Migne Reading Room

PG 28 · cols. 32–41 · Read from the page

Testimonies from Scripture on the common being of Father, Son and Holy Spirit

Testimonies from Scripture on the common being of Father, Son and Holy Spirit

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:32Read from the page
λέγει· « Ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. »
saith: "Whensoever it shall turn to the Lord, the veil is taken away. Now the Lord is the Spirit; and where the Spirit of the Lord is, there is liberty" (2 Cor. 3:16-17).
2. Περὶ ζωοποιήσεως.
2. On quickening.
Λέγει ὁ Σωτήρ· « Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει, ζωοποιεῖ· » καὶ περὶ τοῦ Πνεύματός φησι· « Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. » Καὶ ὁ Ἀπόστολος· « Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ. »
The Saviour saith: "For as the Father raiseth up the dead and quickeneth them, even so the Son also quickeneth whom He will" (John 5:21); and concerning the Spirit He saith: "It is the Spirit that quickeneth, the flesh profiteth nothing" (John 6:64). And the Apostle: "The letter killeth, but the Spirit quickeneth" (2 Cor. 3:6).
3. Περὶ χειροτονίας.
3. On ordination.
Περὶ Πατρὸς Παῦλος λέγει· « Ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους· » καὶ τὰ ἑξῆς. Περὶ Υἱοῦ ὁ αὐτὸς Ἀπόστολος φάσκει· « Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποιμένας καὶ διδασκάλους. » Περὶ Πνεύματος ὁ αὐτὸς μετακαλεῖται ἀπὸ τῆς Μιλήτου τοὺς πρεσβυτέρους, καὶ λέγει αὐτοῖς· « Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμενίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. »
Concerning the Father Paul saith: "God hath set in the Church, first apostles, secondarily prophets, thirdly teachers" (1 Cor. 12:28), and the rest. Concerning the Son the selfsame Apostle declareth: "He that descended, He it is also that ascended far above all the heavens, that He might fill all things. And He Himself gave some to be apostles, and some prophets, and some pastors and teachers" (Eph. 4:10-11). Concerning the Spirit the selfsame calleth unto him from Miletus the presbyters, and saith unto them: "Take heed unto yourselves, and to all the flock, in the which the Holy Spirit hath set you as bishops, to shepherd the Church of God" (Acts 20:28).
4. Περὶ νομοθεσίας.
4. On legislation.
Περὶ Πατρὸς ὁ Δαυΐδ λέγει· « Τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου, ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. » Περὶ Υἱοῦ ὁ Παῦλος· « Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. » Περὶ Πνεύματος ὁ αὐτός· « Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με. »
Concerning the Father David saith: "To do Thy will, O my God, I have desired, and Thy law in the midst of my belly" (Ps. 39:9). Concerning the Son Paul saith: "Bear ye one another's burdens, and so fulfil the law of Christ" (Gal. 6:2). Concerning the Spirit the selfsame saith: "The law of the Spirit of life in Christ Jesus hath made me free" (Rom. 8:2).
5. Περὶ κυριότητος.
5. On lordship.
Ὁ Δαυΐδ λέγει· « Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. » Ει δὲ ἀντιλέγουσιν οἱ αἱρετικοὶ λέγοντες, ὅτι εις τὸν Δαυΐδ ἐκλαμβάνεται τοῦτο, ἐλέγχει αὐτοὺς τὸ παρὰ τοῦ Σωτῆρος λεγόμενον· « Τί λέγετε περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υιός; λέγουσι· Τοῦ Δαυΐδ. » Ἀποκρίνεται ὁ Σωτήρ· « Πῶς οὖν Δαυΐδ ἐν Πνεύματι ἁγίῳ Κύριον αὐτὸν καλεῖ; » πάλιν περὶ τοῦ Πατρός· « Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι. » Περὶ δὲ τοῦ Υἱοῦ, λέγει· « Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράζεται, καὶ ἐξ οὐρανοῦ δώσει τὴν φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ. Ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει Κύριος τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἐπιγνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ κατασκηνώσας ἐν Σιὼν, ἐν ὄρει ἁγίῳ. » Ὁ δὲ κατασκηνώσας, ἤτοι ὁ Υἱὸς, λέγει· « Ἐγὼ δὲ κατεστάθην βασιλεὺς
David saith: "The Lord said unto my Lord: Sit Thou at My right hand" (Ps. 109:1). Now if the heretics gainsay, alleging that this is understood with reference to David, that which is spoken by the Saviour refuteth them: "What think ye concerning the Christ? Whose son is He? They say: David's." The Saviour answereth: "How then doth David in the Holy Spirit call Him Lord?" (Matt. 22:42-43); and again concerning the Father: "Hear, O Israel, the Lord thy God is one Lord" (Deut. 6:4). And concerning the Son, he saith: "And the Lord shall cry out from Sion, and from heaven shall He utter His voice, and the heaven and the earth shall be shaken. But the Lord shall spare His people, and the Lord shall strengthen the sons of Israel. And ye shall know that I am the Lord your God, Who dwell in Sion, in the holy mountain" (Joel 3:16-17). And He Who dwelt there, that is to say the Son, saith: "Yet I have been set as king
Notes, col. 32

On the reading

Printed Ει, for Εἰ.

Printed εις, for εἰς.

Printed υιός, for υἱός.

PG 28:33Read from the page
ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, » καὶ τὰ ἑξῆς. Περὶ δὲ τοῦ Πνεύματος εἰπὼν, ὅτι « Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, » ὑποκαταβὰς λέγει· « Καὶ Κύριος ἐκ δεξιῶν σου· » τοῦ οὖν Υἱοῦ πάλιν ἐκ δεξιῶν τὸ Πνεῦμα.
by Him upon Sion His holy mountain" (Ps. 2:6), and the rest. And concerning the Spirit, having said that "The Lord said unto my Lord" (Ps. 109:1), a little lower down he saith: "The Lord also at Thy right hand" (Ps. 109:5); therefore again at the right hand of the Son is the Spirit.
6. Ὅτι ὁ Πατὴρ Κύριον τὸν Υἱὸν καλεῖ, καὶ ὁ Ἀπόστολος τὸ Πνεῦμα καὶ Κύριον καὶ Θεὸν λέγει, ὡς καὶ τὸν Υἱόν.
6. That the Father calleth the Son Lord, and the Apostle calleth the Spirit both Lord and God, even as He doth the Son.
Λέγει γὰρ οὕτως· « Καὶ ἔσται μετὰ ταῦτα· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καί γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα, καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς ἀκούσουσι χωρὶς κηρύσσοντος; » Περὶ δὲ τοῦ Πνεύματος, ὁ αὐτὸς Ἀπόστολος λέγει· « Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι. » Καὶ πάλιν ὁ αὐτός· « Καθάπερ ἀπὸ Κυρίου Πνεύματος· » καὶ αὖθις· « Ὁ δὲ Κύριος κατευθύνοι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ· » ἄρα ὁ Κύριος τὸ Πνεῦμά ἐστι. Καὶ πάλιν· « Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσῃ καὶ περισσεύσῃ τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. » Καὶ ἐνταῦθα ὁ Κύριος ὁ πλεονάζων καὶ περισσεύων τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους, καὶ στηρίζων τὰς καρδίας ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ Πνεῦμά ἐστι. Τὰς οὖν τρεῖς κυριότητας εἰς μίαν κυριότητα συναγαγὼν, βεβαιοῖ λέγων πρὸς Ἐφεσίους· « Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. » Πάλιν τὸ Πνεῦμα Κύριος λέγεται σαφῶς ἐν τῇ βίβλῳ τῶν Κριτῶν, ὅτε τὰς ἀριστείας ὁ Σαμψὼν ἐποίει, ἐπισημαίνεται ἡ Γραφὴ, καὶ λέγει· « Καὶ Πνεῦμα Κυρίου ἦλθεν ἐπὶ Σαμψὼν, καὶ ἔλαβεν σιαγόνα ὄνου, καὶ ἀπέκτεινε χιλίους· » καὶ πάλιν· « Ἦλθε Πνεῦμα Κυρίου ἐπὶ Σαμψὼν, καὶ διεσπάραξε τὸν λέοντα, ὡς ἔριφον· » καὶ πάλιν· « Ἦλθε Πνεῦμα Κυρίου ἐπὶ Σαμψὼν, καὶ ἐπῆρε την πόρταν τῆς Γάζης, καὶ ἀνήνεγκεν εἰς τὸ ὄρος.
For thus He saith: "And it shall come to pass after these things: I will pour out of My Spirit upon all flesh, and your sons and your daughters shall prophesy, and your old men shall dream dreams, and your young men shall see visions. And even upon My menservants and upon My maidservants in those days will I pour out of My Spirit upon all flesh, and they shall prophesy; and I will give wonders in the heaven above, and signs upon the earth beneath, blood, and fire, and vapour of smoke. The sun shall be turned into darkness, and the moon into blood, before the day of the Lord come, the great and manifest day. And it shall be, that whosoever shall call upon the name of the Lord shall be saved" (Joel 2:28-32). "How then shall they call upon Him in Whom they have not believed? And how shall they hear without a preacher?" (Rom. 10:14). And concerning the Spirit, the selfsame Apostle saith: "But whensoever it shall turn to the Lord, the veil is taken away; now the Lord is the Spirit" (2 Cor. 3:16-17). And again the selfsame: "Even as from the Lord the Spirit" (2 Cor. 3:18); and again: "And the Lord direct your hearts into the love of God, and into the patience of Christ" (2 Thess. 3:5); therefore the Lord is the Spirit. And again: "And the Lord make you to increase and abound in love towards one another and towards all men, even as we also do towards you, to the end He may establish your hearts unblameable in holiness before our God and Father at the coming of our Lord Jesus Christ with all His saints" (1 Thess. 3:12-13). Here also the Lord Who maketh to increase and abound in love towards one another, and establisheth the hearts in holiness before God at the coming of our Lord Jesus Christ, is the Spirit. Gathering together therefore the three lordships into one lordship, he confirmeth it, saying unto the Ephesians: "One Lord, one faith, one baptism" (Eph. 4:5). Again the Spirit is clearly called Lord in the book of Judges, when Samson wrought his deeds of valour, the Scripture pointeth it out, and saith: "And the Spirit of the Lord came upon Samson, and he took the jawbone of an ass, and slew a thousand men" (Judg. 15:14-15); and again: "The Spirit of the Lord came upon Samson, and he rent the lion as a kid" (Judg. 14:6); and again: "The Spirit of the Lord came upon Samson, and he lifted up the gate of Gaza, and carried it up to the mountain" (Judg. 16:3).
Notes, col. 33

On the reading

Printed την, for τὴν.

PG 28:36Read from the page
Καὶ πάντη ἐκπορεύεται τὸ Πνεῦμα Κυρίου. Ὅτε δὲ ἐξυρήθη, τὰ μυστήρια τοῦ Θεοῦ ἀναφάνας τῇ Δαλιδᾷ, λέγει· « Καὶ ἀπέστη ἀπὸ Σαμψὼν ὁ Κύριος. » Ὥστε οὖν πεφανέρωται, ὅτι τὸ Πνεῦμα Κύριος· εἰ δὲ Κύριος, πανταχοῦ καὶ Θεός· « Γνῶτε γὰρ, » φησὶν, « ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός. » Καὶ, « Ὅτε ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ θυσιαστήριον ἐπὶ τοῦ Ἰορδάνου, καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς αὐτοὺς, λέγοντες· Διὰ τί ἀποστάται γεγόνατε τοῦ Θεοῦ; ἀπεκρίθησαν ἀπολογούμενοι υἱοὶ Ῥουβὶμ τοῖς χιλιάρχοις Ἰσραὴλ, λέγοντες· Ὁ Θεὸς ὁ Θεός ἐστι Κύριος· καὶ Θεὸς Κύριος αὐτὸς οἶδε, » καὶ τὰ ἑξῆς. Καὶ ἀλλαχοῦ πάλιν ὁ Παῦλος· « Ὁ Θεὸς, ὁ εἰπὼν, ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ, ἐν προσώπῳ Χριστοῦ. » Ὁ οὖν Θεὸς, ὁ εἰπὼν, ἐκ σκότους φῶς λάμψαι, τὸ Πνεῦμά ἐστι. Καὶ πάλιν ὁ αὐτός· « Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. » Τίς οὖν ἐστιν ὁ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, ὁ διδοὺς ἡμῖν τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν δοξάζωμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; πάντως τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν· « Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων· καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως, πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων, ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστι. » Θεὸν οὖν εἶπε τὸ Πνεῦμα τὸ ἅγιον, τὸ λαλοῦν ἐν αὐτοῖς. Καὶ πάλιν· « Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; » Ἔδειξεν ὅτι ναὸς Θεοῦ ἐσμεν· ὅπου δὲ ναὸς, ἐκεῖ Θεός· τὸ δὲ Πνεῦμα οἰκεῖ, ὡς ἐν ἰδίῳ ναῷ. Φησὶ γάρ· « Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Δοξάσατε οὖν τὸν Θεὸν ἐνοικοῦντα ἐν ὑμῖν. » Εἰ δὲ οὐ δοξάζεις τὸν ἐνοικοῦντα ἐν σοὶ ὡς Θεὸν, ἐγένου ναὸς εἰδώλων. Λέγει γάρ· « Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; » Καὶ ἀλλαχοῦ λέγει· « Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. » Τὸ δὲ Πνεῦμα τὸ ἅγιον λέγεται εἰπεῖν ταῦτα· φησὶ γὰρ ὁ Ἀπόστολος· « Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, » καὶ τὰ ἑξῆς. Ἄρα οὖν τὸ Πνεῦμα τὸ ἅγιον ἐπείρασεν ὁ Ἰσραὴλ, καὶ ἐδοκίμασεν ἐν τῇ ἐρήμῳ· καὶ εἶδον τὰ ἔργα αὐτοῦ, ἤτοι τὰ θαυμάσια. Ἐν ἄλλῳ δὲ
And everywhere the Spirit of the Lord goeth forth. But when he was shorn, having disclosed the mysteries of God unto Delilah, it saith: "And the Lord departed from Samson" (Judg. 16:20). Wherefore it hath been made manifest that the Spirit is Lord; and if Lord, everywhere also God: "For know ye," saith he, "that the Lord He is God" (Ps. 99:3). And: "When the sons of Gad built an altar by the Jordan, and the sons of Israel sent unto them, saying: Wherefore have ye become apostates from God? the sons of Reuben answered in their defence unto the captains of thousands of Israel, saying: God, even God, is the Lord; and God the Lord Himself knoweth" (Josh. 22:10-22), and the rest. And elsewhere again Paul saith: "God, Who commanded the light to shine out of darkness, Who hath shined in our hearts, to give the light of the knowledge of the glory of God in the face of Christ" (2 Cor. 4:6). God therefore, Who commanded the light to shine out of darkness, is the Spirit. And again the selfsame saith: "Now the God of patience and of consolation grant you to be of the same mind one with another according to Christ Jesus; that with one accord ye may with one mouth glorify the God and Father of our Lord Jesus Christ" (Rom. 15:5-6). Who then is the God of patience and of consolation, Who giveth us to be of the same mind according to Christ Jesus, that with one accord we may glorify the God and Father of our Lord Jesus Christ? Assuredly the Holy Spirit. And again: "But if all prophesy, and there come in one unbelieving, or unlearned, he is reproved by all, and thus are the secrets of his heart made manifest; and so, falling down on his face, he will worship God, declaring that God is in truth among you" (1 Cor. 14:24-25). He therefore called the Holy Spirit, Who speaketh in them, God. And again: "Know ye not that ye are the temple of God, and that the Spirit of God dwelleth in you?" (1 Cor. 3:16). He showed that we are the temple of God; now where the temple is, there is God; and the Spirit dwelleth therein, as in His own temple. For he saith: "Know ye not that your bodies are the temple of the Holy Spirit Who is in you, Whom ye have from God? Glorify therefore God Who dwelleth in you" (1 Cor. 6:19-20). But if thou glorifiest not Him Who dwelleth in thee as God, thou hast become a temple of idols. For he saith: "Know ye not that ye are the temple of God, and that the Spirit of God dwelleth in you?" (1 Cor. 3:16). And elsewhere he saith: "To-day if ye will hear His voice, harden not your hearts, as in the provocation, according to the day of temptation in the wilderness, where your fathers tempted Me; they proved Me, and saw My works forty years" (Ps. 94:8-10). Now the Holy Spirit is said to have spoken these things; for the Apostle saith: "Wherefore, even as the Holy Spirit saith: To-day if ye will hear His voice" (Heb. 3:7), and the rest. Therefore Israel tempted the Holy Spirit, and proved Him in the wilderness; and they saw His works, that is to say, His marvellous deeds. And in another
PG 28:37Read from the page
ψαλμῷ λέγει ὁ αὐτός· « Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. » Ἄρα οὖν ὁ Θεὸς, τὸ ἅγιον Πνεῦμά ἐστι. Καὶ ἀλλαχοῦ, ὅτε ἀνελαμβάνετο ὁ Ἠλίας, ᾔτει ὁ Ἐλισσαῖος παρ' αὐτοῦ ἐπ' αὐτὸν τὸ Πνεῦμα γενέσθαι διπλοῦν. Ἐπηγγέλλετο οὖν ὁ Ἠλίας, ἐὰν ἴδῃ αὐτὸν ἀναλαμβανόμενον. Ἰδὼν οὖν, καὶ λαβὼν τὴν μηλωτὴν, ἦλθεν ἐπὶ τὸν Ἰορδάνην· καὶ πατάξαντος αὐτοῦ τῇ μηλωτῇ τὸν ποταμὸν, οὐχ ὑπήκουσε τὸ ὕδωρ. Λέγει οὖν· Ποῦ ὁ Θεὸς ἀφφώ; Ἀφφὼ δὲ ἑρμηνεύεται ἄμφω, τουτέστι τὸ Πνεῦμα τὸ διπλοῦν. Ποῦ οὖν ὁ Θεὸς ἀμφὼ, ἀντὶ τοῦ, τὸ Πνεῦμα διπλοῦν. Καὶ πάλιν λέγει ὁ Σωτήρ· « Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. » Ἑρμηνεύων δὲ ὁ εὐαγγελιστὴς τί ἐστι, « ὕδατος ζῶντος, » ἔφη· « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ ἁγίου Πνεύματος, ὁ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. » Εἰ δὲ τὸ ὕδωρ τὸ ζῶν τὸ ἅγιον Πνεῦμά ἐστιν, ἄρα Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· λέγει γὰρ ὁ προφήτης· « Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος· καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ μὴ δυνήσονται ὕδωρ συνέχειν. » Καὶ ὁ Δαυΐδ· « Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. » Ὁρᾷς ὅτι ὁ Πατὴρ πηγὴ ἐκλήθη, καὶ ὁ Υἱὸς ὁμοίως, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὅτι τρεῖς εἰσι θεοί· εἷς γὰρ Θεὸς, καὶ εἷς νόμος, νομοθέτης εἷς, καὶ εἷς Κύριος. Εἷς γὰρ Θεὸς ἐν τρισὶ προσώποις κηρύττεται. Καὶ πῶς, φησὶ, δύναται λέγεσθαι ὁ Πατὴρ Θεὸς, καὶ ὁ Υἱὸς Θεὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Θεὸς, καὶ οὐ τρεῖς εἰσι θεοί; ὅπου κοινὰ τὰ τῆς φύσεως, κοινὸν καὶ ὄνομα τῆς ἀξίας· οἷον ὁ Θεὸς τὰ εἰς πλήθη διῃρημένα ἀπὸ μιᾶς φύσεως ἑνὶ ὀνόματι καλεῖ· καὶ ὅτε ὀργίζεται τοῖς ἀνθρώποις, τὸν πάντα ἄνθρωπον τῇ ὀργῇ ὑποκείμενον ἕνα ἄνθρωπον καλεῖ· καὶ ὅτε διαλλάσσεται τῷ κόσμῳ, ὡς ἑνὶ ἀνθρώπῳ διαλλάσσεται· οἷον ἐπάγει κατακλυσμὸν διὰ τὴν ἁμαρτίαν, καὶ λέγει ὁ Θεός· « Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, καὶ ἐξαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα. » Καίτοι οὐκ ἦν εἷς, ἀλλὰ μυριάδες ἄπειροι· ἀλλὰ τῷ ὀνόματι τῆς φύσεως τὸν πάντα ἄνθρωπον ἕνα ἐκάλεσεν ἄνθρωπον διὰ τὸ κοινὸν τῆς οὐσίας. Καὶ πάλιν λέγει Δαυΐδ· « Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; » Οὐχ ὅτι ἕνα ἄνθρωπον ἐσκέψατο· πᾶσαν γὰρ τὴν οἰκουμένην ἤγειρε. Ἑνὶ δὲ συντόμῳ χρησόμεθα λόγῳ διὰ Μωσέως εἰρημένῳ· Ὅτε ἐξῆλθε Φαραὼ κατὰ τὴν θάλασσαν, καὶ ὑπέσχε τῷ νόμῳ τῷ θείῳ τὴν τιμωρίαν, πίπτων μετὰ μυρίων ἁρμά-
psalm the selfsame saith: "And they tempted God in a waterless place" (Ps. 105:14). Therefore God is the Holy Spirit. And elsewhere, when Elijah was being taken up, Elisha asked of him that the Spirit might come upon him twofold. Elijah therefore promised it, if he should see him being taken up (4 Kgdms. 2:9-10). Having seen him therefore, and having taken the sheepskin mantle, he came unto the Jordan; and when he had smitten the river with the sheepskin mantle, the water obeyed not. He saith therefore: Where is the God of aphphe? (4 Kgdms. 2:14). Now aphphe is interpreted ampho [both], that is to say, the twofold Spirit. Where then is the God of both, instead of saying, the twofold Spirit? And again the Saviour saith: "He that believeth on Me, as the Scripture hath said, out of his belly shall flow rivers of living water" (John 7:38). And the evangelist, interpreting what "of living water" meaneth, said: "But this spake He concerning the Holy Spirit, Whom they that believed on Him were to receive" (John 7:39). Now if the living water is the Holy Spirit, then the Holy Spirit is God; for the prophet saith: "They have forsaken Me, the fountain of living water, and have hewed out for themselves broken cisterns, which shall not be able to hold water" (Jer. 2:13). And David saith: "For with Thee is the fountain of life; in Thy light shall we see light" (Ps. 35:10). Thou seest that the Father was called a fountain, and the Son likewise, and the Holy Spirit, not that there are three gods; for there is one God, and one law, one lawgiver, and one Lord. For one God in three Persons is proclaimed. And how, saith one, can the Father be called God, and the Son God, and the Holy Spirit God, and yet there are not three gods? Where the things of nature are common, common also is the name of dignity; just as God calleth by one name the things divided into multitudes from one nature; and when He is wroth with men, He calleth all mankind subject unto wrath one man; and when He is reconciled unto the world, as unto one man is He reconciled; just as He bringeth in the flood because of sin, and God saith: "My Spirit shall not abide among these men, and I will blot out the man whom I have made" (Gen. 6:3, 7). And yet it was not one man, but infinite myriads; nevertheless by the name of the nature He called all mankind one man on account of the community of substance. And again David saith: "What is man, that Thou art mindful of him, or the son of man, that Thou visitest him?" (Ps. 8:5). Not that He visited one man; for He raised up the whole inhabited earth. And we shall make use of one brief word spoken through Moses: When Pharaoh went forth by the sea, and underwent punishment by the divine law, falling with ten thousand chari-
Notes, col. 37

On the reading

Printed ὁ ἤμελλον, for ὃ ἤμελλον.

PG 28:40Read from the page
των ἐν τῇ θαλάσσῃ, καὶ ἦσαν πολλοὶ ἄνθρωποι οἱ βυθισθέντες μετ' ἐκείνου, καὶ ἵπποι πολλοί· ὁ δὲ Μωσῆς εἰδὼς, ὅτι πάντων τῶν βυθισθέντων μία ἐστὶν ἡ φύσις, καὶ περὶ τῶν ἵππων καὶ περὶ τῶν ἀνδρῶν λέγει· « Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν· » τὰ πλήθη τῶν ἵππων ἐκάλεσεν ἵππον ἕνα διὰ τὴν κοινωνίαν τῆς φύσεως, καὶ τὰ πλήθη τῶν ἀνδρῶν ἐκάλεσεν ἕνα ἄνθρωπον· ἵππον γὰρ καὶ ἀναβάτην εἶπε διὰ τὴν κοινωνίαν τῆς φύσεως. Εἰ οὖν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ τῆς φύσεως, ὅπου διάφορα τὰ τῆς μορφῆς, καὶ δυνάμεως, καὶ βουλῆς· οὐ γάρ ἐστιν οὔτε γνώμη ἴση, οὔτε μορφὴ, οὔτε ἰσχύς· καὶ διάφοροι γλῶτται· διὸ καὶ ἄνθρωποι μέροπες λέγονται· ἀλλὰ διὰ τὸ κοινὸν τῆς φύσεως πᾶσα ἡ οἰκουμένη εἷς ἄνθρωπος ἐκλήθη. Ὅπου δὲ ἀμέριστος ἡ ἀξία, μία βασιλεία, μία δύναμις, καὶ βουλὴ, καὶ ἐνέργεια, ἰδιάζουσα τὴν Τριάδα ἀπὸ τῆς κτίσεως, ἕνα λέγω Θεόν. Εἰ δὲ, διὰ τὸ λέγειν Θεὸν, καὶ Θεὸν, καὶ Θεὸν, τρεῖς λέγω θεούς· καὶ ἐὰν εἴπω Κύριον, καὶ Κύριον, καὶ Κύριον, τρεῖς λέγω Κυρίους· εἰ τοίνυν ὁ Πατὴρ Κύριος, καὶ ὁ Υἱὸς Κύριος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Κύριος, πῶς σὺ, ὦ Ἀπόστολε, ὁ νομοθέτης τῆς ἀληθείας, ὁ συνήγορος τῆς εὐσεβείας, Ἐφεσίοις ἐβόας λέγων· « Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα; » Εἷς Κύριος κατὰ τὸν ἁγιασμὸν τῶν σεραφίμ· καὶ γὰρ ἐκεῖνα ἐβόα, « Ἅγιος, ἅγιος, ἅγιος Κύριος. » Εἰ δὲ φιλονεικοῦσιν οἱ αἱρετικοὶ, καὶ λέγουσιν, ὅτι ἄλλη κυριότης τοῦ Πατρὸς, ἄλλη τοῦ Υἱοῦ, θαυμάζω, πῶς ἀνέχονται δουλεύειν δυσὶ κυρίοις· τοῦ γὰρ Κυρίου ἐστὶ φωνὴ, « Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. » Εἰ ἄλλη κυριότης Πατρὸς, καὶ ἄλλη κυριότης Υἱοῦ, καὶ μερίζεις τὴν ἐξουσίαν, πῶς λατρεύεις τῇ βασιλείᾳ; Οὐ δύναται λατρευθῆναι δύο ἀξιώματα κατὰ τὸ αὐτοῦ, ἐὰν μὴ ὁμότιμα ᾖ. Οὐδεὶς προσκυνεῖ βασιλέα καὶ ἄρχοντα· ὅπου γὰρ ὁμότιμος ἡ ἀξία, ὁμότιμος καὶ ἡ προσκύνησις. Ἐν τῷ ἴσῳ ἀξιώματι οὐκ ἔστι μάχη. Τὸ ἄνισον ἐγείρει τὴν μάχην· τὸ δὲ ἴσον βραβεύει τὴν εἰρήνην. Οὐ συνεχώρησέ σοι ὁ Χριστὸς μερίσαι τὴν τιμὴν, εἰπών· « Τοῦτό ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. » Τίμα Πατέρα, ἵνα τιμήσῃς Υἱόν· μᾶλλον δὲ τίμα Υἱὸν, ἵνα τιμήσῃς Πατέρα. Ἰδιοποιεῖται τοῦ Υἱοῦ τὴν ὕβριν ὁ Θεός· λέγει γὰρ ὁ Σωτήρ· « Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. » Μὴ νομίσωσιν αἱρετικοὶ, ὅτι τῷ Θεῷ χαρίσονται μείζονα αὐτὸν λέγοντες τοῦ Υἱοῦ αὐτοῦ. Οὐ δέχεται τιμὴν τὴν εἰς ἑαυτὸν ὁ Πατὴρ, τοῦ Υἱοῦ αὐτοῦ ὑβριζομένου. Καὶ βλέπε πραγμάτων ἀπόδειξιν ἐναργῆ ἐκ τῆς παλαιᾶς Γραφῆς. Οἱ φίλοι τοῦ Ἰὼβ, οἱ ἐλθόντες εἰς παραμυθίαν, ἐνεκάλουν αὐτῷ, ὡς φθεγ-
ots in the sea, and there were many men who were plunged into the deep with him, and many horses; yet Moses, knowing that of all those plunged into the deep the nature is one, speaketh concerning both the horses and the men: "Let us sing unto the Lord, for He hath been gloriously glorified; horse and rider hath He cast into the sea" (Exod. 15:1-2); the multitudes of the horses he called one horse on account of the community of nature, and the multitudes of the men he called one man; for he said horse and rider on account of the community of nature. If therefore among men, where the things of nature are confounded, where the things of form, and strength, and counsel are diverse — for there is neither equal judgement, nor form, nor strength, and there are diverse tongues, wherefore also men are called meropes [speech-divided] — nevertheless on account of that which is common in nature the whole inhabited earth was called one man; where dignity is undivided, where there is one kingdom, one power, and counsel, and operation, distinguishing the Trinity from the creation, I say one God. But if, because I say God, and God, and God, I say three gods, then if I say Lord, and Lord, and Lord, I say three Lords; if therefore the Father is Lord, and the Son is Lord, and the Holy Spirit is Lord, how didst thou, O Apostle, thou lawgiver of truth, thou advocate of piety, cry aloud unto the Ephesians, saying: "One Lord, one faith, one baptism" (Eph. 4:5)? One Lord according to the sanctification of the seraphim; for they also cried aloud: "Holy, holy, holy is the Lord" (Isa. 6:3). But if the heretics contend, and say that there is one lordship of the Father, and another of the Son, I marvel how they endure to serve two lords; for it is the voice of the Lord: "No man can serve two lords" (Matt. 6:24). If there is one lordship of the Father, and another lordship of the Son, and thou dividest the authority, how dost thou worship the sovereignty? Two dignities cannot be worshipped together at once, unless they be of equal honour. No man worshippeth at once a king and a magistrate; for where the dignity is of equal honour, the worship also is of equal honour. In equal dignity there is no strife. Inequality stirreth up strife; whereas equality adjudgeth peace. Christ suffered thee not to divide the honour, when He said: "This is the will of My Father, that all men should honour the Son, even as they honour the Father" (John 5:23). Honour the Father, that thou mayest honour the Son; nay rather, honour the Son, that thou mayest honour the Father. God maketh the dishonouring of the Son His own; for the Saviour saith: "He that hateth Me hateth My Father also" (John 15:23). Let not heretics suppose that they will gratify God by calling Him greater than His Son. The Father accepteth not honour towards Himself when His Son is insulted. And behold a clear proof of these matters out of the Old Scripture. The friends of Job, who had come for consolation, brought charges against him, as utter-
Notes, col. 40

On the reading

Printed Ἄσωμεν, for ᾌσωμεν.

Printed αὐτοῦ, for αὐτὸ.

PG 28:41Read from the page
γομένῳ τολμηρὰ, καὶ ἐδικαίουν τὸν Θεόν. Ὁ Ἰὼβ ἔλεγε τῷ Θεῷ· « Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ἵνα ἴδω πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, ὅτι οὕτως με ἔκρινας; » Οἱ φίλοι τοῦ Ἰὼβ ἐδικαίωσαν τὸν Θεὸν, καίτοιγε ἀγνοουμένης τῆς ὑποθέσεως· καὶ τὸν μὲν δίκαιον μᾶλλον κατέκριναν ὡς ἁμαρτήσαντα· τὸν δὲ Θεὸν, ὡς δικαίως ἐπάγοντα, ἐπῄνεσαν· καὶ λέγουσι τῷ Ἰώβ· « Μεγάλως ἐλάλησας, ὑπερβαλλόντως ἐτόλμησας, σὺ κατὰ τοῦ ἱκανοῦ λαλήσας· » καὶ, « Ὁ Θεὸς μὴ ταράττει τὸ δίκαιον. » Καὶ πάλιν λέγει ὁ φίλος αὐτοῦ· « Κατὰ τὰς ἁμαρτίας σου ἐπήγαγέ σοι. Εἰ δὲ μὴ πολλαί σου ἦσαν αἱ ἁμαρτίαι, οὐκ ἂν ἐμάστιξέ σε. » Καὶ ἐδόκουν τῷ Θεῷ συνηγορεῖν, τὸν δὲ δίκαιον κατακρίνειν· ἄρα ὁ Θεὸς ἐδέξατο τοὺς ὑπὲρ αὐτοῦ λέγοντας παρὰ τὸ δίκαιον; Ἆρα ἐδέξατο τὴν ὑπὲρ αὐτοῦ συνηγορίαν, καὶ ἠτίμασε τὸν δίκαιον; Οὐδαμῶς. Οὐκοῦν οὐ δέχεται τὴν εἰς ἑαυτὸν τιμὴν, ἀτιμαζομένου τοῦ Υἱοῦ. Ἴδωμεν δὲ τί λέγει τοῖς φίλοις τοῦ Ἰώβ· « Διὰ τί οὐκ ἐλαλήσατε ὀρθὰ περὶ τοῦ θεράποντός μου; » Εἰ οὖν τοὺς κατὰ τοῦ θεράποντος αὐτοῦ ὀρθὰ μὴ λέγοντας ἀποσείεται, τοὺς κατὰ τοῦ Μονογενοῦς ἀκονῶντας τὴν γλῶτταν δέχεται; Οὐδαμῶς. Ἀπαραίτητος τοίνυν δίκη τοῖς βλασφημοῦσι τὸ Πνεῦμα τὸ ἅγιον· ἄκουε γὰρ τί φησιν ὁ Σωτήρ· « Πᾶσα βλασφημία ἀφεθήσεται· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται. »
ing presumptuous things, and they justified God. Job said unto God: "Who will grant a judge between me and Thee, that I may see how many my sins are, that Thou hast judged me thus?" (Job 13:23). The friends of Job justified God, even though the case was unknown to them; and the righteous man indeed they rather condemned as having sinned, whereas God they praised as justly bringing affliction upon him; and they say unto Job: "Greatly hast thou spoken, exceedingly hast thou presumed, in speaking against the Almighty" (Job 15:11-13); and: "Doth God disturb that which is just?" (Job 8:3). And again his friend saith: "According to thy sins hath He brought this upon thee. And had not thy sins been many, He would not have scourged thee" (Job 11:6). And they thought to plead on God's behalf, while condemning the righteous man; did God therefore accept those who spoke on His behalf contrary to justice? Did He accept the plea made on His behalf, and dishonour the righteous man? In no wise. Therefore neither doth He accept honour towards Himself when the Son is dishonoured. Nay, let us see what He saith unto the friends of Job: "Wherefore have ye not spoken right things concerning My servant?" (Job 42:7). If therefore He rejecteth those who speak not right things concerning His servant, doth He accept those who sharpen their tongue against the Only-begotten? In no wise. Inexorable therefore is the punishment for those who blaspheme the Holy Spirit; for hear what the Saviour saith: "Every blasphemy shall be forgiven; but the blasphemy against the Holy Spirit shall not be forgiven" (Matt. 12:31).
7. Ὅτι ἡ Τριὰς ἀποστέλλει ἀποστόλους.
7. That the Trinity sendeth forth apostles.
Περὶ τοῦ Πατρὸς λέγει· « Ἐν γὰρ τῷ ὄρει Σιὼν, ἥξει ὁ εὐαγγελιζόμενος, καὶ οἱ εὐαγγελιζόμενοι, οὓς ὁ Κύριος προσκέκληται. » Περὶ τοῦ Υἱοῦ· « Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα, ἐν μέσῳ λύκων. » Περὶ τοῦ Πνεύματος ἐν ταῖς Πράξεσι λέγει· « Οἱ μὲν οὖν ἀποσταλέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος ἦλθον εἰς Σελεύκειαν. » Εἰ τοίνυν Θεοῦ τὸ προσκαλεῖσθαι, διὰ τί τὸ Πνεῦμα διὰ τῶν προφητῶν λέγει· « Τάδε λέγει Κύριος; » Καὶ πάλιν τὸ Πνεῦμα τοῖς ἐν Ἀντιοχείᾳ ἁγίοις· « Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς; » Μάθε οὖν τὴν δύναμιν τῆς Τριάδος. Ὁ Πατὴρ νομοθετεῖ· ὁ Υἱὸς κελεύει· τὸ Πνεῦμα αὐθεντεῖ. Ἄκουε λέγοντος τοῦ Θεοῦ· « Εὐαγγελιζόμενοι ἥξουσιν, οὓς ὁ Κύριος προσκέκληται. »
Concerning the Father he saith: "For in Mount Sion shall come he that bringeth good tidings, and they that bring good tidings, whom the Lord hath called" (Joel 2:32). Concerning the Son: "Behold, I send you forth as sheep in the midst of wolves" (Matt. 10:16). Concerning the Spirit it saith in the Acts: "They therefore, being sent forth by the Holy Spirit, came unto Seleucia" (Acts 13:4). If therefore it belongeth unto God to call, wherefore doth the Spirit say through the prophets: "Thus saith the Lord"? And again the Spirit unto the saints in Antioch: "Separate Me now Paul and Barnabas for the work whereunto I have called them" (Acts 13:2)? Learn therefore the power of the Trinity. The Father legislateth; the Son commandeth; the Spirit exerciseth authority. Hear God saying: "They that bring good tidings shall come, whom the Lord hath called" (Joel 2:32).
8. Ὅτι ἡ ἁγία Τριὰς δείκνυται καθῆσθαι ἐπὶ θρόνου ὑψηλοῦ.
8. That the Holy Trinity is shown to sit upon a high throne.
Φησὶν ὁ Ἠσαΐας· « Εἶδον τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, » καὶ τὰ ἑξῆς. Ἀνάγκη, ὅτι ὁ Πατὴρ ὑπαλαμβάνεται πρὸ πάντων. Εἶθ' ὑποκαταβὰς λέγει· « Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου, λέγοντος· Τίνα ἀποστελῶ; καὶ τίς πο-
Isaiah saith: "I saw the Lord of Sabaoth sitting upon a throne high and lifted up, and the seraphim stood round about Him" (Isa. 6:1-2), and the rest. Of necessity it is the Father Who is understood first of all. Then a little lower down he saith: "And I heard the voice of the Lord, saying: Whom shall I send? and who will go-
Notes, col. 41

On the reading

Printed ἄρα, for ἆρα.

Printed ὑπαλαμβάνεται, for ὑπολαμβάνεται.