Migne Reading Room

PG 28 · cols. 1397–1408 · Read from the page

Handbook for a Man in Public Life

Handbook for a Man in Public Life

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:1397Read from the page
Διάγνωσις τοῦ τριμεροῦς τῆς ψυχῆς.
Discernment of the three-part nature of the soul.
Ὅτι πᾶσα ψυχὴ λογικὴ τρία μέρη κέκτηται· λογισμὸν, θυμὸν, καὶ ἐπιθυμίαν. Ἐάν ἐστιν ἐν τῷ θυμῷ ἀγάπη καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος· ἐὰν δέ ἐστιν ἐν τῷ θυμῷ μισανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος. Ὁ μὲν οὖν λογισμὸς τότε ὑγιαίνει, καὶ σωφρονεῖ, ὅταν τὰ πάθη ἔχῃ ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν κτισμάτων τοῦ Θεοῦ πνευματικῶς θεωρῇ, καὶ πρὸς τὴν ἁγίαν καὶ μακαρίαν Τριάδα διάγῃ. Ὁ δὲ πάλιν τότε κινεῖται κατὰ φύσιν, ὅταν πάντας ἀνθρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν λύπην ἢ μνησικακίαν κέκτηται. Ἡ δὲ ἐπιθυμία, ὅταν ὑπὸ ἐγκρατείας, καὶ ταπεινοφροσύνης, καὶ ἀκτημοσύνης νεκρώσῃ τὰ πάθη, τουτέστι, μὴ ἡ δούλη σαρκὸς ἐσχημάτισται, καὶ δόξης παρεχομένης ἔφεσιν, καὶ τραπῇ πρὸς τὸν θεῖον καὶ ἀθάνατον ἔρωτα. Καὶ γὰρ ἡ ἐπιθυμία πρὸς τρία τὴν κίνησιν ἔχει, ἢ πρὸς ἡδονὴν σαρκὸς, ἢ πρὸς δόξαν κενὴν, ἢ πρὸς ἀπάτην χρημάτων· καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ, καὶ τῶν θείων, καὶ τῆς οἰκείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν πλησίον ἐκθηριοῦται, καί τὸν λογισμὸν σκοτίζει, καὶ οὐ συγχωρεῖ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώτερον κτησάμενος φρόνημα ἀπ' ἐντεῦθεν ἀπολαύει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωὴν, προσδοκῶν τὴν ἀποκειμένην μακαριότητα τοῖς ἀγαπῶσι τὸν Κύριον.
That every rational soul possesses three parts: reason, spirit, and desire. If there is in the spirit love and loving-kindness towards men, and in the desire purity and temperance, the reason is enlightened; but if there is in the spirit hatred of men, and in the desire licentiousness, the reason is darkened. The reason therefore is then healthy and temperate when it holds the passions in subjection, and spiritually contemplates the principles of the creatures of God, and lives with reference to the holy and blessed Trinity. And the spirit again is then moved according to nature when it loves all men, and possesses grief or resentment towards none of them. And desire, when by self-control, and humility, and poverty it deadens the passions, that is, has not been fashioned as the slave of the flesh and of desire for proffered glory, and is turned towards the divine and immortal love. For indeed desire has its movement towards three things: either towards pleasure of the flesh, or towards vain glory, or towards deceit of riches; and on account of this irrational craving it despises God and divine things, and forgets its own nobility, and becomes savage towards its neighbour, and darkens the reason, and does not allow it to look up towards the truth. He who has acquired a mindset superior to these things enjoys from here onwards the kingdom of the heavens, and lives a blessed life, awaiting the blessedness laid up for those who love the Lord.
Διαίρεσις καὶ ἀποδιαίρεσις λεπτομερὴς τῆς ψυχῆς.
Division and detailed subdivision of the soul.
Ἡ ψυχὴ διαιρεῖται εἰς τὸ λογιστικὸν, τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. Τοῦ λογιστικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀπιστία, ἡ αἵρεσις, ἡ ἀφροσύνη, ἡ ἀδιακρισία, ἡ βλασφημία, αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων τῶν ἐκ τοῦ παθητικοῦ μέρους. Ἴασις δὲ τούτων καὶ θεραπεία ἡ ἀδίστακτος πίστις πρὸς τὸν Θεὸν καὶ τὰ ἀληθινὰ δόγματα, ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ Πνεύματος, ἡ καθαρὰ προσευχὴ, καὶ ἡ ἀδιάλειπτος πρὸς Θεὸν εὐχαριστία. Τοῦ θυμικοῦ τὰ ἁμαρτήματα ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθὲς, τὸ μνησίκακον, ὁ φθόνος, ὁ φόνος, καὶ ἡ συνεχὴς περὶ τὰ τοιαῦτα μελέτη. Ἴασις τούτων καὶ θεραπεία ἡ φιλανθρωπία, ἡ ἀγάπη, ἡ φιλαδελφία, ἡ συμπάθεια, ἡ ἀνεξικακία, ἡ χρηστότης. Τοῦ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματα ἡ γαστριμαργία, ἡ πορνεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία, ἡ τῆς δόξης ἐπιθυμία. Ἴασις τούτων καὶ θεραπεία, ἡ ἐγκράτεια, ἡ νηστεία, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρημάτων πρὸς πένητας σκορπισμὸς, ἡ τῶν ἀθανάτων ἐκείνων ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, καὶ ἡ τῆς υἱοθεσίας ἐπιθυμία.
The soul is divided into the rational, the spirited, and the appetitive parts. Of the rational part the sins are these: unbelief, heresy, folly, lack of discernment, blasphemy, the assents to the sins from the passible part. And the healing and cure of these is unhesitating faith towards God and the true doctrines, continual meditation on the oracles of the Spirit, pure prayer, and unceasing thanksgiving towards God. Of the spirited part the sins are mercilessness, hatred, lack of compassion, bearing of grudges, envy, murder, and continual meditation concerning such things. The healing and cure of these is loving-kindness towards men, love, brotherly love, sympathy, forbearance, kindness. Of the appetitive part the sins are gluttony, fornication, uncleanness, licentiousness, love of money, desire for glory. The healing and cure of these is self-control, fasting, endurance of hardship, poverty, the distributing of possessions to the poor, the craving for those immortal things, the longing for the kingdom of God, and the desire for adoption.
Διάγνωσις τῶν λογισμῶν, δι' ὧν πᾶσα ἁμαρτία τελεῖται.
Discernment of the thoughts through which every sin is accomplished.
Ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ λογισμοί. Πρῶτος ὁ τῆς γαστριμαργίας· δεύτερος ὁ τῆς πορνείας· τρίτος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς ὀργῆς· πέμπτος ὁ τῆς λύπης· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδοξίας· ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάντας τοὺς λογισμοὺς παρενοχλεῖν μὲν ἡμῖν ἢ μὴ παρεν-
The comprehensive thoughts are eight in all. First is that of gluttony; second, that of fornication; third, that of love of money; fourth, that of anger; fifth, that of grief; sixth, that of listlessness; seventh, that of vainglory; eighth, that of pride. That all these thoughts trouble us or do not trou-
Notes, col. 1397

On the reading

Printed καί, for καὶ.

PG 28:1400Read from the page
οχλεῖν τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν· ἐμμένειν δὲ, ἢ πάθη κινεῖν, ἢ μὴ κινεῖν, ὁμοίως τῶν ἐφ' ἡμῖν. Ἄλλο δέ ἐστι προσβολὴ, καὶ ἄλλο συνδυασμὸς, καὶ ἄλλο πάθος, καὶ ἄλλο πάλη, καὶ ἄλλο συγκατάθεσις, καὶ ἄλλο ἐνέργεια. Καὶ προσβολὴ μὲν ἔστιν ἡ ἁπλῶς γινομένη τοῦ ἐχθροῦ ὑπόμνησις· οἷον, Ποίησον τόδε, ἢ τόδε· ὡς ἐπὶ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· «Εἰπὲ ἵνα οι λίθοι οὗτοι ἄρτοι γένωνται. » Τοῦτο, ὡς εἴρηται, οὐκ ἐφ' ἡμῖν. Συνδυασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου λογισμοῦ παρὰ τοῦ ἐχθροῦ· οἷον μετ' αὐτοῦ μελέτη καὶ ὁμιλία ὑπὲρ τῇ προαιρέσει ἡμῶν. Πάθος δέ ἐστιν ἡ ἀπὸ τοῦ συνδυασμοῦ ἕξις γινομένη παρὰ τοῦ ἐχθροῦ ὑποβαλλομένου πάθους· καὶ οἷον ἡ συνοχὴ, μελέτη, καὶ φαντασία. Πάλη δέ ἐστιν ἡ ἀντίστασις, ἢ πρὸς ἀναίρεσιν τοῦ λογισμοῦ τοῦ πάθους, ἢ πρὸς συγκατάθεσιν, καθώς φησιν ὁ Ἀπόστολος· « Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις. » Συγκατάθεσις δὲ ἡ κατάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ. Ἐνέργεια δὲ ἡ αὐτὴ πρᾶξις. Ἀναιρεῖται δὲ ὑπὸ μὲν τῆς ἐγκρατείας ἡ γαστριμαργία, ὑπὸ δὲ τοῦ θείου πόθου καὶ τῆς τῶν μελλόντων ἐφέσεως ἡ πορνεία· ὑπὸ δὲ τῆς συμπαθείας τῆς πρὸς τοὺς πένητας ἡ φιλαργυρία· ὑπὸ δὲ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάντας ἀγάπης ἡ ὀργή· ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς ἡ κοσμικὴ λύπη· ὑπὸ δὲ τῆς ὑπομονῆς, καὶ καρτερίας, καὶ τῆς πρὸς Θεὸν εὐχαριστίας, ἡ ἀκηδία· ὑπὸ δὲ τῆς κρυπτῆς τῶν ἀρετῶν ἐργασίας, καὶ τῆς συνεχοῦς προσευχῆς ἡ κενοδοξία· ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ, ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ' ἡγεῖσθαι ἑαυτὸν ἔσχατον πάντων, ἡ ὑπερηφανία. Τούτων οὖν τῶν εἰρημένων παθῶν ὁ νοῦς ἐλευθερωθεὶς, καὶ πρὸς Θεὸν ἀνυψωθεὶς, ἀπεντεῦθεν ζῇ τὴν μακαρίαν ζωὴν, τὴν ἀρραβῶνα δεχόμενος τοῦ Πνεύματος· καὶ
ble is among the things not in our power; but that they linger, or stir up passions, or do not stir them up, is likewise among the things in our power. Now provocation is one thing, and coupling another, and passion another, and wrestling another, and assent another, and action another. And provocation is the suggestion of the enemy that simply occurs: such as, Do this, or that; as in the case of our Christ and God: "Command that these stones become loaves of bread." This, as has been said, is not in our power. And coupling is the acceptance of the thought suggested by the enemy: such as meditation and conversation with it over our free choice. And passion is the habit arising from the coupling of the passion suggested by the enemy: and as it were the holding fast, meditation, and imagination. And wrestling is the resistance, either towards the destruction of the thought of the passion, or towards assent, even as the Apostle says: "The flesh desires against the spirit, and the spirit against the flesh. And these are opposed to one another." And assent is the inclining towards the passion of the thought. And action is the deed itself. Now gluttony is destroyed by self-control, and fornication by divine longing and the craving for the things to come; love of money by sympathy towards the poor; anger by goodness and love towards all; worldly grief by spiritual joy; listlessness by patience, and steadfastness, and thanksgiving towards God; vainglory by the hidden practice of the virtues, and continual prayer; pride by not judging anyone, or despising him, like the boastful Pharisee, but accounting oneself last of all. The mind, therefore, having been freed from these aforesaid passions, and lifted up towards God, lives from here onwards the blessed life, receiving the pledge of the Spirit; and
Διάθεσις τῶν παθῶν.
Disposition of the passions.
Τῶν παθῶν τὰ μὲν ἔστι σωματικὰ, τὰ δὲ ψυχικά. Καὶ σωματικὰ μὲν λέγομεν γαστριμαργίαν, πορνείαν, μέθην, ἀσέλγειαν· ψυχικὰ δὲ μῖσος πρὸς τὸν πλησίον, φθόνος, ἔρις, κενοδοξία, ὑπερηφανία. Ταῦτα δὲ ἐνεργοῦσιν εἰς τὴν ἡμετέραν ψυχὴν, ἀπούσης ἀγάπης καὶ ἐγκρατείας· παρούσης δὲ ἀγάπης καὶ ἐγκρατείας, ταῦτα πάντα ἐξαφανίζονται, τὰ μὲν ὑπὸ ἀγάπης πνευματικῆς, τὰ δὲ ὑπὸ νηστείας καὶ ἐγκρατείας. Τότε γὰρ ὁ νοῦς καὶ τὸ οἰκεῖον φῶς ἀπολαμβάνει καὶ τὸν Θεὸν ἀπαρεμποδίστως ὁρᾷ.
Of the passions some are bodily, and others belong to the soul. And bodily we call gluttony, fornication, drunkenness, licentiousness; and belonging to the soul, hatred towards one's neighbour, envy, strife, vainglory, pride. And these work in our soul when love and self-control are absent; but when love and self-control are present, all these vanish away, some by spiritual love, and others by fasting and self-control. For then the mind both recovers its own light and beholds God without hindrance.
Περὶ τῆς τοῦ Θεοῦ προνοίας.
Concerning the providence of God.
Πάντα ἐκ τοῦ Θεοῦ, καὶ τὰ ἀγαθὰ, καὶ τὰ λυπηρὰ καὶ τὰ ἀνάξια· ἀλλὰ τὰ μὲν εὐδοκίᾳ, τὰ δὲ οἰκονομίᾳ, τὰ δὲ παραχωρήσει. Καὶ τὰ κατ' εὐδοκίαν, ὅτε κατ' ἀρετὴν πολιτευώμεθα· βούλεται γὰρ ἡμᾶς ὁ Θεὸς ἀναμαρτήτους διάγειν, καὶ μετὰ τῆς εὐσεβείας, καὶ ἀρετῆς πολιτεύεσθαι. Κατ' οἰκονομίαν δὲ, ὅταν σφαλλόμενοι καὶ ἁμαρτάνοντες παιδευώμεθα. Κατὰ παραχώρησιν δὲ, ὅταν παιδευόμενοι μὴ ἐπιστρέφωμεν·
All things are from God, both the good things, and the painful things and the unworthy things; but some are by good pleasure, others by dispensation, and others by permission. And the things according to good pleasure are when we conduct our life according to virtue; for God wills us to live without sin, and to conduct our life with piety and virtue. And according to dispensation, when stumbling and sinning we are chastened. And according to permission, when being chastened we do not turn back;
Notes, col. 1400

On the reading

Printed οι, for οἱ.

Printed τὴν ἀρραβῶνα, for τὸν ἀρραβῶνα.

PG 28:1401Read from the page
εὐδόκησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον σωθῆναι, καθὼς καὶ οἱ ἄγγελοι ἐβόων λέγοντες· « Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ εἰρήνη ἐπὶ γῆς ἐν ἀνθρώποις εὐδοκίας. » Οἰκονομικῶς δὲ πάλιν παιδεύει ἡμᾶς ἁμαρτάνοντας, « ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, » ὥς φησιν ὁ Ἀπόστολος· « Κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα. Οὐκ ἔστι κακία ἐν πόλει, ἣν ὁ Κύριος οὐκ ἐποίησε· » τουτέστι λοιμοὺς, λιμοὺς, νόσους, καὶ σφαγὰς πολέμων. Ταῦτα γὰρ πάντα τῆς ἁμαρτίας ἐστὶν ἀναιρετικά. Παραχωρεῖ δὲ καὶ τελείως ἐγκαταλιμπάνει τοὺς μὴ θέλοντας ἢ ἀναμαρτήτως διάγειν, ἢ παιδευομένους μὴ ἐπιστρέφειν, ἀλλ' ἔτι τῇ κακίᾳ ἐμμένειν, καθὼς γέγραπται, ὅτι « Τετύφλωκεν ὁ Θεὸς αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν· » καί· « Παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα· » τουτέστιν, εἴασε διὰ τὸ αὐτεξούσιον· καί « Σκληρύνων σκληρυνῶ τὴν καρδίαν Φαραώ· » τουτέστι, παραχωρήσω σκληρυνθῆναι διὰ τὴν ἀπάθειαν αὐτοῦ.
for God was well pleased that man should be saved, even as the angels also cried out saying: "Glory in the highest to God, and on earth peace among men of good pleasure." And by way of dispensation again He chastens us when we sin, "that we may not be condemned with the world," as the Apostle says: "But when we are judged, we are chastened by the Lord. Is there evil in a city which the Lord has not wrought?" that is, pestilences, famines, diseases, and slaughters of wars. For all these things are destructive of sin. And He permits and completely forsakes those who are not willing either to live without sin, or when chastened are not willing to turn back, but still abide in wickedness, even as it is written, that "God has blinded their eyes, and hardened their heart"; and: "He gave them over to a reprobate mind to do the things that are not fitting"; that is, He left them on account of their free will; and "Hardening I will harden the heart of Pharaoh"; that is, I will permit it to be hardened on account of his insensibility.
Περὶ τῆς αὐτεξουσιότητος ἡμῶν.
Concerning our free will.
Ὁ Θεὸς τὸν ἄνθρωπον αὐτεξούσιον ἔπλασε, λόγῳ καὶ σοφίᾳ τιμηθέντα, πρὸ ὀφθαλμῶν αὐτοῦ θεὶς τὴν ζωήν καὶ τὸν θάνατον· ἵνα, εἰ μὲν θελήσει τῇ αὐτεξουσιότητι τῆς ζωῆς παραθήσῃ, ζήσῃ εἰς τὸν αἰῶνα· εἰ δὲ ἀπὸ κακῆς προαιρέσεως παραθήσει τὴν ὁδὸν τοῦ θανάτου, αιωνίως κολάζηται. Τὰ γὰρ τῆς φύσεως ἀμετάβλητα οὔτε τιμωριῶν οὔτε τιμῆς ἄξια. Οὐδεὶς γὰρ ἐνεκλήθη ποτὲ τὸ εἶναι λευκὸς, ἢ μέλας, ἢ τὸ εἶναι μακρὸς, ἢ μικρός· οὐ γὰρ τῆς ἡμετέρας εἰσὶ προαιρέσεως. Τῶν γὰρ τῆς προαιρέσεως καὶ αἱ κολάσεις εἰσὶ καὶ αἱ τιμαί. Ἀμφοτέρων οὖν χρεία, καὶ τῆς ἡμετέρας βουλῆς καὶ θελήσεως, καὶ τῆς τοῦ Θεοῦ συνεργείας καὶ ἀντιλήψεως· ἑτέρου γὰρ λείποντος, ἀργεῖ καὶ τὸ ἕτερον. Προέγνω γὰρ ὁ Θεὸς, καὶ προώρισε, καὶ ἐκάλεσεν, ἀλλὰ τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας, καθώς φησιν ὁ Ἀπόστολος, τουτέστι κατὰ θέλησιν καὶ βούλησιν· τοὺς γὰρ μὴ βουληθέντας εἴασε τῷ αὐτῶν πορεύεσθαι θελήματι. Οὐ γὰρ βιάζεται, οὐδὲ λυμαίνεται τὸ αὐτεξούσιον ἡμῶν· τῆς γὰρ ἐπ' ἄμφω ῥοπῆς, πρὸς ἀρετήν φημι καὶ κακίαν, τὸ αὐτεξούσιον ἐλάβομεν. Οὐδὲν τῶν παρὰ τοῦ Θεοῦ δοθέντων ἡμῖν εἰς χρῆσιν, κακόν· πάντα γὰρ ὅσα ἐκ τοῦ Θεοῦ καλὰ, καὶ λίαν καλά· ἡ παράχρησις μόνον κακόν· τοῦ γὰρ ἡμετέρου ἐστὶν αὐτεξουσίου. Διὸ οὐ τὰ βρώματα κακὸν, ἀλλ' ἡ γαστριμαργία· οὐδὲ παιδοποιία, ἀλλ' ἡ πορνεία· οὐδὲ μετάληψις τοῦ οἴνου, ἀλλ' ἡ μέθη· οὐδὲ τὰ χρήματα, ἀλλ' ἡ φιλαργυρία· οὐδὲ ἡ δόξα, ἀλλὰ ἡ κενοδοξία. Χρὴ οὖν πάντα ποιεῖν, ὥστε τὴν παράχρησιν φεύγειν, καὶ χρήσασθαι τοῖς παρὰ Θεοῦ δοθεῖσι δικαίως· οὕτω γὰρ ποιοῦντες, καὶ τῆς κακίας ἀνώτεροι γενησόμεθα, καὶ τῆς ἀρετῆς ἐντὸς εὑρεθῶμεν.
God formed man with free will, honoured with reason and wisdom, setting before his eyes life and death; so that, if on the one hand he should choose by his free will to cleave to life, he may live unto the age; but if on the other hand from an evil choice he should cleave to the way of death, he may be punished eternally. For the unchangeable things of nature are worthy neither of punishments nor of honour. For no one was ever accused for being white, or black, or for being tall, or short; for they do not belong to our choice. For both punishments and honours belong to the things of choice. There is need, therefore, of both: both of our counsel and will, and of the cooperation and help of God; for when the one is lacking, the other also is idle. For God foreknew, and predestined, and called, but those who are called according to purpose, even as the Apostle says, that is, according to will and counsel; for those who were not willing He left to walk by their own will. For He does not force, nor does He mar our free will; for we received free will with an inclination towards both, towards virtue, I mean, and wickedness. Nothing of the things given to us by God for use is evil; for all things whatsoever that are from God are good, and very good; the misuse alone is evil; for it belongs to our free will. Wherefore meats are not evil, but gluttony; nor childbearing, but fornication; nor partaking of wine, but drunkenness; nor possessions, but love of money; nor glory, but vainglory. One must therefore do all things so as to flee misuse, and use the things given by God righteously; for by doing thus, we shall both become superior to wickedness, and be found within virtue.
Συνήθεια σαφὴς καὶ σύντομος, καὶ διάγνωσις τῆς πίστεως ἡμῶν τῆς ἐν τῇ Τριάδι ἁγίᾳ.
A clear and concise rule, and discernment of our faith in the Holy Trinity.
Ὀφείλομεν πιστεύειν ὡς ἐβαπτίσθημεν· ἐβαπτίσθημεν δὲ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ,
We ought to believe even as we were baptized; and we were baptized into the name of the Father, and of the Son,
Notes, col. 1401

On the reading

Printed ζωήν, for ζωὴν.

Printed αιωνίως, for αἰωνίως.

PG 28:1404Read from the page
καὶ τοῦ ἁγίου Πνεύματος· εις μίαν οὐσίαν δηλονότι, καὶ θεότητα, καὶ μίαν βασιλείαν, καὶ ἀρχὴν, καὶ ἰσχύν· καὶ τρεῖς ὑποστάσεις, εἴτουν πρόσωπα, καὶ χαρακτῆρας, εἰ δὲ βούλει καλεῖν, καὶ ἰδιότητας. Ἄλλο γὰρ ὑποστάσεις, καὶ ἄλλο οὐσία. Οὐσίαν γὰρ καλοῦμεν τὸ κοινὸν τῶν τριῶν ὑποστάσεων· μιᾶς γὰρ φύσεως καὶ οὐσίας τὰ τρία πρόσωπα. Ὑπόστασιν δὲ καλοῦμεν φύσιν μετὰ χαρακτηριστικῶν ἰδιωμάτων· ἄλλος γὰρ ὁ Πατὴρ, καὶ ἄλλος ὁ Υἱὸς, καὶ ἄλλος τὸ Πνεῦμα τὸ ἅγιον· ὅπερ τέμνει τὰς ἰδιότητας μόνον, ἤγουν ὑποστάσεις, οὐ μὴν καὶ φύσιν. Οὐκ ἄλλο δὲ καὶ ἄλλο, ὅπερ τέμνει τὰς φύσεις· ἀλλὰ τῆς αὐτῆς φύσεως, καὶ τῆς αὐτῆς οὐσίας. Ἅμα γὰρ Πατὴρ καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα· ἀλλ' ὁ μὲν Πατὴρ καὶ ἀγέννητος, ὁ δὲ Υἱὸς καὶ γέννημα τοῦ Πατρὸς, ὡς ἐξ ἡλίου φῶς, καὶ ἐκ νοῦ λόγος· τὸ δὲ Πνεῦμα ἅγιον καὶ ἐκπόρευμα τοῦ Πατρός. Ἴδιον οὖν τοῦ Πατρὸς ἡ ἀγεννησία, καὶ τὸ καλεῖσθαι Πατήρ· ἴδιον τοῦ Υἱοῦ, τὸ καλεῖσθαι Υἱὸν, καὶ γεννᾶσθαι ἐκ τοῦ Πατρός· ἴδιον οὖν τοῦ Πνεύματος τὸ καλεῖσθαι Πνεῦμα ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Τῶν δὲ τριῶν προσώπων, εἴτουν ὑποστάσεων, μία φύσις, μία θέλησις, μία ἐνέργεια, μία ἀγαθότης, μία δύναμις, μία βούλησις. Διὰ τοῦτο καὶ ἕνα Θεὸν ὁμολογοῦμεν. Οὐ γὰρ κεχωρισμένοι εἰσὶν ἀπ' ἀλλήλων, ὥσπερ καὶ οἱ ἄνθρωποι, οὐδὲ τὰς γνώμας διάφοροι· ἀλλ' ἅμα Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα ἅγιον ἐν ἀλλήλοις ἀσυγχύτως καὶ ἀδιαιρέτως περιχωροῦσιν. Ἕκαστον δὲ πρόσωπον, ὡς εἴρηται, φυλάττει τὸ ἴδιον· τὸ μὲν τὴν πατρότητα, τὸ δὲ τὴν υἱότητα, τὸ δὲ τὴν ἐκπόρευσιν. Εἰ οὖν ἔροιτό σέ τις· Τί ἐστι Πατήρ; ἀποκρίθητι αὐτῷ· Ὅπερ ἐστὶν Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μένων Πατήρ. Εἰ δὲ λέγοι· Τί ἐστιν Υἱός; ἀποκρίθητι· Ὅπερ ἐστὶν ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, μένων Υἱός. Ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου· τοῦτο γάρ ἐστιν ὃ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, μένων Πνεῦμα. Ἡ ἰδιότης ἀκοινώνητος, καθώς φησιν ὁ μέγας ἐν θεολόγοις καὶ θεῖος Γρηγόριος. Πῶς γὰρ, φησὶν, ἰδιότης μείνῃ, κινουμένη, καὶ μεταπίπτουσα; Ἔστιν οὖν ἡ θεότης, εἰ δεῖ συντόμως εἰπεῖν, ἀμέριστος ἐν μεμερισμένοις, τὸ μὲν τῇ φύσει, τὸ δὲ ταῖς ὑποστάσεσιν· οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις. Ὅταν τοιγαροῦν πρὸς τὴν θεότητα τὴν ἐν μιᾷ φύσει βλέψωμεν, καὶ τὴν πρώτην αἰτίαν, καὶ τὴν μοναρχίαν, ἓν ἡμῖν τὸ φανταζόμενον· ὅταν δὲ πρὸς τὰς ἰδιότητας καὶ τὰ πρόσωπα ἐν οἷς ἡ θεότης, τρία τὰ προσκυνούμενα. Παραδείγματα δὲ προσκείσθω ἀμυδράν τινα εἰκόνα δηλοῦντα τοῦ τοσούτου πράγματος, τῆς θείας φημὶ φύσεως, κατὰ τὸν Θεόλογον Γρηγόριον· ὀφθαλμοῦ νόει μοι βλέψιν, καὶ ἀρχὴν ὕδατος, καὶ πηγὴν, καὶ ποταμόν· ταῦτα γὰρ οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέρῥηκται τῇ πρὸς ἄλληλα συναφείᾳ, κἂν δοκῇ ταῖς ἰδιότησι τέμνεσθαι· ἐνθυμοῦ καὶ ἥλιον, καὶ φῶς, καὶ ἀκτῖνα· νοῦν, καὶ λόγον, καὶ πνεῦμα τῷ λόγῳ συνεξιόν. Πλὴν κατὰ τὸν εἰπόντα· Πίστις ἡγείσθω, καὶ μὴ ἀπόδειξις, καὶ χρὴ πάντα ἄνθρωπον διὰ καθαρᾶς καὶ θεολαμποῦς πράξεως, ὁδηγῷ τῷ Πνεύματι χρώμενον, ἵνα φωτὶ καταλαμβάνηται φῶς, πιστεύειν τε εἰς Πατέρα, καὶ
and of the Holy Spirit; into one substance, clearly, and deity, and one kingdom, and rule, and strength; and three hypostases, that is to say persons, and characters, or if you wish to call them, properties as well. For hypostases are one thing, and substance another. For we call substance that which is common to the three hypostases; for the three persons are of one nature and substance. But hypostasis we call nature with characteristic properties; for the Father is one, and the Son is another, and the Holy Spirit is another; which divides the properties alone, that is, the hypostases, yet not the nature. Not one thing and another thing, which divides natures; but of the same nature, and of the same substance. For Father and Son and Holy Spirit are together; yet the Father is also unbegotten, while the Son is also the offspring of the Father, as light from sun, and word from mind; and the Holy Spirit is also the procession of the Father. Proper therefore to the Father is unbegottenness, and to be called Father; proper to the Son is to be called Son, and to be begotten from the Father; proper therefore to the Spirit is to be called Holy Spirit, and to proceed from the Father. And of the three persons, that is to say hypostases, there is one nature, one will, one operation, one goodness, one power, one counsel. On this account we also confess one God. For They are not separated from one another, just as men are, nor different in their judgements; but together Father, Son, and Holy Spirit mutually indwell one another without confusion and without division. And each person, as has been said, preserves what is proper to it: the one fatherhood, the other sonship, and the other procession. If therefore someone should ask you: What is the Father? answer him: That which the Son and the Holy Spirit are, while remaining Father. And if he should say: What is the Son? answer: That which the Father and the Spirit are, while remaining Son. Likewise also concerning the Holy Spirit: for He is that which the Father and the Son are, while remaining Spirit. The property is incommunicable, as the great and divine among theologians Gregory says. For how, says he, could a property remain, if it were moved and passed over? The deity therefore is, to speak concisely, undivided in things divided, the one by nature, the other in the hypostases; just as in three suns bordering upon one another, there is one blending of light. Whenever, accordingly, we look towards the deity which is in one nature, and the first cause, and the monarchy, what is presented to us is one; but whenever we look towards the properties and the persons in which the deity is, what are worshipped are three. And let examples be added showing some dim image of so great a matter, of the divine nature, I mean, according to Gregory the Theologian: consider for me the sight of an eye, and the source of water, and the spring, and the river; for these neither stand apart in time, nor are torn away from one another in their mutual continuity, even though they seem to be divided by their properties; call to mind also sun, and light, and ray; mind, and word, and spirit going forth together with the word. Nevertheless, according to him who said: Let faith lead, and not demonstration, every man ought also through pure and God-illumined action, using the Spirit as guide, so that by light light may be apprehended, both to believe in Father, and
Notes, col. 1404

On the reading

Printed εις, for εἰς.

PG 28:1405Read from the page
Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τὴν μίαν θεότητά τε καὶ δύναμιν ἐν τρισὶ γνωριζομένην καὶ προσκυνουμένην ταῖς ὑποστάσεσιν.
Son, and Holy Spirit, the one deity and power recognized and worshipped in three hypostases.
Ὅπως δεῖ πιστεύειν περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως.
How one ought to believe concerning the incarnation of the Lord.
Ὅτι αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ὁ ἀπερίγραπτος, ὁ ἀσώματος, ὁ μονογενὴς τοῦ Πατρὸς Υἱὸς, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς, καὶ τῆς ἀθανασίας, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως, τῇ βουλήσει τοῦ προανάρχου καὶ συναϊδίου αὐτοῦ Πατρὸς, καὶ τῇ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος, ἐκ τῶν παρθενικῶν αἱμάτων τῆς Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, ἐν τῇ οἰκείᾳ αὐτοῦ ὑποστάσει ἔπηξεν ἑαυτῷ σάρκα ἐμψυχωμένην, καὶ λογικὴν, καὶ ταύτην τῷ ἐννεαμηνιαίῳ χρόνῳ διεπλασμένην ἐξ αὐτῆς· ἐγεννήθη Θεὸς ἀνθρωπόμορφος, τουτέστι Θεὸς καὶ ἄνθρωπος ἐν μιᾷ ὑποστάσει δύο φύσεις ἐπιφερόμενος, ἀδιαιρέτως, καὶ ἀσυγχύτως, καὶ δύο θελήσεις, καὶ ἐνεργείας, θεϊκὰς ὁμοῦ καὶ ἀνθρωπικάς· ἤθελε γὰρ ὡς Θεὸς καὶ ἐνήργει, καὶ ἤθελεν ὡς ἄνθρωπος καὶ ἐνήργει· ἀλλὰ φυσικὴν θέλησιν, καὶ ἐνέργειαν, οὐ μὴ ἁμαρτητικήν. Ἀναμαρτήτως γὰρ προσελήφθη ἡ φύσις ἡ ἀνθρωπική· καὶ ἐξ αὐτῆς τῆς ἑνώσεως τῴ θελήματι ἡνώθησαν. Ὅπερ ἐβούλετο τὸ θεῖον θέλημα, τοῦτο καὶ τὸ τῆς προσλήψεως. Ἀλλὰ θέλημα λέγομεν καὶ ἐνέργειαν τὰ φυσικά· οἷον, ἤθελε φαγεῖν, ἤθελε πιεῖν, ἤθελε περιπατῆσαι· καὶ ταῦτα ἐνήργει, καὶ ἤθελεν. Ἀλλὰ ταῦτα ἐποίει τῆς θείας φύσεως παραχωρούσης, οὐ μὴν κατηναγκασμένως, ὥσπερ ἡμεῖς· ἀλλὰ καὶ τὸ κοπιᾷν, καὶ τὸ ἀγωνιᾷν, καὶ τὸ αἰτεῖν τὸν Πατέρα παρελθεῖν τὸ ποτήριον, καὶ τοῦτο τοῦ φυσικοῦ θελήματος. Ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν δύο φύσεις ὁμολογοῦμεν ἐπὶ Χριστοῦ, θελητικὰς, καὶ ἐνεργητικάς. Ὅπου γὰρ φύσις λογικὴ, ἐκεῖ καὶ θέλησις καὶ ἐνέργεια. Φυσικὰς δὲ δύο θελήσεις, γνώμην δὲ μίαν· οἰκονομούσης γὰρ τῆς θεότητος, ἑπομένης δὲ τῆς ἀνθρωπότητος, καὶ παραχωρούσης αὐτῇ ἐνεργεῖν τὰ ἀμφότερα.
That the Word of God Himself, the uncircumscribed, the bodiless, the only-begotten Son of the Father, the light from light, the fountain of life and of immortality, the radiance of glory, the express image of His hypostasis, by the counsel of His Father Who is before all beginning and co-eternal with Him, and by the co-operation of the Holy Spirit, from the virginal blood of the Mother of God and ever-virgin Mary, in His own hypostasis compacted for Himself flesh endowed with a soul and rational, after this too had been formed from her during the nine months' time; He was born God in human form, that is, God and man bearing two natures in one hypostasis, without division and without confusion, and two wills and operations, divine at once and human; for He willed as God and operated, and He willed as man and operated; yet a natural will and operation, by no means a sinful one. For human nature was assumed sinlessly; and from the union itself they were united in will. Whatever the divine will counselled, this the will of the assumed nature willed also. But we call natural things will and operation: as for instance, He willed to eat, He willed to drink, He willed to walk; and these things He operated, and willed. Yet He did these things by the permission of the divine nature, not however by compulsion, just as we do; moreover, both growing weary, and being in agony, and asking the Father that the cup might pass by, this too belonged to the natural will. Yet even after the resurrection and the sitting at the right hand of the Father we confess two natures in Christ, capable of willing and capable of operating. For where there is a rational nature, there also are will and operation. And we confess two natural wills, but one judgement; for the deity directs by economy, while the humanity follows, and yields to it to operate both.
Περὶ διαφορᾶς ἀρετῶν.
Concerning the difference of virtues.
Ἐλάβομεν ἐντολὰς παρὰ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, τὰς ἀπεντεῦθεν θεουργούσας, καὶ ποιούσας ἡμᾶς ἀναμαρτήτους διάγειν, καὶ ὡς ἀγγέλους ἀναστρέφεσθαι μετὰ τῶν ἀνθρώπων· οἷον τὴν μετάνοιαν, τὴν ταπεινοφροσύνην καὶ τὸ διηνεκὲς πένθος, τὴν πρὸς αὐτὸν ἀγάπην τὴν ἐξ ὅλης καρδίας ἐγγινομένην, καὶ τὴν πρὸς τὸν πλησίον διάθεσιν, τὴν καθαρὰν προσευχὴν, καὶ τὴν ἑαυτῶν ἀπάρνησιν, καὶ τὸ δι' ὅλου πρὸ ὀφθαλμῶν ἔχειν τὸν ὑπὲρ αὐτοῦ θάνατον, καὶ ἐν τῷ φωτὶ αὐτοῦ ἀδιαλείπτως πορεύεσθαι, καὶ τὸ ἔχειν ἑαυτὸν ὑπὸ πάσης κτίσεως, καὶ δέεσθαι αὐτοῦ διηνεκῶς. Ταύτας γὰρ τὰς θείας ἐντολὰς ὁ μετὰ πίστεως ἐργαζόμενος, Θεοῦ υἱὸς γίνεται, καὶ υἱὸς φωτὸς καὶ κληρονόμος Θεοῦ, καὶ συγκληρονόμος Χριστοῦ, καὶ σύμμορφος τῆς εἰκόνος αὐτοῦ καὶ σύμφυτος, καὶ συντόμως καὶ ἁπλῶς εἰπεῖν, θέσει κατὰ χάριν Θεός. Εἰσὶ δὲ ἕτεραι ἐντολαὶ τοῦ Χριστοῦ, αἱ ἄφεσιν μὲν προξενοῦσαι, οὐ μὴν δὲ καὶ τελειότητος ἀξιοῦσαι· οἷον
We have received commandments from our Christ and God, which from henceforth deify us, and make us live sinlessly, and conduct ourselves like angels among men: such as repentance, humility and continual mourning, love towards Him arising from the whole heart, and kindly disposition towards one's neighbour, pure prayer, and denial of ourselves, and having throughout before our eyes death for His sake, and walking unceasingly in His light, and holding oneself beneath all creation, and entreating Him continually. For he who works these divine commandments with faith becomes a son of God, and a son of light and an heir of God, and a fellow-heir of Christ, and conformed to His image and planted together with Him, and, to speak concisely and simply, God by adoption according to grace. And there are other commandments of Christ, which procure forgiveness indeed, yet do not count one worthy of perfection; such as
Notes, col. 1405

On the reading

Printed 1403, for 1405.

Printed τῴ, for τῷ.

PG 28:1408Read from the page
το ομολογειν και εξαγορεύειν τὰ οἰκεῖα ἁμαρτήματα, τὸ μὴ κρίνειν, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια, τὸ ἐλεεῖν ἐκ τῶν ὑπαρχόντων, τὸ φέρειν γενναίως καὶ μετ' εὐχαριστίας τὰ ἐπερχόμενα λυπηρὰ, τὸ ὁμολογεῖν δωρεὰν καὶ χάριτι σώζεσθαι. Εἰ μὲν οὖν τὰς πρώτας καὶ θεουργούσας ἐντολάς τις ἐργάζεται, ἀπεντεῦθεν λαμβάνει τὸν ἀῤῥαβῶνα τοῦ ἁγίου Πνεύματος· ει δὲ μὴ, κἂν τὰς δευτέρας μετ' ἐπιμελείας ἐργαζέσθω, ὅπως τύχῃ τῆς τῶν πλημμεληθέντων αὐτῷ συγχωρήσεως. Εἰ δ' ἀμφοτέρων ἐκπέσῃ, ἀχρεῖος οὗτος ἀνὴρ, καὶ ἄθλιος, καὶ ταλαίπωρος· καὶ προσδοκάτω τὴν ἀποκειμένην κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
confessing and declaring one's own sins, not judging, not busying oneself with the affairs of others, giving alms out of one's possessions, bearing nobly and with thanksgiving the distressing things that befall one, confessing that one is saved freely and by grace. If therefore someone works the first and deifying commandments, from henceforth he receives the earnest of the Holy Spirit; but if not, let him at least work the second with diligence, so that he may obtain forgiveness of the offences committed by him. But if he falls short of both, useless is this man, and wretched, and miserable; and let him expect the punishment laid up for the devil and his angels.
Διάκρισις τῆς τῶν πραγμάτων φύσεως
Discernment of the nature of things
Τῶν πραγμάτων τὰ μέν εἰσι κυρίως καλὰ, τὰ δὲ κυρίως κακὰ, τὰ δὲ μέσα· καὶ κυρίως μὲν καλὰ, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη· κυρίως δὲ κακὰ, ἀφροσύνη, δειλία, ἀκολασία, ἀδικία· μέσα δὲ, πλοῦτος, πενία, δόξα, ἀδοξία, ὑγίεια, νόσος, πολυμαθία, ἀμαθία. Μέσα δὲ λέγονται διὰ τὸ καθ' ἑαυτὰ μήτε κυρίως καλὰ εἶναι, μήτε κυρίως κακά· ἀλλὰ παρὰ τῇ χρήσει τῶν χρωμένων ἢ τοῦτο ἢ ἐκεῖνο γινόμενα· οἷον ὁ πλοῦτος καλὸς μὲν εἰς ἐλεημοσύνην διδόμενος, κακὸς δὲ πρὸς ἡδονὰς δαπανώμενος. Ὡσαύτως καὶ ἡ πενία καλὴ μὲν καρτερίαν, καὶ εὐχαριστίαν, καὶ ἐλευθερίαν ἡμᾶς διδάσκουσα· κακὴ δὲ βλασφημίαν, καὶ ἀνελευθερίαν ἐκ τοῦ μὴ καρτερεῖν ἡμᾶς ἀποτίκτουσα. Καλὴ δὲ καὶ ἡ δόξα, ὅταν ταπεινοφροσύνην ἡμᾶς ἐκδιδάσκῃ, καὶ τῆς μελλούσης δόξης ἔφεσιν· κακὴ δὲ, ὅταν δουλοπρέπειαν, καὶ διὰ φόβον ἀνθρώπινον πάντα ποιεῖν ἀναπείθῃ. Ὡσαύτως καλὴ μὲν καὶ ὑγίεια, ὅταν εἰς εὐαρέστησιν τοῦ Θεοῦ καὶ ἐργασίαν τῶν αὐτοῦ ἐντολῶν χρώμεθα· κακὴ δὲ, ὅταν πρὸς ἀκολασίαν καὶ ἀδικίαν. Ὁμοίως καὶ ἡ νόσος, ὅταν εὐχαριστῶμεν καὶ συνεργῷ ταύτῃ χρώμεθα, καλή· κακὴ δὲ, ὅταν πρὸς ἀχαριστίαν, καὶ βλασφημίαν, καὶ ὀργὴν ἡμᾶς συνελαύνῃ. Καλὴ καὶ ἡ πολυμαθία, ὅταν πρὸς διδασκαλίαν καὶ βοήθειαν τοῖς ἀδικουμένοις ταύτῃ χρώμεθα· κακὴ δὲ, ὅταν πρὸς κενοδοξίαν, καὶ συνηγορίαν τῆς ἀδικίας. Καλὴ καὶ ἀμαθία, ὅταν παρασκευάζῃ ἡμᾶς ὑποτάσσεσθαι τοῖς εἰδόσι, καὶ παρ' αὐτῶν πορίζεσθαι τὴν ὠφέλειαν· κακὴ δὲ, ὅταν πείθῃ ἡμᾶς τῇ οἰκείᾳ στοιχεῖν ἀμαθίᾳ, καὶ μὴ τοῖς κρείττοσιν ἕπεσθαι. Ὡσαύτως καὶ τὰ λοιπὰ πάντα, οἷον εὐγένεια καὶ δυσγένεια, εὐμορφία καὶ ἀμορφία, καλλιφωνία καὶ κακοφωνία, ἰσχὺς καὶ ἀδυναμία, ταχύτης καὶ βραδύτης, τέχνη καὶ ἀτεχνία, καὶ πρὸς διακονίας ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης. Ταῦτα πάντα, ὡς εἴρηται, τῶν μέσων εἰσί· καὶ ὁ καλῶς τούτοις χρώμενος οὐδὲν παρὰ τούτων βλαβήσεται, ὡς ὁ μακάριος Ἰώβ. Εἰς ἀμφότερα γὰρ ἐξετασθεὶς, εὐδόκιμος ἀνεφάνη καὶ ἀκαταγώνιστος, καὶ διὰ πάντα εὐηρέστησε τῷ Θεῷ. Ὥστε οὐ δεῖ τὰ πράγματα αἰτιᾶσθαι· οὐδὲν γὰρ τῶν παρὰ Θεοῦ δοθέντων κακὸν, ἀλλὰ παρὰ τὴν ἐσφαλμένην ἡμῶν καὶ ἐθελόδουλον προαίρεσιν, καὶ τὴν ἐθελοβλέπουσαν περὶ ταῦτα τῆς ψυχῆς ἡμῶν διάκρισιν, ἥτις αὐτεξουσίως πρὸς τὴν παράχρησιν τούτων ἐξολισθαίνει ἐξ οἰκείας φιληδονίας, καὶ τῆς τοῦ Θεοῦ καὶ τῆς αὐτοῦ βασιλείας καταφρονῶν.
Of things, some are properly good, some are properly evil, and some are intermediate: and properly good are prudence, courage, temperance, justice; properly evil are folly, cowardice, intemperance, injustice; and intermediate are wealth, poverty, glory, ingloriousness, health, sickness, much learning, ignorance. And they are called intermediate because of themselves they are neither properly good nor properly evil, but become either the one or the other according to the use of those who use them: as for instance, wealth is good indeed when given for almsgiving, but evil when spent on pleasures. Likewise poverty also is good indeed when it teaches us endurance, and thanksgiving, and freedom; but evil when it brings forth blasphemy and servility from our not enduring. And glory too is good, when it thoroughly teaches us humility, and desire for the glory to come; but evil, when it persuades us to servility, and to do all things out of human fear. Likewise health too is good indeed, when we use it for pleasing God and working His commandments; but evil, when for intemperance and injustice. Similarly sickness also, when we give thanks and use it as a fellow-worker, is good; but evil, when it drives us to ingratitude, and blasphemy, and anger. Good also is much learning, when we use it for teaching and helping those who are wronged; but evil, when for vainglory, and advocacy of injustice. Good also is ignorance, when it prepares us to submit to those who know, and to procure benefit from them; but evil, when it persuades us to walk in our own ignorance, and not to follow our betters. Likewise also all the rest, such as high birth and low birth, beauty and ugliness, fine voice and harsh voice, strength and weakness, swiftness and slowness, skill and unskilfulness, and fitness and unfitness for ministries. All these, as has been said, belong to the intermediate things; and he who uses them well will be harmed in nothing by them, like the blessed Job. For having been tested in both, he was shown to be approved and unconquerable, and through all things was well-pleasing to God. So that one ought not to blame the things themselves; for nothing of the things given by God is evil, save through our erring and willfully enslaved choice, and the willfully blind discernment of our soul concerning these things, which of its own free will slips into the misuse of them out of its own love of pleasure, despising both the will of God and His kingdom.
Notes, col. 1408

On the reading

Printed το, for τὸ.

Printed ομολογειν, for ὁμολογεῖν.

Printed και, for καὶ.

Printed εξαγορεύειν, for ἐξαγορεύειν.

Printed ει, for εἰ.

Printed καταφρονῶν, for καταφρονοῦσα.