3. Τίνα δὲ καὶ τὰ ἀρτίως παραναγνωσθέντα, καιρὸς λοιπὸν ἐπιζητῆσαι. Ποῖα ταῦτα; Τὰ ὑπὸ τοῦ Γαβριὴλ μηνυθέντα, καὶ ὑπὸ τῆς Παρθένου πιστευθέντα, καὶ ὑπὸ τοῦ Πνεύματος προβιβασθέντα, καὶ ὑπὸ τοῦ Κυρίου θησαυρισθέντα, καὶ ὑπὸ τοῦ Πατρὸς σφραγισθέντα, καὶ ὑπὸ τῶν εὐσεβῶν φυλαχθέντα. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· « Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ. » Ὢ μνῆστρα ἄλλῳ μνηστευθέντα, καὶ ἄλλῳ κατεγγυηθέντα! ὢ μνῆστρα χαρᾶς ἐμφανιστικὰ, καὶ ταραχῆς διαιρετικά! Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· Εἰσελθὼν δὲ εἰς τὸν οἶκον ὁ ἄγγελος, ἠσπάσατο τὴν Παρθένον καὶ εἶπε· « Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ, ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ἐν ἑαυτῇ, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. » Εἶδες τὴν χαρὰν τοῦ ἀγγέλου ταραχὴν ἐγείρουσαν; Οὐ μόνον δὲ ταραχὴν, ἀλλὰ καὶ διαλογισμοὺς, ἀλλὰ καὶ ἀμφιβολίαν, ἀλλὰ καὶ τὰ παραπλήσια τούτων. Τὸ γὰρ ἄθροον τῆς ἀγγελικῆς εἰσόδου, καὶ τὸ ξένον τῆς ὄψεως, καὶ τὸ ἀσύνηθες τῆς συντυχίας, καὶ τὸ ὑπέρογκον τῆς ἐπαγγελίας, καὶ τὸ ἀπροσδόκητον τῆς ἀκοῆς, εἰς δειλίαν ἐνέβαλε τὴν Παρθένον, τῇ ἐπινοίᾳ τῆς σωφροσύνης πᾶσαν φαύλην ἐπίνοιαν ἐκποδὼν ποιησαμένην. Διὸ καὶ ἐταράχθη, καὶ ταραχθεῖσα ἀτάραχος ἔμεινε. Τί ἐστι, Καὶ ταραχθεῖσα ἀτάραχος ἔμεινεν; Ἄκουε συνετῶς. Ἡνίκα Γαβριὴλ ὁ ἄγγελος, ἀποστολικὴν διακονίαν πληρῶν, ἀψόφῳ ποδὶ ἐπὶ τὸν παρθενικὸν ἐχώρει κοιτῶνα· μόνη γὰρ παρῆν ἡ Παρθένος, ἐν τῷ οἴκῳ τοῦ μνηστευσαμένου διάγουσα· ἴστε πάντες σαφῶς καὶ πῶς ἐρυθριᾷ παρὰ τὰς ἀρχὰς τοῦ συναλλάγματος ἡ Παρθένος κάτω τὰς ὄψεις φέρουσα, ἠρέμα λαλοῦσα, μὴ ἀνανεύουσα, πάσης σωφροσύνης ἐπιμελουμένη. Ἐν τούτοις ἰδὼν αὐτὴν ὁ ἄγγελός φησι πρὸς αὐτήν· « Μὴ φοβοῦ, Μαριὰμ, » εἰ καὶ ἠγωνίασας, καὶ ὥσπερ παρθένος τῆς σωφροσύνης ἐφρόντισας, μὴ καταδραμὼν ὁ μνηστήρ σου καταψηφίσηταί σου τῆς εὐλαβείας. Τοῦτο γίνωσκε, Παρθένε, ὡς οὐδεμία σοι κοινωνία ἔσται πρὸς τὸν μνηστῆρά σου Ἰωσήφ. Ἕτερόν σε πρᾶγμα περιμένει, θεῖον, δεσποτικὸν, ἄφραστον, ἀνερμήνευτον, λόγῳ παραστῆναι μὴ δυνάμενον. Δεσποτικὸς εὑρεθήσῃ σηκὸς, ἀπειρόγαμος ἀναδειχθήσῃ μήτηρ, τὸν οὐρανοῦ καὶ γῆς δεσπότην μέλλεις ὑποδέχεσθαι, ἀδιάφθορον τόκον κυοφοροῦσα. « Μὴ φοβοῦ, Μαριὰμ, » στήριξόν σου τὸν λογισμὸν, νεύρωσόν σου τὴν ψυχὴν, ἕδρασόν σου τὴν καρδίαν. Μὴ μιμήσῃ τὸν Ζαχαρίαν, μὴ ἀμφιβάλῃς, ὡς ἐκεῖνος, σὺ τῶν γυναικῶν τὸ καύχημα· σὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὸ ἀγαλλίαμα· σὺ τῶν ἐθνῶν τὸ ἐγκαλλώπισμα· σὺ τῆς χαρᾶς τὸ ῥί-
3. And now it is time to inquire also what the things are that have just been read aloud. What sort are these? The things announced by Gabriel, and believed by the Virgin, and advanced by the Spirit, and treasured up by the Lord, and sealed by the Father, and guarded by the pious. You heard just now Luke the evangelist saying: « In the sixth month the angel Gabriel was sent to a city of Galilee, whose name was Nazareth, to a virgin betrothed to a man, whose name was Joseph. » O betrothals betrothed to one, and pledged to another! O betrothals manifestative of joy, and divisive of trouble! You heard just now Luke the evangelist saying: And having entered into the house, the angel greeted the Virgin and said: « Hail, favoured one, the Lord is with you; blessed are you among women. And she, having seen, was troubled at his word, and was reasoning in herself what sort of greeting this might be. » Did you see the joy of the angel raising up trouble? And not only trouble, but also reasonings, and also doubt, and also things akin to these. For the suddenness of the angelic entrance, and the strangeness of the sight, and the unusualness of the meeting, and the immensity of the promise, and the unexpectedness of the report, cast the Virgin into timidity, who by the thought of modesty had put every base thought out of the way. Wherefore also she was troubled, and having been troubled she remained untroubled. What is, And having been troubled she remained untroubled? Hear intelligently. When Gabriel the angel, fulfilling an apostolic ministry, proceeded with noiseless foot to the maidenly chamber—for the Virgin was present alone, living in the house of him who had betrothed her—you all know clearly even how the Virgin blushes during the beginnings of the contract, carrying her eyes downwards, speaking gently, not looking up, taking care for all modesty. Seeing her in these circumstances, the angel says to her: « Fear not, Mary, » even if you were in agony, and as a virgin took thought for modesty, lest your betrothed, running down, should condemn your reverence. Know this, O Virgin, that you will have no communion with your betrothed Joseph. Another matter awaits you, divine, lordly, ineffable, unexplainable, unable to be presented in speech. You shall be found a lordly shrine, you shall be shown forth a mother unwedded, you are about to receive the Master of heaven and earth, bearing in the womb an incorruptible offspring. « Fear not, Mary, » establish your mind, nerve your soul, settle your heart. Do not imitate Zacharias, do not doubt, as he did, you the boast of women; you the exultation of the Israelite people; you the ornament of the nations; you of joy the