5. Εἰπὲ οὖν Θεοτόκον τὴν Παρθένον, καὶ μὴ λέγε Θεοδόχον· μᾶλλον δὲ λέγε Θεοδόχον καὶ Θεοτόκον. Εἰ Θεοδόχος ἐστὶ καὶ Θεοτόκος· σάρκα οὐκ ἂν ἔλαβεν ἐξ αὐτῆς ὁ Θεὸς Λόγος; ἀλλὰ ἐκεῖ βιάζεταί με ὁ Εὐαγγελιστὴς βοῶν μεγάλῃ τῇ φωνῇ· « Ὁ Λόγος σὰρξ ἐγένετο. » Ἐν δὲ τῷ ἄλλῳ εὐαγγελιστῇ οὕτω λέγει· « Ἠρώτα ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ, λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Ἀποκριθέντες δὲ οἱ ἀπόστολοι εἶπαν· Οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν. Εἶπε δὲ ὁ Ἰησοῦς· Ὑμεῖς δὲ τίνα με λέγετε; Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. » Καὶ οὐκ εἶπε· Σὺ εἶ ὁ γενόμενος χάριτι Υἱὸς Θεοῦ, ἀλλὰ, « Σὺ ὁ Χριστὸς, » τρανῇ τῇ φωνῇ, « ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. » Καὶ Μάρκος δὲ ὁ εὐαγγελιστὴς πάλιν τῇ αὐτῇ κέχρηται φωνῇ, συνῳδὰ φθεγγόμενος τῷ μακαρίῳ Πέτρῳ· « Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ. » Ἐν δὲ τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, εἰς τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, φησὶν ὁ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα σημεῖα, ἐφοβήθησαν σφόδρα λέγοντες, « Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος· » ὁ δὲ ἄγγελος τοῖς ποιμέσιν· « Ἰδοὺ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ. » Εἰ οὖν τὸ τεχθὲν Κύριος, καὶ Κυριοτόκος ἡ Παρθένος· ὅπου δὲ Κύριος, ἐκεῖ καὶ Θεός· οὐ κεχώρισται Κύριος Θεοῦ ἢ Θεὸς Κυρίου, ὡς λέει ἐν τῇ Παλαιᾷ· « Καὶ ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου· » καὶ πάλιν· « Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· » καὶ πάλιν· « Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι· » καὶ πάλιν ὁ Ψαλμῳδός· « Κύριος ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου· » ὁ αὐτὸς πάλιν· « Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· » καὶ πάλιν ὁ αὐτός· « Κύριος ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; » Καὶ Παῦλος ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ οὕτως γράφει· « Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς· ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. » Οὗτος ὁ τεχθεὶς ἐκ τῆς ἁγίας Παρθένου, ὅς ἐστι Χριστὸς Κύριος. Τοῦτον τὸν Χριστὸν καὶ Κύριον μακάριος Παῦλος μέγαν Θεὸν αὐτὸν κηρύττει λέγων· « Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. » Πάλιν ἐν τῇ πρὸς Ῥωμαίους οὕτος γράφει· « Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ ἡ διαθήκη, καὶ ἡ νομοθεσία, καὶ ἡ λατρεία, καὶ αἱ ἐπαγγελίαι· ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. » Καὶ πάλιν ὁ αὐτὸς Παῦλος· « Πᾶς πόρνος, καὶ πλεονέκτης, καὶ μέθυσος, καὶ ἀκάθαρτος,
5. Call therefore the Virgin Mother of God, and do not call her receiver of God; or rather call her receiver of God and Mother of God. If she is receiver of God and Mother of God, would not God the Word have taken flesh from her? Nay, there the Evangelist constrains me, crying with a loud voice: "The Word became flesh" (John 1:14). And in the other evangelist he speaks thus: "Jesus asked His disciples, saying: Who do men say that I, the Son of man, am? And the apostles answering said: Some Elijah, and others Jeremiah, or one of the prophets. And Jesus said: But who do you say that I am? And Peter answering said: Thou art the Christ, the Son of the living God" (Matt. 16:13-16). And he did not say: Thou art He Who became by grace Son of God, but, "Thou [art] the Christ," with a clear voice, "the Son of the living God." And Mark the evangelist also again has used the same voice, uttering words in harmony with the blessed Peter: "The beginning of the Gospel of Jesus Christ, the Son of God" (Mark 1:1). And in the Gospel according to Matthew, at the resurrection of our Saviour Jesus Christ, says the centurion and those with him keeping watch over Jesus, having seen the earthquake and the signs that took place, feared exceedingly, saying: "Truly this was the Son of God" (Matt. 27:54); and the angel to the shepherds: "Behold, I bring you good tidings of great joy, which shall be to all the people, for there is born to you this day a Saviour, Who is Christ the Lord, in the city of David" (Luke 2:10-11). If then that which was born is Lord, the Virgin also is Mother of the Lord; and where the Lord is, there also is God; Lord is not separated from God, nor God from Lord, as it says in the Old [Testament]: "And the Lord rained fire from the Lord" (Gen. 19:24); and again: "Thou shalt love the Lord thy God" (Deut. 6:5); and again: "Hear, O Israel, the Lord thy God is one Lord" (Deut. 6:4); and again the Psalmist: "O Lord God of hosts, hear my prayer" (Ps. 83:9); the same again: "God is the Lord, and hath appeared unto us" (Ps. 117:27); and again the same: "O Lord God of hosts, who is like unto Thee?" (Ps. 88:9). And Paul in the Epistle to Titus writes thus: "The saving grace of God hath appeared to all men, instructing us, to the intent that, denying ungodliness and worldly lusts, we should live soberly and righteously and godly in this present world, looking for the blessed hope and appearing of the glory of our great God and Saviour Jesus Christ" (Titus 2:11-13). This is He Who was born of the holy Virgin, Who is Christ the Lord. This Christ and Lord the blessed Paul proclaims to be Himself great God, saying: "Of our great God and Saviour Jesus Christ" (Titus 2:13). Again in the [Epistle] to the Romans he writes thus: "For I myself could wish to be anathema from Christ for my brethren's sake, my kinsmen according to the flesh, who are Israelites, whose is the adoption, and the glory, and the covenant, and the giving of the law, and the service of God, and the promises; whose are the fathers, and of whom is Christ as concerning the flesh, Who is over all, God" (Rom. 9:3-5). And again the same Paul: "Every fornicator, and covetous man, and drunkard, and unclean person,