Migne Reading Room

PG 28 · cols. 805–812 · Read from the page

Another exemplar of the same History

Another exemplar of the same History

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:805Read from the page
οὕτω μεγάλη χαρὰ ἐγένετο ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἐπὶ τῷ παραδόξῳ θαύματι τῆς τιμίας καὶ ἁγίας εἰκόνος τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
thus there was great joy in heaven and on earth over the extraordinary wonder of the honourable and holy image of our Lord and Saviour Jesus Christ
8. Ταῦτα ἐσπούδασα δηλῶσαι τῇ ὑμετέρᾳ θεοφιλίᾳ, ὦ προσφιλέστατοι ἀδελφοὶ ἀγαπημένοι, εἰς ὠφέλειαν καὶ ἀκοὴν τῶν ἐντυγχανόντων, τοῦ στηριχθῆναι τὰς ψυχὰς ὑμῶν ἀπὸ τοῦ πονηροῦ, τοῦ ἐπὶ τῇ πτώσει ἡμῶν χαίροντος, καὶ στερεωθῶμεν ἐπὶ τῇ στερεᾷ πίστει τῆς ὁμολογίας τοῦ Χριστοῦ. Δῶμεν οὖν δόξαν μετ' εὐφροσύνης ἐν κατανύξει καρδίας, καὶ εὐχαριστίας, εὐχαριστοῦντες αὐτῷ ἐκ καθαρᾶς πίστεως, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τῆς ἐπιγνώσεως αὐτοῦ· ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8. These things I have been eager to make known to your love of God, O most dear and beloved brethren, for the benefit and hearing of those who read, that your souls may be established against the evil one, who rejoices over our fall, and that we may be made firm upon the firm faith of the confession of Christ. Let us therefore give glory with gladness in compunction of heart, and of thanksgiving, giving thanks to Him out of a pure faith, to keep His commandments and His ordinances and those of the knowledge of Him; for to Him belongs glory and dominion in Christ Jesus our Lord, with Whom to the Father, together with the Holy Spirit, be glory and worship, now and always, and unto the ages of the ages. Amen.
1. Ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὸ καινὸν θέαμα τοῦτο, ὅπερ γέγονε νῦν. Ἐμβλέψατε εἰς τὸ ἄπειρον θαῦμα τοῦ Θεοῦ, καὶ δότε αὐτῷ δόξαν τῷ Θεῷ, κατανοήσατε εἰς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, τὸ μέγεθος τῆς αὐτοῦ οἰκονομίας, καὶ θρῆνον μετ' εὐφροσύνης ἀναλάβετε. Ἐπὶ μὲν Θεοῦ οὐδὲν ξένον. Ὁ γὰρ Θεὸς ἡμῶν, καὶ ἐφ' ἡμῶν, ἐκστήσεται πᾶσα καρδία τῶν ἀκουόντων. Ὄντως ἐξέστη ὁ οὐρανὸς ἐπὶ τῷ τετολμημένῳ τούτῳ τῷ θεάματι· ἐταράχθη πάλιν ἄβυσσος, καὶ ἥλιος ἐσκοτίσθη, καὶ οἱ ἀστέρες, καὶ ἡ σελήνη ὁμοίως ἐπὶ τῷ γεγονότι. Ἀλλὰ πάλιν ηὐφράνθησαν ἐπὶ τῇ οἰκονομίᾳ τῇ γενομένῃ ὑπὸ Κυρίου πᾶσαι τῶν οὐρανῶν δυνάμεις. Ἀκούσατε οὖν, ἀδελφοὶ, καὶ ἔκστητε, ᾧ γέγονε ταῖς ἡμέραις ἡμῶν συνιέντες συνίετε, καὶ τὸ οὖς ὑμῶν κλίνατε τῆς καρδίας, καὶ ἀκούσατε.
1. Lift up the eyes of your mind, and see this new spectacle, which has now come to pass. Look upon the boundless wonder of God, and give glory to Him Who is God; consider His unspeakable love for mankind, the greatness of His dispensation, and take up lamentation with gladness. With God nothing is strange. For He is our God, and in our case also every heart of those who hear shall be amazed. Truly heaven was amazed at this audacious spectacle; the abyss was troubled again, and the sun was darkened, and the stars, and the moon likewise at what came to pass. But again all the powers of the heavens rejoiced over the dispensation that was wrought by the Lord. Hear therefore, brethren, and be amazed; understanding what has come to pass in our days, understand, and incline the ear of your heart, and hear.
2. Πόλις ἐστὶ Βηρυτὸς καλουμένη ἐν μεθορίοις Τύρου καὶ Σιδῶνος, τελοῦσα δὲ Ἀντιοχείας. Ἐν ταύτῃ οὖν τῇ πόλει τῇ Βηρυτῷ πλήθη πολλά εἰσι τῶν Ἰουδαίων. Πλησίον δὲ τῆς συναγωγῆς αὐτῶν, μεγάλης οὔσης σφόδρα, Χριστιανὸς ἔλαβε κελλίον ἐν οἰκίῳ παρά τινος· ἐν ᾧ κατοικῶν ἄντικρυς τοῦ ἀκουβίτου αὐτῶν, ἐποίησεν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σεμνῶς ἐζωγραφημένην, ὁλόστατον ἔχουσαν τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν
2. There is a city called Berytus on the borders of Tyre and Sidon, and subject to Antioch. In this city of Berytus, therefore, there are great multitudes of the Jews. And near their synagogue, which is exceedingly large, a Christian took a cell in a house from someone; dwelling in which, opposite their dining-couch, he made an image of our Lord Jesus Christ, reverently painted, having at full length the image of our Lord
Notes, col. 805

On the reading

Printed ἀγαπημένοι, for ἠγαπημένοι.

PG 28:808Read from the page
Ἰησοῦ Χριστοῦ. Χρόνου δὲ ὀλίγου διελθόντος, ἐπεζήτησε οἶκον μείζονα ὁ Χριστιανὸς ὡς χρήζων. Τοῦτο δὲ ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾠκονόμησε χάρις, ὥς γε ἐγὼ πείθομαι, τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, δεικνύων τὰ θαυμάσια αὐτοῦ τοῖς πιστεύουσιν εἰς αὐτὸν εἰς ἔλεγχον τῶν ἀσεβῶν, στηριγμὸν δὲ τῶν πιστῶν. Ἐζήτει οὖν ὁ Χριστιανὸς, ὡς ἔφην, μείζονα οἶκον, καὶ εὑρών τι ἀπὸ τῆς πόλεως, μετῆρεν ἐκεῖσε, καὶ μετὰ χαρᾶς πάντα τὰ αὐτοῦ, καὶ καταλείπων ἐξ οἰκονομίας Θεοῦ, τὴν εἰκόνα τοῦ Κυρίου ἀφῆκε, καθὰ ἔφην.
Jesus Christ. And when a little time had passed, the Christian sought a larger house, as having need of it. And the grace of our Lord Jesus Christ dispensed this, as I at least am persuaded, Who willeth that all men be saved and come to the knowledge of the truth (1 Tim. 2:4), showing His wonders to those who believe in Him for the refutation of the ungodly, and the confirmation of the faithful. The Christian therefore was seeking, as I said, a larger house, and having found one away from the city, he removed thither with joy and took all his goods, and leaving it behind by the dispensation of God, he left the image of the Lord, just as I said.
3. Ἰουδαῖος δέ τις ἔλαβεν ἐνοικίῳ τὸν οἶκον ἐκεῖνον, ἔνθα ἡ εἰκὼν τοῦ Κυρίου ἵστατο. Εἰσαγαγὼν δὲ πάντα τὰ αὐτοῦ κατέμενεν ἐν οἴκῳ, μὴ θεωρήσας τὴν εἰκόνα τοῦ Κυρίου, ὅτι ἵστατο ἐκεῖ. Οὐδὲ γὰρ ἐνόησε τὸν τόπον ἐκεῖνον, ἀλλ' εἰσελθὼν κατέμενεν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκάλεσεν ὁ αὐτὸς Ἰουδαῖος σύνεθνον αὐτοῦ ἐπὶ ἄριστον. Καὶ ἐν τῷ ἀριστᾷν αὐτοὺς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ κληθεὶς Ἰουδαῖος εἰς τὴν εἰκόνα τοῦ ἐσταυρωμένου, ἐκεῖ ὕβρεις παμπόλλας καὶ ἀθεμίτους, ἀφ' ἧς ὥρας εἶδε τὴν εἰκόνα τοῦ Θεοῦ, κατ' αὐτῆς εἶπε, ἃς οὐ τολμῶ, μὴ γένοιτο! γράψαι, ἅσπερ εἶπεν κατὰ τοῦ Σωτῆρος ἡμῶν ὁ παράνομος Ἰουδαῖος, ἰδὼν τὴν εἰκόνα τοῦ Κυρίου. Ἐπληροφόρησε δὲ αὐτὸς τὸν κληθέντα Ἰουδαῖον λέγων, ὅτι Μέχρι τοῦ παρόντος οὐκ εἶδον τὴν εἰκόνα ταύτην Καὶ ἐσιώπησεν ὁ κληθείς. Ἀπελθὼν δὲ πρὸς τοὺς ἀρχιερεῖς, διαβάλλει τὸν Ἰουδαῖον τὸν ἐν τῷ οἴκῳ λέγων, ὅτι Ὁ δεῖνα εἰκόνα ἔχει τοῦ Ναζωραίου ἐν τῷ οἴκῳ αὐτοῦ. Οἱ δὲ ἀκούσαντες ἐπλήσθησαν θυμοῦ μεγάλου, καὶ τὴν ἑσπέραν ἐκείνην ἡσύχασαν.
3. And a certain Jew took at a rent that house where the image of the Lord stood. And having brought in all his goods, he dwelt in the house, without having noticed the image of the Lord, that it stood there. For neither did he take note of that place, but having entered in, he dwelt there. And on one of the days the same Jew invited a fellow-countryman of his to dinner. And while they were dining, the Jew who had been invited lifted up his eyes to the image of the Crucified, and there, from the hour he saw the image of God, he spoke very many and lawless insults against it, which I do not dare—God forbid!—to write, which the lawless Jew spoke against our Saviour upon seeing the image of the Lord. And he himself assured the Jew who had been invited, saying: Until the present I did not see this image. And he who had been invited kept silent. And going away to the chief priests, he accuses the Jew who was in the house, saying: Such a one has an image of the Nazarene in his house. And when they heard this, they were filled with great wrath, and that evening they kept quiet.
4. Πρωΐας δὲ ἤδη γενομένης, παραλαμβάνουσιν οἱ ἀρχιερεῖς αὐτὸν τὸν διαβάλλοντα τὸν Ἰουδαῖον καὶ ὄχλον πολλὸν ἔθνους αὐτῶν, καὶ ἀπέρχονται ἐν τῷ οἴκῳ τοῦ Ἰουδαίου, ἔνθα ἡ εἰκὼν τοῦ Κυρίου ἵστατο. Γενόμενοι ἐπὶ τοῦ τόπου, εἰσεπήδησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι σὺν τῷ καταμηνύσαντι, καὶ ὁρῶσι τὴν εἰκόνα τοῦ Κυρίου ἱσταμένην, ὑποδείξαντος ἐκείνου. Τότε θυμωθέντες σφόδρα, τὸν μὲν Ἰουδαῖον τὸν κατοικοῦντα ἐν τῷ οἴκῳ ἀποσυνάγωγον ποιήσαντες ἤλασαν· τὴν δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καταναγόντες ἔφησαν, ὅτι Καθὼς καὶ οἱ πατέρες ἡμῶν ἐνέπαιξαν αὐτὸν τότε τὸν τοιοῦτον. Τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον αὐτοῦ τῆς ἁγίας εἰκόνος τοῦ Κυρίου, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσωπον ἔνθεν καὶ ἔνθεν. Καὶ ταύτην ῥαπίζοντες, ἔλεγον· Ὅσα ἐποίησαν οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν καὶ ἡμεῖς τῇ εἰκόνι αὐτοῦ. Καὶ λέγουσιν· Ἠκούσαμεν, ὅτι ἐνέπαιξαν αὐτῷ, καὶ ἡμεῖς αὐτὸ ποιήσωμεν. Ἐμπαιγμοῖς οὖν ἀπείροις ἐνέπαιξαν τῇ εἰκόνι τοῦ Θεοῦ. Ἀπορῶ δὲ λέγειν ὑμῖν ὃ τότε τετόλμηται. Εἶτα λέγουσιν· Ἠκούσαμεν, ὅτι ἥλωσαν αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. Τότε καὶ τοὺς πόδας καὶ τὰς χεῖρας τῆς τοῦ Κυρίου εἰκόνος ἔπηξαν ἥλους. Πάλιν λέγουσι μεμη-
4. And when morning had already come, the chief priests take with them the man himself who accused the Jew and a great crowd of their nation, and go off to the house of the Jew, where the image of the Lord stood. Having arrived at the place, the chief priests and the elders leaped in together with the informer, and see the image of the Lord standing, when that man pointed it out. Then, being exceedingly enraged, they put the Jew who dwelt in the house out of the synagogue and drove him away; and having brought down the image of our Lord Jesus Christ, they said: Just as our fathers also mocked Him then, such a one. Then they began to spit into His face of the holy image of the Lord, and slapped it in the face on this side and on that. And slapping it, they were saying: All that our fathers did, let us also do all of it to His image. And they say: We have heard that they mocked Him; let us also do it. With endless mockeries, therefore, did they mock the image of God. And I am at a loss to tell you what was then dared. Then they say: We have heard that they nailed His hands and His feet; let us also do this. Then they fixed nails into both the feet and the hands of the image of the Lord. Again they say, raving-
Notes, col. 808

On the reading

Printed Εἰσαγαγὼν, for Εἰσαγαγὼν.

Printed ταύτην Καὶ, for ταύτην. Καὶ.

Printed καταναγόντες, for καταγαγόντες.

PG 28:809Read from the page
νότες· Ἠκούσαμεν, ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐτὸν μετὰ σπόγγου· ποιήσωμεν αὐτὸ καὶ ἡμεῖς· καὶ ἐποίησαν προσθέντες εἰς τὸ στόμα τοῦ Κυρίου σπόγγον ὄξου πεπληρωμένον. Πάλιν λέγουσι· Μεμαθήκαμεν, ὅτι καλάμῳ ἔτυψαν αὐτοῦ τὴν κεφαλὴν οἱ πατέρες ἡμῶν· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν. Καὶ λαβόντες κάλαμον ἔτυπτον τὴν κεφαλὴν τῆς εἰκόνος. Τέλος λοιπὸν λέγουσιν, ὡς Ἀκριβῶς μανθάνομεν, ὅτι τὴν πλευρὰν αὐτοῦ λόγχῃ ἤνοιξαν· μηδὲν παραλείψωμεν, ἀλλὰ προσθῶμεν καὶ τοῦτο. Ποιήσαντες ἐνεχθῆναι λόγχην, ἐπέτρεψάν τινι αὐτῶν ἆραι τὴν λόγχην· καὶ ἀρὼν κατὰ τῆς εἰκόνος τοῦ Κυρίου, εὐθέως οὖν ἀνέβλυσε πλῆθος αἵματος καὶ ὕδατος ἐξ αὐτῆς.
ly: We have heard that they gave Him vinegar and gall to drink with a sponge; let us also do it; and they did so, putting to the mouth of the Lord a sponge filled with vinegar. Again they say: We have learned that our fathers struck His head with a reed; let us also do the same thing. And taking a reed, they were striking the head of the image. Finally then they say: We learn accurately that they opened His side with a spear; let us leave nothing out, but let us add this also. Having caused a spear to be brought, they bade one of them lift up the spear; and lifting it up against the image of the Lord, straightway then there gushed up a multitude of blood and water out of it.
5. Χριστὲ, δόξα σοι· ἀκατάληπτε, δόξα σοι. Τίς ὡς σὺ, Δέσποτα; Τίς πλὴν σοῦ, Θεὸς, ποιῶν φοβερὰ καὶ ἐξαίσια; Ὢ τοῦ θαύματος τῆς τοῦ Σωτῆρος ἡμῶν μεγαλειότητος! ἔφριξαν ἀληθῶς αἱ ἄνω ἅγιαι δυνάμεις καὶ ἐπὶ τοῦτο. Πόσος εἶ, Δέσποτα, εἰς φιλανθρωπίαν! Ὁπόσος σὺ ἐν ἐλέει! Πρώην γὰρ δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθεὶς ὁ ἄσαρκος ἐκ Παρθένου Μαρίας, ἐσταυρώθης ἐν ἐκείνῃ τῇ σαρκὶ, ἀπαθὴς ὁ αὐτὸς ἐν τῇ θεότητι. Νῦν δὲ πάλιν ἐν τῇ εἰκόνι σου ἐσταυρώθης, ὦ Δέσποτα, εἰς ἔλεγχον μὲν τῶν ἀσεβῶν καὶ πάντων τῶν ἀπίστων, στηριγμὸν δὲ τῶν ἐν ἀληθείᾳ εἰς σὲ πιστευόντων. Ἀλλὰ δόξα σοι, Δέσποτα, τῷ μόνῳ τὰ πάντα δυναμένῳ, ἅμα τῷ εὐλογητῷ Θεῷ ἡμῶν Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἀμήν.
5. O Christ, glory to Thee; O Incomprehensible One, glory to Thee. Who is like Thee, O Master? Who save Thee is God, doing fearful and wondrous things? O the wonder of the majesty of our Saviour! Truly the holy powers above shuddered at this also. How great art Thou, O Master, in love for mankind! How great art Thou in mercy! For formerly, on account of us and on account of our salvation, having become incarnate of the Virgin Mary, Thou Who art fleshless wast crucified in that flesh, though the same in impassible Godhead. And now again Thou wast crucified in Thy image, O Master, for the refutation of the ungodly and of all the unbelieving, and the confirmation of those who in truth believe in Thee. But glory to Thee, O Master, Who alone art able to do all things, together with our blessed God and Father, and the Holy Spirit. Amen.
6. Ὑμεῖς δὲ, τέκνα, ἀκούσατε τὰ λοιπὰ, ἅπερ ᾠκονόμησεν ἡ αὐτοῦ ἀγαθότης. Μετὰ γὰρ τὸ κρουσθῆναι τῇ λόγχῃ τὴν πλευρὰν τῆς εἰκόνος τοῦ Κυρίου, καὶ ἀναβλύσαι τὸ αἷμα καὶ τὸ ὕδωρ, ὡς ἑτέρως εἴρηται, λέγουσιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ· Ἐπειδὴ θρυλοῦσιν αὐτὸν οἱ σεβόμενοι ὅτι καὶ ἰάσεις πολλὰς ἐποίησε, λάβωμεν αὐτοῦ τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἀγάγωμεν εἰς τὴν συναγωγὴν, καὶ συνάξωμεν πάντας τοὺς κακῶς ἔχοντας τοῦ λαοῦ, καὶ χρίσωμεν αὐτοὺς ἀπ' αὐτοῦ, καὶ ἴδωμεν εἰ ἀληθῆ εἰσι τὰ λεγόμενα. Τότε προσήνεγκαν τῇ πλευρᾷ τοῦ Κυρίου βῆσσαν κατὰ τὸν τόπον τῆς σφαγῆς τῆς λόγχης, ὅθεν ἐξίει τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἔπλησαν τὴν βῆσσαν. Καὶ ἀπαγαγόντες, ἐμπαίζοντες, ἵνα, ὡς ἐνόμιζον, ὑβρίσωσιν ἐπὶ πάντων, συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρῶτον πάντων παράλυτον, ὃν ἐκ γενετῆς ᾔδεσαν αὐτὸν, καὶ προσαγαγόντες ἔχρισαν αὐτόν. Καὶ αὖθις ἀνεπήδησε, καὶ ἥλατο ὑγιανθεὶς καθόλου ὁ ἄνθρωπος. Εἶτα ἤγαγον τυφλοὺς, κἀκεῖνοι ὁμοίως χρισθέντες ἀνέβλεψαν, δαιμονιῶντες ἀναρίθμητοι παραυτίκα ἐκαθαρίσθησαν. Ταραχὴ γέγονε μεγάλη κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐπιτρεχόντων διὰ τὰ ἄπειρα θαύματα. Ἐκινήθησαν πάντα τὰ πλήθη τῶν Ἰουδαίων, τῶν οἰκούντων τὴν πόλιν, ὡς μήτε τὴν συναγωγὴν αὐτῶν, καίτοι μεγίστην οὖσαν, χωρεῖν, μήτε τὸν τόπον, τοῦ πλήθους τοῦ ἀπείρου λαοῦ συνδραμόντος διὰ τὰ ἄπειρα θαύματα. Πάντες δὲ οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι, καὶ ὁ λαὸς, καὶ τὰ πλήθη τῶν Ἰουδαίων, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων, ἐπίστευσαν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, κράζοντες καὶ λέγοντες· Δόξα σοι, Χριστὲ, ὃν οἱ πατέρες ἡμῶν ἐσταύρω-
6. And do you, children, hear the rest, which His goodness dispensed. For after the side of the image of the Lord had been struck with the spear, and the blood and the water had gushed up, as has been said elsewhere, the chief priests and the elders of the people say: Since those who worship Him bruit it abroad of Him that He also performed many healings, let us take His blood and water, and bring it into the synagogue, and gather together all those of the people who are ill, and anoint them from it, and see if the things that are said are true. Then they brought a vessel to the side of the Lord at the place of the wound of the spear, whence the blood and the water was coming out, and filled the vessel. And having taken it away, mocking, in order that, as they supposed, they might insult Him before all, they gathered together all who were ill, first of all a paralytic, whom they knew to be so from birth, and bringing him forward they anointed him. And straightway the man leaped up and sprang about, made altogether whole. Then they brought blind men, and they likewise, having been anointed, recovered their sight; innumerable demon-possessed persons were immediately cleansed. A great commotion arose throughout all the city, with everyone running up on account of the endless wonders. All the multitudes of the Jews who dwelt in the city were moved, so that neither their synagogue, though it was very large, could hold them, nor the place, when the multitude of the endless people ran together on account of the endless wonders. And all the chief priests, and the elders, and the people, and the multitudes of the Jews, both of men and of women and of children, believed in our Lord Jesus Christ, crying out and saying: Glory to Thee, O Christ, Whom our fathers cruci-
Notes, col. 809

On the reading

Printed ὄξου, for ὄξους.

Printed ἀρὼν, for ἄρας.

PG 28:811Read from the page
Apud Caesaream Cappadociae urbem praemaximam, convenientes de singulis urbibus Asiae sanctissimi praesules, pro stabilimento sanctae Ecclesiae inierunt consilium. Siquidem apud eos de cruore lateris Domini nostri Jesu Christi non exiguus error exortus esse videbatur. Qua ex re, ut praefati sumus, in jam dicta urbe maximus congregatus est sanctorum episcoporum conventus, ut ex hoc errore in unum tractare deberent. Sed dum cuncti ex more in sanctam ecclesiam ad residendum se con-
At Caesarea, the very great city of Cappadocia, the most holy prelates, assembling from the several cities of Asia, took counsel for the establishment of the holy Church. For indeed among them no small error seemed to have arisen concerning the blood from the side of our Lord Jesus Christ. Wherefore, as we have said before, in the aforesaid city a very great assembly of holy bishops was gathered together, that concerning this error they might deliberate together. But while all, according to custom, had betaken themselves into the holy church to sit down-
PG 28:812Read from the page
σαν, καὶ ἀφ' ἡμῶν νῦν σταυρωθεὶς ἐπὶ τῇ εἰκόνι σου. Δόξα σοι, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ τοσαῦτα ποιήσας θαυμάσια. Σοὶ πιστεύομεν· ἵλεως ἡμῖν γενοῦ, καὶ δέξαι ἡμᾶς. Ταῦτα ἐβόων ἅπαντες πενθοῦντες· καὶ αἱ βοαὶ αὐτῶν ἀνεπέμποντο, ἀρχιερέων χριόντων, καὶ πάντων θεραπευομένων καὶ ζωοποιουμένων.
fied, and Who now wast crucified by us upon Thy image. Glory to Thee, O Son of the living God, Who hast done so great wonders. In Thee we believe; be merciful to us, and receive us. These things they were all crying aloud, mourning; and their cries were sent up, while the chief priests were anointing, and all were being healed and made alive.
7. Μετὰ δὲ τὸ πάντας ἰαθῆναι, αὖθις πρὸς ἐπίσκοπον τῆς ἐκεῖσε Ἐκκλησίας, ἤδη μεμαθηκόντα τὰ γενόμενα, τὰ πλήθη τῶν Ἰουδαίων κατέδραμον, κράζοντες· Εἷς Θεὸς ὁ Πατὴρ, εἷς Υἱὸς αὐτοῦ μονογενὴς, εἷς Χριστὸς ὃν οἱ πατέρες ἡμῶν ἐσταύρωσαν· αὐτὸν Θεὸν οἴδαμεν, τούτῳ ἡμεῖς πιστεύομεν. Πολλαῖς οὖν εὐφημίαις δοξάσαντες τὸν Θεὸν, τήν τε εἰκόνα τῷ ἀρχιεπισκόπῳ δείξαντες, καὶ ἀπαγγείλαντες ἃ ἐποίησαν τὴν τοῦ Χριστοῦ εἰκόνα, τό τε αἷμα καὶ τὸ ὕδωρ ἐμήνυον, καὶ τὸ πῶς ἐξελήλυθεν ἀπὸ τῆς πλευρᾶς τῆς εἰκόνος, τῶν τε ἀπείρων θαυμάτων τὰ γεγονότα. Οὕτως ἅπαντα τὰ πλήθη τοῦ ἁγίου βαπτίσματος ἀξιωθῆναι ἱκέτευον. Οὓς λαβὼν ὁ ἐπίσκοπος ἅμα τῷ ἐκεῖσε κλήρῳ πάντας ἐπὶ πολλὰς ἡμέρας ἐβάπτισε. Τὴν δὲ συναγωγὴν ἐκκλησίαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀφιέρωσεν, ἐκείνων παρακαλεσάντων· τὰς δὲ λοιπὰς συναγωγὰς αὐτῶν μαρτύρια πεποίηκε. Καὶ ἐκ τούτου χαρὰ μεγάλη γέγονεν ἐν τῇ πόλει ἐκείνῃ, οὐ μόνον σωμάτων ἰαθέντων, ἀλλὰ καὶ τοσούτων ψυχῶν ἐκ νεκρῶν εἰς ζωὴν ἐπανελθόντων.
7. And after all had been healed, the multitudes of the Jews ran down again to the bishop of the Church there, who had already learned what had come to pass, crying out: One God the Father, one His Only-begotten Son, one Christ Whom our fathers crucified; Him we know as God, in Him we believe. Having therefore glorified God with many praises, and having shown the image to the archbishop, and reported what they had done to the image of Christ, they declared both the blood and the water, and how it had come out from the side of the image, and the events of the endless wonders. Thus all the multitudes were entreating to be counted worthy of holy baptism. Taking them, the bishop together with the clergy there baptized them all over many days. And the synagogue he consecrated as a church of our Saviour Jesus Christ, at their entreaty; and their remaining synagogues he made martyries. And from this there arose great joy in that city, not only because bodies were healed, but also because so many souls had returned from the dead unto life.
8. Ταῦτα γνοὺς ἐγὼ, ἐσπούδασα δηλῶσαι ὑμῖν, προσφιλέστατοι ἀδελφοὶ, εἰς ὠφέλειαν τῶν ψυχῶν ὑμῶν· ἵνα, γνόντες καὶ ἐπὶ τούτῳ τοῦ ἡμετέρου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν δύναμιν, πλέον τῇ εἰς αὐτὸν στερεωθῆτε πίστει, καὶ ἀγαλλιασθῆτε ἐπὶ τοῖς μεγάλοις αὐτοῦ θαύμασι τοῖς νῦν γεγενημένοις. Δότε οὖν αὐτῷ δόξαν μετ' εὐφροσύνης, καὶ κατάνυξιν καρδίας, καὶ θρήνῳ χαίροντες, καὶ εὐχαριστοῦντες ἐπὶ τῇ αὐτοῦ μεγαλειότητι, ὅτι τῆς αὐτοῦ πίστεως ἡμᾶς ἠξίωσε, καὶ τῆς αὐτοῦ ἐπιγνώσεως. Ναὶ, τέκνα μου ἀγαπητὰ, γνῶμεν καὶ ἐπὶ τοῦ παρόντος τοῦ ἀπεράντου ἡμῶν Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τὴν δύναμιν. Καὶ δοξάσωμεν τὴν αὐτοῦ ἀγαθότητα, τοῦ ἀληθινοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος. Αὐτῷ γὰρ πρέπει τιμὴ, κράτος, μεγαλωσύνη καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8. Having learned these things, I myself was eager to make them known to you, most dear brethren, for the benefit of your souls; in order that, having known in this also the power of our God and our Saviour Jesus Christ, you may be the more established in faith towards Him, and may exult over His great wonders which have now come to pass. Give glory to Him, therefore, with gladness and compunction of heart, rejoicing even with lamentation, and giving thanks over His majesty, because He counted us worthy of faith in Him and of the knowledge of Him. Yea, my beloved children, let us know even in the present case the power of our boundless God and Lord Jesus Christ. And let us glorify His goodness, of the true Son of the living God. For to Him belongs honour, dominion, majesty, and magnificence, now and always and unto the ages of the ages. Amen.
tulissent, Petrus beatissimus Nicomediae urbis antistes, in medio eorum consurgens, ita ad universos exorsus est loqui: Si placet, inquit, vestrae sanctitati, o sanctissimi Patres, libellum unum Athanasii Alexandrinae urbis magni episcopi, me vobis referre delectat. Sancta synodus respondit: Placet plane, et ut legatur optamus. Ad haec ille libellum in medio protulit, et materiam ipsius tituli taliter aggressus est legendo.
had betaken themselves, Peter, the most blessed bishop of the city of Nicomedia, rising up in their midst, began to speak thus to them all: If it pleases your sanctity, said he, O most holy Fathers, it delights me to lay before you a certain treatise of Athanasius, the great bishop of the city of Alexandria. The holy synod answered: It pleases us indeed, and we desire that it be read. At this he brought forth the treatise in their midst, and began to read the matter of its title in such wise.
Notes, col. 812

On the reading

Printed ἰαθέντων, for ἰαθέντων.