Καὶ γὰρ ἡ τοῦ σώματος κίνησις πρὸς τεκνογονίαν καὶ διαδοχὴν τοῦ γένους διαμονῆς, οὐ πρὸς πορνείαν ὑπὸ τοῦ Δημιουργοῦ ἐδόθη· καὶ ἡ τοῦ θυμοῦ κίνησις σωτηριωδῶς ἡμῖν ἐγκατέσπαρται, ὥστε θυμοῦσθαι κατὰ τῆς ἁμαρτίας, οὐ μὴν πρὸς τὸ ὁμόφυλον ἐκθηριοῦσθαι. Οὐ τοίνυν, εἰ κακῶς ταύταις κεχρήμεθα, ἁμαρτωλὸς ἡ φύσις, ἢ τὸν πλάστην αἰτιασώμεθα, ὥσπερ οὐδὲ τὸν δεδωκότα σίδηρον πρὸς ἀναγκαίαν καὶ λυσιτελῆ χρείαν, εἰ ὁ δεξάμενος πρὸς φόνων ὑπηρεσίαν τούτῳ ἐχρήσατο. Ταῦτα δὲ εἰρήκαμεν, δεῖξαι βουλόμενοι, ὅτι τὸ τῆς φιλαργυρίας πάθος οὐκ ἐκ τῶν φυσικῶν κινήσεων τὴν ἀρχὴν ἔχει, ἀλλ' ἐκ μόνης κακίας καὶ διεφθαρμένης προαιρέσεως. Αὕτη γὰρ ἡ νόσος, ὅταν χλιαρὰν καὶ ἄπιστον ἐν ἀρχῇ τῆς ἀποταγῆς εὕρῃ ψυχὴν, δικαίας τινὰς καὶ τὸ δοκεῖν εὐλόγους προφάσεις ὑποβάλλει πρὸς τὸ κατασχεῖν τί ποτε ὧν κέκτηται· ὑπογράφει γὰρ κατὰ διάνοιαν τῷ μοναχῷ γῆρας μακρὸν, καὶ ἀσθένειαν σώματος, καὶ ὅτι αἱ διδόμεναι χρεῖαι ἐκ τοῦ κοινοβίου οὐκ εἰσὶν ἱκαναὶ πρὸς παραμυθίαν· οὐ λέγω ἀσθενοῦντι, ἀλλ' οὐδὲ ὑγιαίνοντι· καὶ ὅτι ἐνταῦθα οὐ γίνεται κατ' ἀξίαν φροντὶς τοῖς ἀσθενοῦσιν, ἀλλὰ καὶ πάνυ ἠμελημένη, καὶ ὡς, εἰ μὴ ἔχει ἀποκεκρυμμένον χρυσίον, ἀθλίως ἀπολεῖται. Τελευταῖον δὲ ὑποβάλλει μὴ δύνασθαι μένειν ἐπὶ πολὺ ἐν τῷ μοναστηρίῳ διὰ τὴν βαρύτητα τῶν ἔργων καὶ τὴν τοῦ πατρὸς ἀκρίβειαν. Καὶ ὅτε ταῖς τοιαύταις ἐνθυμήσεσιν ἀποπλανήσῃ τὴν διάνοιαν, πρὸς τὸ κἂν ἓν δηνάριον κατασχεῖν, τὸ τηνικαῦτα πείθει αὐτὸν καὶ ἐργόχειρον λάθρα τοῦ ἀββᾶ μαθεῖν, ἐξ οὗ δυνήσεται τὸ περισπούδαστον αὐτῷ ἀργύριον αὐξῆσαι· καὶ λοιπὸν ἐλπίσιν ἀδήλοις ἀπατᾷ τὸν ἄθλιον, ὑποβάλλων αὐτῷ τὸ ἐκ τοῦ ἐργοχείρου κέρδος καὶ τὴν ἐκ τούτου ἄνεσιν καὶ ἀμεριμνίαν. Καὶ ὅλως τῇ τοῦ κέρδους ἐνθυμήσει δεθεὶς, οὐδὲν τῶν ἐναντίων σκοπεῖ, οὐκ ὀργῆς μανίαν, εἴποτε συμβῇ αὐτῷ ζημίᾳ περιπεσεῖν· οὐ λύπην, οὐ σκότος, εἰ ἀποτύχοι τοῦ ἐκ τοῦ ἔργου κέρδους, ἀλλὰ γίνεται, ὅπερ ἄλλοις ἡ γαστὴρ θεὸς, οὕτω τούτῳ ὁ χρυσός. Ὅθεν ὁ μακάριος Ἀπόστολος, τοῦτο γινώσκων, οὐ μόνον ῥίζαν πάντων τῶν κακῶν, ἀλλὰ καὶ εἰδωλολατρείαν ταύτην ἐκάλεσε. Θεωρήσωμεν τοίνυν πρὸς πόσην κακίαν ἡ νόσος αὕτη τὸν ἄνθρωπον κατασύρει, ὡς καὶ εἰς εἰδωλολατρείαν ἐμβάλλειν. Ἀποστήσας γὰρ ὁ φιλάργυρος τὸν νοῦν αὐτοῦ ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, εἴδωλα ἀνθρώπων ἐγγεγλυμμένα τῷ χρυσίῳ ἀγαπᾷ· τούτοις δὲ τοῖς λογισμοῖς ὁ μοναχὸς σκοτωθεὶς, καὶ ἐπὶ τὸ χεῖρον αὔξων, οὐδεμίαν ταπείνωσιν, οὐδεμίαν ὑπακοὴν ἔχειν λοιπὸν δύναται, ἀλλ' ἀγανακτεῖ, καὶ ἀναξιοπαθεῖ, καὶ πρὸς ἕκαστον ἔργον γογγύζει, καὶ ἀντιλέγει, καὶ μηδὲ μιᾶς λοιπὸν εὐλαβείας πεφυλαγμένης, ὥσπερ ἵππος σκληρότατος κατὰ κρημνῶν φέρεται, οὔτε τῇ καθημερινῇ τροφῇ ἀρκούμενος, καὶ διαμαρτύρεται εἰς τέλος μὴ δύνασθαι αὐτὸν ὑπομένειν, καὶ Θεὸν οὐκ ἐκεῖ μόνον εἶναι λέγει, οὐδὲ τὴν ἰδίαν σωτηρίαν ἐν ἐκείνῳ κατακεκλεῖσθαι τῷ τόπῳ, ἀλλὰ πανταχοῦ τοῖς ζητοῦσιν αὐτὸν εὑρίσκεσθαι· καὶ ὡς εἰ μὴ ἀποστῇ τοῦ μοναστηρίου ἐκείνου ἀπόλλυται·
For indeed the movement of the body was given by the Creator for the begetting of children and the succession of the permanence of the race, not for fornication; and the movement of anger was salutarily implanted in us, so that we might be angry against sin, not that we might become savage towards our own kind. Neither, therefore, if we have used these badly, is nature sinful, nor let us blame the Fashioner, just as we would not blame him who gave iron for a necessary and profitable use, if he who received it used it for the service of murders. Now we have said these things wishing to show that the passion of covetousness has its beginning not from the natural movements, but from malice alone and a corrupted purpose. For this sickness, when it finds a soul lukewarm and unbelieving at the beginning of its renunciation, suggests certain excuses, just and seemingly reasonable, for holding back something of what it possesses; for it sketches out in the monk's mind a long old age, and weakness of body, and that the necessities provided from the cenobium are not sufficient for comfort—I do not say for one who is sick, but not even for one who is in health—and that there no worthy care is taken of the sick, but rather a very neglected one, and that, unless he has gold hidden away, he will miserably perish. And finally it suggests that he cannot remain for long in the monastery because of the heaviness of the labours and the strictness of the father. And when by such thoughts it has led his mind astray, so as to hold back even a single denarius, then it persuades him also to learn a handicraft secretly from the abba, whereby he will be able to increase his much-coveted silver; and thereafter it deceives the wretched man with uncertain hopes, suggesting to him the profit from the handicraft and the ease and freedom from care resulting from it. And bound altogether by the thought of gain, he considers nothing of the contrary things: not the madness of anger, if ever it happen to him to fall into loss; not the grief, not the darkness, if he fail of the profit from his work; but just as for others the belly is god, so for this man gold becomes god. Whence the blessed Apostle, knowing this, called it not only the root of all evils, but also idolatry. Let us behold, therefore, unto how great a wickedness this sickness drags a man down, so as to cast him even into idolatry. For the covetous man, having drawn his mind away from the love of God, loves idols of men graven upon gold; and the monk, darkened by these thoughts and growing worse, can thereafter have no humility, no obedience, but is indignant, and resents his treatment, and murmurs at every work, and contradicts, and with not even a single reverence guarded any longer, like a most stubborn horse he rushes down precipices, not even content with the daily food, and protests that he cannot endure to the end, and says that God is not there alone, nor is his own salvation shut up in that place, but that He is found everywhere by those who seek Him; and that unless he depart from that monastery he perishes;