ἀντὶ ἀγαθῶν. » Δῆλον, ὅτι ὧν ὁ Χριστὸς ἐν τῷ λαῷ αὐτῷ πεποίηκε· πρῶτον μὲν τὴν ἔξοδον αὐτῶν τὴν ἐξ Αἰγύπτου, καὶ τὰ λοιπὰ μύρια ἀγαθὰ, ἃ εἰς αὐτοὺς εἰργάσατο, ἔπειτα δὲ τοὺς νοσοῦντας αὐτῶν ἰάσατο. Περὶ δὲ τῶν μαστιγωσάντων καὶ ῥαπισάντων τὸν Χριστὸν Ἠσαΐας ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ Χριστοῦ οὕτως φησί· « Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. » Ὁμοίως δὲ καὶ ὁ προφήτης Δαβὶδ ἐκ προσώπου τοῦ Χριστοῦ ἐν λζʹ ψαλμῷ λέγει· « Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός. » Περὶ δὲ τῆς πράσεως τοῦ Χριστοῦ λέγει Ἱερεμίας ὁ προφήτης· « Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὼς συνέταξέ μοι Κύριος. » Ἆρα τοῦτο παραγράψασθαι δύνασθε, ὦ Ἰουδαῖοι, ὅπερ πρὸ ὀφθαλμῶν παντὸς τοῦ κόσμου πρόκειται ἔκτοτε καὶ μέχρι τοῦ νῦν; λέγω δὴ ὁ ἀγρὸς τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. Ὡσαύτως δὲ καὶ Ζαχαρίας ὁ προφήτης λέγει περὶ τῶν τριάκοντα ἀργυρίων ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· « Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργύρια. » Ὅτι δὲ τὴν ἀρχὴν τῆς σωτηρίας ἡμῶν, ἤγουν τὸν τίμιον σταυρὸν, ἐν τοῖς ἰδίοις ὤμοις αὐτοῦ ἐβάστασεν ὁ Χριστὸς ὑψωθεὶς ἐν αὐτῷ, Ἠσαΐας ὁ προφήτης ἐκ Πνεύματος ἁγίου προφητεύσας εἶπεν, ὅτι « Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· » τουτέστιν ὁ ζωοποιὸς σταυρός. Περὶ δὲ τοῦ ἀκανθίνου στεφάνου γέγραπται ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων· « Θυγατέρες Ἰερουσαλὴμ, ἐξέλθετε, καὶ ἴδετε τὸν στέφανον ὃν ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ· » τουτέστιν ἡ συναγωγὴ τῶν Ἰουδαίων (μήτηρ γὰρ Χριστοῦ αὕτη κατὰ σάρκα νοεῖται), ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. » Πρόδηλον δὲ, ὅτι ἡ ἡμέρα τοῦ πάθους τοῦ Χριστοῦ ἦν ἡμέρα εὐφροσύνης αὐτοῦ διὰ τὴν σωτηρίαν ἡμῶν. Ὥσπερ γὰρ ἄκανθαί τινες, οὕτως ὑπῆρχον αἱ ἁμαρτίαι τοῦ κόσμου, ἅστινας, ἐλθὼν ὁ Χριστὸς ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐξήλειψε. Καὶ καθάπερ διὰ τοῦ καρποῦ τοῦ ξύλου ἡ ἁμαρτία, οὕτω διὰ τοῦ ξύλου τοῦ σταυροῦ ἡ σωτηρία. Καὶ διὰ τοῦτο ἐν κήπῳ τὸ πάθος τοῦ Χριστοῦ γέγονεν, ἐπειδὴ ἐν παραδείσῳ παρέβη ὁ Ἀδάμ. Διὰ τοῦτο καὶ ληστῇ παράδεισος ἀπὸ σταυροῦ ἀνοίγεται· διὰ τοῦτο δὲ καὶ ὥρᾳ ἕκτῃ ὁ Χριστὸς σταυροῦται, ἐπειδὴ τὸ δειλινὸν ὁ Ἀδὰμ ἐξωρίσθη. Χολῆς γεύεται, ἵνα τὴν γλυκύτητα τῆς πικρᾶς ἡδονῆς τοῦ Ἀδὰμ ἰάσηται· ῥαπίζεται, ἵνα ἐμοὶ τὴν ἐλευθερίαν χαρίσηται· ἐμπτύεται, ἵνα τὸ ἐμφύσημα τοῦ ἁγίου Πνεύματος ἡμῖν χαρίσηται· φραγγελοῦται, ἵνα τὸ ἐπὶ τοῦ νώτου ἡμῶν φορτίον τῶν ἁμαρτιῶν σκορπίσῃ· γυμνοῦται ἐν ξύλῳ, ἵνα τὴν ἐμὴν αἰσχύνην σκεπάσῃ· θανατοῦται, ἵνα ἐμὲ ζωοποιήσῃ· κατακρίνεται, ἵνα
in return for good" (Ps. 34:11-12). It is clear that this refers to the things that Christ had done among that people: first their exodus out of Egypt, and the myriad other good things that He wrought towards them, and afterwards He healed their sick. And concerning those who scourged and struck Christ with their palms, Isaiah the prophet speaks thus as from the person of Christ: "I gave My back to scourges, and My cheeks to blows with the palm, and I turned not away My face from the shame of spittings" (Isa. 50:6). And likewise David the prophet also, from the person of Christ, says in the thirty-seventh Psalm: "For I am ready for scourges, and My pain is continually before Me" (Ps. 37:18). And concerning the selling of Christ, Jeremiah the prophet says: "And they took the thirty pieces of silver, the price of Him Who was priced, Whom they priced from among the sons of Israel, and they gave them for the potter's field, as the Lord appointed Me" (Matt. 27:9-10). Can you then write this off, O Jews, which lies set forth before the eyes of the whole world from that time even until now? I mean the potter's field for the burial of strangers. And in like manner Zechariah the prophet also speaks concerning the thirty pieces of silver as from the person of Christ: "And they weighed for My wages thirty pieces of silver" (Zech. 11:12). And that Christ bore upon His own shoulders the sovereignty of our salvation, namely the precious cross, having been lifted up upon it, Isaiah the prophet, prophesying by the Holy Spirit, said: "Unto us a child is born, and unto us a son is given, whose sovereignty is upon His shoulder" (Isa. 9:6); that is to say, the life-giving cross. And concerning the crown of thorns it is written in the Song of Songs: "Daughters of Jerusalem, go forth and see the crown wherewith His mother crowned Him" — that is to say, the synagogue of the Jews (for she is understood as the mother of Christ according to the flesh) — "in the day of His espousals, and in the day of the gladness of His heart" (Song 3:11). And it is manifest that the day of the passion of Christ was the day of His gladness on account of our salvation. For just like certain thorns, so were the sins of the world, which Christ the Lamb of God, Who takes away the sin of the world, came and wiped out. And just as sin came through the fruit of the tree, so salvation came through the wood of the cross. And on this account the passion of Christ took place in a garden, since in paradise Adam transgressed. On this account also paradise is opened to a robber from a cross; and on this account also at the sixth hour Christ is crucified, since in the afternoon Adam was banished. He tastes gall, that He may heal the sweetness of the bitter pleasure of Adam; He is struck with the palm, that He may grant freedom to me; He is spat upon, that He may grant us the breathing of the Holy Spirit; He is scourged, that He may scatter the burden of sins upon our back; He is stripped naked upon the wood, that He may cover my shame; He is put to death, that He may make me alive; He is condemned, that He may