Migne Reading Room

PG 28 · cols. 785–795 · Read from the page

Other questions

Other questions

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:785Read from the page
γεννᾶται ὁ Υἱὸς, καὶ οὐ γεννᾷ· ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμα, καὶ οὐκ ἐκπορεύει.
the Son is begotten, and does not beget; and the Spirit also proceeds, and does not cause to proceed.
Ἐρώτ. ιγʹ. Ἐπὶ τῆς ἁγίας Τριάδος τίς πρῶτος;
Question 13. In the Holy Trinity, who is first?
Ἀπόκ. Ἐπὶ τῆς ἁγίας Τριάδος οὐδεὶς πρῶτος, καὶ οὐδεὶς ὕστερος, ἀλλ' ἅμα Πατὴρ, ἅμα Υἱὸς, ἅμα Πνεῦμα ἅγιον· καὶ διὰ τοῦτο καὶ συνάναρχοι λέγονται, καὶ ἄναρχοι. Ἄναρχον δὲ λέγεται τὸ πρὸ τῆς ἀρχῆς ὄν. Ἄναρχος λοιπὸν ὁ Πατὴρ, ἄναρχος ὁ Υἱὸς, ἄναρχον τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ οὐχ ὁ μὲν πρῶτος, ὁ δ' ὕστερος, ἀλλ' ἅμα οἱ τρεῖς, Πατὴρ, Υἱὸς καὶ Πνεῦμα ἅγιον. Διὰ τοῦτο καὶ συνάναρχοι καὶ εἰσὶ καὶ ὀνομάζονται.
Answer. In the Holy Trinity no one is first, and no one is last, but together Father, together Son, together Holy Spirit; and on account of this they are called both co-unoriginate and without beginning. And that which is before the beginning is called without beginning. Without beginning therefore is the Father, without beginning is the Son, without beginning is the Holy Spirit. And not one first, and another last, but the three together, Father, Son, and Holy Spirit. On account of this they both are and are named co-unoriginate.
Ἐρώτ. ιδʹ. Σαφήνισον ἡμῖν καὶ τοῦτο, πῶς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ γεννᾶται ἐκ Πατρός· τοῦτο γὰρ ἐκπλήττει ἡμᾶς.
Question 14. Clarify this also for us, how the Son and Word of God is begotten out of the Father; for this amazes us.
Ἀπόκ. Ἐπεὶ ὁ Θεὸς ἀθεώρητός ἐστι καὶ ἀνερμήνευτος, οὐδὲ τοῦτο ἑρμηνεῦσαι δυνάμεθα. Πῶς γάρ τις ἑρμηνεῦσαι δύναται, ὃ οὐδέπω αὐτὸς ἐθεάσατο, ἢ παρ' ἄλλων ἀκήκοε πώποτε; Πλὴν ἐκ τῶν ποιημάτων αὐτοῦ, φημὶ, τοῦ Λόγου καὶ Θεοῦ τυπικῶς εἴπωμεν, ὅσον τὸ κατὰ δύναμιν. Νοητέον μὲν, ὅτι, ὥσπερ ὁ λόγος τοῦ ἀνθρώπου γεννᾶται ἀπὸ τῆς ψυχῆς ἀσπόρως καὶ ἀκατανοήτως, οὕτως γεννᾶται καὶ ὁ Λόγος ἀπὸ τοῦ Πατρός. Καὶ ὡς γεννᾶται πῦρ ἐκ τοῦ πυρὸς, καὶ φῶς ἐκ τοῦ φωτὸς, οὕτως γεννᾶται ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἀπὸ τοῦ Πατρός.
Answer. Since God is invisible and inexplicable, neither are we able to explain this. For how can anyone explain what he himself has never yet beheld, or ever heard from others? Nevertheless, from His works, I mean of the Word and God, let us speak figuratively, so far as lies in our power. It must be understood indeed that, just as the word of man is begotten from the soul without seed and incomprehensibly, so also is the Word begotten from the Father. And as fire is begotten out of fire, and light out of light, so is the Son and Word of God begotten from the Father.
Ἐρώτ. ιεʹ. Καὶ τὸ ἅγιον Πνεῦμα πῶς ἐκπορεύεται ἀπὸ τοῦ Πατρός;
Question 15. And how does the Holy Spirit proceed from the Father?
Ἀπόκ. Πρέπει σε καὶ περὶ τούτου μὴ ἐρωτᾷν. Καὶ τοῦτο γὰρ ἀνερμήνευτον. Πλὴν μάνθανε καὶ περὶ τούτου. Ὥσπερ οὖν ἡ ἀναπνοὴ τοῦ ἀνθρώπου ἐκ τῆς ψυχῆς ἐκπορεύεται, οὕτως καὶ τὸ Πνεῦμα τὸ ἅγιον παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Καὶ ὡς ἡ Εὔα οὔτε γεννητὴ οὔτε ἀγέννητος, ἀλλὰ μέσως, οὕτως καὶ τὸ ἅγιον Πνεῦμα παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Καὶ γὰρ ὁ Ἀδὰμ ἀγέννητος, ὁ δὲ Σὴθ γεννητὸς, καὶ ἡ Εὔα ἐκπορευτή. Ἡ γὰρ Εὔα οὔτε ἐγεννήθη, ὡς ἐγεννήθη ὁ Σὴθ, οὔτε ἀγέννητος ἦν, ὥσπερ ὁ Ἀδάμ· ἀλλ' ἐπορεύθη ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ. Καὶ ἦν ὁ Ἀδὰμ ἀγέννητος εἰς τύπον τοῦ ἀγεννήτου Πατρός· ὁ δὲ Σὴθ γεννητὸς εἰς τύπον τοῦ γεννητοῦ Υἱοῦ· καὶ ἡ Εὔα ἐκπορευτὴ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ εἰς τύπον τοῦ παναγίου Πνεύματος. Εἰς γὰρ τοὺς προπάτορας ἡμῶν ἐτυπώθη ἡ ἁγία Τριάς. Ἀλλ' ὁ μὲν Ἀδὰμ, καὶ ὁ Σὴθ, καὶ ἡ Εὔα σώματα ἦσαν, καὶ χωριστοὶ ἦσαν ἀπ' ἀλλήλων· ὁ δὲ Θεὸς καὶ Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα, οὔτε σώματά εἰσιν, οὔτε χωριστοί εἰσιν ἀπ' ἀλλήλων. Μόνος δὲ ὁ τύπος τῆς ἀγεννησίας τοῦ Πατρὸς θεωρεῖται εἰς τὸν ἀγέννητον Αδὰμ, καὶ ὁ τύπος τῆς γεννήσεως τοῦ Υἱοῦ εἰς τὸν
Answer. It befits you not to ask about this either. For this also is inexplicable. Nevertheless, learn about this also. Just as therefore the breath of man proceeds out of the soul, so also the Holy Spirit proceeds from the Father. And as Eve is neither begotten nor unbegotten, but in a middle way, so also the Holy Spirit proceeds from the Father. For indeed Adam is unbegotten, and Seth is begotten, and Eve is proceeding. For Eve neither was begotten, as Seth was begotten, nor was she unbegotten, just as Adam; but she proceeded out of the rib of Adam. And Adam was unbegotten as a type of the unbegotten Father; and Seth was begotten as a type of the begotten Son; and Eve was proceeding out of the rib of Adam as a type of the all-holy Spirit. For in our forefathers the Holy Trinity was typified. But Adam, and Seth, and Eve were bodies, and were separable from one another; whereas God and the Father, the Son, and the Holy Spirit, are neither bodies, nor are they separable from one another. Only the type of the unbegottenness of the Father is beheld in the unbegotten Adam, and the type of the generation of the Son in the
Καὶ οὕτως νόει καὶ περὶ τούτου.
And thus understand concerning this also.
Ἐρώτησις ιϛʹ. Ἄρα χωρεῖται ὁ Θεὸς ἐν ἑνὶ τόπῳ, ἢ οὔ;
Question 16. Is God contained in one place, or not?
Ἀπόκ. Πρόσθες τὸν νοῦν σου, καὶ νόησον, ὅτι ὁ Θεὸς φῶς ἐστιν ἀθεώρητον καὶ ἀχώρητον· οὔτε θεωρεῖται ὁ Θεὸς, οὔτε χωρεῖταί που. Καὶ ἐπεὶ οὐ χωρεῖται εἰς τὸ πᾶν, πῶς ἔνι δυνατὸν φανῆναι ἢ
Answer. Apply your mind, and understand that God is an invisible and uncontainable light; God is neither beheld, nor contained anywhere. And since He is not contained in the universe, how is it possible for Him to appear or
Notes, col. 785

On the reading

Printed Αδὰμ, for Ἀδὰμ.

PG 28:788Read from the page
νοηθῆναί τισιν; Οὗτινος οὐδὲ Μωσῆς ὁ θεόπτης, οὐδὲ οἱ μαθηταὶ τοῦ Λόγου αὐτοῦ ἐν τῷ τῆς μεταμορφώσεως ἐκείνου ὄρει, οὐκ ἄλλος τίς ποτε ἠδυνήθη γυμνὴν τὴν θεότητα θεωρῆσαι· ὥστε δῆλον, ὅτι οὐκ ἐν ἑνὶ τόπῳ χωρεῖται, ἀλλὰ πανταχοῦ πάρεστιν ὁ Θεός. Καὶ ταῦτα μὲν περὶ θεολογίας· ἀπάρτι δὲ ἀρξόμεθα λέξαι καὶ περὶ τῆς οἰκονομίας, ἤτοι περὶ τῆς σαρκώσεως τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ.
be understood by some? Of Whom neither Moses the beholder of God, nor the disciples of the Word Himself on that mountain of the transfiguration, nor anyone else was ever able to behold the bare Godhead; so that it is clear that God is not contained in one place, but is everywhere present. And these things indeed concerning theology; and henceforth we shall begin to speak also concerning the economy, that is, concerning the incarnation of the Son and Word of God.
Ἐρώτ. ιζʹ. Ἰδοὺ ἐρώτημά σοι ἐρωτῶ, σὺ δέ μοι ἀποκρίθητι. Ἐδίδαξας ἡμῖν περὶ τῆς ἁγίας Τριάδος, ὅτι ὁ Θεὸς τρισυπόστατος ἔνι, καὶ ὅτι Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα ἅγιον. Νῦν δὲ ἐρωτῶ σε· Οὗτος ὁ Χριστὸς τίς ἐστι; Περὶ τούτου θέλω μαθεῖν.
Question 17. Behold, I ask you a question, and do you answer me. You have taught us concerning the Holy Trinity, that God is of three hypostases, and that He is Father, Son, and Holy Spirit. Now therefore I ask you: Who is this Christ? Concerning this I wish to learn.
Ἀπόκ. Πάντως ἤκουσας περὶ τῆς ἁγίας Τριάδος, ὅτι ἓν πρόσωπον καλεῖται Πατὴρ, τὸ δὲ ἕτερον Υἱὸς, καὶ τὸ ἄλλο πρόσωπον λέγεται Πνεῦμα ἅγιον. Ἰδοὺ λοιπὸν γίνωσκε, ὅτι οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς ἐνεδύθη σάρκα ἀνθρώπου, καὶ περιεπάτησεν ὡς ἄνθρωπος ἐν τῇ γῇ. Ὠνομάσθη οὖν Χριστὸς, διότι ἐχρίσθη, ἤτοι ἐφόρεσε τὴν σάρκα τοῦ ἀνθρώπου. Καὶ διὰ τοῦτο λέγεται σεσαρκωμένος Θεὸς, καὶ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, διότι ἐφόρεσε τὴν τοῦ ἀνθρώπου μορφήν.
Answer. Assuredly you have heard concerning the Holy Trinity, that one person is called Father, and the other Son, and the other person is called Holy Spirit. Behold therefore, know that this Son and Word of God and the Father put on the flesh of man, and walked as man on the earth. He was named Christ, therefore, because He was anointed, that is, He wore the flesh of man. And on account of this the Son and Word of God is called incarnate God, and Christ, and God, because He wore the form of man.
Ἐρώτ. ιηʹ. Καὶ τίνα λόγον, ἢ τίνα χρείαν εἶχεν ὁ Θεὸς, ἤγουν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἵνα σαρκωθῇ, καὶ ὡς ἄνθρωπος περιπατεῖν ἐν τῇ γῇ;
Question 18. And what reason, or what need did God, that is, the Son and Word of God, have, that He should become incarnate, and walk as man on the earth?
Ἀπόκ. Θεὸς οὐδεμίαν χρείαν εἶχε τοῦ σαρκωθῆναι, ἀλλ' ἡ ἀνθρωπότης ἐδέετο ἰατρείας. Ἐπειδὴ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς, ἔπλασε δὲ καὶ τὸν ἄνθρωπον, καὶ ἔθηκεν αὐτὸν ἐν μέσῳ τοῦ παραδείσου, καὶ ἔταξεν αὐτὸν βασιλέα εἰς πάντα τὰ κτίσματα, ἵνα πάντα δουλεύωσιν αὐτῷ, καὶ κατοικεῖν αὐτὸν ἐν τῷ παραδείσῳ, ὡς Θεοῦ εἰκών. Εἰδὼς τοῦτο ὁ διάβολος, καὶ φθονήσας τὴν τοῦ ἀνθρώπου ἀξίαν, συνεβούλευσεν αὐτῷ τῷ ἀνθρώπῳ παρακοῦσαι τοῦ Θεοῦ, ἵνα διὰ τῆς παρακοῆς ἐξώσῃ αὐτὸν τοῦ παραδείσου καὶ τῆς τοῦ Θεοῦ ἀξίας, καὶ θνητὸν τὸν ἀθάνατον ἀπεργάσηται. Ὁ δὲ ἄνθρωπος, ὡς μὴ ἔχων πεῖραν κακίας τοῦ πονηροῦ, ἤκουσε τῆς συμβουλῆς τοῦ διαβόλου, καὶ παρήκουσε τοῦ Θεοῦ, καὶ ἔκτοτε ἐδέξατο τὸν θάνατον τῆς ἁμαρτίας, ὁμοίως καὶ πάντες οἱ ἐξ ἐκείνου γενόμενοι ἄνθρωποι, ὡς ἐκ προγόνων τὴν ἁμαρτίαν λαβόντες, ἐκράτησαν ταύτην· καὶ ἴσχυσεν ἡ ἁμαρτία κατὰ τῶν ἀνθρώπων. Ἔπεμψε δὲ ὁ Θεὸς προφήτας καὶ διδασκάλους εἰς τὸν κόσμον· ἵνα διδάξωσι τὸν κόσμον, ἤγουν τοὺς ἀνθρώπους, καὶ στραφῶσιν ἀπὸ τῆς ἁμαρτίας· καὶ οὐκ ἠδυνήθησαν οἱ προφῆται τοῦ διορθώσασθαι. Διὰ τοῦτο εἶπεν ὁ Θεὸς ἐν ἑαυτῷ· Καταβήσομαι, καὶ φορέσω σάρκα, καὶ γενήσομαι ἀνθρωπόμορφος, καὶ διδάξω τὸ πλάσμα μου, καὶ στραφήσεται ἀπὸ τῆς τοῦ διαβόλου συμβουλῆς, καὶ ἔσται πᾶς ἄνθρωπος ὡς Θεὸς οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ θέσιν. Καὶ τοῦτο βουληθεὶς ὁ Θεὸς εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος,
Answer. God had no need of becoming incarnate, but humanity stood in need of healing. For since God made the heaven and the earth, and all the things in them, and also formed man, and placed him in the midst of paradise, and appointed him king over all the creatures, that all things might serve him, and that he might dwell in paradise, as the image of God. Knowing this, the devil, and envying the dignity of man, counselled man himself to disobey God, so that through disobedience he might expel him from paradise and from the dignity of God, and render the immortal mortal. And man, as having no experience of the wickedness of the evil one, listened to the counsel of the devil, and disobeyed God, and thenceforth received the death of sin, and likewise all the men born from him, as having received sin from their forefathers, held fast to it; and sin prevailed against men. And God sent prophets and teachers into the world, that they might teach the world, that is, men, and that they might turn from sin; and the prophets were not able to set them right. On account of this God said within Himself: I will come down, and wear flesh, and become of human form, and teach My creature, and he will turn from the counsel of the devil, and every man will be as God, not by nature, but by adoption. And having willed this, God, by the good pleasure of the Father, and the cooperation of the Holy Spirit,
PG 28:789Read from the page
συγκατέβη ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, καὶ εἰσῆλθεν εἰς καθαρὰν κοιλίαν παρθένου γυναικὸς, καὶ προσλαβόμενος σάρκα ἐξ αὐτῆς, ἐνηνθρώπησε· καὶ πάλιν ἐκ τῆς γυναικὸς ἐξελθὼν, καὶ ἐγκαταλείψας αὐτὴν καθαρὰν καὶ ἐσφραγισμένην παρθένον ἀμόλυντον, καθάπερ τὸ πρότερον, περιεπάτησεν ἐν τῷ κόσμῳ μετὰ τῶν ἀνθρώπων, ὡς ἄνθρωπος, καὶ τότε ὠνομάσθη Χριστὸς, διὰ τὸ χρισθῆναί τε καὶ φορέσαι ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὁ σάρκα φορῶν.
the Son and Word of God condescended, and entered into the pure womb of a virgin woman, and having taken flesh from her, became man; and again having come forth from the woman, and having left her a pure and sealed virgin undefiled, just as before, He walked in the world with men, as man, and then was named Christ, on account of being anointed and wearing, the Son and Word of God, Who wears flesh.
Ἐρώτ. ιθʹ. Καὶ πῶς ἦν δυνατὸν σάρκα παρθένον γεννῆσαι, καὶ πάλιν μένειν παρθένον; καὶ τοῦτο θαυμαστὸν ἡμῖν καὶ πάνυ ἐξαίσιον φαίνεται· δίδαξον ἡμᾶς καὶ περὶ τούτου, δεόμεθα.
Question 19. And how was it possible for a virgin to bear flesh, and again remain a virgin? And this appears marvellous and altogether extraordinary to us; teach us concerning this also, we pray.
Ἀπόκ. Εἰ καὶ θαυμαστὸν ἡμῖν δοκεῖ τοῦτο, ἀλλ' οὐκ ἀνθρώπου τὸ ἔργον, Θεοῦ δέ· ὅπου γὰρ βούλεται Θεὸς, νικᾶται φύσεως τάξις· καὶ πάλιν· « Θαυμαστὸς ὁ Θεὸς, » καὶ « Θαυμαστὰ τὰ ἔργα αὐτοῦ. » Πλὴν ἄκουσον περὶ τῆς γεννησάσης Παρθένου ποικίλα καὶ ἐναργέστατα σύμβολα· μνήσθητι, ὅτι παρθένος ὢν ὁ Ἀδὰμ τὴν Εὔαν ἐγέννησε· καὶ πάλιν παρθένος διέμεινε, καθάπερ τὸ πρότερον. Καὶ ὥσπερ ὁ Ἀδὰμ παρθένος ἐγέννησε καὶ παρθένος διέμεινε, οὕτω καὶ ἡ Θεοτόκος Μαρία, παρθένος οὖσα, ἔτεκε τὸν Χριστὸν, καὶ πάλιν παρθένος διέμεινε. Ἀλλὰ καὶ ἄλλο πρὸς τοῦτο μυστήριον ἄκουσον. Ὥσπερ οἶκος περιπεφραγμένος πάντοθεν ἀνατολικὸν ἔχων ὑέλινόν τε καθαρὸν καὶ λεπτότατον παραθυρίδιον, ἀνατείλαντος τοῦ ἡλίου αἱ ἀκτῖνες αὐτοῦ διαπερῶσι τὸν ὕελον καὶ εἰσέρχονται πάντα τὸν οἶκον καταφωτίζοντες· καὶ πάλιν παρερχομένου τοῦ ἡλίου καὶ τῶν αὐτοῦ ἀκτίνων ἐξερχομένων, ὁ ὕελος οὐ συντρίβεται, ἀλλ' ἀβλαβὴς ἐκ τῶν εἰσερχομένων τε καὶ ἐξερχομένων προσκρούσεων τοῦ ἡλίου διαμένει ἀκτίνων· οὕτω μοι νόει καὶ περὶ τῆς ἀειπαρθένου Μαρίας. Αὕτη γὰρ ἡ πάναγνος, ὡς οἶκος οὖσα περιπεφραγμένος, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καθάπερ ἀκτὶς θεϊκὴ ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης τοῦ Πατρὸς κατελθὼν, καὶ διὰ τοῦ ὑελίνου παραθυριδίου τῶν ὠτίων αὐτῆς εἰσελθὼν, τὸν πανάγιον οἶκον αὐτῆς κατεφώτισε, καὶ πάλιν ὡς οἶδεν αὐτὸς, ἐξῆλθε, μὴ λυμήνας τὴν παρθενίαν ἐκείνης τὸ σύνολον· ἀλλ' ὡς πρὸ τοῦ τόκου, καὶ ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον παρθένον ἁγνὴν διεφύλαξε. Σὺν τούτοις δὲ καὶ ἕτερον φωτολαμπὲς καὶ θαυμαστώτατον, κἀκείνων παρόμοιον ἐκτύπωμα ἄκουσον. Ὁ μαργαρίτης ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ γίνεται· γίνεται δὲ οὕτως. Αἱ ἄκραι τῆς Ἐρυθρᾶς θαλάσσης ξηραί εἰσιν, ὀλίγου χύσιν ὕδατος ἔχουσαι. Εὑρίσκονται δὲ ἐκεῖσε ὀστρακοδέρματά τινα θαλάσσια ἐν πάσῃ τῇ Ἐρυθρᾷ θαλάσσῃ ἐκείνῃ, πίνναι ὀνομαζόμενα. Ἵστανται οὖν αἱ πίνναι ἐκεῖναι ἀεὶ κεχηνυῖαι, καὶ ἐκδεχόμεναι βρώματα εἰς τροφὴν αὐτῶν. Ἐν γοῦν τῷ ἵστασθαι αὐτὰς κεχηνυίας καὶ ἐκδεχομένας τὴν ἑαυτῶν τροφὴν, συχνῶν γενομένων ἐκεῖσε τῶν ἀστραπῶν, κατέρχεται ἡ ἀστραπὴ πρὸς τὴν πίνναν, καὶ εὑρίσκουσα τὰ τῆς πίννης ὄστρακα
Answer. Even though this seems marvellous to us, yet the work is not man's, but God's; for where God wills, the order of nature is overcome; and again: "Marvellous is God" (Ps. 67:36), and "Marvellous are His works" (Sir. 10:4). Nevertheless, hear concerning the Virgin who gave birth various and most clear symbols: remember that Adam, being a virgin, begot Eve; and again remained a virgin, just as before. And just as Adam as a virgin begot and remained a virgin, so also the Mother of God, Mary, being a virgin, bore Christ, and again remained a virgin. But hear also another mystery besides this. Just as when a house enclosed on all sides has a pure and very thin little glass window facing east, when the sun has risen its rays pass through the glass and enter, illuminating the whole house; and again when the sun passes by and its rays go out, the glass is not shattered, but remains unharmed from the entering and departing impacts of the rays of the sun; so understand for me concerning the ever-virgin Mary also. For while this all-pure one was as an enclosed house, the Son and Word of God, having come down like a divine ray out of the sun of righteousness, the Father, and having entered through the little glass window of her ears, illuminated her all-holy house, and again, as He Himself knows, went forth, without harming her virginity at all; but as before the birth, both in the birth and after the birth He preserved her a pure virgin. Together with these, hear also another light-shining and most marvellous figure, quite similar to those. The pearl is produced in the Red Sea; and it is produced thus. The shores of the Red Sea are dry, having a shallow expanse of water. And there are found there certain marine testaceans in all that Red Sea, called pinnae. Those pinnae therefore stand always gaping open, and waiting for food for their nourishment. While they stand gaping open, then, and waiting for their nourishment, when lightnings occur frequently there, the lightning comes down towards the pinna, and finding the shells of the pinna
PG 28:792Read from the page
ἀνεῳγμένα, εἰσέρχεται εἰς αὐτήν· ἡ δὲ πίννα, εὐθὺς συστελλομένη καὶ συσφιγγομένη καθ' ἑαυτὴν, ἐντὸς αὐτῆς ἀποκλείει τὴν ἀστραπήν. Ἡ δὲ ἀστραπὴ, τυλισσομένη εἰς τοὺς φορβείους τῶν ὀφθαλμῶν τῆς πίννης, καταλαμπρύνει αὐτοὺς, καὶ ποιεῖ αὐτοὺς μαργαρίτας. Ἐξερχόμενοι δὲ οἱ μαργαρῖται ἀπὸ τῆς πίννης, πίπτουσι πρὸς τὸν αἰγιαλὸν τῆς θαλάσσης ἐκείνης, καὶ οὕτως εὑρίσκουσιν αὐτοὺς οἱ γυρεύοντες αὐτούς. Οὕτως μοι νόει καὶ περὶ τῆς σαρκώσεως τοῦ Λόγου. Θάλασσα μὲν ὁ κόσμος, καὶ ἡ Παρθένος κογχύλη. Ἵστατο δὲ ἡ Παρθένος καθάπερ πίννα ἐν τῷ ναῷ, ἐκδεχομένη τὸν οὐράνιον ἄρτον Χριστὸν τὸν Θεὸν, ὃς καὶ κατελθὼν καὶ εἰσελθὼν ἐν αὐτῇ, ὡς ἀστραπὴ, καὶ ἐντετυλιχθεὶς ἐν ταῖς λαγόσι τῆς παρθενίας αὐτῆς, λαμπροειδῆ κατεσκεύασε τὴν παναγίαν σάρκα, ἣν προσελάβετο σαρκωθείς· καὶ οὕτως ἐγεννήθη ἐξ αὐτῆς ὡς καθαρὸς καὶ πολυτίμητος μαργαρίτης ὁ Λόγος τοῦ Θεοῦ χωρὶς ἄρρενος συνουσιασμοῦ. Καὶ ὥσπερ ὁ μαργαρίτης οὐράνιός ἐστι καὶ ἐπίγειος, οὐράνιος μὲν κατὰ τὴν ἀστραπὴν, ἐπίγειος δὲ κατὰ τὴν συμπλοκὴν τῶν ὀφθαλμῶν τῆς πίννης· οὕτω καὶ ὁ Χριστὸς οὐράνιός ἐστι καὶ ἐπίγειος· οὐράνιος μὲν κατὰ τὴν θεότητα, ἐπίγειος δὲ κατὰ ἀνθρωπότητα. Καὶ ὥσπερ ὁ μαργαρίτης κατασκευάζεται ἄνευ συνουσίας ἄρρενος καὶ θήλεος ἐξ ἀστραπῆς καὶ τῆς πίννης, οὕτως καὶ ὁ Χριστὸς ἐγεννήθη ἄνευ συνουσιασμοῦ ἄρρενος καὶ θήλεος ἐκ τῆς θεότητος, καὶ τῆς σαρκὸς τῆς Παρθένου. Καὶ ὥσπερ ὁ μαργαρίτης συντριβόμενος, πολλάκις ἡ μὲν ὕλη τῶν ὀφθαλμῶν τῆς πίννης συντρίβεται καὶ διαλύεται, οὐχὶ δὲ καὶ ἡ λαμπρότης τῆς ἀστραπῆς πάσχει, ἀλλ' ἡ μὲν λαμπρότης τῆς ἀστραπῆς ἀπαθὴς διαμένει, ἡ δὲ ὕλη τῶν ὀφθαλμῶν τῆς πίννης
opened, enters into it; and the pinna, immediately contracting and closing tightly upon itself, shuts the lightning up within itself. And the lightning, being wrapped into the membranes of the eyes of the pinna, makes them shine brightly, and makes them pearls. And when the pearls come forth from the pinna, they fall towards the shore of that sea, and thus those who seek them find them. Thus understand for me concerning the incarnation of the Word also. The sea indeed is the world, and the Virgin is the shell. And the Virgin stood like a pinna in the temple, waiting for the heavenly bread, Christ our God, Who also having come down and entered into her, like lightning, and having been wrapped in the womb of her virginity, fashioned in radiant form the all-holy flesh, which He took to Himself when He became incarnate; and thus the Word of God was born from her as a pure and most precious pearl without male intercourse. And just as the pearl is heavenly and earthly, heavenly indeed according to the lightning, and earthly according to the intertwining of the eyes of the pinna; so also Christ is heavenly and earthly: heavenly indeed according to the Godhead, and earthly according to humanity. And just as the pearl is fashioned without intercourse of male and female out of lightning and the pinna, so also Christ was born without intercourse of male and female out of the Godhead, and the flesh of the Virgin. And just as when the pearl is crushed, oftentimes the matter of the eyes of the pinna is crushed and dissolved, yet the brightness of the lightning does not suffer, but the brightness of the lightning remains impassible, while the matter of the eyes of the pinna
Ἐρώτ. κʹ. Ἰδοὺ ταῦτα πάντα, θεοείκελε Πάτερ, ἁρμοζόντως ἡμῖν ἐδίδαξας. Ἀξιοῦμέν σε δὲ, ἵνα καὶ τοῦτο ἡμῖν ἑρμηνεύσῃς τὸ ἀπορούμενον, διὰ τί οὐκ ἐδίδαξεν ἡ θεότης μόνον τὸν ἄνθρωπον, καὶ ἔσωσεν αὐτὸν ἄνευ σαρκός; τί γὰρ ἤθελε τοῦ φορέσαι τὴν σάρκα;
Question 20. Behold, all these things, O godlike Father, you have fittingly taught us. But we entreat you to explain to us this perplexing question also, why the Godhead did not merely teach man, and save him without flesh? For why did He wish to wear the flesh?
Ἀπόκ. Καὶ περὶ τούτου καλῶς ἐρωτᾷς· ὅθεν ἄκουσον καὶ καλῶς τὴν ἀπόκρισιν. Κατ' ἀρχὰς, ὅταν ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ἐπλανήθη ὑπὸ τοῦ διαβόλου ὁ ἄνθρωπος, οὐκ ἐνίκησεν ὁ διάβολος τὴν θεότητα, ἀλλὰ τὴν ἀνθρωπότητα. Διὸ καὶ ἔπρεπε πάλιν αὐτὴ ἡ νικηθεῖσα ἀνθρωπότης ἵνα καὶ πάλιν αὐτὴ νικήσῃ τὸν ἐχθρὸν αὐτῆς τὸν διάβολον, καὶ πάλιν παραλάβοι τὸν δι' ἐκείνου πρὶν ἀπολέσαντα θεῖον παράδεισον. Εἰ γὰρ γυμνὴ ἡ θεότης προσήρχετο, καὶ ἐνίκα τὸν διάβολον, ἔμελλε καυχησθῆναι ὁ διάβολος, ὅτι οὐ θαυμαστὸν, εἰ καὶ ἐνικήθη· ὑπὸ τῆς θεότητος γὰρ προσβαλὼν ἐνικήθη. Καὶ διὰ τοῦτο οὐ κατεδέξατο ὁ Θεὸς, ἵνα γυμνὴ ἡ θεότης αὐτοῦ προσπαλαίσῃ τὸν διάβολον, ἀλλ' ἠβουλήθη, ἵνα ἡ ἀνθρωπότης ἡ νικηθεῖσα ὑπὸ τοῦ διαβόλου, αὕτη
Answer. Concerning this also you ask well; wherefore hear also well the answer. In the beginning, when God made man, and man was led astray by the devil, the devil did not overcome the Godhead, but humanity. Wherefore also it was fitting again that this very humanity which was overcome should itself also again overcome its enemy the devil, and again receive the divine paradise which it had formerly lost through him. For if the bare Godhead had approached and overcome the devil, the devil would have boasted that it was no marvel if he was overcome; for in attacking he was overcome by the Godhead. And on account of this God did not consent that His bare Godhead should wrestle with the devil, but willed that the humanity which was overcome by the devil should itself
PG 28:793Read from the page
καὶ μόνη νικήσῃ τὸν νικήσαντα ταύτην διάβολον. Προγινώσκων οὖν πάλιν ὁ σοφὸς Θεὸς, ὅτι οὐκ ἠδύνατο μόνη ἡ ἀνθρωπότης νικῆσαι χωρὶς τῆς θεότητος, ἐκρύβη ἐν αὐτῇ τῇ σαρκὶ ἡ θεότης, ὅπως ὁ διάβολος, θεωρῶν τὴν σάρκα, καὶ μὴ γινώσκων, ὅτι ἐν αὐτῇ τῇ σαρκὶ ἡ θεότης ἐστὶ κεκρυμμένη, προσέλθῃ καὶ προσπαλαίσῃ τῷ Χριστῷ, καὶ οὕτως νικηθῇ ὑπὸ
even alone overcome the devil who had overcome it. Foreknowing therefore again, the wise God, that humanity alone could not overcome without the Godhead, the Godhead was hidden in the flesh itself, so that the devil, beholding the flesh, and not knowing that in the flesh itself the Godhead is hidden, might approach and wrestle with Christ, and thus be overcome by
Ὥσπερ γὰρ ὁ ἁλιεὺς, βουλόμενος κυνηγῆσαι ἰχθὺν, οὐ γυμνὸν τὸ ἄγκιστρον βάλλει εἰς τὴν θάλασσαν, ἀλλ' ἐνδύει ἔξωθεν σκώληκα δόλῳ τὸ ἄγκιστρον, καὶ οὕτως ῥίπτει αὐτὸ εἰς τὴν θάλασσαν ἐνδεδυμένον τὸν σκώληκα· ὁ δὲ ἰχθὺς, θεωρῶν τὸν σκώληκα μόνον, καὶ μὴ γινώσκων, ὅτι σκώληξ μέσον ἐκείνου ἔχει τὸ ἄγκιστρον, ἀλλὰ νομίζων δίχα ἀγκίστρου τὸν σκώληκα εἶναι μονώτατον, πλανώμενος ὑπὸ τοῦ ἀγκίστρου κρατεῖται· οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Βουληθεὶς γὰρ κυνηγῆσαι τὸν ἐν τοῖς ἀπείροις ὕδασι τῆς ἀβύσσου ἐμφωλευόμενον ἰοβόλον ἰχθὺν, ἢ μᾶλλον μέγαν δράκοντα τὸν διάβολον, οὐ γυμνῇ τῇ θεότητι αὐτοῦ τῷ διαβόλῳ προσέφερε, ἀλλὰ δόλῳ τὸν σκώληκα τὴν παναγίαν αὐτοῦ σάρκα, ἣν ἐκ τῆς ἀειπαρθένου Μαρίας, τῆς παναγιωτάτης γῆς, δίχα φυρμοῦ ἐνεδύσατο, κατὰ τὸν φάσκοντα θεῖον Δαβίδ· « Ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, » ἐκάλυψε τὸ ἱερώτατον ἄγκιστρον τὸν κοσμοσωτήριον αὐτοῦ σταυρὸν, ἐν αὐτῷ προσπαγεὶς, καὶ δι' αὐτοῦ λαθεῖν βουληθεὶς τὴν ἑαυτοῦ θεότητα, ὑφ' οὗ πλανηθεὶς καὶ κρατηθεὶς ὁ ἰοβόλος καὶ ὀφιοδήκτης οὗτος ἰχθὺς, ὁ μέγας δράκων διάβολος, ὁ τοῦ παραδείσου ἐξώσας καὶ θανατώσας τὸν ἄνθρωπον, νικηθεὶς ἀπώλετο. Ὥστε ἡ μὲν θεότης εἰς τύπον τοῦ ἀγκίστρου ἐστὶν, ἡ δὲ ἀνθρωπότης εἰς τύπον τοῦ σκώληκος. Θεωρήσας οὖν ὁ διάβολος ἔξωθεν τὸ ἀνθρώπινον καὶ μὴ νοήσας τὴν ἐν αὐτῷ ἔσωθεν ἐγκεκρυμμένην θεότητα, ἐπλανήθη, καὶ προσελθὼν τῇ ἀνθρωπότητι, ἐκρατήθη ὑπὸ τοῦ ἀνεικάστου καὶ ἀκατανικήτου ἀγκίστρου τῆς θεότητος· καὶ οὕτως ἐνικήθη ὁ μέγας δράκων διάβολος. Διὰ τοῦτο οὐκ ἦλθεν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ γυμνῇ τῇ αὐτοῦ θεότητι κυνηγῆσαι τὸν διάβολον, ἀλλ' ἐφόρεσε τὴν σάρκα, καὶ οὕτως εἰσῆλθε. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τοῦ γενέσθαι τὴν σάρκωσιν. Καὶ ὥσπερ αὐτὸς ὁ διάβολος, βουληθείς ποτε πλανῆσαι τὸν ἄνθρωπον, καὶ τοῦ παραδείσου ἐκβαλεῖν, οὐ προσῆλθε τῇ Εὔᾳ γυμνῇ τῇ ἑαυτοῦ διαβολότητι, ἀλλ' ἐφόρεσε σάρκα τὸν ὄφιν, καὶ οὕτως προσῆλθε, καὶ ἐπλάνησεν αὐτήν· ᾔδει γὰρ ὁ δόλιος, ὅτι, εἰ προσέλθῃ αὐτῇ γυμνῇ τῇ διαβολότητι αὐτοῦ, οὐκ ἂν αὐτὴν πλανῆσαι δυνήσεται· καὶ διὰ τοῦτο ἐνεδύθη ὥσπερ σάρκα τὸν ὄφιν, καὶ διὰ τοῦ σαρκοφόρου ὄφεως τὴν Εὔαν ἐπλάνησε. Καὶ ὁ μὲν ὄφις ἐφαίνετο, ὁ δὲ διάβολος οὐκ ἐφαίνετο. Καὶ διὰ τοῦ φαινομένου ὄφεως ἐνέργει ὁ ἀθεώρητος ὄφις διάβολος. Δύο γὰρ φύσεις ἐν ἑνὶ προσώπῳ ἀπῆγον τότε ἐπὶ τῶν προπατόρων τὴν ἔκπτωσιν. Καὶ ὥσπερ τότε διαβολότης καὶ ὀφιότης δύο φύσεις ἐν ἑνὶ προσώπῳ ἡνώθησαν, καὶ ἡ μὲν μία φύσις, ἤγουν ἡ ὀφιότης ἐφαίνετο, ἡ δὲ ἑτέρα, ἤτοι ἡ διαβολότης, οὐκ ἐφαίνετο, καὶ ἐξέβαλε τὸν ἄνθρωπον ἐκ τοῦ παραδείσου· οὕτως
For just as the fisherman, wishing to catch a fish, does not cast the bare hook into the sea, but craftily clothes the hook on the outside with a worm, and thus casts it into the sea clothed with the worm; and the fish, beholding the worm alone, and not knowing that the worm has the hook inside it, but supposing the worm to be quite alone without a hook, being deceived is caught by the hook; so also Christ did. For having willed to catch the venomous fish lurking in the boundless waters of the abyss, or rather the great dragon the devil, He did not present Himself to the devil in His bare Godhead, but craftily with the worm, His all-holy flesh, which He put on without defilement out of the ever-virgin Mary, the most all-holy earth, according to the divine David who says: "I am a worm and no man" (Ps. 21:7), He covered the most sacred hook, His world-saving cross, having been nailed upon it, and having willed through it to conceal His own Godhead, by which being deceived and caught, this venomous and serpent-biting fish, the great dragon the devil, who expelled from paradise and put man to death, being overcome perished. So that the Godhead is as a type of the hook, and the humanity as a type of the worm. Having beheld therefore from without that which was human, and not having perceived the Godhead hidden within it, the devil was deceived, and having approached the humanity, he was caught by the incomparable and invincible hook of the Godhead; and thus the great dragon the devil was overcome. On account of this the Son and Word of God did not come in His bare Godhead to catch the devil, but wore the flesh, and thus entered in. And this is the cause of the incarnation taking place. And just as the devil himself, having willed once to lead man astray, and cast him out of paradise, did not approach Eve in his bare devilishness, but wore the serpent as flesh, and thus approached, and led her astray; for the crafty one knew that, if he approached her in his bare devilishness, he would not be able to lead her astray; and on account of this he put on the serpent just like flesh, and through the flesh-bearing serpent led Eve astray. And the serpent indeed appeared, whereas the devil did not appear. And through the visible serpent the invisible serpent the devil worked. For two natures in one person then brought about the fall in the case of our forefathers. And just as then devilishness and serpenthood, two natures, were united in one person, and the one nature indeed, namely the serpenthood, appeared, while the other, that is, the devilishness, did not appear, and cast man out of paradise; so
PG 28:795Read from the page
καὶ ἐπὶ τοῦ Χριστοῦ δύο φύσεις εἰς ἓν πρόσωπον θεότης καὶ ἀνθρωπότης ἡνώθησαν· καὶ ἡ μὲν ἀνθρωπότης ἐφαίνετο, ἡ δὲ θεότης οὐκ ἐφαίνετο, καὶ διὰ τῆς φαινομένης ἀνθρωπότητος ἡ θεότης ἐνήργει ἡ ἀθεώρητος, καὶ τὸν ἐκ τοῦ παραδείσου πάλαι ἐξορισθέντα ἄνθρωπον, αἱ καλαὶ δύο φύσεις αὗται, ἡ θεότης φημὶ καὶ ἀνθρωπότης, εἰς αὐτὸν πάλιν καὶ νῦν ἐνέβαλον. Καὶ αὕτη ἐστὶν ἡ αἰτία, δι' ἧς ὁ Θεὸς ἐσαρκώθη καὶ ἐγένετο ἄνθρωπος· ὅτι αὐτῶ πρέπει δόξα εἰς ἀπεράντους αἰῶνας. Ἀμήν.
so also in Christ two natures, deity and humanity, were united into one person; and the humanity was seen, whereas the deity was not seen, and through the visible humanity the invisible deity wrought, and the man who of old had been banished from paradise, these two goodly natures, the deity I say and the humanity, have now cast back into it again. And this is the cause for which God became incarnate and became man; for to Him belongs glory unto boundless ages. Amen.
ADMONITIO IN HISTORIAM IMAGINIS BERYTENSIS.
ADMONITION ON THE HISTORY OF THE IMAGE OF BERYTUS.
I. Athanasii non esse hoc Opusculum, sed imperiti alicujus et infacundi hominis, eruditus nemo non judicat ; quare non est quod in ea re probanda immoremur. Antiquum tamen esse ex eo liquet, quod in concilio Nicaeno II, Athanasii nomine lectum fuerit ; atque teste Constantino Constantiae Cypri episcopo, Patribus eo coactis lacrymas excusserit. Exstat porro tomo VII Concil., act. 4. Nec parum discrepat, si verba spectes, ab editis et a mss. Tantumque variant inter se codices, ut in multis licet reperiatur, nullus alii similis compareat. In Colbertino autem tertio ita prolixa et aucta legitur haec Historia, ut duplo major cusis videatur ; sic tamen ut multa verba, sed nihil rei gestae adjiciatur. Exstat item Graece in bibliotheca Caesarea exemplar ejus mss. ab editis haud parum diversum et multo auctius. Principiumque ejus affert Lambecius, Comment. lib. I, p. 126, ut et versionem antiquam anonymam ab edita diversam, quam integram refert idem p. 128. Omnium autem codicum varias afferre lectiones, nec facile est, nec operae pretium foret : quare eas solum adnotavimus, quae alicujus momenti visae sunt. Magnae vero apud sequioris aevi Graecos fuit existimationis haec Historia : ita ut ea publice legi soleret Dominica ὀρθοδοξίας, seu Dom. prima Quadragesimae, in qua celebrabatur apud Graecos festum restituti cultus sanctarum imaginum.
I. That this little work is not by Athanasius, but by some unlearned and ineloquent man, every learned person judges; wherefore there is no reason for us to linger in proving that point. Yet that it is ancient is clear from the fact that in the Second Council of Nicaea it was read under the name of Athanasius, and, on the testimony of Constantine, bishop of Constantia in Cyprus, drew tears from the Fathers assembled there. Moreover, it is extant in volume VII of the Councils, session 4. And it differs not a little, if you look at the words, from the printed editions and from the manuscripts. So greatly do the manuscripts vary among themselves that, although it is found in many, none appears like another. In the third Colbertine manuscript this History is read in so prolix and enlarged a form that it seems twice as large as the printed copies, yet in such a way that many words are added, but nothing of substance to the narrative. Likewise there is extant in Greek in the Imperial Library a manuscript copy of it differing not a little from the printed editions and much fuller. Its beginning is cited by Lambeck, Comment., book I, p. 126, as is also an ancient anonymous version differing from the printed one, which the same author gives in full on p. 128. To adduce the variant readings of all the manuscripts is neither easy nor would it be worth the trouble; wherefore we have noted only those which seemed of some importance. Among the Greeks of a later age, however, this History was held in great esteem, so much so that it used to be read publicly on the Sunday of Orthodoxy, or the first Sunday of Lent, on which the feast of the restored veneration of the holy images was celebrated among the Greeks.
II. Cum itaque minime sibi invicem consentiant codices mss. et ab editis mirum in modum discrepent, visum est bina ex Palatinis codicibus desumpta exemplaria cum Latinis versionibus edere ; quod libera cuivis mutuo conferendi sit facultas. Quanquam nullo forte dispendio potuisset alterutrum omitti, cum nulla ferme nisi verborum sit discrepantia. At scrupuloso lectori morem gerere libet, indigne scilicet ferenti, si qua vel minima prius editorum praetermittantur. Bina itidem Latina exemplaria afferimus, quae sub initium ad medium usque toto caelo discrepant ; inde vero non item. Primum in antiquis Athanasii editis Latinis jam olim cusum fuit, cum hoc sub initium errore, ut dicatur lectam fuisse hanc Historiam a Petro Nicomediensi in synodo Caesareae Cappadociae celebrata, ob errorem circa Christi Domini sanguinem exortum, cum revera in Nicaena secunda synodo, pro cultu imaginum asserendo ab eodem lecta fuerit. In multis porro discrepat a Graecis haec Latina Historia. Secundum exemplar Latinum ex antiquis conciliorum mss. et editis desumptum, jam primum inter Athanasiana edere visum est, quia ad Graecorum litteram magis accedit, licet in nonnullis haud leviter discrepet.
II. Since therefore the manuscript codices by no means agree with one another and differ in a remarkable manner from the printed editions, it has seemed good to publish two copies taken from the Palatine manuscripts together with the Latin versions, so that anyone may have free opportunity to compare them with each other. Although perhaps either one could have been omitted without any loss, since there is scarcely any discrepancy save of words, yet it pleases us to humour the scrupulous reader, who takes it ill if even the slightest particulars of earlier editions are passed over. We likewise adduce two Latin copies, which from the beginning up to the middle differ utterly from each other, though from there on not so. The first was printed long ago in the ancient Latin editions of Athanasius, with this error near the beginning, that this History is said to have been read by Peter of Nicomedia in a synod held at Caesarea in Cappadocia on account of an error arisen concerning the blood of Christ the Lord, whereas in fact it was read by the same man in the Second Synod of Nicaea to assert the veneration of images. Moreover, this Latin History differs in many respects from the Greek copies. The second Latin copy, taken from ancient manuscripts and printed editions of the councils, we have thought fit to publish now for the first time among the works of Athanasius, because it approaches more closely to the letter of the Greek, although in some places it differs not slightly.
III. De Historia imaginis Berytensis haec habet Sigebertus in Chronico ad annum 765 : Tempore Constantini imperatoris et Irenae uxoris ejus in Syriae civitate Berytho, quae subjacet Antiochiae : Judaei imaginem Salvatoris Domini nostri Jesu Christi invenientes in domo cujusdam Judaei, ibi relictam a quodam Christiano, eam injuriose deposuerunt, et omnia opprobria quae Judaei Christo Jesu intulerunt, ejus imagini inferebant : illudentes ei, in faciem conspuentes, criminose conviciantes, eamque percutientes, manus et pedes ejus clavis configentes, acetum et fel ei porrigentes ; tandem latere ejus aperto, exivit de eo sanguis et aqua, quod illi supposita ampulla suscipientes ad experimentum utrum fuerint vera miracula quae Jesum fecisse audierant, omnes infirmos in Synagoga sua collectos hoc sanguine aspergebant, et a quocunque languore detinebantur omnes sanabantur. Unde tandem Judaei compuncti ad Adeodatum civitatis episcopum omnes concurrerunt, eique re enarrata, imaginem cum sanguine ei dederunt. Quibus baptizatis episcopus sanguinem per ampullas divisum longe lateque dirigens, praedicabat magnalia Dei, obtestatus omnes ut singulis annis quinto Idus Novembris celebretur Passio Dominicae imaginis. Haec Sigebertus, qui in hoc errat, quod Historiam Constantini et Irenes aevo gestam enarret ; nam tempore Irenes, nomine Athanasii lecta fuit in synodo secunda Nicaena. Nec potuit adeo recentis memoriae tum fuisse, ut Petro eam Athanasio adscribenti fides haberetur. Verane caeterum an falsa sit haec historia, prudentis lectoris judicio permittatur ; nobis sane videtur admodum suspecta.
III. Concerning the History of the image of Berytus, Sigebert has the following in his Chronicle at the year 765: In the time of the emperor Constantine and his wife Irene, in the city of Berytus in Syria, which is subject to Antioch, the Jews, finding an image of our Saviour the Lord Jesus Christ in the house of a certain Jew, left there by a certain Christian, took it down insultingly, and inflicted upon His image all the reproaches which the Jews had inflicted upon Christ Jesus: mocking it, spitting in its face, reviling it with accusations, striking it, piercing its hands and feet with nails, offering it vinegar and gall; finally, when its side was opened, there came forth from it blood and water, which they received in a flask placed underneath to test whether the miracles which they had heard Jesus had done were true, and they sprinkled with this blood all the sick gathered in their synagogue, and by whatever malady they were held, all were healed. Wherefore at length the Jews, pricked in heart, all ran together to Adeodatus, bishop of the city, and having related the matter to him, gave him the image with the blood. After baptizing them, the bishop divided the blood into flasks and sent it far and wide, proclaiming the mighty works of God, and solemnly charging all that every year on the fifth before the Ides of November the Passion of the Lord's image should be celebrated. Thus far Sigebert, who errs in this, that he relates the History as having taken place in the age of Constantine and Irene; for in the time of Irene it was read under the name of Athanasius in the Second Synod of Nicaea. Nor could it then have been of such recent memory that credence would be given to Peter when he ascribed it to Athanasius. Whether for the rest this history be true or false, let it be left to the judgement of the prudent reader; to us indeed it seems exceedingly suspect.
Notes, col. 795

On the reading

Printed αὐτῶ, for αὐτῷ.