14. Καὶ ἐφαρμόζεται κἀντεῦθεν λέγειν ὡς πρὸς αὐτὴν ἀφορῶντας ἡμᾶς, καὶ πρὸς αὐτὸν τὸν ἐξ αὐτῆς τεχθέντα σαρκοφόρον Υἱὸν αὐτῆς· Νῦν « παρέστη ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη. » Καὶ γὰρ καθὰ γυνὴ ἐχρημάτισεν ἡ βασίλισσα, καὶ Κυρία, καὶ Μήτηρ τοῦ Θεοῦ, κατὰ τὸ γυναικεῖον αὐτῆς σχῆμα, καὶ νῦν ὡς βασίλισσα παρισταμένη ἐκ δεξιῶν τοῦ παμβασιλέως Υἱοῦ αὐτῆς, ἐν ἱματισμῷ διαχρύσῳ τῆς ἀφθαρσίας, περιβεβλημένη, πεποικιλμένη, ἱερολογεῖται· ἀνθ' ὧν μηδὲ καθ' ἁπλότητα πνευματικὴν, καὶ οἷον ἄσαρκον καὶ ἀσώματον παρίσταται, ἀλλὰ περιβεβλημένη μὲν κατὰ τὴν παναγεστάτην αὐτῆς σάρκα τὴν ἀφθαρσίαν καὶ ἀθανασίαν, καὶ πεποικιλμένη κατὰ τὰ ἐπερείδοντα αὐτῆς τὴν σάρκα παναγιώτατα ὀστᾶ. Καὶ γὰρ καὶ ἐκ τῶν σαρκῶν αὐτῆς καὶ ἐκ τῶν ὀστέων αὐτῆς, ὡς ἐκ τοῦ πάλαι Ἀδὰμ, ὁ νέος Ἀδὰμ, κατ' ἀντιπρόσωπον πλάσας ἑαυτῷ τὴν ὡς πλευρὰν σάρκωσιν, φέρει αὐτὴν εἰς τὸ διηνεκές. Καὶ ἐντεῦθεν ἡ νέα Εὔα, Μήτηρ τῆς ζωῆς ὀνομαζομένη, μένει περιβεβλημένη, πεποικιλμένη, εἰς ἀπαρχὴν ζωῆς ἀθανάτου πάντων τῶν ζώντων. Εἴπωμεν τοίνυν καὶ αὖθις καὶ πάλιν καὶ ἀεὶ καὶ διὰ παντὸς, ὡς πρὸς αὐτὸν τὸν βασιλέα Κύριον καὶ Θεὸν, καὶ πρὸς αὐτὴν τὴν βασίλισσαν Κυρίαν τε καὶ Θεοτόκον ἀποβλέποντες, κινήσει θεωρίας τοῦ κατὰ νοῦν ἡμῶν διορατικοῦ ὀφθαλμοῦ· « Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη. » Καὶ δὴ ἄκουσον, θύγατερ Δαβὶδ καὶ Ἀβραὰμ, καὶ κλῖνον τὸ οὖς σου εἰς τὴν δέησιν ἡμῶν, καὶ μὴ ἐπιλάθῃ τοῦ λαοῦ σου, μηδὲ ἡμῶν τοῦ οἴκου Πατρός σου. Πατέρες γάρ σου ἐσμὲν κατὰ τὴν ἀναλογίαν, καὶ θυγάτηρ ἡμῶν κατὰ τὴν ἐξ ἡμῶν γέννησιν, καὶ πρέπον σοί ἐστιν ὡς Μητέρα τοῦ Θεοῦ γενομένην, βασίλισσαν τε καὶ Κυρίαν, καὶ δέσποιναν, δι' αὐτὸν τὸν ἐκ σοῦ τεχθέντα βασιλέα καὶ Κύριον, καὶ Θεὸν, καὶ δεσπότην, μνημονεύειν, παρεστῶσαν ἐπὶ τοῦ ἡμῖν μὲν φοβεροῦ, σοὶ δὲ τερπνοῦ, καὶ πάσας παρέχοντος χάριτας· ἀνθ' ὧν καὶ κεχαριτωμένη ὠνομάσθης, ὡς πάσης χαρᾶς ἀνάπλεως ἀναδειχθεῖσα, διὰ τῆς ἐπὶ σὲ τοῦ ἁγίου Πνεύματος ἐπελεύσεως. Διὸ καὶ τὸ πρόσωπόν σου λιτανεύοντες οἱ πλούσιοι τοῦ λαοῦ πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ ἀντίδος ἡμῖν ἀντὶ τῶν μικρῶν τούτων λογίων μεγάλας τὰς δωρεὰς ἀπὸ τοῦ πλούτου τῶν χαρισμάτων σου, κεχαριτωμένη· ὑπὲρ ὧν, καὶ ὡς ὑποκειμένων καὶ συστατικῶν διαφωνῶν,
14. And it is fitting henceforth for us, looking towards her and towards her flesh-bearing Son Who was born of her, to say: Now “the Queen stood at Thy right hand in gold-wrought vesture, arrayed and adorned in varied colours” (Ps. 44:10). For indeed, inasmuch as a woman was styled Queen, and Lady, and Mother of God, according to her female form, now also standing as Queen at the right hand of her all-ruling Son, in the gold-wrought vesture of incorruption, arrayed and adorned in varied colours, she is celebrated in sacred words; wherefore she stands beside Him not in spiritual simplicity, and as it were fleshless and bodiless, but arrayed, as regards her all-holy flesh, with incorruption and immortality, and adorned in varied colours as regards her all-holy bones that support her flesh. For indeed from her flesh and from her bones, as from the Adam of old, the new Adam, having fashioned for Himself as a corresponding rib the incarnation, bears it continually. And hence the new Eve, named Mother of life, remains arrayed and adorned in varied colours, as the first-fruits of immortal life of all the living. Let us say, therefore, both again and anew and always and continually, looking towards the King Himself, our Lord and God, and towards the Queen herself, our Lady and Mother of God, by a movement of contemplation of the discerning eye of our mind: “The Queen stood at Thy right hand in gold-wrought vesture, arrayed and adorned in varied colours” (Ps. 44:10). And now hearken, O daughter of David and Abraham, and incline thine ear to our supplication, and forget not thy people, nor us who are of thy father's house (Ps. 44:11). For we are thy fathers according to proportion, and thou art our daughter according to thy birth from us, and it is fitting for thee, as having become Mother of God, and Queen and Lady and Mistress, on account of the King and Lord and God and Master born of thee, to remember us, standing as thou dost before Him Who to us indeed is terrible, but to thee delightful, and Who bestows all graces; wherefore also thou wast named full of grace (Luke 1:28), as having been shown to be full of all joy through the coming of the Holy Spirit upon thee (Luke 1:35). Wherefore also, entreating thy countenance, we the rich among the people (Ps. 44:13), enriched with such noble and spiritual contemplations, cry aloud concerning thee: Remember us, O all-holy Virgin, who even after giving birth didst remain a virgin, and render to us in return for these small words great gifts from the wealth of thy graces, O thou who art full of grace; on behalf of which, even as underlying and constituent voices,