Migne Reading Room

PG 28 · cols. 68–77 · Read from the page

Testimonies from Scripture on the common being of Father, Son and Holy Spirit

Testimonies from Scripture on the common being of Father, Son and Holy Spirit

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:68Read from the page
νεται αὐτῷ ὁ χρηματισμός· « Ἐξελεξάμην ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. » Ἴδωμεν οὖν, εἰ καὶ τὸ Πνεῦμα ἔχει χρηματισμόν. Τῷ Συμεὼν, ἱερεῖ ὄντι καὶ γέροντι, ἐχρηματίσθη αὐτῷ ὑπὸ τοῦ Πνεύματος, ὅτι « Οὐ μὴ ἀποθάνῃς, πρὶν ἂν ἴδῃς τὸν Χριστόν. » Καὶ ὅτε παιδίον εἰσηνέχθη εἰς τὸ ἱερὸν, καὶ ἐβάστασεν αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτοῦ, τότε ἀποκρίνεται Συμεών· « Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. » Οὐκοῦν Κύριος καὶ δεσπότης τὸ Πνεῦμα.
swers him: “I have chosen for Myself seven thousand men, who have not bowed the knee to Baal” (3 Kings 19:18). Let us see, then, whether the Spirit also has an oracle. To Simeon, who was a priest and an old man, an oracle was delivered by the Spirit: “You shall by no means die, before you have seen the Christ” (Luke 2:26). And when the child was brought into the temple, and he took Him in his arms, then Simeon answers: “Now Thou lettest Thy servant depart, O Master, according to Thy word, in peace” (Luke 2:29). Therefore the Spirit is Lord and Master.
40. Ὅτι λέγουσι τὸ Πνεῦμα ἁγιαστικὸν εἶναι.
40. That they say the Spirit has the power of sanctifying.
Εἰ μὲν ἐδόθη αὐτῷ τὸ ἁγιάζειν κατὰ χάριν, εὑρίσκεται ἱερέων ποιοῦν ἔργον. Οὐ γὰρ δύναται καὶ δεσπότης εἶναι καὶ ὑπουργός. Καὶ εἰ μὲν ὑπουργὸς, περιττὸν τὸ βαπτίζεσθαι ἡμᾶς εἰς τὸ ὄνομα τοῦ ὑπουργοῦ. Καὶ γὰρ ὁ ἱερεὺς οὐ τὸ ὕδωρ ἁγιάζει, ἀλλὰ τὴν δέουσαν ὑπηρεσίαν ἀποπληροῖ, εἰληφὼς παρὰ τοῦ Θεοῦ κατὰ χάριν. Εἰ οὖν τὸ αὐτὸ ποιεῖ τὸ Πνεῦμα, ὃ καὶ ὁ ἱερεὺς, εἰ ἐδόθη αὐτῷ τὸ ἁγιάζειν, ὡς σὺ φῄς, διὰ τί ὁ Πατὴρ ἁγιάζει; Βασιλεὺς γὰρ, ἐπιτάττων τινὶ ἔργον, ἐκείνῳ συγχωρεῖ, ᾧ ἐπιτάττει ποιεῖν· καὶ οὐκ αὐτὸς ἐργάζεται.
If the power of sanctifying was given to Him by grace, He is found performing the work of priests. For He cannot be both master and minister. And if He is a minister, it is superfluous for us to be baptized into the name of the minister. For indeed the priest does not sanctify the water, but fulfils the required ministry, having received it from God by grace. If, then, the Spirit does the same thing as the priest, if the power of sanctifying was given to Him, as you say, why does the Father sanctify? For a king, when he enjoins a work upon someone, grants the doing of it to him whom he enjoins, and does not work it himself.
41. Πάλιν ὁ αἱρετικὸς, θέλων δεῖξαι, ὅτι τὸ Πνεῦμα Κύριον καλεῖ τὸν Λόγον τοῦ Θεοῦ, λέγει.
41. Again, the heretic, wishing to show that the Spirit calls the Word of God Lord, says:
« Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. » Θέλων δὲ ὁ Σωτὴρ δεῖξαι ὅτι οὐ μόνον τὸ Πνεῦμα Κύριον καλεῖ τὸν Χριστὸν, ἀλλὰ καὶ αὐτὸς ὁ Χριστὸς Κύριος καὶ Θεός ἐστιν, ἐξετασθεὶς παρὰ Ἰουδαίου λέγοντος· « Ἐπιστάτα, ποία ἐστὶ πρώτη ἐντολή; λέγει αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης καρδίας σου· καὶ γὰρ γέγραπται· Κύριος Θεὸς εἷς ἐστιν. Ἡ δευτέρα ἐντολή· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Τότε ἀπεκρίθη ὁ Ἰουδαῖος· Ὀρθῶς εἶπας, ἐπιστάτα, ὅτι ὁ Θεὸς εἷς ἐστι. » Τοῦτο δὲ ἔλεγεν, ἵνα τὴν θεότητα τοῦ Υἱοῦ ἀρνήσηται. Ὁ δὲ Σωτὴρ, βουλόμενος τὴν κυριότητα αὐτοῦ συνάψαι τῇ τοῦ Πατρὸς, ἐξετάζει αὐτόν· « Περὶ τοῦ Χριστοῦ τί λέγετε; τίνος ἐστὶν υἱός; Λέγουσι Τοῦ Δαβίδ. » Ἀποκρίνεται ὁ Σωτήρ· « Πῶς οὖν Δαβὶδ ἐν Πνεύματι ἁγίῳ Κύριον αὐτὸν καλεῖ; Εἰ οὖν Υἱὸς αὐτοῦ ἐστι, πῶς αὐτὸν Κύριον καλεῖ; » Πάλιν ἔλεγον αὐτῷ, ὅτε ἐξέβαλλε τὰ δαιμόνια· « Οὗτος ἐν Βεελζεβοὺλ, ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια. » Εἶτα λέγει· « Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω, τὰ τέκνα ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; » Αἰνίττεται δὲ αὐτοὺς τέκνα, λέγων γεννηθέντας μὲν ἐξ αὐτῶν τοὺς ἀποστόλους, ἐκβάλλοντας
“The Lord said to my Lord: Sit at My right hand” (Ps. 109:1). Now the Saviour, wishing to show that not only does the Spirit call Christ Lord, but that Christ Himself is also Lord and God, when questioned by a Jew saying: “Master, which is the first commandment? says to him: Thou shalt love the Lord thy God with all thy heart (Mark 12:28-30); for indeed it is written: The Lord God is one (Deut. 6:4). The second commandment: Thou shalt love thy neighbour as thyself. Then the Jew answered: Rightly have you spoken, Master, that God is one” (Mark 12:31-32). Now he said this in order to deny the Godhead of the Son. But the Saviour, wishing to join His own lordship with that of the Father, questions him: “What do you say concerning the Christ? Whose son is He? They say, David's.” The Saviour answers: “How then does David in the Holy Spirit call Him Lord? If therefore He is his son, how does he call Him Lord?” (Matt. 22:42-45). Again they said to Him, when He was casting out demons: “This man casts out demons by Beelzebul, the ruler of the demons.” Then He says: “If I by Beelzebul cast out, by whom do your sons cast them out?” (Luke 11:15, 19). And He hints at them as “sons”, meaning that the apostles were born from among them, casting out
PG 28:69Read from the page
δὲ τὰ δαιμόνια ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζαραίου, ὥς φησιν· Εἰ τὰ τέκνα ὑμῶν πρὸς τὸ ἀπελάσαι δαίμονας ἀρκοῦνται τῷ ὀνόματί μου, ἐγὼ εἰς τὸ ὄνομα Βεελζεβοὺλ οὐκ ἐκβάλλω τὰ δαιμόνια.
the demons in the name of Jesus the Nazarene, as if He were saying: If your sons are sufficed by My name for driving away demons, I do not cast out demons in the name of Beelzebul.
42. Πρὸς τοὺς λέγοντας ὅτι αἰτεῖ ὁ Υἱός.
42. Against those who say that the Son asks.
Κατασκευάζει ὁ αἱρετικὸς, καὶ λέγει ἔλαττον εἶναι τὸν αἰτοῦντα διδόντος. Ἐὰν οὖν τὸν Πατέρα αἰτοῦντα παρὰ ἀνθρώπων εὕρωμεν ἐν τῇ Παλαιᾷ Διαθήκῃ, τί λέγεις; « Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος αἰτεῖ παρὰ σοῦ, ἀλλ' ἢ τὸ φοβεῖσθαι αὐτόν; »
The heretic constructs an argument and says that he who asks is inferior to him who gives. If, then, we find the Father asking of men in the Old Testament, what do you say? “And now, Israel, what does the Lord ask of you, save to fear Him?” (Deut. 10:12).
43. Περὶ τοῦ ὁμοιοτρόπως δεδόσθαι τὸν νόμον ὑπὸ τοῦ Πνεύματος, ὅτε ἐδόθη ὁ νόμος τῇ Πεντηκοστῇ, ὡς ἐν τῷ ὄρει Σινᾶ.
43. Concerning the law having been given in like manner by the Spirit, when the law was given at Pentecost, as on Mount Sinai.
Μαρτυρεῖ Μωσῆς λέγων· « Καὶ ἦν ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ, ὡς πῦρ καιόμενον· » ἵνα πληρωθῇ τό· « Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, » πῦρ οὐκ ἀφανιστικὸν, ἀλλὰ καθαρτικόν. Διὰ τοῦτο τῷ Ἠσαΐᾳ δίδοται ἐν τοῖς χείλεσι. Καὶ λέγει· « Ἰδοὺ ἀφῆκα τὰς ἁμαρτίας σου· » οὕτω τότε ἐφάνη τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Πεντηκοστῇ ἐν εἴδει πυρός. Ἐμερίσθησαν γὰρ γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Καὶ ὥσπερ ἐν τῇ Παλαιᾷ, ἐπιφαινομένου τοῦ Θεοῦ, πολλὰ ἦν τὰ δορυφοροῦντα φόβητρα, γνόφος, καὶ θύελλα, καὶ σάλπιγξ, καὶ βρονταὶ, περιηχοῦντα τὸ ὄρος, ἅτινα ἦν προπαρασκευάζοντα τὸν λαὸν εἰς φόβον τοῦ νομοθέτου· οὕτως καὶ τοῦ ἁγίου Πνεύματος μέλλοντος ἐπιφοιτᾷν· ἵνα μάθωσι τοῦ Πνεύματος τὴν ἀξίαν ἐνδόξως ἐπιφοιτῶσαν. Ὥσπερ ἐν τῷ ὄρει γνόφος καὶ θύελλα προέδραμεν, οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος ἐγένετο· « Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἐγένετο ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ τότε ὤφθη τὸ Πνεῦμα, καὶ συνέσεισε τὸν οἶκον. »
Moses bears witness, saying: “And the glory of the God of Israel on Mount Sinai was like a burning fire” (Exod. 24:17); that the word might be fulfilled: “I came to cast fire upon the earth” (Luke 12:49), a fire not destructive, but purifying. For this reason it is given to Isaiah upon his lips. And he says: “Behold, I have taken away your sins” (Isa. 6:7; cf. Luke 5:20); so then did the Holy Spirit appear at Pentecost in the form of fire. For tongues as of fire were distributed, and it sat upon each one of them (Acts 2:3). And just as in the Old Testament, when God appeared, there were many attendant terrors—thick darkness, and tempest, and trumpet, and thunders echoing round the mountain (Exod. 19:16-19)—which were preparing the people beforehand for the fear of the Lawgiver; so also was it when the Holy Spirit was about to come, that they might learn the dignity of the Spirit coming in glory. Just as on the mountain thick darkness and tempest ran before, so also did it come to pass with the Spirit: “When the day of Pentecost was being fulfilled, there came a sound as of a violent wind rushing, and then the Spirit appeared, and shook the house” (Acts 2:1-2; cf. 4:31).
44. Ὅτι λέγουσιν οἱ αἱρετικοὶ, ὅτι τὸ Πνεῦμα δῶρόν ἐστι παρὰ Θεοῦ.
44. That the heretics say that the Spirit is a gift from God.
Ἡμεῖς λέγομεν δῶρον ζωῆς (ἠλευθέρωσε γὰρ ἡμᾶς· ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσεν ἡμᾶς), καὶ δῶρον δυνάμεως· « Λήψεσθε γὰρ δύναμιν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. » Ἡμεῖς δὲ καὶ Υἱὸν καὶ υἱοθεσίαν δεικνύομεν, ὅτι ἐχαρίσατο τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἀνθρώποις· καὶ μετ' ὀλίγα· « Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται; » καὶ ἑτέρωθι· « Ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. » Περὶ τοῦ μυστηρίου τῆς ἀνθρωπήσεως λέγων ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς Παῦλος τὴν φάσκουσαν λέξιν· « Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός· » ἐπεργάζεται περὶ Χριστοῦ λέγων· « Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον. » Παῖδας δὲ αὐτοῦ ἐν τούτοις
We call Him the gift of life (for He set us free; for the law of the Spirit of life set us free [Rom. 8:2]), and the gift of power: “For you shall receive power, when the Holy Spirit has come upon you” (Acts 1:8). And we also show both the Son and the adoption of sons, that He freely gave the Holy Spirit to men; and a little further on: “How shall He not also with Him freely give us all things?” (Rom. 8:32); and elsewhere: “That we might know the things freely given to us by God” (1 Cor. 2:12). Speaking concerning the mystery of the incarnation in the Epistle to the Hebrews, Paul, having cited the passage which says: “Behold, I and the children whom God has given Me” (Heb. 2:13; Isa. 8:18), elaborates concerning Christ, saying: “Since therefore the children have shared in blood and flesh, He Himself likewise partook of the same; that through death He might bring to nought him who had the power of death, that is, the devil” (Heb. 2:14). Now by His “children” in these words
PG 28:72Read from the page
τοὺς ἀποστόλους ὀνομάζει, ἐφ' ὧν σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ ποιήσειν Κύριον Σαβαὼθ, τὸν κατοικοῦντα ἐν τῷ ὄρει Σιὼν, διδάσκει. Τούτους δὲ αὐτοὺς φανερούς φησιν ἔσεσθαι, τὸ πρόσωπον σφραγιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μωσέως νόμον μανθάνειν, τῷ μηκέτι συνιστάναι αὐτὸν, καὶ τὸν καλούμενον οἶκον Ἰακὼβ καταλελεῖφθαι ὑπὸ Θεοῦ.
he names the apostles, upon whom he teaches that the Lord of hosts, Who dwells in Mount Sion, will work signs and wonders in the house of Israel (Isa. 8:18). And he says that these very men will be manifest, being sealed upon their forehead with the seal of Christ, and being taught no longer to learn the law of Moses, because it no longer stands, and the house called Jacob has been forsaken by God.
45. Ὅτι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν συμφωνίαν ἀπολογεῖται ὁ Θεὸς Λόγος.
45. That God the Word defends the harmony of the Father and the Son.
Καὶ μὴ νομίσῃς εὐτελείας εἶναι τὰ ῥήματα, ἀλλὰ φιλανθρωπίας· εὐτελείας μὲν γὰρ τὸ σχῆμα, φιλανθρώπου δὲ τὸ ἐπάγγελμα· Χριστὸς γὰρ ὁ πάντων Κύριος, οὗτος αὐτὸς ὁ λέγων Ἰουδαίοις· « Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; » Υἱός ἐστι τοῦ λέγοντος διὰ τοῦ προφήτου Μιχαίου· « Λαός μου, τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι· » καὶ ὁ διὰ τῶν Εὐαγγελίων εἰπών· « Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ, » ὁ Υἱός ἐστι τοῦ λέγοντος πρὸς Ἱερεμίαν· « Εἶπον τῇ κατοικίᾳ Ἰσραήλ· Τί εὗρον ἐν ἐμοὶ οἱ πατέρες ὑμῶν πλημμέλημα ἢ ἀδίκημα, ὅτι ἀπέστησαν ἀπ' ἐμοῦ μακράν; » Ὢ τῆς φιλανθρωπίας ἐκείνης, ἐν ᾗ ἀγαθότης τὴν φύσιν, μᾶλλον δὲ οὐ τὴν φύσιν, ἀλλὰ τὴν ἡμετέραν ἐνθύμησιν!
And do not suppose that the words are words of lowliness, but rather of loving-kindness towards men; for the outward form is of lowliness, yet the promise is that of a lover of mankind. For Christ the Lord of all, this very One Who says to the Jews: “Which of you convicts Me of sin?” (John 8:46), is the Son of Him Who says through the prophet Micah: “O My people, wherein have I wronged you, or wherein have I troubled you? Answer Me” (Mic. 6:3); and He Who said in the Gospels: “If I have spoken evil, bear witness of the evil” (John 18:23), is the Son of Him Who says to Jeremiah: “Speak to the habitation of Israel: What transgression or unrighteousness did your fathers find in Me, that they departed far from Me?” (Jer. 2:5). O that loving-kindness towards men, wherein goodness [surpasses] nature, or rather not nature, but our conception!
46. Πῶς ἡ ἀγαθότης τοῦ Θεοῦ ἐνδείκνυται.
46. How the goodness of God is displayed.
Λέγει τῷ Μωσεῖ· « Ἐγὼ ὁ Θεὸς, ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα. » Καὶ μέχρι τίνος; « Ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. » Πρόσεχε πῶς τὴν τιμωρίαν ἥπλωσεν ἐπὶ τέσσαρας γενεάς. Τὴν δὲ φιλανθρωπίαν ἕως τίνος; « Καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με. »
He says to Moses: “I am God, Who repays the sins of fathers upon children.” And until what point? “Unto the third and fourth generation” (Exod. 20:5). Give heed how He extended punishment unto four generations. But His loving-kindness towards men until what point? “And showing mercy unto thousands to those who love Me” (Exod. 20:6).
47. Ὅπως πάντες οἱ προφῆται, ὁμοῦ συναχθέντες, τὴν μνήμην οἰκονομίας ἐπλήρωσαν.
47. How all the prophets, gathered together, fulfilled the memorial of the dispensation.
Μωσῆς τὸν τύπον τοῦ σταυροῦ ἐποίησε, καὶ μαρτυρεῖ ὁ Σωτὴρ, λέγων· « Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου. » Ὁμοίως καὶ Ἰωνᾶς ἐποίησε τὴν μνήμην τοῦ θανάτου. Κατῆλθε γὰρ εἰς τὸ κῆτος, καὶ διὰ τριῶν ἡμερῶν ἀνεδόθη, καὶ ἐγίνετο τύπος τῆς ἀναστάσεως. Τοῦτο πάλιν καὶ ὁ Σωτὴρ ἀναλαβὼν, τὸν τύπον εἰς ἀλήθειαν ἐκφέρει λέγων· « Καὶ καθὼς ἐποίησεν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως δεῖ ποιῆσαι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς. »
Moses made the type of the cross, and the Saviour bears witness, saying: “And just as Moses lifted up the serpent in the desert, so must the Son of man be lifted up” (John 3:14; cf. Num. 21:9). Likewise Jonah also made the memorial of His death. For he went down into the sea-monster, and after three days was given back, and became a type of the resurrection (Jonah 2:1, 11). Taking this up again, the Saviour also brings the type out into truth, saying: “And just as Jonah spent three days and three nights in the belly of the sea-monster, so must the Son of man spend in the heart of the earth” (Matt. 12:40).
48. Ὅτι ἡ Τριὰς ὁμοούσιος.
48. That the Trinity is consubstantial.
Τί ἐστι Θεός; Ἡ πάντων ἀρχὴ κατὰ τὸν Ἀπόστολον, λέγοντα· « Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα. » Καὶ γὰρ ὁ Λόγος ἐξ αὐτοῦ γενητῶς, καὶ τὸ Πνεῦμα ἐξ
What is God? The principle of all things, according to the Apostle, who says: “There is one God, the Father, from Whom are all things” (1 Cor. 8:6). For indeed the Word is from Him by generation, and the Spirit is from
PG 28:73Read from the page
αὐτοῦ ἐκπορευτῶς. Εἶτα πᾶσα ἡ κτίσις διὰ τοῦ Λόγου ἐν Πνεύματι συνέστη δημιουργικῶς.
Him by procession. Then the whole creation subsisted creatively through the Word in the Spirit.
49. Ὅτι τὸ βλασφημῆσαι εἰς τὸν Υἱὸν εἰς τὴν ἁγίαν Τριάδα βλασφημῆσαί ἐστι.
49. That to blaspheme against the Son is to blaspheme against the Holy Trinity.
Παλλοῖς τῶν ἐπὶ γῆς φοβερὸς ὁ Κυρίου λόγος καθέστηκεν, ὁ φάσκων· « Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν τούτῳ τῷ αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι. » Διὰ τοῦτο παραινεῖ πᾶσιν ὁ θεῖος Ἀπόστολος, λέγων, ὅτι τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Πολλὰ γὰρ τῶν θείων Γραφῶν ἐὰν κατὰ τὸ γράμμα νοήσωμεν, εἰς ἀθέσμους βλασφημίας περιπίπτομεν· οἷόν ἐστι καὶ τὸ προκείμενον ἡμῖν τοῦ Κυρίου λόγιον· ὅπερ ἐὰν κατὰ ξηροῦ τὰς λέξεις ἐκλάβωμεν, οὐ μόνον εἰς ἀθεμίτους ἐννοίας περιπεσούμεθα, ἀλλὰ καὶ αὐτὸν τὸν Κύριον ἐναντιούμενον ἑαυτῷ εὑρήσομεν. Ἐὰν γὰρ ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ, πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν· « Ὁ ἀπαρνησάμενός με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀπαρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· » καὶ πάλιν, ἐὰν πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, καὶ ὑπὲρ ἀργοῦ λόγου ἀπολογίαν δώσομεν· πῶς ὁ λέγων τὸν ἀδελφὸν αὐτοῦ, μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός; πῶς δὲ καὶ ὁ ἀπόστολος Παῦλός φησι· « Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὐλοίδοροι, οὐ μέθυσοι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσι. » Καὶ εἰ ταῦτα οὕτως ἔχει, πῶς λοιπὸν, εἰπέ μοι, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις; Καὶ ἐὰν πάλιν τοῦτο ἀληθὲς, διὰ τί λοιπὸν ἐγκαλεῖται ὁ ἄθλιος Ὠριγένης, τέλος κηρύττων τῆς κολάσεως, ἐν οἷς φησι συγχώρησιν πάσης ἁμαρτίας γενέσθαι καὶ τοῖς ἀνθρώποις καὶ τοῖς δαίμοσι παρὰ Θεοῦ; Πάλιν τε, ἐὰν ἡ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἔχῃ συγχώρησιν, τί μέμφεται ἡ Ἐκκλησία Νουάτον ἀποβαλλόμενον τὴν μετάνοιαν; Τὸ δὲ σκοτεινότερον καὶ δυσκατάληπτον ἐκεῖνό ἐστιν, ὅτι ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος, οὐκ ἀφεθήσεται αὐτῷ· ὥστε ἐλάττων ἐστὶν ὁ Υἱὸς παρὰ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν Πατέρα. Καὶ πῶς Υἱὸς λέγει, « Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, » καὶ, « Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα; » Καὶ πάλιν ἐνταῦθά φησιν, ὅτι « Ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ; » Ἆρα οὖν, εἰπέ μοι, συγχωρηθήσεται ἡ εἰς τὸν Υἱὸν βλασφημία τοῖς Ἀρειανοῖς, καὶ Σιμωνιανοῖς, καὶ Σαβελλιανοῖς, καὶ Φωτεινια-
To many of those upon earth the word of the Lord has proved fearful, which says: “Every sin and blasphemy shall be forgiven unto men; but whoever speaks a word against the Holy Spirit, it shall not be forgiven him, neither in this age, nor in the age to come” (Matt. 12:31-32). For this reason the divine Apostle exhorts all, saying that the letter kills, but the spirit gives life (2 Cor. 3:6). For if we understand many passages of the divine Scriptures according to the letter, we fall into unlawful blasphemies; such too is the oracle of the Lord now before us; which, if we take the bare words literally, not only shall we fall into unlawful notions, but we shall even find the Lord Himself contradicting Himself. For if whoever speaks a word against the Son, it shall be forgiven him, how did the Son Himself say: “He who denies Me before men, I also will deny him before the angels of God” (Luke 12:9)? And again, if every sin and blasphemy shall be forgiven unto men, and we shall render an account for an idle word (Matt. 12:36), how shall he who says to his brother, Thou fool, be liable to the hell of fire (Matt. 5:22)? And how does the apostle Paul also say: “Be not deceived: neither fornicators, nor adulterers, nor effeminate, nor revilers, nor drunkards, nor extortioners, shall inherit the kingdom of God” (1 Cor. 6:9-10)? And if these things are so, how then, tell me, is it that every sin and blasphemy shall be forgiven unto men? And if again this is true, why then is wretched Origen accused for proclaiming an end of punishment, wherein he says that forgiveness of every sin will come to pass from God both for men and for demons? And again, if blasphemy against the Holy Spirit has no forgiveness, why does the Church blame Novatus for rejecting repentance? And what is still more obscure and hard to comprehend is this, that whoever speaks a word against the Son, it shall be forgiven him; but whoever speaks a word against the Spirit, it shall not be forgiven him; so that the Son is inferior to the Holy Spirit and the Father. And how does the Son say, “I and the Father are one” (John 10:30), and, “He who does not honour the Son does not honour the Father” (John 5:23)? And again here He says, “Whoever speaks a word against the Son, it shall be forgiven him” (Matt. 12:32)? Shall then, tell me, blasphemy against the Son be forgiven to the Arians, and Simonians, and Sabellians, and Photini-
Notes, col. 73

On the reading

Printed Παλλοῖς, for Πολλοῖς.

PG 28:76Read from the page
νοῖς, καὶ τοῖς λοιποῖς πᾶσι, τοῖς εἰς τὴν τοῦ Υἱοῦ σάρκωσιν βλασφημήσασιν; Ἄπαγε τῆς ἀτοπίας! Εἰ γὰρ ὁ λέγων τὸν ἀδελφὸν αὐτοῦ, Μωρὲ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρὸς, εἰς ποίαν λοιπὸν, εἰπέ μοι, γέενναν γεέννης ἐκβληθήσεται ὁ λέγων τὸν Θεὸν αὐτοῦ κτίσμα, καὶ οὐχὶ Θεοῦ Υἱὸν, ἀλλὰ δοῦλον, καὶ ὑπουργὸν, καὶ μικρόν; Καὶ εἰ, ὅστις εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ, πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν, ὅτι « Ὁ μὴ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα οὐκ ἔχει ζωὴν αἰώνιον; » Πῶς δὲ καὶ δύναταί τις, ἀτιμάζων τὸν Υἱὸν, μὴ βλασφημεῖν εἰς τὴν Τριάδα; Ὁ δὲ εἰς αὐτὴν βλασφημῶν δηλονότι ἀπαρνεῖται τὸ ἅγιον βάπτισμα. Ὁ δὲ τὸ ἅγιον βάπτισμα ἀπαρνούμενος δῆλον ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἀποδύεται. Καὶ ὥσπερ ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θέρμην ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν αὐτοῦ ἀνατρέχει ἡ ὕβρις· οὕτως καὶ ἐπὶ τοῦ τρισηλίου τῆς ἁγίας Τριάδος φωτὸς καὶ μυστηρίου, τῇ τῆς μιᾶς ὑποστάσεως ἀτιμίᾳ παντὸς τοῦ πληρώματος τῆς θεότητός ἐστιν ἡ βλασφημία. Τί οὖν ἐστιν ὑπὸ τοῦ Κυρίου πρὸς Ἰουδαίους λεγόμενον, ὅτι « Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι; » Νουνεχῶς ἀκούσωμεν, καὶ μὴ πλανηθῶμεν. Διττὸν εἶναι τὸν Χριστὸν μετὰ τὴν ἄφραστον ἕνωσιν, φημὶ δὴ ἐκ θεότητος καὶ ἀνθρωπότητος, αἱ ἱεραὶ ἡμῖν διαβοῶσι Γραφαί· « Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο. » Τὴν γοῦν τοῦ Λόγου θεότητα ὁ αὐτὸς Χριστὸς Πνεῦμα ἅγιον ὀνομάζει· καθὰ καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγεν· ὅτι « Πνεῦμα ὁ Θεός· » τὴν δὲ ἀνθρωπότητα αὐτοῦ Υἱὸν ἀνθρώπου· καθὼς πάλιν ἀλλαχοῦ περὶ τῆς ἰδίας σαρκὸς αὐτοῦ φησι· « Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου. » Εἰ οὖν ἀεὶ τῷ Θεῷ προσκρούοντες Ἰουδαῖοι διττὴν πρὸς Χριστὸν τὴν βλασφημίαν ἐκέκτηντο. Οἱ μὲν τῇ σαρκὶ αὐτοῦ, ἤγουν τῷ Υἱῷ τοῦ ἀνθρώπου, προσκόπτοντες, προφήτην αὐτὸν, ἀλλ' οὐ Θεὸν εἶναι ἐνόμιζον· οἷς καὶ συγγνώμην ἔδωκεν· ἀρχὴ γὰρ ἦν τοῦ κηρύγματος, καὶ οὔτω ἦν χωρῶν ὁ κόσμος, Θεὸν πιστεύειν, φαινόμενον ἄνθρωπον· διὸ καί φησιν ὁ Χριστὸς, ὅτι « Ὅς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, » εἴτ' οὖν τοῦ σώματος αὐτοῦ, « ἀφεθήσεται αὐτῷ. » Τολμῶ γὰρ λέγειν, ὅτι οὐδὲ αὐτοὶ οι μακάριοι αὐτοῦ μαθηταὶ τὸ τέλειον περὶ τῆς αὐτοῦ θεότητος εἶχον φρόνημα, ἕως τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς τῇ Πεντηκοστῇ ἐπεφοίτησεν. Ἐπεὶ καὶ μετὰ την ἀνάστασιν ἰδόντες αὐτὸν, οἱ μὲν προσεκύνησαν, οι δὲ ἐδίστασαν· ἀλλ' οὐκ ἐκ τούτου κατεκρίθησαν. Οι δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, εἴτ' οὖν εἰς τὴν τοῦ Χριστοῦ θεότητα βλασφημήσαντες, καὶ λέγοντες, ὅτι « Ἐν Βεελζεβούλ, τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ
ians, and to all the rest who have blasphemed against the incarnation of the Son? Away with the absurdity! For if he who says to his brother, Thou fool, is liable to the Gehenna of fire, into what Gehenna of Gehenna, tell me, will he then be cast out who says that his God is a creature, and not the Son of God, but a servant, and a minister, and small? And if, whoever should speak a word against the Son, it shall be forgiven him, how did the Son Himself say, « He that does not eat My flesh, and drink My blood has not eternal life? » And how indeed can anyone who dishonours the Son fail to blaspheme against the Trinity? And he who blasphemes against It manifestly renounces holy baptism. And it is plain that he who renounces holy baptism strips off the Holy Spirit. And just as in the case of the perceptible sun, if you insult its heat or its ray, the insult runs back upon its whole nature; so too in the case of the thrice-solar light and mystery of the Holy Trinity, by the dishonour of the one hypostasis the blasphemy is against the whole fullness of the Godhead. What then is that which is spoken by the Lord to the Jews, « Every sin and blasphemy shall be forgiven unto men; but whoever shall speak a word against the Holy Spirit, it shall not be forgiven him, neither in the present age, nor in that which is to come? » Let us hear prudently, and let us not be led astray. That Christ is twofold after the ineffable union, I mean from Godhead and manhood, the sacred Scriptures proclaim aloud to us: « For the Word became flesh. » The Godhead of the Word, therefore, the same Christ names Holy Spirit; just as He also said to the Samaritan woman: « God is Spirit; » and His manhood He names Son of man; just as again elsewhere concerning His own flesh He says: « Now is the Son of man glorified. » Since, then, the Jews, ever offending against God, had acquired a twofold blasphemy against Christ: some of them, stumbling at His flesh, that is to say, at the Son of man, supposed Him to be a prophet, and not God; to whom He also granted pardon; for it was the beginning of the preaching, and the world was not yet able to receive it, to believe that He Who appeared as a man was God; wherefore also Christ says, « Whoever shall speak a word against the Son of man, » that is to say, against His body, « it shall be forgiven him. » For I dare to say that not even His blessed disciples themselves held the perfect mind concerning His Godhead, until the Holy Spirit visited them at Pentecost. Since even after the resurrection, upon seeing Him, some worshipped, but others doubted; yet they were not condemned on this account. But those who blasphemed against the Holy Spirit, that is to say, against the Godhead of Christ, and said, « By Beelzebul, the ruler of the demons, He casts out the
Notes, col. 76

On the reading

Printed οὔτω, for οὔπω.

Printed Ὅς, for Ὃς.

Printed οι, for οἱ.

Printed την, for τὴν.

Printed Οι, for Οἱ.

PG 28:77Read from the page
δαιμόνια· » τούτοις, φησὶν, « οὐκ ἀφεθήσεται οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι. » Καὶ πάλιν σημειώσασθαι χρὴ, ὅτι οὐκ εἶπεν ὁ Χριστός· Τῷ βλασφημήσαντι καὶ μετανοήσαντι οὐκ ἀφεθήσεται· ἀλλὰ τῷ βλασφημοῦντι, εἴτ' οὖν, τῷ ἐν τῇ βλασφημίᾳ ἐπιμένοντι· ἐπειδήπερ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ τῷ Θεῷ τοῖς γνησίως καὶ κατ' ἀξίαν μετανοοῦσιν.
demons; » to these, He says, « it shall not be forgiven, neither in the present age, nor in that which is to come. » And again it must be noted that Christ did not say: To him who has blasphemed and repented it shall not be forgiven; but to him who blasphemes, that is to say, to him who persists in the blasphemy; seeing that there is no unpardonable sin with God for those who genuinely and worthily repent.
50. Τί ἐστιν Εὐαγγέλια;
50. What are the Gospels?
Τοῦ Θεοῦ Λόγου Κυρίου Ἰησοῦ Χριστοῦ παρουσία, πρὸς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων σαρκωθέντος, ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας, τῆς ἀειπαρθένου.
The presence of the Word of God, the Lord Jesus Christ, incarnate for the salvation of the race of men, of the Holy Spirit and Mary the ever-virgin.
51. Περὶ ἀγγέλων.
51. Concerning angels.
Τί ἐστιν ὅρος οὐσίας ἀγγέλου; Ἄγγελος γὰρ ζῶον λογικὸν, ἄϋλον, ὑμνολογικὸν, ἀθάνατον.
What is the definition of the essence of an angel? For an angel is a rational, immaterial, hymn-singing, immortal living being.
52. Τί δὲ ἔργον τῶν ἐπουρανίων δυνάμεων ὑπάρχει;
52. And what is the work of the heavenly powers?
Ὕμνος ἄληκτος, καὶ ἔρως ἄπαυστος τῆς μεγαλοπρεπείας τοῦ Θεοῦ· τάχα δὲ καὶ εὐχὴ ἔμμονος ὑπὲρ σωτηρίας ἡμῶν. Ἐπειδὴ δὲ καὶ αὗται αἱ τάξεις καὶ στρατιῶται λέγονται, δεῖ λοιπὸν ἐννοεῖν τάξιν διδασκαλικὴν, τάξιν ἐπιτρεπτικὴν, τάξιν τιμωρητικὴν, τάξιν ψυχῶν χαριστικὴν, τάξιν ἐν ἀνθρώποις παραμονητικήν. Ὥσπερ δὲ καὶ τάξεως διαφορὰν ἐν ταῖς ἄνω δυνάμεσιν ἔγνωμεν, οὕτω καὶ στάσεως καὶ γνώσεως. Οἱ μὲν θρόνοι, καὶ τὰ σεραφὶμ, καὶ τὰ χερουβιμ, ἀμέσως παρὰ Θεοῦ μανθάνουσιν, ὡς πάντων ἀνώτερα καὶ Θεῷ πλησιάζοντα· ταῦτα δὲ διδάσκει τὰ κατώτερα τάγματα, καὶ οὕτως ἐφεξῆς τὰ ἀνώτερα διδάσκει τὰ κατώτερα. Τὸ δὲ κατώτερον τάγμα εἰσὶν οἱ ἄγγελοι, οἱ καὶ τῶν ἀνθρώπων ὄντες διδάσκαλοι.
Unceasing hymnody, and unresting love of the majesty of God; and perhaps also steadfast prayer for our salvation. And since these orders are also called soldiers, one must consequently understand a teaching order, a governing order, a punishing order, an order bestowing grace upon souls, and an order remaining in attendance among men. And just as we have recognized a difference of order among the powers above, so too of station and of knowledge. For the thrones, and the seraphim, and the cherubim learn immediately from God, as being higher than all and drawing near to God; and these teach the lower ranks, and thus in turn the higher teach the lower. And the lowest rank is the angels, who are also the teachers of men.
53. Τί ἐστιν ἄνθρωπος;
53. What is man?
Ἄνθρωπός ἐστι ζῶον νοερὸν, αἰσθητικὸν θείου νοῦ, καὶ ζωῆς αἰωνίου δεκτικὸν, καὶ τῇ ταύτης στερήσει θνητόν. Τούτου οὖν τοῦ ἀνθρώπου τοῦ κατὰ τὴν γηγενῆ πλάσιν.
Man is an intellectual living being, perceptive of the divine mind, and capable of receiving eternal life, and mortal by the deprivation of it. Such then is the ratio of man according to his earthborn fashioning.
54. Ὅτι σύνθετος ὁ ἄνθρωπος, καὶ οὐχ ἁπλοῦς, οὐδὲ ἐξ ὁμοειδῶν μερῶν, ἀλλ' ἐξ ἀσωμάτου νοῦ, καὶ σώματος τοῦ ἐπιθυμητικοῦ, ἤτοι ἐμψύχου.
54. That man is composite, and not simple, nor of parts of like kind, but of an incorporeal mind, and an appetitive, that is to say, animate body.
Ὡς ἐδίδαξεν ὁ Παῦλος, σαρκὸς μὲν τὸ ἐπιθυμητικὸν τῇ ψυχῇ προσνείμας, ὃ καὶ σάρκα προσεῖπεν ἅμα τῷ ἑαυτῆς θελήματι τὴν ἀνθρώπου σάρκα, ἣν καὶ στρατεύεσθαι ἔφη κατὰ τοῦ πνεύματος· οὐ στρατεύεται δὲ τὸ μὴ κίνησιν ἔχον, μηδὲ θέλησιν ἰδίαν. Ταύτην δὲ τὴν σάρκα, πρὸς τὸ πνεῦμα ἔφη
As Paul taught, assigning the appetitive part of the flesh to the soul, which flesh of man together with its own will he also called flesh, which he also said wars against the spirit; for that which has no motion nor will of its own does not war. And this flesh, he said, against the spirit
Notes, col. 77

On the reading

Printed χερουβιμ, for χερουβὶμ.