Migne Reading Room

PG 28 · cols. 1349–1360 · Read from the page

Twenty Discourses against Various Heresies

Twenty Discourses against Various Heresies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:1349Read from the page
πρόβατον ἐξ ἀνδρὸς μεταβέβληται· ἀλλὰ καθάπερ πρόβατον ἐξ ἀνδρὸς ἀληθῶς ἐνεδύσατο, οὐ φύσεως ἀνάγκῃ ἀκουσίῳ, ἀλλὰ προαιρέσεως γνώμῃ καὶ εὐδοκίᾳ μόνον.
has been changed from a man into a sheep; rather, just as from a man he truly clothed himself with a sheep, not by an involuntary necessity of nature, but by purpose of deliberate choice and good pleasure alone.
IV. Πρὸς τοὺς λέγοντας μίαν φύσιν ἐπὶ Χριστοῦ.
IV. Against those who say there is one nature in Christ.
Πῶς οὖν τολμῶσί τινες, μετὰ τὸ δειχθῆναι δύο τὸν Λόγον καὶ τὴν σάρκα, τῶν δύο φύσεων ἐκβάλλειν τὴν σύνοδον; πάσαις μαχόμενοι ταῖς ἁγίαις Γραφαῖς, πᾶσαν ὕβριν ἐπάγοντες τῇ ἀνυβρίστῳ φύσει, παντὶ φθονοῦντες τῷ γένει τῶν ἀνθρώπων περὶ τῆς θείας ἐνανθρωπήσεως· ἅπασαν προφητείαν ταύτης ἐκβάλλουσιν, οἱ τὸ διπλοῦν τῶν φύσεων ἀθετοῦντες. Πάντα ὅσα ταπεινότερον εἴρηται τῇ φύσει δεχόμενα τῆς σαρκὸς, τηρεῖ τοῦ Λόγου τὴν δόξαν ἀκέραιον· ταύτης ἐκβαλλομένης, ἀνάγκη πάντα συνδραμεῖν εἰς τὸν Λόγον. Πᾶσα τοῖς ἀνθ⟨…⟩ώποις ἐλπὶς καὶ παῤῥησία διὰ τῆς τοῦ Λόγου πρὸς τὴν ἀπαρχὴν ἡμῶν ἑνώσεως. Οἱ δὲ τὸν Λόγον φάσκοντες εἰς σάρκα τετράφθαι, τὸ καύχημα τοῦ γένους ἐκένωσαν, καὶ τὰς λαμπρὰς ἡμῶν ἐλπίδας ἀβεβαίους ἀπέφηναν. Οὐκ ἔτι σεμνύνεται Ἀβραὰμ, οὐκ ἔτι ἀγάλλεται Δαβίδ· ψευδεῖς αἱ πρὸς αὐτὸν ὑποσχέσεις, εἴπερ οὐκ ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ τὸ κατὰ σάρκα ἀνίσταται ὁ Χριστός· ἀλλ' ὁ Θεὸς Λόγος, αὐτὸς ἑαυτὸν σάρκα ποιήσας, τὴν ἐπιδημίαν ἐχαρίσατο. Πῶς οὖν οὐκ αἰσχύνονται καὶ Γραφαῖς θείαις πολεμοῦντες, καὶ ἀνθρώποις φθονοῦντες, καὶ Θεὸν ὡς παθητὸν βλασφημοῦντες, καὶ ψευδεῖς αὐτοῦ ἐπαγγελίας μηνύοντες, μᾶλλον δὲ οὐ ψευδεῖς μόνον, ἀλλὰ καὶ ἐπιορκίαν τοῦ ἀψευδοῦς Θεοῦ καταχέοντες; ‹ Ὤμοσε γὰρ, φησὶ, Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ. › Μηδὲν οὖν ἐκ τῆς οὐσίας τοῦ Δαβὶδ δεδωκότος, ἀλλ' ἐκ τοῦ Λόγου καινοτομηθείσης σαρκὸς, καὶ μία φύσις ἐν τῷ Δεσπότῃ Χριστῷ, καὶ δεῖ πάντως αὐτὸν νοεῖν ἢ Κύριον τοῦ Δαβὶδ ἢ υἱόν· τὰ γὰρ δύο ἡ μία φύσις οὐκ ἐπιδέχεται. Εἰ Θεὸς μόνον, οὐ κυρίως Υἱός· οὐ γὰρ ἀρχὴν τοῦ εἶναι ἐξ αὐτοῦ λαμβάνει· οὐδὲ γνήσιος υἱὸς, ὁ μηδὲν ἔχων ἐκ τῆς οὐσίας τοῦ λεγομένου πατρός.
How then do some dare, after the Word and the flesh have been shown to be two, to cast out the coming together of the two natures, fighting against all the Holy Scriptures, bringing every insult upon the nature that is above insult, begrudging the whole race of men concerning the divine incarnation? Those who reject the duality of the natures cast out all prophecy of it. All the things that have been spoken more lowly, when received by the nature of the flesh, keep the glory of the Word unharmed; if this nature is cast out, of necessity all things run together upon the Word. Every hope and boldness for men comes through the union of the Word with our first-fruits. But those who allege that the Word has been turned into flesh have emptied the boast of our race, and have rendered our bright hopes insecure. No longer does Abraham glory, no longer does David exult; false are the promises made to him, if indeed Christ is not raised up according to the flesh from the fruit of his loins, but God the Word, having Himself made Himself flesh, granted His sojourn. How then are they not ashamed, both warring against the divine Scriptures, and begrudging men, and blaspheming God as passible, and declaring His promises false—nay rather, not only false, but even pouring perjury upon the God Who cannot lie? For the Lord swore truth unto David, it says, and He will by no means annul it: of the fruit of his loins to set upon his throne (Ps. 131:11). If David, then, gave nothing from his substance, but the flesh was newly fabricated out of the Word, both there is one nature in Christ the Master, and one must by all means understand Him to be either Lord of David or son; for the one nature does not admit of both. If He is God only, He is not properly a Son; for He does not take the beginning of His being from him; nor is he a genuine son who has nothing from the substance of him who is called his father.
V. Πρὸς τοὺς λέγοντας, ὅτι τὸ ὁμολογεῖν φύσιν τὴν σάρκα, τετράδα ἐστὶν ἀντὶ Τριάδος κηρύττειν.
V. Against those who say that to confess the flesh as a nature is to proclaim a quaternity instead of a Trinity.
Πάλιν τὴν αὐτὴν κακουργίαν ἐν ἑτέροις ῥήμασι παρὰ τῶν ἐναντίων προβαλλομένην ὁρῶ. Ἄνω γὰρ ἁπλῶς εἰπόντες, δύο Υἱοὺς εἰσάγειν τοὺς ἐν ἑνὶ τὰ δύο νοοῦντας, μορφὴν Θεοῦ καὶ μορφὴν δούλου, πάλιν ἐν-
Again I see the same malice put forward in other words by our opponents. For having said above simply that those who understand the two in one, the form of God and the form of a servant, introduce two Sons, again in-
PG 28:1352Read from the page
ταῦθα τετράδα κηρύσσειν συκοφαντοῦσι τοὺς φύσει τὴν σάρκα ἀνειλῆφθαι πιστεύοντας. Τοῦτο δὲ λέγουσι μὲν ἐπ' ἐξουσίας, οὐκ ἔκ τινος ἀκολουθίας· προφέρουσι δὲ οὐ τοσοῦτον ἡμῖν, ὅσον τοῖς ἁγίοις πᾶσι, τοῖς τοιαῦτα διὰ τῆς πνευματικῆς κηρύξασι χάριτος, παρ' ὧν ἡμεῖς φωτισθέντες, τὴν μὲν ἀνόθευτον ὁμολογίαν ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐδιδάχθημεν, τὴν δὲ τῆς ἐνανθρωπήσεως οἰκονομίαν ἐκ δύο φύσεων ἐγνωρίσαμεν. Ἀλλ' οἱ βουλόμενοι πάντα ταπεινὰ φέρειν εἰς αὐτὴν τοῦ Υἱοῦ θεότητα, παραγράφονται τῆς σαρκὸς τὴν φύσιν· ἵνα τὰ πάθη ταύτης ἐξ ἀνάγκης ἐπιγραφῇ τῷ Θεῷ Λόγῳ, τραπέντι μὲν πρότερον εἰς σάρκα, παθόντι δὲ αὖθις τὰ τῆς σαρκός. Καὶ τούτου χάριν ἔγκλημα τοῖς πιστοῖς ἐπισείουσιν, αὐθεντίᾳ μόνῃ τὰ δοκοῦντα κατασκευάζοντες. Εἰ μὲν γὰρ ἐλέγομεν τῆς οὐσίας τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος εἶναι τὴν σάρκα, καλῶς τετράδα ὠνόμαζον, ὡς τῆς αὐτῆς οὐσίας ἐν τέταρσι προσώποις θεωρουμένης· εἰ δὲ λέγομεν, ὅπερ ἐστὶν, ὁμοούσιον μὲν τῷ Πατρὶ τὸν Υἱὸν, ὁμοούσιον δὲ τὸ Πνεῦμα τὸ ἅγιον· εἰληφέναι δὲ τὴν σάρκα εἰς ἐκπλήρωσιν οἰκονομίας, οὐκ εἰς αὔξησιν οὐσίας· πῶς ἀριθμοῦ προσθήκην ἐργάζονται, τῆς σαρκὸς τὴν φύσιν τοσοῦτον παρηλλαγμένην, ὡς ἕτερον πρόσωπον ἐπεισάγοντες ὁμοούσιον; καὶ τοῦτο οὐ καθ' ἑαυτὴν αὐτῆς θεωρουμένης, ἀλλ' ἐν ἀχωρίστῳ συναφείᾳ πρὸς τὸν Θεὸν Λόγον γνωριζομένης· ὥστε μηκέτι κεχωρισμένην αὐτὴν ὁρᾶσθαι, μήτε ὡς ὁμοούσιον τῷ ἴσῳ τρόπῳ συναριθμεῖσθαι. Ὁ μὲν οὖν ἡμέτερος λόγος καὶ τὴν ἐνανθρώπησιν ὁμολογεῖ, καὶ τετράδα, καθώς φησιν, οὐ ποιεῖ, καὶ φυλάττει τῷ Λόγῳ τὸ ἀπαθὲς, καὶ πρὸς πάσας συμφωνεῖ τὰς ἁγίας Γραφάς· ἡ δὲ τῶν ἐναντίων νομοθεσία καὶ τοῖς γεγραμμένοις ἀπ' ἀρχῆς ἀπειθεῖ, καὶ τῆς σαρκὸς τὴν ἀνάληψιν ἀθετεῖ, καὶ τὸν Θεὸν Λόγον τετράφθαι καὶ πεπονθέναι δηλοῖ, ἢ κατὰ φαντασίαν πάντα ἐπιδεδεῖχθαι. Εἰ δὲ διὰ πολλὰς ἡμᾶς εὐεργεσίας διὰ τῆς μεσιτευούσης ἀχράντου σαρκὸς εἰληφέναι τε καὶ λήψεσθαι ἐλπίζειν ἀναγκάζουσιν ἡμᾶς εἰς ἀριθμὸν τετράδος παραλαμβάνειν τὴν σάρκα· ὥρα αὐτοῖς καὶ τὸ ἱμάτιόν που τοῦ κρασπέδου, οὗ πιστῶς ἁψαμένη ἡ γυνὴ ἡ τὴν τοῦ αἵματος πηγὴν περιφέρουσα, τὴν ἴασιν ἔκλεψεν, εἰς συναρίθμησιν τῶν μνημονευομένων λαμβάνειν, καί τι πέμπτον ἐν τῷ κηρύγματι τῆς δοξολογίας τὸ ἱμάτιον παρεισάγειν· οὐχ ὡς τιμηθὲν τῷ αὐτῷ τῆς ἑνώσεως τόπῳ, ἀλλ' ὡς παραληφθὲν εἰς θαυματουργίαν παράδοξον. Τοῦ τοίνυν ἱματίου τοσαύτην ἐκ τῆς ἀχράντου σαρκὸς λαβόντος χάριν, καὶ μεταδόντος τῇ γυναικὶ, καὶ μηδὲ προσθήκην τοῦ ἀριθμοῦ ἐπὶ δοξολογίας ποιήσαντος· οὕτω καὶ τὴν ἔνθεον σάρκα τὴν ἀναποβλήτως ἡνωμένην τῷ παντοδυνάμῳ Λόγῳ τιμῶντες, εὑρεῖν μὲν δι' αὐτῆς ὁμολογοῦμεν τὴν σωτηρίαν, τηροῦμεν δὲ καὶ τὸν ἀριθμὸν τῆς Τριάδος ἀπαρεγχείρητον, ὡς ἓν οὖσαν ἅμα τῷ Λόγῳ κατὰ τὸ ἀχώριστον τῆς ἑνώσεως, καὶ ἀδιαίρετον τῆς προσκυνήσεως. Ἀλλ' ὅσα μὲν ἐφαρμόζοντα τῇ θείᾳ φύσει φάσκουσι γεγονέναι,
here they falsely accuse those who believe that the flesh was assumed by nature of proclaiming a quaternity. Now they say this on their own authority, not from any logical consequence; and they bring this charge not so much against us as against all the saints who have proclaimed such things through the grace of the Spirit, by whom we, having been enlightened, were taught the unadulterated confession in the name of the Father, and of the Son, and of the Holy Spirit, and came to know the economy of the incarnation out of two natures. But those who wish to refer all the lowly things to the very deity of the Son strike out the nature of the flesh, so that its passions may of necessity be ascribed to God the Word, Who was first turned into flesh, and then suffered the things of the flesh. And for this reason they brandish an accusation against the faithful, constructing what seems good to them by mere self-will. For if indeed we said that the flesh was of the essence of the Father, and of the Son, and of the Holy Spirit, they would rightly call it a quaternity, as though the same essence were contemplated in four persons; but if we say, as indeed it is, that the Son is consubstantial with the Father, and the Holy Spirit is consubstantial, whereas He took the flesh for the fulfilment of the economy, not for an increase of essence, how do they fabricate an addition of number, bringing in besides the nature of the flesh, which is so different, as another consubstantial person? And that too when it is not contemplated by itself, but is recognized in an inseparable union with God the Word, so that it is no longer seen as separate, nor numbered together in equal manner as consubstantial. Our teaching, therefore, both confesses the incarnation, and does not make a quaternity, as he says, and preserves impassibility for the Word, and agrees with all the holy Scriptures; whereas the legislation of the adversaries both disobeys the things written from the beginning, and rejects the assumption of the flesh, and declares either that God the Word was turned and suffered, or that all things were displayed in mere appearance. And if, because we have received and hope to receive many benefits through the mediating spotless flesh, they compel us to take the flesh into the number of a quaternity, it is high time for them also to take the garment with the fringe, which the woman who carried about the issue of blood faithfully touched and stole her healing, into the enumeration of the things commemorated, and to bring in the garment by stealth as some fifth thing in the proclamation of the doxology—not as honoured in the same place of union, but as taken into service for a paradoxical working of miracles. Since, therefore, the garment received such great grace from the spotless flesh, and imparted it to the woman, and yet made no addition of number in the doxology, so too we, honouring the divine flesh which is indivisibly united to the almighty Word, confess indeed that we have found salvation through it, yet keep the number of the Trinity inviolate, inasmuch as it is one together with the Word according to the inseparability of the union and the indivisibility of the worship. But whereas all the things fitting the divine nature which they allege to have come to pass,
PG 28:1353Read from the page
τὸ δυνατὸν τοῦ Θεοῦ πρὸς κατασκευὴν ἀπρεποῦς ἐννοίας λαμβάνουσι, Παύλου λέγοντος· Ἀδύνατον τῷ Θεῷ καὶ τὸ ψεύσασθαι, καὶ τὸ ἑαυτὸν ἀρνήσασθαι· ὅσα δὲ καὶ ἁρμόζοντα τῷ Θεῷ καὶ σωτήρια καὶ θεοπρεπῆ καὶ φιλάνθρωπα, ταῦτα πρὸς τὸ ἀδύνατον μεταφέρουσι, μὴ παραχωροῦντες τῇ δεσποτικῇ σοφίᾳ τοῦ δύνασθαι καὶ λαβεῖν σάρκα, καὶ μὴ ποιεῖν τετράδα. Οὕτω κρίσις αὐτοῖς ἐμφιλόνεικος, τὰ μὲν ἀπρεπῶς παρ' αὐτῶν καινοτομούμενα βεβαιοῦν τῷ λέγειν, ὅτι πάντα δύναται ὁ Θεός· τὰ δὲ παρὰ τῆς ἁγίας Γραφῆς εὐσεβῶς κηρυσσόμενα μηκέτι δέχεσθαι ὡς ἀληθῆ, καὶ δυνατὰ, καὶ συμφέροντα· λαμβάνειν δὲ αὐτὰ εἰς πλοκὴν ζητημάτων, καὶ μὴ ἀποδιδόναι τῇ δυνάμει τοῦ πάντα ποιοῦντος τὰ ἀνήκοντα ὑπὲρ ἀνθρωπίνην κατάληψιν.
they take the power of God to establish an unseemly notion, even though Paul says: It is impossible for God both to lie and to deny Himself; whereas all the things that are fitting for God and saving and worthy of God and loving towards mankind, these they transfer to the realm of the impossible, not granting to the Master's wisdom the power both to take flesh and not to make a quaternity. So contentious is their judgement: on the one hand, to confirm the things unseemly innovated by themselves by saying that God can do all things; on the other hand, no longer to receive the things piously proclaimed by the holy Scripture as true, and possible, and profitable, but to take them for the weaving of disputes, and not to attribute to the power of Him Who does all things the things that belong above human comprehension.
VI. Πρὸς τοὺς λέγοντας, ὅτι κατ' ἄνθρωπον γινώσκειν τὸν Δεσπότην Χριστὸν, εἰς ἄνθρωπόν ἐστι τὰς ἐλπίδας ἔχειν.
VI. Against those who say that to know the Master Christ as man is to have one's hopes in a man.
Ἀλλὰ γὰρ, μὴ ἀρκεσθέντες τοῖς οὕτως ἀτόποις καὶ ἀναισχύντοις προβλήμασι, προσέθηκαν καὶ ἄλλην ἰταμωτέραν ἀπόφασιν, λέγοντες εἰς ἄνθρωπον ἔχειν τὰς ἐλπίδας τοὺς Θεὸν καὶ ἄνθρωπον καθ' ἑκατέραν φύσιν ὁμολογοῦντας τὸν Χριστόν. Ἐπὶ τούτοις αὐτῶν πυθέσθαι καλόν. Δεῖ πείθεσθαι ταῖς ἁγίαις Γραφαῖς, ἢ κατ' αὐτοὺς οὐ δεῖ; Εἰ μὲν γὰρ δεῖ, παρ' αὐτῶν ἀκηκόαμεν, καὶ αὐταῖς ἐγκαλείτωσαν· εἰ δὲ λέγοιεν, ὡς οὐ δεῖ, φανερῶς ὁμολογείτωσαν τὴν πρὸς τὰς ἱερὰς βίβλους ἄσπονδον μάχην, καὶ οὐδεὶς ἡμῖν πρὸς αὐτοὺς, οἷα πρὸς ἀλλοτρίους, λόγος. Παρ' αὐτῶν ἀκηκόαμεν· « Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· » καὶ ὅτι Υἱὸς ἀνθρώπου ἐστί· « Νῦν δέ με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκα ὑμῖν. Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Ὁ πρῶτος Ἀδὰμ, ὁ δὲ ἔσχατος Χριστός. Δι' ἀνθρώπου θάνατος, δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. » Τοσαῦτα ἐν λόγοις, καὶ πολλῷ πλείω σφόδρα ὅσα πάλιν ἐν ἔργοις. Ἐγεννήθη βρέφος, περιεγράφη σπαργάνοις, ἐτράφη γάλακτι, περιετμήθη κατὰ τὸν νόμον, προέκοψεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι, πεῖναν ἔγνω, δίψαν οὐκ ἠγνόησε, πόνων αἴσθησιν ἔλαβε, ταραχῆς καὶ ἀδημονίας καὶ λύπης πεῖραν ἐδέξατο, κατὰ πάντα ὡμοιώθη τοῖς ἀδελφοῖς χωρὶς ἁμαρτίας. Μάστιξιν ὑπεβλήθη, σταυρῷ προσήχθη, ἥλοις περιεπάρη, θανάτου ἐγεύσατο, ταφῇ παρεδόθη, γέγονεν ἡ ψυχὴ κατὰ τὸν ᾅδην, καὶ κρατηθῆναι μὴ δυνηθεῖσα πάλιν ἀπεδόθη τῷ σώματι, καὶ γέγονεν ἡ ἀνάστασις· εἶτα ἐπαφὴ καὶ ψηλάφησις τῶν ἀπιστούντων· εἶτα τροφὴ πιστουμένη τοῦ σώματος τὴν ἀνάστασιν· εἶτα ἀνάληψις εἰς οὐρανὸν ὁρώντων πολλῶν. Τοσαῦται μαρτυρίαι τῶν γεγραμμένων, τοσαύτη πληροφορία γενομένων, τοσούτων ἡ οἰκονομία πρόξενος ἀγαθῶν. Καὶ ταῦτα πάντα κελεύουσι παρορᾷν, καὶ τοσούτων καὶ τοιούτων ἀπεναντίας χωρεῖν, ἀνθρωπότητα δὲ διὰ τούτων
Yet indeed, not being content with such absurd and shameless propositions, they have added also another more insolent assertion, saying that those who confess Christ to be God and man according to each nature have their hopes in a man. Upon these matters it is well to question them. Ought one to obey the holy Scriptures, or according to them ought one not? For if one ought, from them we have heard, and let them bring their charge against them; but if they should say that one ought not, let them openly confess their truceless war against the sacred books, and we have no word with them, as with aliens. From them we have heard: "A man in affliction, and knowing how to bear infirmity;" and that He is Son of man: "But now you seek to kill Me, a man Who have spoken the truth to you. There is one God, and one mediator of God and men, the man Jesus Christ. The first man was from the earth, earthy; the second man is the Lord from heaven. The first is Adam, and the last is Christ. By a man came death, by a man the resurrection of the dead." So many things in words, and very much more again in deeds. He was born an infant, He was bounded in swaddling clothes, He was nourished with milk, He was circumcised according to the law, He advanced in stature, and wisdom, and grace, He knew hunger, He was not ignorant of thirst, He received the sensation of labours, He experienced trouble and distress and grief, in all things He was made like unto His brethren without sin. He was subjected to scourges, He was led to the cross, He was pierced around with nails, He tasted death, He was given over to burial, His soul came to be in Hades, and not being able to be held fast it was given back again to the body, and the resurrection took place; then the touching and handling by those who disbelieved; then food confirming the resurrection of the body; then the assumption into heaven while many looked on. So many are the testimonies of the Scriptures, so great the assurance of the things that came to pass, of so many good things is the economy the procurer. And all these things they bid us overlook, and go counter to so many and such great testimonies, and the humanity through these
PG 28:1356Read from the page
ἀποδεδειγμένην μὴ κατὰ φύσιν ὁμολογεῖν· ἀνθρωπότητα δὲ οὐ ψιλήν. Πρὸς ταῦτα καιρὸς ἀποστολικὴν ἀντιθεῖναι φωνήν· « Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. » Οὕτω δ' ἀνθρωπότητος ἀῤῥήτως ἡνωμένης καὶ ἀχωρίστως θεότητι, ὡς τὸν αὐτὸν βρέφος καὶ παιδίον βλέπεσθαι, καὶ Θεὸν γινώσκεσθαι. « Παιδίον ἐγεννήθη ἡμῖν, » φησὶν ὁ προφήτης, « Υἱὸς καὶ ἐδόθη, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρός. » Ἐν σπαργάνοις περιγράφεται· ἀλλὰ πάσῃ τῇ κτίσει τὴν δεσποτείαν ἀπερίγραφον ἐπιδείκνυται. Ἐν φάτνῃ ἐτίθετο, ἀλλὰ παρ' ἀγγέλων ὑμνούμενος ἐδοξάζετο· πεῖναν καὶ δίψαν ὑπέμεινεν, ἀλλ' ἐκ πέντε ἄρτων χιλιάδας ἐχόρτασε, καὶ περισσείαν κλασμάτων δεκαδύο κοφίνων, ὡς ἠθέλησεν, ἔδειξε. Συντόμως εἰπεῖν, ἐγεύσατο θανάτου, ἀλλὰ κατέλυσε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· καὶ κατ' αὐτὸ δὲ τὸ πάθος, ἐπὶ σταυροῦ μὲν ἦν τὸ σῶμα κρεμάμενον, πανταχοῦ δὲ ὁ ἐν αὐτῷ Θεὸς Λόγος τὴν ἀπαθῆ δυναστείαν ἐπιδεικνύμενος ἦν. Ἐσείετο γῆ, ἐσχίζοντο πέτραι, συνεκαλύπτετο ἥλιος, διεῤῥήγνυτο καταπέτασμα, τάφοι ἠνοίγοντο, νεκροὶ ἀνεπήδων, ξένοι κήρυκες τῆς καταλύσεως τοῦ θανάτου, πᾶσα κτίσις τὴν ἀόρατον θεότητα τοῦ ἐσταυρωμένου ἐμήνυε. Ποίαν ἕξομεν ἀπολογίαν, τηλικαύτης ἀμελήσαντες σωτηρίας, καὶ τοσαύτην παριδόντες πληροφορίαν, συνθέμενοί τε ταῖς τῶν φιλονεικούντων καινοτομίαις; Ἀλλ' ὅτι μὲν κατὰ πάντα τρόπον ἁρμόζει γινώσκειν τὸν Σωτῆρα Χριστὸν Θεὸν ἅμα καὶ ἄνθρωπον, κατὰ φύσιν ἑκατέραν, κἂν ἡμεῖς σιωπήσωμεν, οἱ λίθοι κράξονται· τὸ δὲ μὴ ἔχειν εἰς ἄνθρωπον ἁπλῶς τὰς ἐλπίδας τοὺς οὕτω πιστεύοντας, ἀναγκαῖον δεῖξαι σαφῶς. Καίτοιγε καὶ εἴ τις ἀνέκυπτεν ἀπορία, ταύτης ἐχρῆν τὴν λύσιν ζητεῖν, ἢ τὴν οἰκείαν ἀμάθειαν ὁμολογεῖν, οὐ τῶν γεγραμμένων ἀναχωρεῖν. Νυνὶ δὲ καὶ ῥᾴδιον τὸ πρέπον εὑρεῖν, ὅτι τὰς ἐλπίδας ἔχομεν εἰς τὴν ἔνσαρκον τοῦ ἐνανθρωπήσαντος παρουσίαν, εἰς τὴν σωτήριον τοῦ δεσπότου οἰκονομίαν, διὰ μὲν τῆς ὁρωμένης σαρκὸς τὸν ἀόρατον Θεὸν Λόγον ἐπιγινώσκοντες, καὶ διὰ τοῦ πάθους ταύτης τὴν ἀπάθειαν λαμβάνειν πιστεύοντες· πάντα δὲ τὰ γενόμενα, τῇ ἡνωμένῃ τῇ σαρκὶ θεότητι ἐπιγράφοντες, καὶ οὕτω μίαν τὴν προσκύνησιν τῷ σαρκωθέντι καὶ ἐνανθρωπήσαντι Θεῷ Λόγῳ προσάγοντες. Οὐδὲ γὰρ ἡ ἁψαμένη γυνὴ τοῦ κρασπέδου εἰς κράσπεδον ἔχουσα τὰς ἐλπίδας ἠλέγχετο, ἀλλ' εἰς τὴν ἀόρατον δύναμιν τοῦ τὸ ἱμάτιον περιβεβλημένου, οὗπερ τὸ κράσπεδον. Οὐδὲ ὁ τῷ πτύσματι τῆς τυφλώσεως ἐλευθερωθεὶς, εἰς πτύσμα τὴν πεποίθησιν εἶχεν, ἀλλ' εἰς τὴν ἀήττητον ἐξουσίαν τοῦ κελεύσαντος αὐτὸν οὕτω τὴν ἴασιν δέξασθαι. Ἐπεὶ καὶ νῦν οἱ προσιόντες ἁγίῳ θυσιαστηρίῳ, περιπτυσσόμενοι δὲ τοῦτο, καὶ μετὰ φόβου καὶ χαρᾶς ἀσπαζόμενοι, οὐκ εἰς λίθον ἢ ξύλον ἁπλῶς ἐπερείδονται, ἀλλ' εἰς τὴν διὰ τοῦ λίθου ἢ ξύλου τοῖς εὐσεβέσι μνημονευομένην χάριν. Ἢ σὺ καὶ τοὺς σωθέντας ποτὲ ἐπὶ τοῦ μακαρίου Μωϋσέως διὰ τοῦ βλέπειν εἰς τὸν ὑψωθέντα χαλκοῦν ὄφιν, ὄφει τὴν σωτηρίαν αὐτῶν ἐπιτρέ-
demonstrated not to confess according to nature—yet a humanity not mere. Against these things it is time to set the apostolic voice: "One must obey God rather than men." For thus humanity was ineffably and inseparably united to deity, so that the Same was seen as an infant and a child, and known as God. "Unto us a child is born," says the prophet, "and unto us a Son is given, and His name is called Angel of great counsel, wonderful, counsellor, mighty God." He is bounded in swaddling clothes, yet He displays His lordship unbounded to all creation. He was laid in a manger, yet He was glorified, hymned by angels; He endured hunger and thirst, yet from five loaves He satisfied thousands, and showed an abundance of twelve baskets of fragments, as He willed. To speak briefly, He tasted death, yet He destroyed him who held the power of death; and during the passion itself, on the cross indeed the body was hanging, while everywhere God the Word Who was in it was displaying His impassible sovereignty. The earth was shaken, the rocks were rent, the sun was covered over, the veil was torn asunder, tombs were opened, dead men leapt up, strange heralds of the destruction of death, all creation declared the invisible deity of the Crucified One. What defence shall we have, if we neglect so great a salvation, and disregard so great an assurance, and assent to the innovations of contentious men? But that in every way it is fitting to know the Saviour Christ as God at once and man, according to each nature, even if we should keep silent, the stones will cry out; whereas that those who thus believe do not have their hopes simply in a man, it is necessary to show clearly. And yet even if some difficulty emerged, one ought to seek the solution of this, or confess one's own ignorance, not depart from the things written. But now it is even easy to find what is fitting, because we have our hopes in the incarnate coming of Him Who became man, in the saving economy of the Master, recognizing through the visible flesh the invisible God the Word, and believing that through its passion we receive impassibility; and ascribing all the things that came to pass to the deity united to the flesh, and thus offering one worship to God the Word incarnate and made man. For neither was the woman who touched the fringe convicted of having her hopes in a fringe, but in the invisible power of Him Who was clothed with the garment whose fringe it was. Nor did he who was freed from blindness by clay of spittle have his confidence in spittle, but in the invincible authority of Him Who commanded him thus to receive his healing. Since even now those who approach the holy altar, and embrace it, and greet it with fear and joy, do not lean simply upon stone or wood, but upon the grace commemorated for the pious through the stone or wood. Or did you also slander those who were once saved in the time of the blessed Moses through looking upon the uplifted brazen serpent, as entrusting their salvation to a
PG 28:1357Read from the page
πειν διέβαλες; Εἰ δὲ ἡ εἰκὼν τοῦ μυστηρίου τοσαύτην ἐνέργειαν δι' ὄφεως ἐπεδείξατο· πόσῳ μᾶλλον αὐτὸ τῆς χάριτος τὸ πρωτότυπον δι' ἀνθρώπου σοι παρέξει, καθὼς καὶ παρέσχε τοῖς πιστοῖς τὰς πολυτρόπους εὐεργεσίας κατὰ τὸν εἰπόντα· « Ὥσπερ δι' ἀνθρώπου ὁ θάνατος, οὕτω δι' ἀνθρώπου ἡ ἀνάστασις τῶν νεκρῶν. »
serpent, did you slander them? And if the image of the mystery displayed so great an efficacy through a serpent, how much more will the very prototype of grace furnish for you through a man, just as He furnished for the faithful the manifold benefits according to him who said: "For as by a man came death, so also by a man came the resurrection of the dead."
VII. Πρὸς τοὺς λέγοντας· Ἔπαθεν ἀπαθῶς Θεὸς Λόγος.
VII. Against those who say: God the Word suffered impassibly.
Πολλαῖς καὶ λίαν σκαιῶς προτεθείσαις πλοκαῖς συντόμως κατὰ δύναμιν ἀντειπόντες, οὐκ οἴδαμεν τί χρησόμεθα τῇ νυνὶ προκειμένῃ, παίζειν μὲν οὐ βουλόμενοι, παιδεύειν δὲ μάλιστα πρὸς παιδιὰν καταγέλαστον οὕτως ἀναγκαζόμενοι, ἣν καὶ τὸ ἁπλῶς εἰπεῖν χλεύην ἐστὶν εἰσενεγκεῖν. Ἔπαθεν ἀπαθῶς. Ὢ τῆς ἀδιανοήτου σοφίας! Ὢ τῆς παιζούσης διδασκαλίας, οἰκοδομούσης ἅμα καὶ καθαιρούσης! οἷά ἐστιν ἰδεῖν τὰ τῶν παίδων ἐν ψάμμοις ἀθύρματα. Ἔπαθεν ἀπαθῶς· πρὶν ἀκούσω τοῦ ῥήματος, ἐπιλανθάνομαι τῆς σημασίας τοῦ, ἔπαθεν. Ἐπαγόμενον γὰρ τὸ, ἀπαθῶς, οὐκ ἐᾷ θάνατον, καὶ ταφὴν, καὶ ἀνάστασιν δέχεσθαι, ἃ τὸ τῆς ἡμετέρας ἔχει σωτηρίας κεφάλαιον. Εἰ γὰρ ἔπαθε, πῶς ἀπαθῶς; Εἰ ἀπαθῶς, πῶς ἔπαθε; Λαλήσωμεν ἀλαλήτως, καὶ νοήσωμεν ἀνοήτως. Τίς εἶδε πίπτοντα ἀπτώτως, ἐγειρόμενον ἀνεγέρτως, πονοῦντα ἀπόνως, φρονοῦντα ἀφρόνως, λαλοῦντα ἀλαλήτως, ὠφελοῦντα ἀνωφελῶς, λυόμενον ἀλύτως, ἵνα λέξωμεν τὸ, ἔπαθεν ἀπαθῶς; Τίς ἡ τῆς ἀφροσύνης ἐπίτασις; τίς ἡ τῆς μανίας ἔνστασις; τίς ἡ τῆς ἀνοίας παραπληξία; Περὶ μυστηρίου φρικωδεστάτου φέρειν ῥήματα γέλωτα πλατὺν ἐργαζόμενα, λόγον ἐπαγγέλλεσθαι καὶ ἀλογίαν προβάλλεσθαι, ἀπόκρισιν διδόναι ἴσην τοῦ μὴ διδόναι, ἀσαφεστέραν ἑρμηνείαν παρέχειν μείζονος ἀπορίας μητέρα. Πῶς οὐδεὶς τῶν ἁγίων εἰς τοσοῦτον ὕψος ἀναδραμεῖν θεωρίας, ἢ εἰπεῖν ἠδυνήθη τὸ πολυθρύλλητον ἐκεῖνο ῥῆμα, ἔπαθεν ἀπαθῶς; Πῶς αἱ πολύστιχοι βίβλοι τὴν ὑπέρογκον ταύτην ἀποκάλυψιν ἡμῖν οὐκ ἐγνώρισαν; Παῦλος, εἰς τρίτον οὐρανὸν ἀνελθὼν, καὶ τῶν ἀῤῥήτων ῥημάτων ἀκούσας ἐν παραδείσῳ, τοιοῦτο οὐδὲν ἀπεφήνατο. Μὴ ἄρα, τούτοις καταλιμπάνων τὴν τῶν ὑπερβαινόντων ἐξήγησιν, οὕτως οὐκ εἶπεν· Ἔπαθεν ἀπαθῶς· ἀλλ', « Ἔμαθε, φησὶν, ἀφ' ὧν ἔπαθε· » καὶ, « Πεπειραμένος, κατὰ πάντα, καθ' ὁμοιότητα; » Τὸ « πεπειραμένος, » πόῤῥωθεν ἀνεῖλε τῶν τοιούτων λόγων τὴν ληρῳδίαν· Ὁ γὰρ κατὰ πάντα πεπειραμένος καθ' ὁμοιότητα, ἢ πέπονθεν οὐκ ἀπαθῶς, ἵνα φυλάξῃ τὸ, « κατὰ πάντα καθ' ὁμοιότητα· » ἢ καὶ τοὺς ἄλλους δείκνυσι παθόντας ἀπαθῶς, ἵνα σώσῃ τὴν πρὸς αὐτοὺς ὁμοιότητα. Ὥστε ἢ καὶ τὸν Σωτῆρα πεπονθέναι ἀληθῶς ὁμολογητέον, ἢ καὶ τοὺς ἄλλους ἀπα-
Having briefly replied according to our ability to many and very clumsily propounded webs of sophistry, we do not know how we shall deal with the one now before us, since we do not wish to jest, yet are compelled most of all to instruct against a sport so ridiculous, of which even the mere mention is to bring in mockery. He suffered impassibly. O senseless wisdom! O sporting teaching, building up at once and tearing down, such as one may see in the playthings of children in the sands! He suffered impassibly: before I hear the phrase, I forget the meaning of "He suffered." For the addition of "impassibly" does not allow one to accept death, and burial, and resurrection, which contain the sum of our salvation. For if He suffered, how impassibly? If impassibly, how did He suffer? Let us speak speechlessly, and let us understand unintelligently. Who ever saw one falling without falling, being raised without being raised, labouring without labour, being minded mindlessly, speaking speechlessly, profiting unprofitably, being loosed without being loosed, that we should say, "He suffered impassibly"? What is this pitch of folly? What is this persistence of madness? What is this derangement of mindlessness? To utter words concerning a most awesome mystery that work broad laughter, to profess reason and put forward unreason, to give an answer equal to giving none, to furnish a more obscure interpretation that is the mother of greater perplexity! How was none of the saints able to run up to such a height of contemplation, or to utter that much-vaunted phrase, "He suffered impassibly"? How did the many-lined books not make known to us this swollen revelation? Paul, having ascended to the third heaven, and having heard the ineffable words in paradise, declared nothing of the sort. Did he then, leaving behind for these men the explanation of things that transcend, not say thus, "He suffered impassibly," but, "He learned," he says, "from the things which He suffered;" and, "Tempted in all things according to likeness"? The word "tempted" from afar destroyed the drivel of such words; for He Who was tempted in all things according to likeness either suffered not impassibly, that He might keep the "in all things according to likeness," or else He shows the others also to have suffered impassibly, that He may save His likeness to them. So that either one must confess that the Saviour also truly suffered, or else that the others also impas-
PG 28:1360Read from the page
θῶς πεπονθέναι, ὧν καθ' ὁμοιότητα πεπειραμένος ὁ Δεσπότης κηρύσσεται. Τίς δὲ καὶ ὑπομονῆς ἀπόδειξις ἐκ τοῦ παθεῖν ἀπαθῶς; Πῶς λέγεται ἡ ὑπομονὴ τοῦ Χριστοῦ, εἰ μὴ πόνων αἴσθησιν ἔλαβε; Πῶς δὲ δείκνυται ἡ ἄφατος καὶ ἀπαράβλητος πρὸς ἀνθρώπους φιλοστοργία, εἰ δίχα πόνων τὸ πάθος ἐγένετο; Τίς οὐχ αἱρεῖται παθεῖν, οὐ μόνον ὑπὲρ φίλων, ἀλλ' ἤδη καὶ ὑπὲρ ἀντιδίκων, εἰ ὑπερέξεστι παθεῖν ἀπαθῶς; Οὗ δὲ χάριν ἔλεγεν ὁ Δεσπότης, « Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενὴς, » εἴπερ ἔμελλε τὸ πάθος ἀναλγήτως προσίεσθαι; Ἱνατί πρὸς τὸν Πατέρα ἐβόα· « Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο; » τίνος ἕνεκεν εὐχὰς ἱκετηρίους μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου προσέφερεν; Ἢ οὖν πάντα ἀληθῆ πιστευτέον, καὶ τὸ πάθος ἀληθινὸν ὁμολογητέον· ἢ, τοῦ πάθους ἀπαθῶς γεγενῆσθαι λεγομένου, σχῆμα ἀνάγκη καὶ δόκησιν καὶ φαντασίαν πάντα λογίζεσθαι. Εἰ οὐ πέπονθεν ἀληθῶς, οὐδὲ ἀνέστη πάντως ἀληθῶς. Εἰ μὴ ὄντως ἐγεύσατο θανάτου, οὐδὲ τὰ κέντρα ἔσβεσε τοῦ θανάτου· ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν, ἔτι βασιλεύει πάντων ὁ θάνατος· ἔτι τῆς κληρονομίας ἀλλότριοι καθεστήκαμεν. Εἰ γὰρ ὁ θάνατος ἀπατηλὸς, καὶ ἡ διαθήκη ψευδὴς, καὶ ἡ κληρονομία οὐκ ἀληθής. Νόμος ἡμῖν ταῦτα διαγορεύει· « Διαθήκη, » φησὶν, « ἐπὶ νεκροῖς βεβαία. » Εἰ οὖν οὐ τέθνηκεν ὄντως ὁ τὴν Καινὴν Διαθήκην πρὸς ἡμᾶς διαθέμενος, ἄκυρα τὰ τῆς Διαθήκης, ἀπόβλητοι οἱ λεγόμενοι κληρονόμοι. Ἀλλ' ἄπαγε τῆς τοιαύτης παραπληξίας, ὦ ἄνθρωπε! Καὶ ὁ διαθέμενος γὰρ τέθνηκε, καὶ ἡ Διαθήκη κεκύρωται, καὶ ἡ κληρονομία τοῖς πιστεύουσι πρόκειται, καὶ ἡ τιμωρία τοῖς συκοφάνταις ἡτοίμασται. Εὑρίσκονται γὰρ πολλοὶ ψευδομάρτυρες τοῦ Θεοῦ λέγοντες, ὅτι ἤγειρε τὸν Χριστὸν ἐκ νεκρῶν, ὃν οὐκ ἀληθῶς τεθνηκότα ἤγειρεν, εἴπερ ἀπαθῶς ἔπαθε. Καὶ Παύλου βοῶντος, ὅτι παθητὸς ὁ Χριστὸς, οἱ Παύλου ἀντίδικοι τὸ « ἀπαθῶς » ἀντιφθέγγονται.
sibly suffered, in whose likeness the Master is proclaimed to have been tempted. And what proof of endurance is there from suffering impassibly? How is the endurance of Christ spoken of, if He did not receive the sensation of labours? And how is His ineffable and incomparable tender love towards men shown, if the passion took place without labours? Who would not choose to suffer, not only for friends, but even for adversaries, if it is possible above measure to suffer impassibly? And on what account did the Master say, "The spirit indeed is willing, but the flesh is weak," if indeed He was going to admit the passion painlessly? Why did He cry out to the Father: "Father, if it is possible, let this cup pass"? For what sake did He offer supplicatory prayers with a strong cry and tears to Him Who was able to save Him from death? Either, therefore, all things must be believed true, and the passion must be confessed genuine; or, if the passion is said to have come to pass impassibly, one must of necessity reckon all things a figure and semblance and phantom. If He has not truly suffered, neither did He rise at all truly. If He did not really taste death, neither did He quench the stings of death; we are still in our sins, death still reigns over all, we are still aliens from the inheritance. For if the death is deceptive, the covenant also is false, and the inheritance not true. The law proclaims these things to us: "A covenant," it says, "is ratified over the dead." If therefore He Who made the New Covenant with us has not really died, the things of the Covenant are void, and those who are called heirs are cast away. But away with such derangement, O man! For both He Who made the Covenant has died, and the Covenant has been ratified, and the inheritance is set before those who believe, and punishment has been prepared for the false accusers. For many false witnesses of God are found who say that He raised up Christ from the dead, Whom He did not raise up as truly dead, if indeed He suffered impassibly. And while Paul cries aloud that Christ is passible, the adversaries of Paul utter "impassibly" in opposition.
VIII. Πρὸς τοὺς λέγοντας· Ἔπαθεν ὁ Θεὸς ὡς ἠθέλησεν.
VIII. Against those who say: God suffered as He willed.
Οἱ κατὰ νόμον ὁδοιπορίαν ἀνύειν ἐθέλοντες, καὶ φεύγειν πᾶσαν πλάνην σπουδάζοντες, πάντα μᾶλλον αἱρήσονται παθεῖν, ἢ μικρὸν τῆς λεωφόρου παρελθεῖν. Τὸν αὐτὸν τρόπον καὶ οἱ τὴν ὁδὸν τῆς τῶν δογμάτων ἀληθείας βαδίζειν ἐθέλοντες, τηροῦσι μὲν τὰ ἴχνη τῶν ἀπλανῶς ὁδευσάντων· τὰ δὲ σημεῖα τῆς βασιλικῆς ὁδοῦ μετὰ ἀκριβείας καταμανθάνοντες, πᾶσαν μὲν παραιτοῦνται παρεκτροπὴν, ὅλοι δὲ γίγνονται τῆς ἀληθείας. Τούτου τοίνυν ἀναχωρήσαντες τοῦ σκοποῦ, τὰ νῦν οἱ τὰ ἐναντία δογματίζειν ἐθέλοντες, τὰ μὲν ἴχνη τῶν ὀρθοδόξων πατέρων καταλελοίπασι, καὶ τὰ σημεῖα τῶν θεολόγων ἀνδρῶν,
Those who wish to accomplish a journey according to law, and are eager to flee every error, will choose to suffer anything rather than turn aside a little from the highway. In the very same manner those also who wish to walk the road of the truth of doctrines keep the footsteps of those who have travelled without erring; and learning with exactness the signs of the royal road, they decline every deviation, and belong wholly to the truth. Having departed, therefore, from this mark, those who at present wish to teach the opposite doctrines have abandoned the footsteps of the orthodox fathers, and the signs of the theological men