Migne Reading Room

PG 28 · cols. 952–957 · Read from the page

Sermon on the description of holy Mary

Sermon on the description of holy Mary

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:952Read from the page
γὰρ καὶ ὁ μνηστὴρ τῆς Παρθένου, καθὼς ἀρτίως ἤκουες, ἐστύγνασεν, ἀλλ' ὅμως ὁ σύμπας κόσμος ἀρχὴν εὐταξίας ἐδέξατο. Τί ἐστιν, Ὁ μνηστὴρ τῆς Παρθένου ἐστύγνασεν, ἄκουε διὰ βραχέων. Ἡνίκα Ἰωσὴφ ὁ μνηστὴρ τῆς Παρθένου, καθὼς ἀρτίως ἤκουες, διὰ τὴν ἀπογραφὴν τοῦ Αὐγούστου τὴν Βηθλεὲμ κατελάμβανε σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ, ἠγνόει ὁ Ἰωσὴφ τὸ ἐν τῇ Παρθένῳ μυσταγωγούμενον· οὐκ ἦν οὐδέπω χρησμὸν ἀγγέλου δεξάμενος. Ἡ δὲ Παρθένος τὸ ἀσφαλὲς ἐκέκτητο, καὶ τῷ λόγῳ καὶ τῷ ὄγκῳ· ὅσον γὰρ τῆς γαστρὸς ἡ αὔξησις ἐγίνετο, τοσοῦτον ἡ Παρθένος ἀμεριμνότερον βίον διέτριβεν· ὁμοῦ καὶ τὴν παρθενίαν ἀμόλυντον φυλάττουσα, καὶ τὸν τόκον ἄσκυλτον ἄγουσα, οὐ τοσοῦτον κοπουμένη, ὅσον κουφιζομένη.
even though the betrothed of the Virgin, as you heard just now, was cast into gloom, nevertheless the whole world received a beginning of good order. What the meaning is of, The betrothed of the Virgin was cast into gloom, hear in brief. When Joseph the betrothed of the Virgin, as you heard just now, on account of the enrolment of Augustus was coming to Bethlehem with Mary his betrothed wife, being great with child, Joseph was ignorant of the mystery being wrought in the Virgin; he had not yet received an oracle of an angel. But the Virgin possessed certainty, both by the word and by the swelling of her womb; for the more the growth of her womb increased, so much the more free from care did the Virgin pass her life, at once both keeping her virginity undefiled, and carrying her offspring without trouble, not so much burdened as lightened.
6. Πρὸς τούτοις ἀγωνιῶν ὁ Ἰωσὴφ, ὡς εἶδεν αὐτὴν κατὰ γαστρὸς ἔχουσαν, τὸν ἔνδοθεν θησαυρὸν ἀγνοῶν, στυγνάσας, κατὰ τὴν ὁδὸν ἀντέβαλλε πρὸς τὴν Παρθένον, λέγων· Τί σοι τὸ δόξαν, Μαρία; Οὐ σὺ εἶ ἡ ὡς αἰδέσιμος Παρθένος ἐν τοῖς ἱεροῖς περιβόλοις ἀνατραφεῖσα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ πρόσωπον ἀνδρὸς θεωρῆσαι μὴ καταδεχομένη; Οὐ σὺ εἶ Μαριὰμ, ἡ παρὰ πρόθεσιν κατεγγυηθῆναί μοι πεισθεῖσα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὸ τῆς παρθενίας ῥόδον ἀμάραντον φυλάξαι προσευξαμένη; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὴν Σωσάνναν ἀγαπήσασα, καὶ τὴν Αἰγυπτίαν μισήσασα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὴν βιασθεῖσαν Θάμαρ ἀναλεγομένη, καὶ τὸν ἄτακτον Ἀμνὸν βδελυττομένη; Ποῦ σου τῆς σωφροσύνης ὁ θάλαμος; Ποῦ σου τῆς ἁγνείας ἡ ἄσπιλος παστάς; Ποῦ σου τὸ αἰδεστικὸν πρόσωπον; Ἐγὼ αἰσχύνομαι, καὶ σὺ παῤῥησιάζεις; Ὅτι σιωπῶ τὴν ἁμαρτίαν σου, οὕτω πλησιέστερον χωρεῖν ἐπείγεσαι; Οὐχ ὁρᾷς τὸν ὄγκον τῆς κοιλίας σου; Ἔνδον τὸ βρέφος σπαίρει, καὶ σὺ ὡς ἀπείραστος πειρασμῶν φαιδρύνῃ; Ἄπιθι, Μαριάμ· ὑπόστρεψον εἰς τὸν οἶκόν σου· ἐπιζήτησον τὸν κλεψίγαμον· ἐκείνῳ ἐναπογράφηθι. Ἀλλοτρίαν ὕβριν οὐ καταδέχομαι· οὐχ εὑρίσκεις ἀπολογίαν πρὸς τὴν τιμωρίαν. Ἡ δὲ Παρθένος πρὸς τὸν Ἰωσήφ· Τί δυσχεραίνεις, μνῆστερ ἐμοῦ; Τί ὡς ἀτάκτου μου καταψηφίζεις; Τί ἐφυβρίστοις ὀφθαλμοῖς τὸν ὄγκον τῆς γαστρός μου περιβλέπεις; Τί ἐρυθριᾷν με καταναγκάζεις; Δόξα τῶν γυναικῶν γέγονα· τῆς προτέρας αὐτὰς αἰσχύνης ἀπέδυσα· τὴν Εὔαν ἀνεκαλεσάμην· τὴν φλογίνην ῥομφαίαν μετέστησα· καὶ σὺ καλύπτεσθαί με παρασκευάζεις; Οὐδεὶς δίκας ἐμὲ δυνήσεται εἰσπράξασθαι· κοινὸν γὰρ Δεσπότην βαστάζω. Ἐὰν ἐγὼ περὶ ἐμαυτῆς μαρτυρήσω, ὡς κενόδοξός τις εὑρεθήσομαι. Μικρὸν καρτέρησον, ὦ Ἰωσὴφ, καὶ ποιμένες σε πείσουσιν· μάγοι σε πληροφορήσουσιν· ἀστήρ σε δυσωπήσει· ἄγγελοί σε κατανύξουσι. Νῦν ἀμφιβάλλεις, μετ' οὐ πολὺ δὲ δοξάσεις, ὅτε τῆς ἐπουρανίου στρατιᾶς ἀκούσεις συμφώνως βοώσης· « Δόξα
6. Being in anguish at these things, Joseph, when he saw her with child, being ignorant of the treasure within, grew gloomy, and along the way disputed with the Virgin, saying: What has seemed good to you, Mary? Are you not she who as a reverend Virgin was brought up in the sacred precincts? Are you not Mary, who did not deign to look upon the face of a man? Are you not Mary, who against your purpose were persuaded to be betrothed to me? Are you not Mary, who prayed to keep the rose of virginity unfading? Are you not Mary, who loved Susanna, and hated the Egyptian woman (Gen. 39:7)? Are you not Mary, who read often of Tamar violated by force, and abominated the disorderly Amnon (2 Sam. 13:14)? Where is the chamber of your sobriety? Where is the spotless bridal canopy of your chastity? Where is your modest countenance? I am ashamed, and do you act boldly? Because I keep silence concerning your sin, do you hasten to approach so much the nearer? Do you not see the swelling of your womb? Within, the babe leaps, and do you beam with joy as though untried by temptations? Depart, Mary; return to your house; seek out the secret adulterer; be enrolled with him. Another's outrage I do not accept; you find no defence against the punishment. And the Virgin said to Joseph: Why are you vexed, my betrothed? Why do you condemn me as disorderly? Why do you gaze around at the swelling of my womb with insulting eyes? Why do you compel me to blush? I have become the glory of women; I have stripped them of their former shame; I have recalled Eve; I have removed the flaming sword (Gen. 3:24); and do you prepare to have me veil myself? No one will be able to exact punishment from me; for I bear the common Master of all. If I bear witness concerning myself, I shall be found as some vainglorious person. Wait a little while, O Joseph, and shepherds will persuade you; Magi will assure you; a star will put you to shame; angels will pierce your heart. Now you doubt, but before long you will glorify God, when you hear the heavenly host crying aloud in harmony: “Glory
PG 28:953Read from the page
ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. » Τότε γονυπετήσεις, καὶ οὐ καταζητήσεις. Οὐχ ὁρᾷς τῆς ὁδοῦ τὴν διάβασιν, Ἰωσὴφ, καὶ ὅτι οὐδεὶς ἀνδρῶν συνοδοιπορεῖ ἡμῖν; Οὐχ ὁρᾷς τὸν ἥλιον λαμπροτέραν στολὴν ἀναβαλλόμενον; Οὐχ ὁρᾷς πᾶσαν τὴν κτίσιν σκιρτῶσαν; Οὐχ ὁρᾷς τὰ ὄρη πηδῶντα; Οὐχ ὁρᾷς τοὺς βουνοὺς εὐφραινομένους; Οὐχ ὁρᾷς τὰς ἀφέσεις τῶν ὑδάτων ὑπερβλυζούσας; Οὐχ ὁρᾷς τὸν Ἰορδάνην ἔξω περιτρέχοντα; Ἀπὸ τῶν σημείων στόχασαι τὸ τεκμήριον, καὶ μὴ, ὅτι ἔγκυός εἰμι, δίσταζε, Ἰωσήφ. Ἐδανείσθην, οὐκ ἐμολύνθην· ἔχρησα τὴν κοιλίαν, οὐκ ἐμόλυνα τὴν παρθενίαν. Μὴ ἀπιστήσῃς τοῖς προκειμένοις, ὦ Ἰωσήφ. Ὅτε μαιωθήσομαι, τότε τίς εἰμι γνωρισθήσομαι· νῦν ὀνειδίζομαι, τότε μακαρισθήσομαι· νῦν ὡς αἴτιον ἀπελαύνεις, τότε ὡς ἁγίαν ἐγγὺς εἶναι παρακαλέσεις. Μὴ, ὅτι δοκεῖς φυλάττειν, μεγαλύνου· ἐγὼ γάρ σε φυλάττω· ὁ γὰρ τὴν ἐμὴν κοιλίαν σκηνὴν ποιῆσαι καταδεξάμενος, οὗτος πάσης τῆς φύσεως φύλαξ. Πορευθῶμεν τοίνυν, καὶ ἐναπόγραφοι γενώμεθα, ὅπως πληρωθῇ καὶ ἡ στρατιωτικὴ νομοθεσία, καὶ ἡ βασιλικὴ δογματοθεσία.
to God in the highest, and on earth peace, good will among men” (Luke 2:14). Then you will fall upon your knees, and will not question closely. Do you not see the crossing of the way, Joseph, and that no man travels with us? Do you not see the sun putting on a brighter robe? Do you not see all creation leaping? Do you not see the mountains skipping? Do you not see the hills rejoicing (Ps. 113:4)? Do you not see the channels of the waters overflowing? Do you not see the Jordan running over its banks? From the signs conjecture the proof, and do not doubt, Joseph, because I am with child. I was borrowed, I was not defiled; I lent my womb, I did not defile my virginity. Do not disbelieve the things set before you, O Joseph. When I am delivered as by a midwife, then who I am will be made known; now I am reproached, then I shall be called blessed (Luke 1:48); now you drive me away as guilty, then you will beseech me as holy to be near. Do not boast because you seem to guard me; for I guard you; for He Who condescended to make my womb a tabernacle, He is the guardian of all nature. Let us go, therefore, and be enrolled, so that both the military legislation and the imperial decree may be fulfilled.
7. Ἐν τούτοις ὁ Ἰωσὴφ εὐλαβηθεὶς, διττὴν λοιπὸν ὁδὸν ἐβάδιζε· τοῖς μὲν ποσὶ τὴν γῆν ἰχνοποιῶν, τοῖς δὲ λογισμοῖς τὰς νεφέλας ὑπερπηδῶν. Τί γὰρ ἕτερον εἶχεν ὁ Ἰωσὴφ διαπράττεσθαι, ἢ ἄνω τὸν νοῦν σχολάζειν, ἐπειδὴ πᾶσα δόσις ἀγαθὴ ἄνωθέν ἐστι δεδομένη. Διὰ τοῦτο λοιπὸν ὁ Ἰωσὴφ συμπεριεφέρετο τῇ Παρθένῳ, ὁμοῦ καὶ βοηθὸς καὶ σκόπος τῶν μελλόντων γενόμενος· οὐχ ὅτι ἔχρηζεν βοηθοῦ ἡ Παρθένος, μᾶλλον δὲ ὁ ἐν Παρθένῳ κυοφορούμενος· αὐτὸς γὰρ ὁ πάντων βοηθὸς ἦν καὶ ἔστι, καὶ πρὸς αὐτὸν ἐκέκραγεν ὁ κράζων· « Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. » Ἀλλ' ὅτι ἀναγκαῖον ἦν ὡς πραγματείαν τῆς οἰκονομίας, τοῦ εἶναι τὸν Ἰωσὴφ βοηθὸν, πρὸς τὸ τὴν Παρθένον ὡς ὕπανδρον φημίζεσθαι, πρὸς τὸ λαθεῖν τὸν διάβολον τὸ κατασκευαζόμενον, ὅπως μὴ μάθῃ τὸ γενόμενον· πῶς ὁ Θεὸς μετὰ τῶν ἀνθρώπων συναναστραφῆναι κατεδέξατο. Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς; Καλὸν γὰρ λοιπὸν συνιδεῖν καὶ τὸν Ἰωσὴφ πληροφορούμενον, καὶ τὸν οἰκίσκον, ἔνθα ἡ Παρθένος ἀπεκύησε, τῆς Ἐκκλησίας τὸν τύπον δεχόμενον· ὅπου θυσιαστήριον μὲν ἡ φάτνη, ἐφημερευτὴς δὲ ὁ Ἰωσὴφ, διάκονοι δὲ οἱ ποιμένες, ἱερεῖς οἱ ἄγγελοι, ἀρχιερεὺς ὁ Κύριος, θρόνος ἡ Παρθένος, κρατῆρες οἱ μαζοὶ, ἀναβόλαιον ἡ ἐνανθρώπησις, ῥιπιστῆρες τὰ χερουβὶμ, δίσκος τὸ ἅγιον Πνεῦμα, ὁ Πατὴρ δισκοκάλυμμα. Ὅτι δὲ τῆς Ἐκκλησίας τύπον προσ-
7. Filled with reverence at these words, Joseph henceforth walked a twofold way: with his feet tracing his steps upon the earth, and with his thoughts leaping above the clouds. For what else had Joseph to do than to occupy his mind on high, since every good gift is given from above (Jas. 1:17)? On this account henceforth Joseph went about with the Virgin, becoming at once both a helper and an observer of the things to come; not that the Virgin had need of a helper, much less He Who was carried in the womb in the Virgin; for He Himself was and is the helper of all, and unto Him cried he who cries: “My help is from the Lord, Who made heaven and earth” (Ps. 120:2). Rather, because it was necessary as a matter of the dispensation that Joseph should be a helper, in order that the Virgin might be spoken of as a married woman, so that what was being prepared might escape the notice of the devil, lest he should learn what had come to pass: how God condescended to converse with men (Bar. 3:38). What then says the Evangelist Luke? For it is good henceforth to perceive both Joseph being assured, and the little house where the Virgin gave birth receiving the type of the Church: where the manger is the altar, Joseph the officiating minister, the shepherds the deacons, the angels the priests, the Lord the high priest, the Virgin the throne, the breasts the mixing-bowls, the incarnation the vestment, the cherubim the liturgical fans, the Holy Spirit the paten, the Father the paten-veil. And that the place pre-
PG 28:956Read from the page
εχάραξεν ὁ τόπος, ἔνθα ἡ Παρθένος ἀπεκύησε τὸν Κύριον, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· « Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἐν τῷ καταλύματι. »
figured the type of the Church, where the Virgin gave birth to the Lord, you heard just now the Evangelist Luke saying: “And it came to pass, while they were there, the days were accomplished that she should be delivered of her firstborn son; and she wrapped Him in swaddling clothes, and in the inn” (Luke 2:6-7).
8. Ὢ τῶν παραδόξων πραγμάτων! βαβαὶ, πῶς μικρὰ τὰ ῥήματα, καὶ μεγάλα τὰ μυσταγωγήματα! « Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν. » Ὢ τῶν παραδόξων πραγμάτων, ὁ τῶν χρόνων ποιητὴς ὡρισμένον χρόνον περιέμενεν! Ὁ ὁροθέτης τῶν χρόνων προθεσμίαν μηνῶν ἀνέμενεν, ἵνα μηδεὶς φαντασίαν ἢ δόκησιν νομίσῃ. « Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ. » Βλέπε τὴν μυστικὴν ἀποκύησιν τῆς Παρθένου· αὕτη ἔτεκεν, αὕτη ἐσπαργάνωσεν. Ἐπὶ τῶν κοσμικῶν γυναικῶν ἄλλη τίκτει, καὶ ἄλλη σπαργανοῖ· ἐπὶ δὲ τῆς Παρθένου οὐχ οὕτως· αὕτη ἔτεκεν, καὶ αὕτη ἐσπαργάνωσεν· καὶ αὕτη ἄκοπος μήτηρ καὶ ἀδίδακτος μαῖα, οὐ συνεχώρησεν ἀνάγνοις χερσὶν ἅψασθαί τινα τοῦ ἀχράντου τόκου· αὕτη διὰ ἑαυτῆς τὸν ἐξ αὐτῆς, πρὸ αὐτῆς καὶ ὑπὲρ αὐτῆς ἐθεράπευσεν· « Καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. » Εἶδες, ὦ φίλε, πῶς τῆς Ἐκκλησίας τὸν τύπον προανεζωγράφησε τὸ εὐτελὲς καταγώγιον, ἔνθα ἡ Παρθένος ἔτεκεν, ἡ ἅπαξ κυοφορήσασα, καὶ δεύτερον μὴ γεννήσασα, καὶ ὕβρεως ἔμφασιν μὴ ὑπομείνασα· εἰ καί τινες μανέντες, διὰ τὸ ἀκοῦσαι αὐτοὺς λέγοντος τοῦ εὐαγγελιστοῦ Λουκᾶ· « Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, » καὶ δευτέραν σύλληψιν τῆς Παρθένου ἐδογμάτισαν, τὴν ἀφθαρσίαν εἰς φθορὰν μεταβάλλοντες· φάσκοντες ἐν τοῖς οἰκείοις δόγμασιν· Οὐκ ἂν λεχθείη πρωτότοκος, δευτέρου μὴ παρακολουθήσαντος. Οὐ μόνον δὲ οἱ ἐξ ἐναντίας τὸν Λουκᾶν τῆς οἰκείας ἀβελτηρίας προβάλλονται μάρτυρα, ἀλλὰ καὶ τὸν εὐαγγελιστὴν Ματθαῖον τὰ αὐτὰ μηνύοντα, καὶ ἔτι σαφέστερον παρεγγυῶντα· ὅθεν καὶ τὰς ἐκείνου λέξεις φανεροποιοῦσιν οἱ ἄθεοι, ἐν τοῖς ἑαυτῶν συγγράμμασι λέγοντες ἅπερ Ἰωσὴφ ἐν ὀπτασίᾳ δεξάμενος ἀναγέγραπται, τοῦ εὐαγγελιστοῦ Ματθαίου λέγοντος· « Ὤφθη δὲ ἄγγελος Κυρίου κατ' ὄναρ τῷ Ἰωσὴφ, λέγων· Ἰωσὴφ υἱὸς Δαβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου. Ἀναστὰς δὲ, φησὶν, Ἰωσὴφ, παρέλαβε Μαριὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐπορεύθησαν εἰς Αἴγυπτον· καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. » Ὁμοίως καὶ
8. O paradoxical things! Wondrous, how small the words are, and how great the mysteries! “It came to pass, while they were there, the days were accomplished that she should be delivered” (Luke 2:6). O paradoxical things, the Maker of times waited for an appointed time! He Who sets the bounds of times awaited a fixed term of months, so that no one might suppose it an illusion or mere appearance. “It came to pass, while they were there, the days were accomplished that she should be delivered of her firstborn son; and she wrapped Him in swaddling clothes, and laid Him in the manger” (Luke 2:6-7). Behold the mystical childbirth of the Virgin: she herself gave birth, she herself wrapped Him in swaddling clothes. Among women of the world, one gives birth, and another wraps in swaddling clothes; but with the Virgin it was not so: she herself gave birth, and she herself wrapped Him in swaddling clothes; and she herself, an unwearied Mother and untaught midwife, did not permit anyone with impure hands to touch the undefiled offspring; she herself by herself ministered to Him Who was from her, before her, and above her: “And she wrapped Him in swaddling clothes, and laid Him in the manger, because there was no room for them in the inn” (Luke 2:7). Did you see, O friend, how the humble lodging prefigured in outline the type of the Church, where the Virgin gave birth, she who once carried in the womb, and did not give birth a second time, and did not undergo any semblance of outrage; even though some, having gone mad on account of their hearing the Evangelist Luke saying: “And she brought forth her firstborn son” (Luke 2:7), have taught as dogma even a second conception of the Virgin, changing incorruption into corruption, declaring in their own doctrines: He would not be called firstborn, if a second had not followed. And not only do the adversaries put forward Luke as a witness of their own folly, but also the Evangelist Matthew, who declares the same things and urges them even more clearly; whence those godless men also make display of his words, speaking in their own writings the things that Joseph is recorded to have received in a vision, when the Evangelist Matthew says: “Behold, an angel of the Lord appeared unto Joseph in a dream, saying: Joseph, son of David, fear not to take unto thee Mary thy wife; for that which is begotten in her is of the Holy Spirit. And Joseph, he says, arose and took unto him Mary his wife, and they departed into Egypt; and he knew her not till she had brought forth her firstborn son” (Matt. 1:20, 24-25; 2:14). Likewise also
Notes, col. 956

On the reading

Printed εχάραξεν, for ἐχάραξεν.

Printed ἕως ου, for ἕως οὗ.

PG 28:957Read from the page
ταύτας τὰς λέξεις οἱ ἐξ ἐναντίας παρεγγυῶνται, ἐκ δευτέρου τὴν ἔνδοξον Παρθένον κυοφορῆσαι δογματίζοντες. Ἀλλ' ἄπαγε τῆς ἀτοπίας! ἀκηλίδωτον ἔμεινε πάντως τὸ παρθενικὸν καὶ ἔνδοξον κειμήλιον· οὐκ ἐμολύνθη ὁ δεύτερος οὐρανός· οὐκ ἠχρειώθη τὸ τοῦ Ὑψίστου θεοχώρητον σκεῦος. Πρωτότοκος ὁ Κύριος ἤκουσεν ἐκ τῆς Παρθένου· καὶ καλῶς ἤκουσεν· οὐχ ὅτι δεύτερόν τινα ὁμοιογενῆ προσεκαλέσατο· ἀλλ' ὅτι πρωτότοκος ὑπῆρχε, τουτέστιν ἀσύγκριτος. Οὐδὲ γὰρ, διὰ τὸ εἰπεῖν τὸν μακάριον Παῦλον περὶ τῆς τοῦ Κυρίου ἐκ τοῦ Πατρὸς ἀνάρχου γεννήσεως, ὅς ἐστι πρωτότοκος πάσης κτίσεως, ἤδη καὶ ἀδελφὸν τοῦ Κυρίου φυσικὸν συνέγραψεν· οὐδ' αὖ πάλιν ὁ αὐτὸς Παῦλος, τὸν αὐτὸν Κύριον
these words those on the contrary side allege, dogmatizing that the glorious Virgin conceived a second time. But away with the absurdity! The virginal and glorious treasure remained altogether unstained; the second heaven was not defiled; the God-containing vessel of the Most High was not rendered useless. The Lord was called First-born from the Virgin; and rightly was He so called; not because He called in a second of like birth, but because He was First-born, that is to say, incomparable. For neither, because the blessed Paul said concerning the Lord's generation without beginning from the Father, Who is the First-born of all creation (Col. 1:15), did he thereby write down a natural brother of the Lord; nor again did the same Paul, concerning the same Lord
9. Διὸ ἄκουε συνετῶς, καὶ πίστευε θεοφιλῶς. Πρωτότοκος ὁ Κύριος ἐκ τῶν νεκρῶν, καὶ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τῆς Παρθένου, ἵνα διὰ πάντων γνωσθῇ τὸ μοναδικὸν τῆς υἱότητος ἀξίωμα. Ἀσύγκριτος δὲ ὁ δεσποτικὸς τόκος· ὅπου γὰρ ἡ Μήτηρ Παρθένος, πῶς τόκος ἑρμηνευόμενος; Ὁμοίως καὶ τὸ εἰπεῖν τὸν εὐαγγελιστὴν Ματθαῖον περὶ τοῦ Ἰωσὴφ, ὅτι « Οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· » οὐκ ἐγίνωσκεν γὰρ αὐτὴν ἀληθῶς, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Ἕως οὗ ἡ Παρθένος ἐκυοφόρει, οὐκ ἐγνώριζεν αὐτὴν ὁ Ἰωσήφ· οὐκ ᾔδει, τί τὸ ἐν αὐτῇ· οὐκ ᾔδει, τί τὸ πραγματευόμενον· οὐκ ᾔδει, τί τὸ κατασκευαζόμενον· μόνον γὰρ ἔτεκε, καὶ τότε ἐγνώρισε· τότε ἔγνω ὁ Ἰωσὴφ τίς ἦν ἡ δύναμις τῆς Παρθένου, καὶ τί γενέσθαι κατηξιώθη· τότε ἔγνω, ὅτι μαζὸν ἐπέδωκε, καὶ φλεβοσυλίαν οὐχ ὑπέμεινε· τότε ἔγνω, ὅτι ἐξελόχευσε, καὶ τὰ τῶν λοχῶν οὐ κατενόησε· τότε ἔγνω, ὅτι θηλὴν παρεῖχεν ἡ ἀκρότομος πέτρα τῇ νοητῇ πέτρᾳ· τότε ἔγνω ὁ Ἰωσὴφ, ὅτι περὶ αὐτῆς ἔγραψεν Ἠσαΐας· « Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. » Διὰ τὸ ἀσύγκριτον τοιγαροῦν πρωτότοκος ὁ Ἰησοῦς. Εἰ δὲ δεῖ ἐπαληθεῦσαι τῷ λόγῳ, ὁ αὐτὸς Κύριος καὶ Μονογενὴς ἐκ Πατρός· μόνος γὰρ ἐκ μόνου ἀνάρχως γεγέννηται· ὁ αὐτὸς Κύριος καὶ Μονογενὴς καὶ πρωτότοκος· Μονογενὴς ἐκ τοῦ Πατρὸς, Μονογενὴς ἐκ τῆς μητρὸς, διὰ τὸν ὅρον τῆς οἰκονομίας. Ἔχει γὰρ πολλοὺς ἀδελφοὺς, οὐ φύσει, ἀλλὰ χάριτι, καὶ ἐν τῇ Παρθένῳ καὶ ἐν τῷ Πατρί. Ὁμοίως καὶ ἐν τῇ ἀναστάσει ἔχει ἀδελφοὺς ὁ Κύριος· καὶ τίνες οὗτοι; Πρὸ πάντων οἱ ἅγιοι ἀπόστολοι, πρὸς οὓς ὁ Κύριος ἔφη· « Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν· » πρὸς οὓς ὁ Κύριος ἔφη· « Ὑμεῖς δὲ, προσευχόμενοι, λέγετε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, » ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
9. Wherefore hear understandingly, and believe in a manner pleasing to God. The Lord is First-born from the dead, and from the Father, and from the Virgin, so that through all things the unique dignity of His sonship might be known. And the Lord's birth is incomparable; for where the Mother is a Virgin, how is the birth to be explained? Likewise also as to the evangelist Matthew's saying concerning Joseph, that "He knew her not until she brought forth her first-born Son" (Matt. 1:25): for he truly knew her not until she brought forth her first-born Son. While the Virgin was with child, Joseph did not know her; he did not know what was in her; he did not know what was being wrought; he did not know what was being prepared; for no sooner had she brought forth than he knew; then Joseph knew what was the power of the Virgin, and what she had been counted worthy to become; then he knew that she gave the breast, and did not suffer the despoiling of her veins; then he knew that she had been delivered of child, and did not experience the pains of childbirth; then he knew that the sharp-cut rock offered the nipple to the spiritual Rock; then Joseph knew that concerning her Isaiah wrote: "Behold, the virgin shall conceive in the womb" (Isa. 7:14). On account of His incomparability, therefore, Jesus is First-born. And if one must speak the truth in the matter, the same Lord is also Only-begotten from the Father; for He alone has been begotten from Him alone without beginning; the same Lord is both Only-begotten and First-born: Only-begotten from the Father, Only-begotten from His mother, on account of the appointed order of the dispensation. For He has many brethren, not by nature, but by grace, both in the Virgin and in the Father. Likewise also in the resurrection the Lord has brethren; and who are these? Before all, the holy apostles, to whom the Lord said: "I go to My Father, and your Father" (John 20:17); to whom the Lord said: "And when you pray, say: Our Father Who art in heaven, hallowed be Thy name" (Matt. 6:9), in Christ Jesus our Lord, to Whom be glory and dominion now and ever, and unto the ages of ages. Amen.