φασὶ, καὶ ἀόρατος τῇ φύσει καὶ ἀκατασκεύαστος, ἄποιος οὖσα
2. Yet the counterfeiters of the truth, who do not teach their own mind to follow Scripture, and instead twist the meaning of the Scriptures towards their own will, say that matter is indicated through these words. For this, they say, is both invisible by nature and unformed, being without quality
Notes, col. 29

On the reading

Printed αιτίαν, for αἰτίαν.

Printed εις, for εἰς.

Printed ἑαυτων, for ἑαυτῶν.

PG 29:32Read from the page
τῷ ἑαυτῆς λόγῳ, καὶ παντὸς εἴδους καὶ σχήματος κεχωρισμένη, ἣν παραλαβὼν ὁ τεχνίτης τῇ ἑαυτοῦ σοφίᾳ ἐμόρφωσε, καὶ εἰς τάξιν ἤγαγε, καὶ οὕτω δι' αὐτῆς οὐσίωσε τὰ ὁρώμενα. Ει μὲν οὖν ἀγέννητος αὕτη, πρῶτον μὲν ὁμότιμος τῷ Θεῷ, τῶν αὐτῶν πρεσβείων ἀξιουμένη. Οὗ τί ἂν γένοιτο ἀσεβέστερον, τὴν ἄποιον, τὴν ἀνείδεον, τὴν ἐσχάτην ἀμορφίαν, τὸ ἀδιατύπωτον αἶσχος (τοῖς γὰρ αὐτῶν ἐκείνων προσρήμασι κέχρημαι) τῆς αὐτῆς προεδρίας ἀξιοῦσθαι τῷ σοφῷ καὶ δυνατῷ καὶ παγκάλῳ δημιουργῷ καὶ κτίστῃ τῶν ὅλων; Ἔπειτα εἰ μὲν τοσαύτη ἐστὶν, ὥστε ὅλην ὑποδέχεσθαι τοῦ Θεοῦ τὴν ἐπιστήμην· καὶ οὕτω, τρόπον τινὰ, τῇ ἀνεξιχνιάστῳ τοῦ Θεοῦ δυνάμει ἀντιπαρεξάγουσιν αὐτῆς τὴν ὑπόστασιν, εἴπερ ἐξαρκεῖ ὅλην τοῦ Θεοῦ τὴν σύνεσιν δι' ἑαυτῆς ἐκμετρεῖν· εἰ δὲ ἐλάττων ἡ ὕλη τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ οὕτως εἰς ἀτοπωτέραν βλασφημίαν αὐτοῖς ὁ λόγος περιτραπήσεται, δι' ἔνδειαν ὕλης ἄπρακτον καὶ ἀνενέργητον τῶν οἰκείων ἔργων τὸν Θεὸν κατεχόντων. Ἀλλ' ἐξηπάτησε γὰρ αὐτοὺς τῆς ἀνθρωπίνης φύσεως ἡ πενία. Καὶ ἐπειδὴ παρ' ἡμῖν ἑκάστη τέχνη περί τινα ὕλην ἀφωρισμένως ἠσχόληται, οἷον χαλκευτικὴ μὲν περὶ τὸν σίδηρον, τεκτονικὴ δὲ περὶ τὰ ξύλα· καὶ ἐν τούτοις ἄλλο μέν τί ἐστι τὸ ὑποκείμενον, ἄλλο δὲ τὸ εἶδος, ἄλλο δὲ τὸ ἐκ τοῦ εἴδους ἀποτελούμενον· καὶ ἔστιν ἡ μὲν ὕλη ἔξωθεν παραλαμβανομένη, τὸ δὲ εἶδος παρὰ τῆς τέχνης ἐφαρμοζόμενον, ἀποτέλεσμα δὲ τὸ ἐξ ἀμφοῖν συντιθέμενον ἔκ τε τοῦ εἴδους καὶ τῆς ὕλης· οὕτως οἴονται καὶ ἐπὶ τῆς θείας δημιουργίας, τὸ μὲν σχῆμα τοῦ κόσμου παρὰ τῆς σοφίας ἐπῆχθαι τοῦ ποιητοῦ τῶν ὅλων, τὴν δὲ ὕλην ἔξωθεν ὑποβεβλῆσθαι τῷ κτίσαντι, καὶ γεγενῆσθαι τὸν κόσμον σύνθετον, τὸ μὲν ὑποκείμενον καὶ τὴν οὐσίαν ἑτέρωθεν ἔχοντα, τὸ δὲ σχῆμα καὶ τὴν μορφὴν παρὰ Θεοῦ προσλαβόντα. Ἐκ δὲ τούτου αὐτοῖς ὑπάρχει ἀρνεῖσθαι μὲν τὸν μέγαν Θεὸν τῆς συστάσεως τῶν ὄντων προεστηκέναι, οἷον δὲ ἐράνου τινὸς πληρωτὴν, ὀλίγην τινὰ μοῖραν εἰς τὴν τῶν ὄντων γένεσιν παρ' ἑαυτοῦ συμβεβλῆσθαι· οὐ δυνηθέντες διὰ λογισμῶν ταπεινότητα πρὸς τὸ ὕψος ἀπιδεῖν τῆς ἀληθείας· ὅτι ἐνταῦθα μὲν αἱ τέχναι τῶν ὑλῶν ὕστεραι, διὰ τὸ ἀναγκαῖον τῆς χρείας παρεισαχθεῖσαι τῷ βίῳ. Τὸ μὲν γὰρ ἔριον προϋπῆρχεν, ἡ δὲ ὑφαντικὴ ἐπεγένετο, τὸ τῆς φύσεως ἐνδέον παρ' ἑαυτῆς ἐκπληροῦσα. Καὶ τὸ μὲν ξύλον ἦν, τεκτονικὴ δὲ παραλαβοῦσα, πρὸς τὴν ἐπιζητουμένην ἑκάστοτε χρείαν διαμορφοῦσα τὴν ὕλην, τὴν εὐχρηστίαν ἡμῖν τῶν ξύλων ὑπέδειξε, κώπην
by its own definition, and separated from every form and shape, which the Artificer took and by His own wisdom fashioned, and brought into order, and thus through it gave substance to things visible. Now if this matter is unbegotten, first indeed it is equal in honour to God, being deemed worthy of the same seniority. Than which what could be more impious, that what is without quality, without form, extreme deformity, unshaped ugliness (for I have used their very own expressions) should be deemed worthy of the same precedence as the wise and powerful and all-fair Artificer and Creator of the universe? Next, if it is so great as to receive the whole knowledge of God, even so, in a way, they set its subsistence on a par beside the unsearchable power of God, if indeed it suffices by itself to measure out the whole intelligence of God; whereas if matter is inferior to the operation of God, even thus their argument will turn round upon them into a more absurd blasphemy, since for lack of matter they keep God idle and inactive in respect of His proper works. Truly the poverty of human nature deceived them. And because among us each art is occupied separately with some particular matter, as smithcraft with iron and carpentry with timber; and in these things the substrate is one thing, the form another, and the product accomplished from the form another; and matter is taken from outside, whereas form is fitted on by the art, and the result is what is compounded out of both, out of the form and the matter; so too they suppose in the case of the divine creation that the shape of the world was superinduced by the wisdom of the Maker of the universe, whereas matter was laid down from outside for Him Who created, and that the world came into being as a compound, having its substrate and substance from elsewhere, while receiving its shape and form besides from God. And from this it comes about for them that they deny that the great God presided over the constitution of existing things, and hold instead that like a contributor to some joint collection He contributed a small share from Himself towards the generation of existing things; being unable through lowliness of reasonings to look away towards the height of the truth: namely that here below the arts are later than their materials, having been brought into life on account of the necessity of need. For wool pre-existed, and weaving supervened, supplying from itself the deficiency of nature. And timber existed, and carpentry took it over and, shaping the material towards the need sought on each occasion, showed us the usefulness of timber, an oar
Notes, col. 32

On the reading

Printed Ει, for Εἰ.

PG 29:33Read from the page
μὲν ναύταις, γεωργοῖς δὲ πτύον, ὁπλίταις δὲ δόρυ παρεχομένη. Ὁ δὲ Θεὸς, πρίν τι τῶν νῦν ὁρωμένων γενέσθαι, εἰς νοῦν βαλόμενος καὶ ὁρμήσας ἀγαγεῖν εἰς γένεσιν τὰ μὴ ὄντα, ὁμοῦ τε ἐνόησεν ὁποῖόν τινα χρὴ τὸν κόσμον εἶναι, καὶ τῷ εἴδει αὐτοῦ τὴν ἁρμόζουσαν ὕλην συναπεγέννησε. Καὶ οὐρανῷ μὲν ἀφώρισε τὴν οὐρανῷ πρέπουσαν φύσιν· τῷ δὲ τῆς γῆς σχήματι τὴν οἰκείαν αὐτῇ καὶ ὀφειλομένην οὐσίαν ὑπέβαλε. Πῦρ δὲ καὶ ὕδωρ καὶ ἀέρα διεσχημάτισέ τε ὡς ἐβούλετο, καὶ εἰς οὐσίαν ἤγαγεν ὡς ὁ ἑκάστου λόγος τῶν γινομένων ἀπῄτει. Ὅλον δὲ τὸν κόσμον ἀνομοιομερῆ τυγχάνοντα ἀῤῥήκτῳ τινὶ φιλίας δεσμῷ εἰς μίαν κοινωνίαν καὶ ἁρμονίαν συνέδησεν· ὥστε καὶ τὰ πλεῖστον ἀλλήλων τῇ θέσει διεστηκότα ἡνῶσθαι δοκεῖν διὰ τῆς συμπαθείας. Παυσάσθωσαν οὖν μυθικῶν πλασμάτων, ἐν τῇ ἀσθενείᾳ τῶν οἰκείων λογισμῶν τὴν ἀκατάληπτον διανοίας καὶ ἄφατον παντελῶς ἀνθρωπίνῃ φωνῇ δύναμιν ἐκμετροῦντες.
providing for sailors, a winnowing-fan for farmers, and a spear for heavy-armed soldiers. Whereas God, before anything of the things now seen came to be, having resolved in mind and set out to bring into being the things that were not, at the same instant conceived of what sort the world ought to be and generated together with its form the matter fitting for it. And to heaven He assigned the nature befitting heaven; and beneath the shape of the earth He placed the substance proper and due to it. Fire too and water and air He both fashioned as He willed and brought into substance as the principle of each of the things coming into being required. And the whole world, consisting of unlike parts, He bound together by an unbreakable bond of friendship into one communion and harmony; so that even the things most widely separated from one another in position appear united through sympathy. Let them cease, then, from mythical figments, measuring out in the weakness of their own reasonings the power incomprehensible to thought and altogether unutterable by human voice.
3. Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· οὐκ ἐξ ἡμισείας ἑκάτερον, ἀλλ' ὅλον οὐρανὸν καὶ ὅλην γῆν, αὐτὴν τὴν οὐσίαν τῷ εἴδει συνειλημμένην. Οὐχὶ γὰρ σχημάτων ἐστὶν εὑρέτης, ἀλλ' αὐτῆς τῆς φύσεως τῶν ὄντων δημιουργός. Ἐπεὶ ἀποκρινέσθωσαν ἡμῖν, πῶς ἀλλήλοις συνέτυχον ἥ τε δραστικὴ τοῦ Θεοῦ δύναμις καὶ ἡ παθητικὴ φύσις τῆς ὕλης· ἡ μὲν τὸ ὑποκείμενον παρεχομένη χωρὶς μορφῆς, ὁ δὲ τῶν σχημάτων τὴν ἐπιστήμην ἔχων ἄνευ τῆς ὕλης, ἵν' ἑκατέρῳ τὸ ἐνδέον παρὰ θατέρου γένηται· τῷ μὲν δημιουργῷ τὸ ἔχειν ὅπου τὴν τέχνην ἐνεπιδείξηται, τῇ δὲ ὕλῃ τὸ ἀποθέσθαι τὴν ἀμορφίαν καὶ τοῦ εἴδους τὴν στέρησιν. Ἀλλὰ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον· πρὸς δὲ τὸ ἐξ ἀρχῆς ἐπανίωμεν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Ειπὼν, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, πολλὰ ἀπεσιώπησεν, ὕδωρ, ἀέρα, πῦρ, τὰ ἐκ τούτων ἀπογεννώμενα πάθη· ἃ πάντα μὲν ὡς συμπληρωτικὰ τοῦ κόσμου συνυπέστη τῷ παντὶ δηλονότι· παρέλιπε δὲ ἡ ἱστορία, τὸν ἡμέτερον νοῦν γυμνάζουσα πρὸς ἐντρέχειαν, ἐξ ὀλίγων ἀφορμῶν παρεχομένη ἐπιλογίζεσθαι τὰ λειπόμενα. Ἐπεὶ οὖν οὐκ εἴρηται περὶ τοῦ ὕδατος, ὅτι ἐποίησεν ὁ Θεὸς, εἴρηται δὲ, ὅτι ἀόρατος ἦν ἡ γῆ· σκόπει σὺ κατὰ σεαυτὸν τίνι παραπετάσματι
3. God made the heaven and the earth: not each by halves, rather the whole heaven and the whole earth, the very substance comprehended together with the form. For He is not an inventor of shapes, rather He is the Maker of the very nature of existing things. Else let them answer us how the active power of God and the passive nature of matter chanced upon one another: the one furnishing the substrate without form, and the Other possessing the knowledge of shapes without matter, so that to each what was lacking might accrue from the other; to the Maker, having wherein to display His art, and to matter, putting off its deformity and the privation of form. Concerning these things, however, so much; let us return to what was at the beginning. Now the earth was invisible and unformed. Having said, In the beginning God made the heaven and the earth, he passed over many things in silence, water, air, fire, the affections engendered from these; all of which plainly co-subsisted with the universe as complementary parts of the world; yet the narrative omitted them, training our mind towards keenness, granting it from a few starting-points to reckon out what was left unsaid. Since, then, it has not been said concerning the water that God made it, whereas it has been said that the earth was invisible; consider by yourself with what veil
Notes, col. 33

On the reading

Printed Ειπὼν, for Εἰπὼν.

PG 29:36Read from the page
καλυπτομένη οὐκ ἐξεφαίνετο. Οὔτε οὖν πῦρ αὐτὴν καλύπτειν ἠδύνατο. Φωτιστικὸν γὰρ καὶ καταφάνειαν παρέχον οἷς ἂν προσγένηται μᾶλλον ἢ σκοτῶδες τὸ πῦρ. Οὐ μὴν οὐδὲ ἀὴρ προκάλυμμα ἦν τότε τῆς γῆς. Ἀραιὰ γὰρ καὶ διαφανὴς τοῦ ἀέρος ἡ φύσις, πάντα τὰ εἴδη τῶν ὁρατῶν δεχομένη, καὶ ταῖς τῶν ὁρώντων ὄψεσι παραπέμπουσα. Λειπόμενον τοίνυν ἐστὶ νοεῖν ἡμᾶς ὕδωρ ἐπιπολάζειν τῇ ἐπιφανείᾳ τῆς γῆς. οὔπω πρὸς τὴν οἰκείαν λῆξιν τῆς ὑγρᾶς οὐσίας ἀποκριθείσης. Ἐκ δὲ τούτου οὐ μόνον ἀόρατος ἦν ἡ γῆ, ἀλλὰ καὶ ἀκατασκεύαστος. Ἡ γὰρ τοῦ ὑγροῦ πλεονεξία ἔτι καὶ νῦν ἐμπόδιόν ἐστι πρὸς καρπογονίαν τῇ γῇ. Ἡ οὖν αὐτὴ αἰτία καὶ τοῦ μὴ ὁρᾶσθαι, καὶ τοῦ ἀκατασκεύαστον εἶναι· εἴπερ κατασκευὴ γῆς, ὁ οἰκεῖος αὐτῇ καὶ κατὰ φύσιν κόσμος, λήϊα μὲν ταῖς κοιλότησιν ἐγκυμαίνοντα, λειμῶνες χλοάζοντες καὶ ποικίλοις ἄνθεσι βρύοντες, νάπαι εὐθαλεῖς, καὶ ὀρῶν κορυφαὶ ταῖς ὕλαις κατάσκιοι· ὧν οὐδὲν εἶχεν οὐδέπω· ὠδίνουσα μὲν τὴν πάντων γένησιν διὰ τὴν ἐναποτεθεῖσαν αὐτῇ παρὰ τοῦ δημιουργοῦ δύναμιν, ἀναμένουσα δὲ τοὺς καθήκοντας χρόνους, ἵνα τῷ θείῳ κελεύσματι προαγάγῃ ἑαυτῆς εἰς φανερὸν τὰ κυήματα.
being covered, did not appear. Neither, then, was fire able to cover it; for fire is illuminative and affords clearness to whatever it approaches, rather than shadowy. Nor indeed was air a covering for the earth at that time; for the nature of air is rarefied and transparent, receiving all the forms of visible things and transmitting them to the eyes of beholders. It remains, therefore, for us to understand that water lay upon the surface of the earth, since the moist substance had not yet been separated off to its own allotted place. And from this the earth was not only invisible, but also unformed; for an excess of moisture even now is a hindrance to the earth towards bearing fruit. The same cause, therefore, accounts both for its not being seen and for its being unformed: seeing that the furnishing of the earth is its own proper and natural adornment—standing corn swelling in the hollows, meadows growing green and teeming with manifold flowers, flourishing woodland glens, and mountain peaks shaded over with forests—none of which it as yet possessed, though travailing with the generation of all things through the power implanted in it from the Creator, and awaiting the fitting times, so that at the divine command it might bring forth its offspring into the open.
4. Ἀλλὰ καὶ σκότος, φησὶν, ἐπάνω τῆς ἀβύσσου. Πάλιν ἄλλαι μύθων ἀφορμαὶ, καὶ πλασμάτων δυσσεβεστέρων ἀρχαὶ πρὸς τὰς ἰδίας ὑπονοίας παρατρεπόντων τὰ ῥήματα. Τὸ γὰρ σκότος οὐχ, ὡς πέφυκεν, ἐξηγοῦνται ἀέρα τινὰ ἀφώτιστον, ἢ τόπον ἐξ ἀντιφράξεως σώματος σκιαζόμενον, ἢ ὅλως καθ' ὁποιανοῦν αἰτίαν τόπον φωτὸς ἐστερημένον, ἀλλὰ δύναμιν κακὴν, μᾶλλον δὲ αὐτὸ τὸ κακὸν, παρ' ἑαυτοῦ τὴν ἀρχὴν ἔχον, ἀντικείμενον καὶ ἐναντίον τῇ ἀγαθότητι τοῦ Θεοῦ ἐξηγοῦνται τὸ σκότος. Εἰ γὰρ ὁ Θεὸς φῶς ἐστι, δηλονότι ἡ ἀντιστρατευομένη αὐτῷ δύναμις σκότος ἂν εἴη, φασὶ, κατὰ τὸ τῆς διανοίας ἀκόλουθον. Σκότος, οὐ παρ' ἑτέρου τὸ εἶναι ἔχον, ἀλλὰ κακὸν αὐτογέννητον. Σκότος πολέμιον ψυχῶν, θανάτου ποιητικὸν, ἀρετῆς ἐναντίωσις· ὅπερ καὶ ὑφεστάναι, καὶ μὴ παρὰ Θεοῦ γεγενῆσθαι, ὑπ' αὐτῶν μηνύεσθαι τῶν τοῦ προφήτου λόγων ἐξαπατῶνται. Ἐκ δὴ τούτου τί οὐχὶ συνεπλάσθη τῶν πονηρῶν καὶ ἀθέων δογμάτων; Ποῖοι λύκοι βαρεῖς διασπῶντες τὸ ποίμνιον τοῦ Θεοῦ, οὐχὶ, ἀπὸ τῆς μικρᾶς ταύτης φωνῆς τὴν ἀρχὴν λαβόντες, ἐπεπόλασαν ταῖς ψυχαῖς; Οὐχὶ Μαρκίωνες; οὐχὶ Οὐαλεντῖνοι ἐντεῦθεν; οὐχ ἡ βδελυκτὴ τῶν Μανιχαίων αἵρεσις, ἣν ση-
4. "And darkness," it says, "was above the abyss." Again come other pretexts for myths and starting-points for more impious fabrications among those who twist the words towards their own notions. For they do not explain darkness, as it naturally is, as air unilluminated, or a place shaded by the interposition of a body, or in general a place deprived of light from whatever cause; rather, they explain darkness as an evil power, or rather evil itself, having its origin from itself, opposed and contrary to the goodness of God. For if God is light, clearly the power warring against Him would be darkness, they say, according to logical consequence: a darkness not having its existence from another, but a self-begotten evil; a darkness hostile to souls, productive of death, an opposition to virtue—which they deceive themselves into thinking is indicated by the very words of the prophet both to subsist and not to have come into being from God. From this, indeed, what wicked and godless doctrines have not been concocted? What grievous wolves tearing apart the flock of God, taking their start from this brief utterance, have not overrun souls? Have not Marcions come hence, and Valentinians? Has not the abominable heresy of the Manichaeans, which if anyone should call the putre-
Notes, col. 36

On the reading

Printed γένησιν, for γένεσιν.

PG 29:37Read from the page
πεδόνα τις τῶν Ἐκκλησιῶν προσειπὼν οὐχ ἁμαρτήσεται τοῦ προσήκοντος; Τί μακρὰν ἀποτρέχεις τῆς ἀληθείας, ἄνθρωπε, ἀφορμὰς σεαυτῷ τῆς ἀπωλείας ἐπινοῶν; Ἁπλοῦς ὁ λόγος, καὶ πᾶσιν εὔληπτος. Ἀόρατος ἦν ἡ γῆ, φησί. Τίς ἡ αἰτία; Ἐπειδὴ ἄβυσσον εἶχεν ἐπιπολάζουσαν ἑαυτῇ. Ἀβύσσου δὲ ἔννοια τίς; Ὕδωρ πολὺ δυσέφικτον ἔχον ἑαυτοῦ τὸ πέρας ἐπὶ τὸ κάτω. Ἀλλ' ἔγνωμεν πολλὰ τῶν σωμάτων καὶ δι' ὕδατος λεπτοτέρου καὶ διαυγοῦς πολλάκις διαφαινόμενα. Πῶς οὖν οὐδὲν μέρος τῆς γῆς διὰ τῶν ὑδάτων ἐδείκνυτο; Ὅτι ἀλαμπὴς ἔτι καὶ ἐσκοτισμένος ἦν ὁ ὑπὲρ αὐτοῦ κεχυμένος ἀήρ. Ἀκτὶς μὲν γὰρ ἡλίου, δι' ὑδάτων διικνουμένη, δείκνυσι πολλάκις τὰς ἐν τῷ βάθει ψηφῖδας· ἐν νυκτὶ δέ τις βαθείᾳ οὐδενὶ ἂν τρόπῳ τὰ ὑπὸ τὸ ὕδωρ κατίδοι. Ὥστε τοῦ ἀόρατον εἶναι τὴν γῆν κατασκευαστικόν ἐστι τὸ ἐπαγόμενον, ὅτι καὶ ἄβυσσος ἦν ἡ ἐπέχουσα, καὶ αὕτη ἐσκοτισμένη. Οὔτε οὖν ἄβυσσος δυνάμεων πλῆθος ἀντικειμένων, ὥς τινες ἐφαντάσθησαν, οὔτε σκότος ἀρχική τις καὶ πονηρὰ δύναμις ἀντεξαγομένη τῷ ἀγαθῷ. Δύο γὰρ ἐξισάζοντα ἀλλήλοις κατ' ἐναντίωσιν φθαρτικὰ ἔσται πάντως τῆς ἀλλήλων συστάσεως· καὶ πράγματα ἕξει διηνεκῶς καὶ παρέξει ἀπαύστως πρὸς ἄλληλα συνεχόμενα τῷ πολέμῳ. Κἂν ὑπερβάλλῃ δυνάμει τῶν ἀντικειμένων τὸ ἕτερον, δαπανητικὸν ἐξ ἅπαντος τοῦ κρατηθέντος γίνεται. Ὥστε εἰ μὲν ἰσόῤῥοπον λέγουσι τοῦ κακοῦ τὴν πρὸς τὸ ἀγαθὸν ἐναντίωσιν, ἄπαυστον εἰσάγουσι πόλεμον καὶ διηνεκῆ τὴν φθορὰν, κρατούντων ἐν μέρει καὶ κρατουμένων· ει δὲ ὑπερέχει δυνάμει τὸ ἀγαθὸν, τίς ἡ αἰτία τοῦ τὴν φύσιν τοῦ κακοῦ μὴ παντελῶς ἀνῃρῆσθαι; Εἰ δὲ, ὃ μὴ θέμις εἰπεῖν, θαυμάζω πῶς οὐχὶ φεύγουσιν αὐτοὶ ἑαυτοὺς πρὸς οὕτως ἀθεμίτους βλασφημίας ὑποφερόμενοι. Οὐ μὴν οὐδὲ παρὰ Θεοῦ τὸ κακὸν τὴν γένεσιν ἔχειν εὐσεβές ἐστι λέγειν, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ἡ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε ἡ νόσος ὑγιείας δημιουργὸς, ἀλλ' ἐν μὲν ταῖς μεταβολαῖς τῶν διαθέσεων ἐκ τῶν ἐναντίων πρὸς τὰ ἐναντία αἱ μεταστάσεις· ἐν δὲ ταῖς γενέσεσιν οὐκ ἐκ τῶν ἐναντίων, ἀλλ' ἐκ τῶν ὁμογενῶν ἕκαστον τῶν γινομένων προέρχεται. Εἰ τοίνυν, φησὶ, μήτε ἀγέννητον, παρὰ Θεοῦ γεγονὸς, πόθεν ἔχει τὴν φύσιν; Τὸ γὰρ εἶναι τὰ κακὰ οὐδεὶς ἀντερεῖ τῶν μετεχόντων τοῦ βίου. Τί οὖν φαμεν; Ὅτι τὸ κακόν ἐστιν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ τὴν ἀπὸ τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥαθύμοις ἐγγινομένη.
faction of the Churches, he will not miss the mark of what is fitting? Why do you run far away from the truth, O man, devising occasions of perdition for yourself? The statement is simple and easily grasped by all. "The earth was invisible," it says. What is the cause? Because it had the abyss lying upon its surface. And what is the meaning of "abyss"? A vast body of water having its downward limit hard to reach. Yet we know that many bodies often show through thinner and transparent water. How then was no part of the earth shown through the waters? Because the air poured out above it was still unlit and darkened. For a ray of the sun, penetrating through waters, often shows the pebbles in the depth; whereas in deep night one could in no way discern what lies beneath the water. Thus what is subjoined establishes why the earth was invisible: namely, that it was both an abyss that covered it, and this too was darkened. Neither, then, is the abyss a multitude of opposing powers, as some have imagined, nor is darkness some primal and evil power marshalled against the good. For two things equal to one another in opposition will altogether be destructive of each other's constitution, and will continually suffer and unceasingly inflict trouble, locked in war against one another. And if one of the opposites surpasses in power, it utterly consumes that which has been overcome. Consequently, if they say that the opposition of evil towards the good is equally balanced, they introduce ceaseless war and perpetual destruction, as each in turn prevails and is prevailed over; whereas if the good excels in power, what is the reason that the nature of evil has not been completely abolished? But if the contrary—which it is unlawful even to utter—I marvel how they do not flee from themselves when carried away towards such unlawful blasphemies. Yet neither is it pious to say that evil has its origin from God, because no contrary comes into being from its contrary. For neither does life beget death, nor is darkness the origin of light, nor sickness the maker of health; rather, in changes of states, transitions take place from contraries into contraries, whereas in generations each thing that comes to be proceeds not from contraries, but from things of like kind. If, then, one says, it is neither unbegotten nor has come into being from God, whence does it have its nature? For no one who shares in life will deny that evils exist. What then do we say? That evil is not a living and animate substance, but a disposition in the soul contrary to virtue, arising in the slothful through their falling away from the good.
5. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει, μηδὲ
5. Do not, therefore, look round externally for evil, nor
Notes, col. 37

On the reading

Printed ει, for εἰ.