ἀπολαύσωμεν ἑσπέρας· καὶ πρὸς τὴν Ἐκκλησίαν ἀπέρχου, καὶ ἐξομολογοῦ τῷ Θεῷ τὰς ἁμαρτίας σου ἅπερ ἔπραξας. Ἄν δὲ μὴ ἀπέλθῃ, καὶ εὔξῃ σε, μὴ ἐγγίσῃς εἰς ἔργον, ἐπεὶ οὐκ ἔστιν εὐλογημένον· ἐὰν δὲ εὔξῃ σε, καὶ τότε ἐπάρῃς τὸ ἔργον σου, ὁ Θεὸς εὐλογεῖ αὐτὸ, μὴ κακὸν προσεγγίσῃ σοι. Ἀνισταμένου σου τὸ πρωΐ, τὸν τύπον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ποίησον εἰς πάντα τὰ μέλη σου, καὶ περιπατῶν, καὶ κοιμώμενος, καὶ ἀνιστάμενος, πάντοτε λέγε· Κύριε Ἰησοῦ Χριστὲ, βοήθησόν μοι. Γετράδην καὶ παρασκευὴν νήστευε. Τὰς δὲ ἄλλας ἐξουσίαν ἔχεις, κἂν θέλῃς, νήστευε, κἂν θέλῃς, μὴ νήστευε. Ὅμως τὰς γυναῖκας ἁρμόζῃ ἵνα πάντοτε νηστεύωσι. Βλέπε ὀψέ ποτε, ὅτι ὁ διάβολος ἐπιφέρει τὴν ὀξυχολίαν, ἵνα ὀξυνθῇς, καὶ ἀπολέσῃς τὴν ψυχήν σου. Τὴν δὲ πραΰτητα ὁ Θεὸς διδοίη, ἵνα διὰ τῆς πραΰτητος καὶ τῆς ελεημοσύνης σωθῇς. Καὶ βλέπε ὅτε ὁ διάβολος φεύξεται ἀπὸ σοῦ, μάλιστα ὅταν ἴδῃ τὸν τύπον τοῦ σταυροῦ ἐν τῷ μετώπῳ σου, καὶ ἐν τῷ στόματί σου, καὶ ἐπὶ τὴν καρδίαν σου. Φεῦγε δὲ καὶ τὰς μάχας, κἂν δικαίως κἂν ἀδίκως, ἵνα μὴ ἀπολέσῃς τὴν ψυχήν σου. Γέγραπται γὰρ, ὅτι « Ὁ θυμώδης καὶ ὀξὺς ἐγείρει μάχας (Prov. 15:18)· » ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐπιπέμπει εἰς αὐτόν. Μνησικακίαν μετά τινος μὴ ἔχῃς· ἀλλὰ γίνου ἄκακος ὡς τὰ νήπια τὰ μὴ ἔχοντα κακίαν. Εἶπε γὰρ ὁ Κύριος ἐν Εὐαγγελίοις· « Ἐὰν μὴ στραφῆτε καὶ γίνησθε ὡς τὰ νήπια, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν (Matt. 18:3). » Ἰδὲ λοιπὸν, τὰ παιδία οὐ μάχονται, καὶ πάλιν ὁμιλοῦσιν ἄλληλα. Ἐκτὸς ἡμῖν πάντα ἀπὸ πάσης κακίας. Αὐτὸς λοιπὸν, ἀδελφὲ, μιμητὴς γενοῦ τῶν παίδων εἰς τὴν κακίαν, ἵνα σωθῇς ἀπὸ παντὸς πονηροῦ πράγματος. Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· « Μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν (Eph. 4:26). » Τὸ λαλεῖν πολλὰ μίσησον, καὶ μᾶλλον ἀγάπησον τοῦ σιωπᾷν. Καὶ εὔχεσθαι ἐν τῇ καρδίᾳ σου, καὶ λέγε· « Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ (Luke 18:13). » Μίσησον δὲ καὶ τὰς οἰνοποσίας, καὶ πολυφαγίας. Μίσησον καὶ τὸν καθαρισμὸν, καὶ τὸν ὀρχηθμὸν φεῦγε, καὶ τὰς τραγῳδίας, ἐκεῖνα τοῦ διαβόλου ἐστὶ παίγνια. Τὸν καλλωπισμὸν τῶν ἱματίων μίσησον, μηδὲ τὴν βλακίαν ἀγαπήσοις· ἀλλὰ μᾶλλον ταπεινοφροσύνην, καὶ τελείαν διὰ τὸν Θεὸν, ἵνα ἐκεῖθεν ἐνδύσῃ ὁ Χριστὸς, καὶ Θεὸς ὑμῶν στολὴν δόξης, ἔνδυμα ἀφθαρσίας, στέφανον κάλλους, διάδημα βασιλέως· ἵνα τότε ἔχῃ ἡ ψυχή σου παῤῥησίαν πρὸς τὸν Θεὸν, λέγουσα· Κύριε, ἐν τῷ κόσμῳ τούτῳ τῷ ματαίῳ διὰ τὸ ὄνομά σου τὸ ἅγιον πολλὰ ὑστερήθην, ἵνα τὴν βασιλείαν σου ἀπολάβω, καὶ ἀπολαύσω, Δέσποτα. Καὶ τότε ἐρεῖ ὁ Δεσπότης Χριστὸς λέγων· Εἰ σὺ δὲ ὀλίγα ἐκοπίας, (πολλὰ) ἡτοίμασά σοι· ἀλλὰ εἴσελθε εἰς τὸν νυμφῶνα τῆς δόξης μου, καὶ ἀπόλαυσον ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ὅσα ἡτοίμασα τοῖς ἀγαπῶσί με (1 Cor. 2:9), καὶ ποθοῦσι τὸ ὄνομά μου τὸ ἅγιον. Καὶ τότε ἀπολαύσεις μετὰ χορῶν ἁγίων ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ μαρ-
let us enjoy them in the evening; and go away to the Church, and confess to God thy sins which thou hast committed. And if it does not go well, and He is entreated for thee, do not draw near to a work, since it is not blessed; but if He is entreated for thee, and then thou takest up thy work, God blesses it, lest evil draw near to thee. When thou risest in the morning, make the sign of the precious and life-giving cross upon all thy members, and when walking, and sleeping, and rising, always say: Lord Jesus Christ, help me. On Wednesday and Friday fast. On the other days thou hast authority: if thou wilt, fast, and if thou wilt, do not fast. Nevertheless it is fitting that women should always fast. See to it at length, that the devil brings on quick temper, so that thou mayest be provoked to anger, and destroy thy soul. May God grant meekness, so that through meekness and almsgiving thou mayest be saved. And see when the devil will flee from thee, especially when he sees the sign of the cross on thy forehead, and in thy mouth, and upon thy heart. And flee also fightings, whether justly or unjustly, lest thou destroy thy soul. For it is written that "A wrathful and hasty man stirs up fightings" (Prov. 15:18); and the Lord sends an unmerciful angel against him. Do not hold a grudge with anyone; but become guileless as the infants who have no malice. For the Lord said in the Gospels: "Unless you turn and become as the infants, you shall by no means enter into the kingdom of the heavens" (Matt. 18:3). Behold then, the little children do not fight, and again they converse with one another. Let all things with us be outside of all malice. Do thou therefore, brother, become an imitator of the children as regards malice, so that thou mayest be saved from every evil thing. Hear the Apostle saying: "Let not the sun go down upon your exasperation" (Eph. 4:26). Hate speaking much, and rather love keeping silence. And pray in thy heart, and say: "O God, be merciful to me the sinner" (Luke 18:13). Hate also wine-drinkings and gluttonies. Hate also purification, and flee dancing, and tragedies; those are the playthings of the devil. Hate the embellishment of garments, and do not love sluggishness; but rather humility, and perfection for God's sake, so that thence Christ and your God may clothe you with a robe of glory, a garment of incorruption, a crown of beauty, a diadem of a king; so that then thy soul may have boldness towards God, saying: Lord, in this vain world for the sake of Thy holy name I suffered many privations, so that I might receive Thy kingdom, and enjoy it, O Master. And then the Master Christ will say, speaking: Even if thou hast laboured little, I have prepared (many things) for thee; but enter into the bridal chamber of My glory, and enjoy what eye has not seen, and ear has not heard, and has not gone up into the heart of man, whatsoever things I have prepared for those who love Me (1 Cor. 2:9), and long for My holy name. And then thou shalt enjoy with choirs of holy angels, and archangels, and mar-