5. Ὡς ἀνεξερεύνητα τὰ κρίματα τῆς δικαιοσύνης σου, καὶ ἀπέραντος ἡ ἀγαθότης καὶ τὸ πολὺ ἔλεός σου, Δέσποτα! Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου, φιλάνθρωπε, ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν; Χριστὲ, δόξα σοι. Τίς ὡς σὺ, Δέσποτα; Τίς πλὴν σοῦ ποιῶν φοβερὰ καὶ ἐξαίσια; Ὢ τοῦ θαύματος! Ὢ τῆς τοῦ Σωτῆρος μεγαλειότητος! Ἔφριξαν καὶ νῦν αἱ ἄνω δυνάμεις ἐπὶ τούτῳ. Ὢ πόση μακροθυμία! ὢ πόσον ἔλεος! πρώην γὰρ δι' ἡμᾶς καὶ τὴν ἡμετέραν σωτηρίαν σαρκωθεὶς ὁ ἄσαρκος ἐκ Παρθένου Μαρίας, ἐσταυρώθη ἐν ἐκείνῃ τῇ σαρκὶ, ἀπαθὴς ὢν αὐτὸς τῇ θεότητι· νῦν δὲ πάλιν ἐν τῇ εἰκόνι ἐσταυρώθης, ὦ Δέσποτα, εἰς ἔλεγχον μὲν τῶν ἀσεβῶν καὶ πάντων τῶν ἀπίστων, εἰς στηριγμὸν δὲ τῶν ἐν ἀληθείᾳ εἰς σὲ πεπιστευκότων. Ἀλλὰ δόξα σοι, Δέσποτα, τῷ μόνῳ τὰ πάντα δυναμένῳ, ἅμα τῷ εὐλογητῷ Θεῷ ἡμῶν σὺν τῷ παναχράντῳ Πατρὶ, καὶ τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ, καὶ τῷ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5. How unsearchable are the judgements of Thy righteousness, and boundless Thy goodness and Thy great mercy, O Master! Who shall speak of Thy mighty acts, O Lord? who shall make all Thy praises to be heard, O Lover of mankind, Who willest not the death of the sinner, so much as that he should turn back and live? O Christ, glory to Thee. Who is like Thee, O Master? Who save Thee doeth fearful and wondrous things? O the wonder! O the majesty of the Saviour! Even now the powers above shuddered at this. O how great is Thy longsuffering! O how great is Thy mercy! For formerly, on account of us and our salvation, He Who is fleshless having become incarnate of the Virgin Mary, was crucified in that flesh, though He Himself is impassible in His Godhead; and now again Thou wast crucified in Thy image, O Master, for the refutation of the ungodly and of all the unbelieving, and for the confirmation of those who in truth have believed in Thee. But glory to Thee, O Master, Who alone art able to do all things, together with our blessed God, with the all-undefiled Father, and His Son Jesus Christ, and the good and life-giving Spirit, now and always and unto the ages of the ages. Amen.
6. Ἀκούσατε ὑμεῖς, ἀδελφοὶ, μετὰ φόβου Θεοῦ καὶ χαρᾶς καὶ τὰ λοιπὰ ἅπερ ᾠκονομήθη ὑπὸ τοῦ Κυρίου. Μετὰ γὰρ τὸ κρουσθῆναι τῇ λόγχῃ τὴν πλευρὰν τῆς ἁγίας καὶ τιμίας εἰκόνος, καὶ ἀναβλύσαι τὸ αἷμα καὶ τὸ ὕδωρ, συνήχθη πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, λέγοντες πρὸς ἀλλήλους· Ἐπειδὴ θρυλοῦσιν οἱ σεβόμενοι αὐτὸν, ὅτι ἰάσεις πολλὰς ποιεῖ, λάβωμεν τούτου τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἀγάγωμεν αὐτὸ εἰς τὴν συναγωγὴν, καὶ συνάξωμεν πάντας τοὺς κακῶς ἔχοντας τοῦ λαοῦ, καὶ χρίσωμεν αὐτοὺς ἀπ' αὐτοῦ, καὶ ἴδωμεν εἰ ἀληθῆ εἰσι τὰ λεγόμενα. Καὶ προσενέγκαντες τῇ πλευρᾷ τοῦ Κυρίου βῆσσαν, ἐμπαίζοντες ἔπλησαν τὴν βῆσσαν, ἔνθα ἐξίει τὸ ὕδωρ· καὶ συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρὸ πάντων παράλυτον· ὃν ᾔδεσαν ὄντα ἐκ γενετῆς. Προσφέροντες δὲ τὸν παράλυτον ἔχρισαν αὐτόν· καὶ εὐθέως συνεσφίγχθη καὶ ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος. Παραχρῆμα δὲ μεγάλη ταραχὴ ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐρχομένων, διὰ τὰς ἀπείρους ἰάσεις καὶ θαυματουργίας. Ἐκινήθη δὲ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ προσέφερον τοὺς ἀσθενεῖς αὐτῶν, παραλύτους, κυλλοὺς, ξηροὺς, χωλοὺς, καὶ τυφλοὺς, καὶ δαιμονιῶντας, καὶ ἑτέρους ἔχοντας παντοίας νόσους· καὶ πάντες, χριόμενοι ἐκ τοῦ ἁγίου αἵματος καὶ ὕδατος τῆς πλευρᾶς τῆς τιμίας εἰκόνος τοῦ Κυρίου, τὰ σώματα αὐτῶν ὑγιῆ ἐγένοντο. Πάντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ ὁ λαὸς τῶν Ἰουδαίων ἐπίστευσαν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀληθινὸν Θεὸν ἡμῶν, κράζοντες καὶ λέγοντες· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν· μεγάλη ἡ πίστις τῶν Χριστιανῶν. Δόξα σοι, Χριστὲ, ὃν οἱ πατέρες ἡμῶν ἐσταύρωσαν, ὁ καὶ δι' ἡμῶν σταυρωθεὶς ἐν τῇ ἀχράντῳ καὶ τιμίᾳ εἰκόνι σου. Δόξα σοι, Ἰησοῦ Χριστὲ, Υἱὲ
6. Hear ye, brethren, with fear of God and joy, the rest also that was dispensed by the Lord. For after the side of the holy and honourable image had been struck with the spear, and the blood and the water had gushed up, all the multitude of the Jews was gathered together, saying to one another: Since those who worship Him bruit it abroad that He performs many healings, let us take His blood and water, and bring it into the synagogue, and gather together all those of the people who are ill, and anoint them from it, and see if the things that are said are true. And having brought a vessel to the side of the Lord, mocking, they filled the vessel where the water was coming out; and they gathered together all who were ill, before all a paralytic, whom they knew to be so from birth. And bringing the paralytic forward, they anointed him; and straightway the man was braced together and became whole. And immediately there was a great commotion throughout all the city, with everyone coming on account of the endless healings and wonder-workings. And all the multitude of the Jews was moved, and they brought forward their sick, paralytics, the maimed, the withered, the lame, and the blind, and the demon-possessed, and others having diseases of all kinds; and as all were anointed from the holy blood and water of the side of the honourable image of the Lord, their bodies became whole. And all the chief priests and the elders and the people of the Jews believed in our Lord Jesus Christ, our true God, crying out and saying: Great is the God of the Christians; great is the faith of the Christians. Glory to Thee, O Christ, Whom our fathers crucified, Who wast also crucified by us in Thy undefiled and honourable image. Glory to Thee, O Jesus Christ, Son