καὶ τοῦ ἁγίου Πνεύματος· εις μίαν οὐσίαν δηλονότι, καὶ θεότητα, καὶ μίαν βασιλείαν, καὶ ἀρχὴν, καὶ ἰσχύν· καὶ τρεῖς ὑποστάσεις, εἴτουν πρόσωπα, καὶ χαρακτῆρας, εἰ δὲ βούλει καλεῖν, καὶ ἰδιότητας. Ἄλλο γὰρ ὑποστάσεις, καὶ ἄλλο οὐσία. Οὐσίαν γὰρ καλοῦμεν τὸ κοινὸν τῶν τριῶν ὑποστάσεων· μιᾶς γὰρ φύσεως καὶ οὐσίας τὰ τρία πρόσωπα. Ὑπόστασιν δὲ καλοῦμεν φύσιν μετὰ χαρακτηριστικῶν ἰδιωμάτων· ἄλλος γὰρ ὁ Πατὴρ, καὶ ἄλλος ὁ Υἱὸς, καὶ ἄλλος τὸ Πνεῦμα τὸ ἅγιον· ὅπερ τέμνει τὰς ἰδιότητας μόνον, ἤγουν ὑποστάσεις, οὐ μὴν καὶ φύσιν. Οὐκ ἄλλο δὲ καὶ ἄλλο, ὅπερ τέμνει τὰς φύσεις· ἀλλὰ τῆς αὐτῆς φύσεως, καὶ τῆς αὐτῆς οὐσίας. Ἅμα γὰρ Πατὴρ καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα· ἀλλ' ὁ μὲν Πατὴρ καὶ ἀγέννητος, ὁ δὲ Υἱὸς καὶ γέννημα τοῦ Πατρὸς, ὡς ἐξ ἡλίου φῶς, καὶ ἐκ νοῦ λόγος· τὸ δὲ Πνεῦμα ἅγιον καὶ ἐκπόρευμα τοῦ Πατρός. Ἴδιον οὖν τοῦ Πατρὸς ἡ ἀγεννησία, καὶ τὸ καλεῖσθαι Πατήρ· ἴδιον τοῦ Υἱοῦ, τὸ καλεῖσθαι Υἱὸν, καὶ γεννᾶσθαι ἐκ τοῦ Πατρός· ἴδιον οὖν τοῦ Πνεύματος τὸ καλεῖσθαι Πνεῦμα ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Τῶν δὲ τριῶν προσώπων, εἴτουν ὑποστάσεων, μία φύσις, μία θέλησις, μία ἐνέργεια, μία ἀγαθότης, μία δύναμις, μία βούλησις. Διὰ τοῦτο καὶ ἕνα Θεὸν ὁμολογοῦμεν. Οὐ γὰρ κεχωρισμένοι εἰσὶν ἀπ' ἀλλήλων, ὥσπερ καὶ οἱ ἄνθρωποι, οὐδὲ τὰς γνώμας διάφοροι· ἀλλ' ἅμα Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα ἅγιον ἐν ἀλλήλοις ἀσυγχύτως καὶ ἀδιαιρέτως περιχωροῦσιν. Ἕκαστον δὲ πρόσωπον, ὡς εἴρηται, φυλάττει τὸ ἴδιον· τὸ μὲν τὴν πατρότητα, τὸ δὲ τὴν υἱότητα, τὸ δὲ τὴν ἐκπόρευσιν. Εἰ οὖν ἔροιτό σέ τις· Τί ἐστι Πατήρ; ἀποκρίθητι αὐτῷ· Ὅπερ ἐστὶν Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μένων Πατήρ. Εἰ δὲ λέγοι· Τί ἐστιν Υἱός; ἀποκρίθητι· Ὅπερ ἐστὶν ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, μένων Υἱός. Ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου· τοῦτο γάρ ἐστιν ὃ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, μένων Πνεῦμα. Ἡ ἰδιότης ἀκοινώνητος, καθώς φησιν ὁ μέγας ἐν θεολόγοις καὶ θεῖος Γρηγόριος. Πῶς γὰρ, φησὶν, ἰδιότης μείνῃ, κινουμένη, καὶ μεταπίπτουσα; Ἔστιν οὖν ἡ θεότης, εἰ δεῖ συντόμως εἰπεῖν, ἀμέριστος ἐν μεμερισμένοις, τὸ μὲν τῇ φύσει, τὸ δὲ ταῖς ὑποστάσεσιν· οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις. Ὅταν τοιγαροῦν πρὸς τὴν θεότητα τὴν ἐν μιᾷ φύσει βλέψωμεν, καὶ τὴν πρώτην αἰτίαν, καὶ τὴν μοναρχίαν, ἓν ἡμῖν τὸ φανταζόμενον· ὅταν δὲ πρὸς τὰς ἰδιότητας καὶ τὰ πρόσωπα ἐν οἷς ἡ θεότης, τρία τὰ προσκυνούμενα. Παραδείγματα δὲ προσκείσθω ἀμυδράν τινα εἰκόνα δηλοῦντα τοῦ τοσούτου πράγματος, τῆς θείας φημὶ φύσεως, κατὰ τὸν Θεόλογον Γρηγόριον· ὀφθαλμοῦ νόει μοι βλέψιν, καὶ ἀρχὴν ὕδατος, καὶ πηγὴν, καὶ ποταμόν· ταῦτα γὰρ οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέρῥηκται τῇ πρὸς ἄλληλα συναφείᾳ, κἂν δοκῇ ταῖς ἰδιότησι τέμνεσθαι· ἐνθυμοῦ καὶ ἥλιον, καὶ φῶς, καὶ ἀκτῖνα· νοῦν, καὶ λόγον, καὶ πνεῦμα τῷ λόγῳ συνεξιόν. Πλὴν κατὰ τὸν εἰπόντα· Πίστις ἡγείσθω, καὶ μὴ ἀπόδειξις, καὶ χρὴ πάντα ἄνθρωπον διὰ καθαρᾶς καὶ θεολαμποῦς πράξεως, ὁδηγῷ τῷ Πνεύματι χρώμενον, ἵνα φωτὶ καταλαμβάνηται φῶς, πιστεύειν τε εἰς Πατέρα, καὶ
and of the Holy Spirit; into one substance, clearly, and deity, and one kingdom, and rule, and strength; and three hypostases, that is to say persons, and characters, or if you wish to call them, properties as well. For hypostases are one thing, and substance another. For we call substance that which is common to the three hypostases; for the three persons are of one nature and substance. But hypostasis we call nature with characteristic properties; for the Father is one, and the Son is another, and the Holy Spirit is another; which divides the properties alone, that is, the hypostases, yet not the nature. Not one thing and another thing, which divides natures; but of the same nature, and of the same substance. For Father and Son and Holy Spirit are together; yet the Father is also unbegotten, while the Son is also the offspring of the Father, as light from sun, and word from mind; and the Holy Spirit is also the procession of the Father. Proper therefore to the Father is unbegottenness, and to be called Father; proper to the Son is to be called Son, and to be begotten from the Father; proper therefore to the Spirit is to be called Holy Spirit, and to proceed from the Father. And of the three persons, that is to say hypostases, there is one nature, one will, one operation, one goodness, one power, one counsel. On this account we also confess one God. For They are not separated from one another, just as men are, nor different in their judgements; but together Father, Son, and Holy Spirit mutually indwell one another without confusion and without division. And each person, as has been said, preserves what is proper to it: the one fatherhood, the other sonship, and the other procession. If therefore someone should ask you: What is the Father? answer him: That which the Son and the Holy Spirit are, while remaining Father. And if he should say: What is the Son? answer: That which the Father and the Spirit are, while remaining Son. Likewise also concerning the Holy Spirit: for He is that which the Father and the Son are, while remaining Spirit. The property is incommunicable, as the great and divine among theologians Gregory says. For how, says he, could a property remain, if it were moved and passed over? The deity therefore is, to speak concisely, undivided in things divided, the one by nature, the other in the hypostases; just as in three suns bordering upon one another, there is one blending of light. Whenever, accordingly, we look towards the deity which is in one nature, and the first cause, and the monarchy, what is presented to us is one; but whenever we look towards the properties and the persons in which the deity is, what are worshipped are three. And let examples be added showing some dim image of so great a matter, of the divine nature, I mean, according to Gregory the Theologian: consider for me the sight of an eye, and the source of water, and the spring, and the river; for these neither stand apart in time, nor are torn away from one another in their mutual continuity, even though they seem to be divided by their properties; call to mind also sun, and light, and ray; mind, and word, and spirit going forth together with the word. Nevertheless, according to him who said: Let faith lead, and not demonstration, every man ought also through pure and God-illumined action, using the Spirit as guide, so that by light light may be apprehended, both to believe in Father, and