Migne Reading Room

PG 28 · cols. 797–804 · Read from the page

History of the image of Beirut

History of the image of Beirut

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:797Read from the page
1. Ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὸ καινὸν καὶ παράδοξον θαῦμα, ὅπερ γέγονε νῦν ἐν ταῖς ἡμέραις ἡμῶν. Ἐμβλέψατε εἰς τὴν ἄπειρον ἀγαθότητα τοῦ Θεοῦ, δότε αὐτῷ δόξαν, κατανοήσατε τὴν ἄφατον φιλανθρωπίαν καὶ τὸ μέγεθος τῆς αὐτοῦ οἰκονομίας, καὶ θρῆνον μετ' εὐφροσύνης ἀναλάβετε. Ἐπὶ μὲν Θεοῦ οὐδὲν ξένον. Ἐν γὰρ τῷ παραδόξῳ τούτῳ θαύματι, ὃ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξέστησαν πᾶσαι αἱ καρδίαι τῶν ἀνθρώπων. Ὄντως ἐξέστη ὁ οὐρανὸς ἐπὶ τὸ τετολμημένον, ἐταράχθησαν πᾶσαι αἱ καρδίαι τῶν ἀνθρώπων. Ὄντως ἐξέστησαν πᾶσαι ἄβυσσοι, ὁ ἥλιος ἐσκοτίσθη, καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες ἐταράχθησαν, ὑπὸ τῷ οἰκονομηθέντι ὑπὸ τοῦ Κυρίου. Πᾶσαι αἱ τῶν οὐρανῶν δυνάμεις, ἀκούσατε, καὶ ἔκστητε, γενεαὶ τῶν γενεῶν, ᾧ γέγονεν παράδοξον θαῦμα ἐν ταῖς ἡμέραις ταύταις.
1. Lift up the eyes of your understanding, and behold the new and wonderful miracle which has now come to pass in our days. Look upon the infinite goodness of God, give glory to Him, consider the ineffable love towards mankind and the greatness of His economy, and take up lamentation with gladness. With God indeed nothing is strange. For at this wonderful miracle, which came to pass in those days, all the hearts of men were amazed. Truly the heaven was amazed at the deed dared, all the hearts of men were troubled. Truly all the abysses were amazed, the sun was darkened, and the moon and the stars were troubled, at that which was dispensed by the Lord. All you powers of the heavens, hear, and be amazed, generations of generations, at the wonderful miracle which has come to pass in these days.
2. Πόλις ἐστὶ Βηρυτὸς καλουμένη, τελοῦσα δὲ ὑπὸ Ἀντιόχειαν. Ἐν αὐτῇ τῇ πόλει πλήθη πολλὰ ἦν τῶν Ἰουδαίων. Πλησίον δὲ τῆς συναγωγῆς αὐτῶν Χριστιανός τις λαβὼν κελλίον κατέμενεν. Ἐποίησε δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁλόστατον, ἐζωγραφημένην ἐν ὡραιότητι πολλῇ. Χρόνου δὲ διελθόντος, ἠθέλησεν ἀναχωρῆσαι ὁ Χριστιανὸς ἐκ τοῦ αὐτοῦ κελλίου. Ἐπεζήτησεν οὖν ἕτερον κελλίον μεῖζον, ὡς χρείαν ἔχων αὐτοῦ, ἅμα δὲ καὶ πλησιάζειν αὐτὸν τοῖς Ἰουδαίοις. Εὑρὼν δὲ οἴκημα ἕτερον, μετῆρεν ἐκεῖθεν, λαβὼν πάντα τὰ ὑπάρχοντα αὐτοῦ. Κατ' οἰκονομίαν δὲ τοῦ Θεοῦ, τοῦ θέλοντος πάντα ἄνθρωπον σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, δεικνύων τὰ θαυμάσια αὐτοῦ πᾶσι τοῖς πιστεύουσιν αὐτῷ ἐν ἀληθείᾳ. Λαβὼν δὲ ὁ Χριστιανὸς ἅπασαν τὴν οὐσίαν αὐτοῦ, ὡς προλέλεκται, κατελείφθη ἡ εἰκὼν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μόνη, λησμονήσας αὐτὴν ἐν τῷ κελλίῳ.
2. There is a city called Berytus, subject to Antioch. In that city there were great multitudes of the Jews. And near their synagogue a certain Christian took a cell and dwelt there. And he made a full-length icon of our Lord Jesus Christ, painted in great beauty. And when some time had passed, the Christian wished to depart out of that cell. He sought out therefore another larger cell, as having need of it, and at the same time also because he was near the Jews. And having found another dwelling, he removed from there, taking all his possessions. And by the dispensation of God, Who wills all men to be saved and to come to the knowledge of the truth (1 Tim. 2:4), showing His wonders to all who believe in Him in truth. And when the Christian had taken all his property, as has been said before, the icon of our Lord Jesus Christ was left behind alone, he having forgotten it in the cell.
3. Ἰουδαῖος δέ τις λαβὼν τὸ κελλίον αὐτοῦ τοῦ οἰκεῖν ἐν αὐτῷ, ἔνθα ἦν ἡ εἰκὼν τοῦ παμβασιλέως Χριστοῦ, εἰσαγαγὼν δὲ πάντα τὰ ὑπάρχοντα αὐτοῦ εἰς τὸ κελλίον κατέμενε, μὴ θεωρήσας τὴν εἰκόνα τοῦ Κυρίου, ὅτι ἵσταται ἐκεῖ, οὐδὲ κατενόησε τὸν τόπον ἐκεῖνον. Μιᾷ δὲ τῶν ἡμερῶν ἐκάλεσεν Ἑβραῖον,
3. And a certain Jew, having taken his cell to dwell in it, where the icon of Christ the King of all was, and having brought all his possessions into the cell, dwelt there, without having beheld the icon of the Lord, that it stood there, nor did he notice that place. And on one of the days he invited a Hebrew,
PG 28:800Read from the page
ἵνα φάγῃ μετ' αὐτοῦ· ἐν δὲ τῷ ἀριστᾷν αὐτοὺς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ Ἰουδαῖος ὁ κεκλημένος, εἶδε τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λέγει τῷ καλέσαντι αὐτὸν Ἰουδαίῳ· Σὺ, Ἰουδαῖος ὢν, πῶς τὴν εἰκόνα τούτου ἔχεις; ὕβρεις τε παμπόλλας καὶ ἀθεμίτους ἐκ τοῦ μιαροῦ αὐτοῦ στόματος εἰπόντος κατὰ τῆς τιμίας εἰκόνος τοῦ Δεσπότου, ἃς οὐκ ἔξεστιν οὐδὲ εἰς διάνοιαν ἀνθρώπων ἐλθεῖν· μὴ γένοιτο! ὑποδεικνύων δὲ τὴν εἰκόνα τὸν καλέσαντα Ἑβραῖον ὁ κληθεὶς, ἤρξατο ὁ Ἑβραῖος ὀμνύειν κατὰ τῆς Ἰουδαϊκῆς πίστεως, ὅτι Μέχρι τῆς ὥρας ταύτης οὐκ ἐθεασάμην τὴν εἰκόνα ταύτην. Ὁ δὲ Ἑβραῖος ὁ κληθεὶς ἐσιώπησεν. Ἀναστὰς δὲ ἀπῆλθεν πρὸς τοὺς Ἰουδαίους, τοὺς πρώτους αὐτῶν ἱερεῖς καὶ νομοδιδασκάλους, καὶ λέγει αὐτοῖς, ὅτι Ὁ δεῖνα ὁ Ἑβραῖος εἰκόνα ἔχει τοῦ Ναζωραίου ἐν τῷ οἴκῳ αὐτοῦ, κἀγὼ οἰκείοις ὀφθαλμοῖς ἐθεασάμην αὐτήν. Οἱ δὲ ἀκούσαντες εἶπον· Πῶς δύνασαι τοῦτο ἀποδεῖξαι; Λέγει πρὸς αὐτούς· Ἀκολουθήσατέ μοι, κἀγὼ ὑμῖν ὑποδείξω αὐτήν. Συνεβουλεύσαντο δὲ, ἵνα πάντες πρωῒ παραγενόμενοι καταλάβωσιν τὸ κελλίον, ἐν ᾧ ἦν ἡ εἰκὼν τοῦ Κυρίου.
that he might eat with him; and while they were dining, the Jew who had been invited lifted up his eyes, and saw the image of our Lord Jesus Christ, and says to the Jew who had invited him: Thou, being a Jew, how hast thou the image of this man? and when he had spoken very many and lawless insults out of his foul mouth against the honourable image of the Master, which it is not lawful even to come into the mind of men—God forbid!—and while he who had been invited was pointing out the image to the Hebrew who had invited him, the Hebrew began to swear by the Jewish faith: Until this hour I did not behold this image. And the Hebrew who had been invited kept silent. And rising up, he went away to the Jews, their chief priests and teachers of the law, and says to them: Such a one, the Hebrew, has an image of the Nazarene in his house, and I beheld it with my own eyes. And when they heard this, they said: How art thou able to prove this? He says to them: Follow me, and I too will show it to you. And they took counsel together that all of them, coming early in the morning, should seize the cell in which the image of the Lord was.
4. Πρωΐας δὲ γενομένης, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι αὐτῶν, καὶ παραλαβόντες τὸν Ἰουδαῖον, ἀπέρχονται ἐν τῷ οἴκῳ τοῦ Ἑβραίου, ἔνθα ἦν ἡ εἰκὼν τοῦ Κυρίου. Παραγενόμενοι δὲ ἐν τῇ οἰκίᾳ, εἰσπηδήσαντες ἔσωθεν τῆς οἰκίας οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ ὄχλος, ὁρῶσι τὴν εἰκόνα τοῦ Κυρίου. Τότε θυμοῦ πλησθέντες, τὸν μὲν Ἰουδαῖον τὸν οἰκοῦντα ἐκεῖσε ἐξελάσαντες ἀποσυνάγωγον ἐποίησαν· τὴν δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καταγαγόντες, εἶπον ἐν ἑαυτοῖς, ὅτι Καθὼς οἱ πατέρες ἡμῶν ἐνέπαιξαν αὐτῷ, οὕτω καὶ ἡμεῖς ἐμπαίζωμεν αὐτῷ. Τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον τῆς εἰκόνος τοῦ Κυρίου, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσωπον εἷς καθεὶς, οἱ πάντες αὐτῶν ἐῤῥάπιζον τὴν εἰκόνα τοῦ Κυρίου λέγοντες· Ὅσα ἐποίησαν οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν τῇ εἰκόνι αὐτοῦ. Λέγουσιν, ὅτι Ἠκούσαμεν, πολλοὺς ἐμπαιγμοὺς ἐποίησαν αὐτῷ· καὶ ἡμεῖς πάντα ποιήσωμεν. Ἐμπαιγμοὺς οὖν ἀπείρους ἐνέπαιξαν τὴν εἰκόνα τοῦ Κυρίου, ἅπερ οὐδὲ λέγειν ἡμῖν τετόλμηται. Εἶτα λέγουσιν· Ἠκούσαμεν, ὅτι ἥλωσαν αὐτοῦ τὰς χεῖρας, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. Τότε ποιήσαντες ἥλους προσήλωσαν τὰς χεῖρας καὶ τοὺς πόδας τοῦ Κυρίου. Πάλιν λέγουσιν· Ἠκούσαμεν, ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐτὸν μετὰ σπόγγου· ποιήσωμεν οὕτω καὶ ἡμεῖς. Καὶ ἐποίησαν ὡσαύτως, ἐπιθέντες εἰς τὸ στόμα τοῦ Κυρίου τῆς εἰκόνος σπόγγον μετὰ ὄξους πεπληρωμένον. Λέγουσι πάλιν· Ἐμάθομεν, ὅτι καλάμῳ ἔτυψαν τὴν κεφαλὴν αὐτοῦ· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν. Καὶ λαβόντες κάλαμον, ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. Λέγουσι πάλιν· Ἀκριβέστερον οἴδαμεν, ὅτι λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἤνοιξαν· μὴ ἓν παραλείψωμεν, ἀλλὰ μᾶλλον προσθήσωμεν. Καὶ τοῦτο ποιήσαντες, ἐνεχθῆναι λόγχην προετρέψαντο,
4. And when morning came, the chief priests and their elders were gathered together, and taking the Jew with them, they go off to the house of the Hebrew, where the image of the Lord was. And having arrived at the house, the chief priests and the elders and all the crowd leaped inside the house, and see the image of the Lord. Then, filled with wrath, they drove out the Jew who dwelt there and put him out of the synagogue; and having taken down the image of our Lord Jesus Christ, they said among themselves: Just as our fathers mocked Him, so let us also mock Him. Then they began to spit into the face of the image of the Lord, and slapped it in the face one by one, all of them slapping the image of the Lord, saying: All that our fathers did, let us do all of it to His image. They say: We have heard that they made many mockeries against Him; let us also do all of them. Endless mockeries, therefore, did they mock against the image of the Lord, which we have not even dared to speak of. Then they say: We have heard that they nailed His hands; let us also do this. Then, having made nails, they nailed the hands and the feet of the Lord. Again they say: We have heard that they gave Him vinegar and gall to drink with a sponge; let us also do thus. And they did likewise, putting upon the mouth of the Lord of the image a sponge filled with vinegar. They say again: We have learned that with a reed they struck His head; let us also do the same thing. And taking a reed, they were striking Him upon His head. They say again: We know more accurately that with a spear they opened His side; let us not leave out one thing, but rather let us add to them. And having done this, they urged that a spear be brought,
PG 28:801Read from the page
καὶ ἐνεχθείσης τῆς λόγχης, ἄραντες αὐτὴν ἐκέντησαν κατὰ τῆς πλευρᾶς τῆς εἰκόνος τοῦ Σωτῆρος. Παρευθὺ δὲ ἐξέβλυσεν αἷμα καὶ ὕδωρ εἰς πλῆθος πολύ.
and when the spear had been brought, lifting it up they pierced against the side of the image of the Saviour. And straightway there gushed forth blood and water in great abundance.
5. Ὡς ἀνεξερεύνητα τὰ κρίματα τῆς δικαιοσύνης σου, καὶ ἀπέραντος ἡ ἀγαθότης καὶ τὸ πολὺ ἔλεός σου, Δέσποτα! Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου, φιλάνθρωπε, ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν; Χριστὲ, δόξα σοι. Τίς ὡς σὺ, Δέσποτα; Τίς πλὴν σοῦ ποιῶν φοβερὰ καὶ ἐξαίσια; Ὢ τοῦ θαύματος! Ὢ τῆς τοῦ Σωτῆρος μεγαλειότητος! Ἔφριξαν καὶ νῦν αἱ ἄνω δυνάμεις ἐπὶ τούτῳ. Ὢ πόση μακροθυμία! ὢ πόσον ἔλεος! πρώην γὰρ δι' ἡμᾶς καὶ τὴν ἡμετέραν σωτηρίαν σαρκωθεὶς ὁ ἄσαρκος ἐκ Παρθένου Μαρίας, ἐσταυρώθη ἐν ἐκείνῃ τῇ σαρκὶ, ἀπαθὴς ὢν αὐτὸς τῇ θεότητι· νῦν δὲ πάλιν ἐν τῇ εἰκόνι ἐσταυρώθης, ὦ Δέσποτα, εἰς ἔλεγχον μὲν τῶν ἀσεβῶν καὶ πάντων τῶν ἀπίστων, εἰς στηριγμὸν δὲ τῶν ἐν ἀληθείᾳ εἰς σὲ πεπιστευκότων. Ἀλλὰ δόξα σοι, Δέσποτα, τῷ μόνῳ τὰ πάντα δυναμένῳ, ἅμα τῷ εὐλογητῷ Θεῷ ἡμῶν σὺν τῷ παναχράντῳ Πατρὶ, καὶ τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ, καὶ τῷ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5. How unsearchable are the judgements of Thy righteousness, and boundless Thy goodness and Thy great mercy, O Master! Who shall speak of Thy mighty acts, O Lord? who shall make all Thy praises to be heard, O Lover of mankind, Who willest not the death of the sinner, so much as that he should turn back and live? O Christ, glory to Thee. Who is like Thee, O Master? Who save Thee doeth fearful and wondrous things? O the wonder! O the majesty of the Saviour! Even now the powers above shuddered at this. O how great is Thy longsuffering! O how great is Thy mercy! For formerly, on account of us and our salvation, He Who is fleshless having become incarnate of the Virgin Mary, was crucified in that flesh, though He Himself is impassible in His Godhead; and now again Thou wast crucified in Thy image, O Master, for the refutation of the ungodly and of all the unbelieving, and for the confirmation of those who in truth have believed in Thee. But glory to Thee, O Master, Who alone art able to do all things, together with our blessed God, with the all-undefiled Father, and His Son Jesus Christ, and the good and life-giving Spirit, now and always and unto the ages of the ages. Amen.
6. Ἀκούσατε ὑμεῖς, ἀδελφοὶ, μετὰ φόβου Θεοῦ καὶ χαρᾶς καὶ τὰ λοιπὰ ἅπερ ᾠκονομήθη ὑπὸ τοῦ Κυρίου. Μετὰ γὰρ τὸ κρουσθῆναι τῇ λόγχῃ τὴν πλευρὰν τῆς ἁγίας καὶ τιμίας εἰκόνος, καὶ ἀναβλύσαι τὸ αἷμα καὶ τὸ ὕδωρ, συνήχθη πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, λέγοντες πρὸς ἀλλήλους· Ἐπειδὴ θρυλοῦσιν οἱ σεβόμενοι αὐτὸν, ὅτι ἰάσεις πολλὰς ποιεῖ, λάβωμεν τούτου τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἀγάγωμεν αὐτὸ εἰς τὴν συναγωγὴν, καὶ συνάξωμεν πάντας τοὺς κακῶς ἔχοντας τοῦ λαοῦ, καὶ χρίσωμεν αὐτοὺς ἀπ' αὐτοῦ, καὶ ἴδωμεν εἰ ἀληθῆ εἰσι τὰ λεγόμενα. Καὶ προσενέγκαντες τῇ πλευρᾷ τοῦ Κυρίου βῆσσαν, ἐμπαίζοντες ἔπλησαν τὴν βῆσσαν, ἔνθα ἐξίει τὸ ὕδωρ· καὶ συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρὸ πάντων παράλυτον· ὃν ᾔδεσαν ὄντα ἐκ γενετῆς. Προσφέροντες δὲ τὸν παράλυτον ἔχρισαν αὐτόν· καὶ εὐθέως συνεσφίγχθη καὶ ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος. Παραχρῆμα δὲ μεγάλη ταραχὴ ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐρχομένων, διὰ τὰς ἀπείρους ἰάσεις καὶ θαυματουργίας. Ἐκινήθη δὲ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ προσέφερον τοὺς ἀσθενεῖς αὐτῶν, παραλύτους, κυλλοὺς, ξηροὺς, χωλοὺς, καὶ τυφλοὺς, καὶ δαιμονιῶντας, καὶ ἑτέρους ἔχοντας παντοίας νόσους· καὶ πάντες, χριόμενοι ἐκ τοῦ ἁγίου αἵματος καὶ ὕδατος τῆς πλευρᾶς τῆς τιμίας εἰκόνος τοῦ Κυρίου, τὰ σώματα αὐτῶν ὑγιῆ ἐγένοντο. Πάντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ ὁ λαὸς τῶν Ἰουδαίων ἐπίστευσαν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀληθινὸν Θεὸν ἡμῶν, κράζοντες καὶ λέγοντες· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν· μεγάλη ἡ πίστις τῶν Χριστιανῶν. Δόξα σοι, Χριστὲ, ὃν οἱ πατέρες ἡμῶν ἐσταύρωσαν, ὁ καὶ δι' ἡμῶν σταυρωθεὶς ἐν τῇ ἀχράντῳ καὶ τιμίᾳ εἰκόνι σου. Δόξα σοι, Ἰησοῦ Χριστὲ, Υἱὲ
6. Hear ye, brethren, with fear of God and joy, the rest also that was dispensed by the Lord. For after the side of the holy and honourable image had been struck with the spear, and the blood and the water had gushed up, all the multitude of the Jews was gathered together, saying to one another: Since those who worship Him bruit it abroad that He performs many healings, let us take His blood and water, and bring it into the synagogue, and gather together all those of the people who are ill, and anoint them from it, and see if the things that are said are true. And having brought a vessel to the side of the Lord, mocking, they filled the vessel where the water was coming out; and they gathered together all who were ill, before all a paralytic, whom they knew to be so from birth. And bringing the paralytic forward, they anointed him; and straightway the man was braced together and became whole. And immediately there was a great commotion throughout all the city, with everyone coming on account of the endless healings and wonder-workings. And all the multitude of the Jews was moved, and they brought forward their sick, paralytics, the maimed, the withered, the lame, and the blind, and the demon-possessed, and others having diseases of all kinds; and as all were anointed from the holy blood and water of the side of the honourable image of the Lord, their bodies became whole. And all the chief priests and the elders and the people of the Jews believed in our Lord Jesus Christ, our true God, crying out and saying: Great is the God of the Christians; great is the faith of the Christians. Glory to Thee, O Christ, Whom our fathers crucified, Who wast also crucified by us in Thy undefiled and honourable image. Glory to Thee, O Jesus Christ, Son
PG 28:804Read from the page
τοῦ Θεοῦ, ὁ ποιῶν μεγάλα θαυμάσια. Σοὶ πιστεύομεν, εἰς Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον. Ἵλεως ἡμῖν γενοῦ, καὶ δέξαι ἡμᾶς, ὡς ἐδέξω τοῦ λῃστοῦ ἐπὶ τοῦ ἁγίου σου σταυροῦ τὴν μετάνοιαν. Συγκαταρίθμησον ἡμᾶς τοὺς ἀναξίους τοὺς προσελθόντας σοι τοῖς μετὰ τὴν ἑνδεκάτην ὥραν, καὶ ἡμᾶς συγκαταρίθμησον καὶ φώτισον τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν, τοὺς ἐσκοτισμένους, οὓς ὁ πονηρὸς ἐσκότισε διάβολος· ἵνα, φωτισθέντες διὰ τοῦ ἁγίου σου βαπτίσματος, καταξιωθῶμεν καὶ ἡμεῖς τῆς ἐπουρανίου σου στρατιᾶς. Ταῦτα δὲ ἔκραζον λέγοντες, καὶ κηρύττοντες μεγαλοφώνως τὰ θαυμάσια τοῦ Θεοῦ. Ἐξῆλθε δὲ ἡ φήμη αὕτη εἰς πᾶσαν τὴν οἰκουμένην περὶ τῆς τιμίας εἰκόνος τοῦ παμβασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάντες ἀπὸ ἀνατολῶν καὶ δυσμῶν προσέφερον τοὺς ἀσθενεῖς αὐτῶν· καὶ ἰῶντο πάντες τῇ Θεοῦ ἀγαθότητι.
of God, Who doest great wonders. In Thee we believe, in Father, Son, and Holy Spirit, Trinity consubstantial and indivisible. Be merciful to us, and receive us, as Thou didst receive the repentance of the robber upon Thy holy cross. Number us the unworthy, who have come to Thee, with those who came after the eleventh hour; number us also with them, and enlighten the eyes of our heart, which are darkened, which the wicked devil darkened; that, having been enlightened through Thy holy baptism, we too may be counted worthy of Thy heavenly host. These things they were crying out, saying and proclaiming aloud the wonderful works of God. And this report went out into all the inhabited world concerning the honourable image of our All-King Jesus Christ; and all from east and west were bringing their sick forward; and all were healed by the goodness of God.
1. Μετὰ δὲ ταῦτα προσῆλθον τῷ ἁγιωτάτῳ ἐπισκόπῳ τῆς ἁγιωτάτης Ἐκκλησίας ἅπαντα τὰ πλήθη τῶν Ἰουδαίων, προστρέχοντες καὶ λέγοντες· Καταρίθμησον ἡμᾶς τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, βάπτισον ἡμᾶς καὶ ποίησον Χριστιανούς. Ἔκραζον δὲ ὁμοθυμαδὸν ἅπαντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν σὺν γυναιξὶ καὶ παιδίοις λέγοντες· Εἷς Θεὸς ὁ Πατὴρ, εἷς Υἱὸς ὁ μονογενὴς, εἷς Κύριος· αὐτὸν Θεὸν ὁμολογοῦμεν, καὶ οἴδαμεν καὶ γινώσκομεν· αὐτὸν Θεὸν οἴδαμεν, αὐτὸν ἡμεῖς πιστεύομεν, τὸν σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀναληφθέντα ἐν δόξῃ ἐνώπιον τῶν ἁγίων μαθητῶν αὐτοῦ, καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρός. Πολλαῖς οὖν εὐφημίαις δοξάσαντες τὸν Θεὸν, τὴν ἁγίαν τε εἰκόνα τῷ ἀρχιεπισκόπῳ τῆς ἐκεῖσε πόλεως ἐπιδείξαντες, καὶ ἀπαγγείλαντες ἃ ἐποίησαν τὴν τοῦ Χριστοῦ ἁγίαν εἰκόνα, τό τε αἷμα καὶ ὕδωρ ἐπιδείξαντες, καὶ πῶς ἐξῆλθεν ἐκ τῆς πλευρᾶς τοῦ Σωτῆρος· ὅμως πρὸς βεβαίωσιν πάντων λαβὼν ὁ ἐπίσκοπος ἐκ τοῦ ἁγίου αἵματος καὶ ὕδατος, καὶ πολλοὺς ἀσθενεῖς προσενέγκαντες, καὶ ἀλείφων αὐτοὺς, ὑγιεῖς ἀπέλυσε. Τούτων τῶν ἀπείρων θαυμάτων γεγονότων, οὕτως ἅπαντες καθικέτευον τὸν ἐπίσκοπον τυχεῖν τοῦ ἁγίου βαπτίσματος, καὶ μεταλαβεῖν τῶν ἀχράντων καὶ ἀθανάτων μυστηρίων τοῦ τιμίου σώματος καὶ αἵματος. Τότε ὁ ἐπίσκοπος παραλαβὼν αὐτοὺς, καὶ συγκαλέσας ἅπαντα τὸν κλῆρον τῆς ἁγιωτάτης τοῦ Θεοῦ Ἐκκλησίας, ἐπὶ πολλάς τε ἡμέρας κατηχήσας, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ τὴν συναγωγὴν τῶν Ἰουδαίων ἐκκλησίαν τοῦ Σωτῆρος ἡμῶν ἐποίησε. Παρακαλεσάντων δὲ αὐτῶν τὸν ἁγιώτατον ἐπίσκοπον, καὶ τὰς λοιπὰς συναγωγὰς, ναοὺς Θεοῦ, καὶ μαρτύρια τῶν ἁγίων αὐτοῦ μαρτύρων ἀφιερώσαι [ἀφιερώσει], εἰς δόξαν τοῦ Θεοῦ καὶ καύχημα τῆς ὀρθοδόξου πίστεως. Κατέστησε δὲ καὶ ἐξ αὐτῶν πρεσβυτέρους καὶ διακόνους, ὑποδιακόνους, καὶ ἀναγνώστας. Καὶ
7. And after these things all the multitudes of the Jews came to the most holy bishop of the most holy Church, running up and saying: Number us with the holy catholic and apostolic Church, baptize us and make us Christians. And they were all crying out with one accord, from the least to the greatest of them, with women and little children, saying: One God the Father, one Only-begotten Son, one Lord; Him we confess as God, and we know and recognize; Him we know as God, in Him we believe, Who was crucified under Pontius Pilate, and rose again on the third day; and was taken up in glory before His holy disciples, and sits at the right hand of God the Father. Having therefore glorified God with many praises, and having shown the holy image to the archbishop of the city there, and reported what they had done to the holy image of Christ, and having shown both the blood and water, and how it came out from the side of the Saviour—nevertheless, for the confirmation of all, the bishop took of the holy blood and water, and when they brought many sick persons forward, anointing them, he sent them away whole. When these endless wonders had taken place, thus all of them were entreating the bishop to obtain holy baptism, and to partake of the undefiled and immortal mysteries of the precious body and blood. Then the bishop, taking them to himself, and calling together all the clergy of the most holy Church of God, and having instructed them for many days, baptized them into the name of the Father, and of the Son, and of the Holy Spirit, and made the synagogue of the Jews a church of our Saviour. And when they entreated the most holy bishop to consecrate the remaining synagogues also as temples of God and martyries of His holy martyrs [or: he will consecrate], to the glory of God and the boast of the orthodox faith. And he also appointed from among them presbyters and deacons, subdeacons, and readers. And
Notes, col. 804

On the reading

Printed 1., for 7..