Migne Reading Room

PG 28 · cols. 637–648 · Read from the page

To Antiochus on the punishments of hell

To Antiochus on the punishments of hell

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:637Read from the page
θρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διόπερ καὶ τοῖς μὲν ἁμαρτωλοῖς πολλάκις μακροχρονίαν χαρίζεται, ἀφορμὴν αὐτοῖς διδοὺς πρὸς μετάνοιαν· ὅπως κἂν ὡς οἱ περὶ τὴν ἑνδεκάτην ἐν βάθει γήρως ἐπιστρέψωσι· τοὺς δὲ δικαίους πολλάκις ὀλιγοχρονίους ἁρπάζει· ἵνα μὴ, ὥς φησιν ὁ Σολομὼν, ἡ κακία ἀλλάξῃ σύνεσιν αὐτῶν, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτῶν, τελειωθέντες ἐν ὀλίγῳ ἐπλήρωσαν χρόνους μακρούς. Ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτῶν.
men should be saved, and come to the knowledge of the truth (1 Tim. 2:4). Wherefore to sinners He often grants longevity, giving them an occasion for repentance, so that at least like those around the eleventh hour they may turn back in deep old age; whereas the righteous He often snatches away short-lived, lest, as Solomon says, "wickedness should alter their understanding, or deceit beguile their soul; being perfected in a short time, they fulfilled long times. For their soul was pleasing to the Lord" (Wis. 4:11, 13-14).
Ἐρώτ. οʹ. Τί οὖν ; Οὐδεὶς τῶν ἐν τῷδε τῷ βίῳ ταλαιπωρησάντων εἰσέρχεται ἐκεῖ εἰς τὴν γέενναν, οὔτε μὴν πάλιν τις τῶν εὐημερησάντων ὧδε εἰσέρχεται ἐκεῖ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ;
Question 70. What then? Does no one of those who have suffered misery in this life enter there into Gehenna, nor again does anyone of those who have prospered here enter there into the kingdom of the heavens?
Ἀπόκ. Ναί. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων ἥμαρτον μεγάλα, καὶ ἐπαιδεύθησαν ὧδε μικρὰ, καὶ ὑπόκεινται πάντως ἐκεῖ τιμωρηθῆναι, ὡς ἐπὶ τῶν ἐν Σοδόμοις εὑρίσκομεν· οἱ δὲ πάλιν προσήγαγον τῷ Θεῷ καμάτους πολλοὺς, μετέσχον δὲ ἐνταῦθα εὐημερίας μικρᾶς, καὶ ἀπόκειται αὐτοῖς λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν, ὡς οἱ περὶ Ἀβραὰμ καὶ Νῶε, καὶ Μελχισεδέκ· ἄλλοι ἥμαρτον πολλὰ, καὶ ἔπαθον οὐδὲν ἐνθάδε πονηρὸν, ὡς ὁ πλούσιος ὁ κατὰ τὸν Λάζαρον, καὶ ὑπόκεινται ἐκεῖ τῇ πάντων χαλεπωτέρᾳ κολάσει· ἕτεροι δὲ ἐξῆλθον διὰ Θεὸν ἐν ὅλῳ τῷ χρόνῳ ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασι, πάσης ἀπολαύσεως ἐπιγείου ἀποταξάμενοι, οἳ καὶ μειζόνων παρὰ Θεοῦ δωρεῶν ὑπὲρ πάντας ἀξιοῦνται· ἄλλοι δὲ ἥμαρτον τῷ Θεῷ μερικῶς, καὶ ἐπαιδεύθησαν ἀξίως ὑπὲρ ὧν ἥμαρτον, καὶ ἐλυτρώθησαν ἐκεῖ τῆς αἰωνίου κολάσεως, ὡς ὁ πτωχὸς Λάζαρος. Ὥστε διὰ τῶν εἰρημένων ἐμάθομεν, ὅτι οἱ μὲν τῶν ἀνθρώπων κἀκεῖ καὶ ὧδε κολάζονται· οἱ δὲ ὧδε καὶ μόνον· ἄλλοι δὲ ὧδε μὲν οὐδαμῶς, ἐκεῖ δὲ ὀδυνηρῶς. Ὥσπερ καὶ τὸ ἐναντίον· ὅτι οἱ μὲν καὶ ἐνταῦθα καὶ ἐκεῖ ἀπολαύουσιν· οἱ δὲ ἐνταῦθα μὲν οὐδαμῶς, ἀλλ' ἐκεῖ. Ἴσως δέ τινες καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἀποπίπτουσιν· ὧδε μὲν δι' ἀνθρωπαρέσκειαν κακοπαθήσαντες, καὶ διὰ τοῦτο τῶν ἐκεῖ ἀγαθῶν ἐκπεσόντες. Δεῖ τοίνυν πάντας τοὺς εὐσεβεῖς συμπαθεῖς ἐπίστασθαι ἀκριβῶς, ὅτιπερ οὐ μόνον ὑπὲρ ὧν ἔπραξαν ὑπόκεινται συμπάθειαν εἰς τοὺς δεομένους ἐπιδεῖξασθαι, ἀλλὰ καὶ ὑπὲρ πάντων ὧν αὐτοῖς ὁ Θεὸς ἐδωρήσατο ἀγαθῶν. Οὐ γὰρ δεῖ μετρεῖν τὰ διδόμενα, ἀλλὰ τὰ ὑπὸ τοῦ Θεοῦ ἡμῖν χαριζόμενα· μήπως καὶ ὑπὲρ αὐτῶν τῶν τοῦ Θεοῦ δωρεῶν κρίματι φοβερῷ ὑποπέσωμεν. Πολλάκις γὰρ καὶ ἀναξίοις καὶ ἁμαρτωλοῖς ὁ Θεὸς πλοῦτον χαρίζεται, ἵνα δι' αὐτοῦ ἐν ἐλεημοσύναις τὰς ἑαυτῶν ἁμαρτίας ἀποπλύνωσι, καὶ ἐξαλείψωσιν. Ἐλεημοσύναις γὰρ, φησὶν ἡ θεία Γραφὴ, ἀποκαθαίρονται ἁμαρτίαι.
Answer. Yes. For some men sinned greatly, and were chastened here slightly, and are altogether liable to be punished there, as we find in the case of those in Sodom; while others again offered to God many labours, and partook here of slight prosperity, and there is laid up for them hereafter the kingdom of the heavens, like those around Abraham and Noah and Melchizedek; others sinned much, and suffered no evil here, like the rich man in the story of Lazarus (Luke 16:19-25), and are subject there to the most grievous punishment of all; and others went about for God's sake throughout their whole time in sheepskins and goatskins (Heb. 11:37), having renounced all earthly enjoyment, who also are deemed worthy of greater gifts from God above all others; and others sinned against God partially, and were worthily chastened for the things wherein they sinned, and were delivered there from eternal punishment, like the beggar Lazarus. So that through the things that have been said we have learned that some men are punished both there and here; and others here only; and others here not at all, but there grievously. Just as also the reverse: that some enjoy good things both here and there; and others here not at all, but there. And perhaps some fall short both of the things here and of the things there, having suffered hardship here out of men-pleasing, and on this account having fallen from the good things there. All the pious and compassionate, therefore, must know accurately that they are under obligation to show compassion towards the needy not only for the things which they have done, but also for all the good things which God has bestowed upon them. For we must not measure the things given by us, but the things graciously bestowed upon us by God; lest even for the very gifts of God we fall under a fearful judgement. For oftentimes God grants wealth even to the unworthy and to sinners, so that through it by almsgiving they may wash away and blot out their own sins. For "by almsgiving," says the divine Scripture, "sins are purged away" (Sir. 3:30).
Ἐρώτ. οαʹ. Τί θέλομεν λέγειν περὶ τῶν ἐξαίφνης τελευτώντων, ἢ κρημνιζομένων, ἢ ὑπὸ ἄλλων τοιούτων θανάτων τέλει τοῦ βίου χρωμένων ;
Question 71. What shall we say concerning those who die suddenly, or are dashed down a precipice, or meet the end of life by other such deaths?
PG 28:640Read from the page
Ἀπόκ. Ὅτι μὲν ἄδηλα τὰ τοιαῦτα καὶ Θεῷ μόνῳ γνωστὰ, οὐ δεῖ ἀμφιβάλλειν. Ὅμως τοῦ Κυρίου λέγοντος· « Τί γὰρ οἱ δέκα καὶ ὀκτὼ, ἐφ' οὓς ὁ πύργος τοῦ Σιλωὰμ ἔπεσεν, ἁμαρτωλότεροι ἦσαν παρὰ πάντας τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ ; Οὐχὶ, λέγω ὑμῖν· » μανθάνομεν, ὅτι οὐ πάντες ὅσοι ἀσεβεῖς ἢ ἄδικοι τυγχάνουσι, πικρῷ θανάτῳ τελευτῶντες ἀποθνήσκουσι. Καὶ γὰρ οἱ παῖδες τοῦ Ἰὼβ, δίκαιοι ὄντες, ἐλεεινὸν ὑπέμειναν θάνατον. Οὐκοῦν δύο ταῦτα ἡμᾶς ἐπὶ τούτων χρὴ στοχάζεσθαι· ὅτι οἱ μὲν εὐλαβεῖς, πικρὸν ἀποθνήσκοντες θάνατον, μικρόν τι ἐλάττωμα ἐκέκτηντο, καὶ τούτῳ ἐλυτρώθησαν ἐκ τῆς τοιαύτης πονηρᾶς τελευτῆς, ἵνα μειζόνων ἀληθῶς τιμῶν ἀξιωθῶσι. Λοιπὸν δὲ ὅπως καὶ ἡμεῖς ὁρῶντες σωφρονισθῶμεν κατὰ τὸν εἰρημένον λόγον· « Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς, καὶ ἁμαρτωλὸς ποῦ φανεῖται ; » Ὡσαύτως δὲ καὶ οἱ ἁμαρτωλοὶ, τοιούτοις θανάτοις ἀποθνήσκοντες, πάντως ἐν τούτῳ μερικοῦ ἐλέους τυγχάνουσιν. Ἅμα δὲ πάλιν καὶ οἱ ὁρῶντες ὠφέλειάν τινα κομίζονται, βλέποντες ἄφνω ἁρπαζόμενον, ὡς οὐκ οἶδε, τὸν ἄνθρωπον. Εἰ δὲ καὶ νήπια οὕτω θανατοῦται, μὴ θαμβηθῇς. Αὐτὰ μὲν γὰρ ἐκ τούτου οὐδὲν ἐβλάβησαν, οὔτε δι' οἰκείαν ἁμαρτίαν τοῦτο πεπόνθασιν· ἀλλ' ὅπως καὶ οἱ αὐτῶν γονεῖς σωφρονέστεροι, ἢ καὶ εὐσεβέστεροι γίνωνται· ἐννοούμενοι, ὅτιπερ διὰ τὰς αὐτῶν ἀνομίας οὕτω τὰ αὐτῶν τέθνηκε νήπια. Ὅμως ἐπὶ πᾶσι τούτοις δεῖ ἐννοεῖν τὴν τοῦ Κυρίου φωνὴν τὴν λέγουσαν· ὅτι « Δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τῆς γῆς
Answer. That such things are obscure and known to God alone, one must not doubt. Nevertheless, since the Lord says: "Or those eighteen, upon whom the tower in Siloam fell, were they more sinful than all the men dwelling in Jerusalem? No, I say to you" (Luke 13:4-5), we learn that not all who are ungodly or unrighteous die by ending their life with a bitter death. For indeed the children of Job, though righteous, underwent a pitiable death. Therefore we must infer these two things concerning them: that the devout, dying a bitter death, possessed some small fault, and by this were delivered from such an evil end, so that they might be deemed worthy of truly greater honours; and further, that we also, seeing this, might be chastened according to the word spoken: "If the righteous man is scarcely saved, where shall the ungodly and the sinner appear?" (1 Pet. 4:18). And in like manner sinners also, dying by such deaths, altogether obtain partial mercy in this. And at the same time again those also who see it receive some benefit, beholding a man suddenly snatched away when he knows not. And if infants also are put to death in this way, be not astonished. For they themselves were harmed nothing by this, nor have they suffered this on account of their own sin; but so that their parents also may become more sober-minded, or even more pious, reflecting that on account of their own iniquities their infants have thus died. Nevertheless, upon all these things one must reflect on the voice of the Lord which says that "Two sparrows are sold for a farthing, and not one of them shall fall upon the earth
Ἐρώτ. οβʹ. Πολλοῖς τῶν ἐπὶ γῆς φοβερὸς ὁ τοῦ Κυρίου λόγος καθέστηκεν, ὃν φησι· « Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· » καὶ, « Ὅς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι. »
Question 72. To many upon earth that word of the Lord has proved fearful, which He says: "Every sin and blasphemy shall be forgiven unto men"; and, "Whoever speaks a word against the Son, it shall be forgiven him; but whoever speaks a word against the Holy Spirit, it shall not be forgiven him, neither in this age, nor in that to come" (Matt. 12:31-32).
Ἀπόκ. Διὰ τοῦτο παραινεῖ πᾶσιν ὁ θεῖος Ἀπόστολος λέγων, ὅτι « Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ. » Πολλὰ γὰρ τῶν θείων Γραφῶν ἐὰν κατὰ τὸ γράμμα νοήσωμεν, εἰς ἀθέσμους βλασφημίας ἐμπίπτομεν· οἷόν ἐστι καὶ τὸ προκείμενον ἡμῖν νῦν τοῦ Κυρίου λόγιον, ὅπερ, ἐὰν κατὰ ξηροῦ τὰς λέξεις ἐκλάβωμεν, οὐ μόνον εἰς ἀθεμίτους ἐννοίας περιπίπτομεν, ἀλλὰ καὶ αὐτὸν τὸν Κύριον ἐναντιούμενον ἑαυτῷ εὑρίσκομεν. Ἐὰν γὰρ « Ὅς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀφεθήσεται αὐτῷ, » πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν· « Ὁ ἀπαρνούμενός με ἔμπροσθεν ἀνθρώπων, ἀπαρνήσομαι αὐτὸν ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ ; » καὶ πάλιν, ἐὰν
Answer. On this account the divine Apostle exhorts all, saying that "the letter kills, but the Spirit gives life" (2 Cor. 3:6). For if we understand many passages of the divine Scriptures according to the letter, we fall into lawless blasphemies; such as is also the saying of the Lord now set before us, which, if we take the words bare and dry, not only do we fall into unlawful notions, but we also find the Lord Himself contradicting Himself. For if "Whoever speaks a word against the Son, it shall be forgiven him," how did the Son Himself say: "He who denies Me before men, I will deny him before the angels of God" (Luke 12:9)? And again, if
PG 28:641Read from the page
πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, πῶς καὶ ὑπὲρ ἀργοῦ λόγου ἀπολογίαν δώσομεν ; πῶς ὁ λέγων τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός ; πῶς ὁ ἀπόστολος Παῦλός φησι· « Μὴ πλανᾶσθε, οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε μέθυσοι, οὔτε λοίδοροι, βασιλείαν Θεοῦ κληρονομήσουσι ; » Καὶ εἰ ταῦτα οὕτως ἔχει, πῶς λοιπὸν, εἰπέ μοι, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις ; Καὶ ἐὰν πάλιν τοῦτο ἀληθὲς, διὰ τί λοιπὸν ἐγκαλεῖται ὁ ἄθλιος Ὠριγένης, τέλος κηρύττων τῆς κολάσεως εἶναι καὶ συγχώρησιν πάσης ἁμαρτίας γενέσθαι, καὶ τοῖς δαίμοσι καὶ τοῖς ἀνθρώποις παρὰ Θεοῦ ; Πάλιν δὲ καὶ ἐὰν ἡ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἔχει συγχώρησιν διὰ μετανοίας, τί μέμφεται ἡ Ἐκκλησία Ναύατον ἀποβαλλόμενον τὴν μετάνοιαν ; Τὸ δὲ σκοτεινότερον καὶ δυσκατάληπτον ἐκεῖνό ἐστιν· ὅτι ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀφεθήσεται αὐτῷ· ὥστε ἐλάττων ἐστὶν ὁ Υἱὸς παρὰ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν Πατέρα. Καὶ τί λοιπὸν ἀποβαλλόμεθα τοὺς μυσαροὺς Ἀρειανοὺς, τοὺς σμικρύνοντας, καὶ καταβιβάζοντας τὸν Υἱὸν παρὰ τὸ Πνεῦμα ; Πῶς οὖν ὁ Υἱὸς λέγει· ὅτι, « Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· » καὶ, « Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα ; » Καὶ πάλιν νῦν φησιν, ὅτι « Ὅς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ ; » Ἄρα οὖν, εἰπέ μοι, συνεχωρήθη ἡ εἰς τὸν Υἱὸν βλασφημία Ἀρειανοῖς, καὶ Σιμωνιανοῖς, καὶ Φωτεινιανοῖς, καὶ Σαβελλιανοῖς, καὶ τοῖς λοιποῖς πᾶσι τοῖς εἰς τὴν τοῦ Υἱοῦ σάρκωσιν βλασφημήσασιν ; Ἄπαγε τῆς ἀτοπίας ! εἰ γὰρ ὁ λέγων τὸν ἀδελφὸν αὐτοῦ, Μωρὲ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρὸς, εἰς ποίαν λοιπὸν, εἰπέ μοι, γέενναν γεέννης βληθήσεται ὁ λέγων τῷ Θεῷ αὐτοῦ· Κτιστὲ, καὶ οὐχὶ, Υἱὲ τοῦ Θεοῦ, ἀλλὰ δοῦλε, καὶ ὑπουργὲ, καὶ μικρέ ; Καὶ εἰ, ὅστις εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ, πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν, ὅτι Ὁ μὴ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, οὐκ ἔχει ζωὴν αἰώνιον ; πῶς δὲ δύναταί τις ἀτιμάζων τὸν Υἱὸν, τιμᾷν τὸ Πνεῦμα τὸ ἅγιον ; ὁ γὰρ ἀτιμάζων τόν Υἱὸν δῆλον ὅτι ἀπαρνεῖται τὸ βάπτισμα· ὁ δὲ τὸ βάπτισμα ἀπαρνούμενος δῆλον ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἀποδύεται. Καὶ ὥσπερ ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θερμὴν ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν τοῦ ἡλίου ἡ ὕβρις ἀνατρέχει· οὕτω καὶ ἐπὶ τοῦ τρισηλίου τῆς ἁγίας Τριάδος φωτὸς καὶ φωστῆρος ἡ τῆς μιᾶς ὑποστάσεως ἀτιμία παντὸς τοῦ πληρώματος τῆς θεότητός ἐστι βλασφημία. Τί οὖν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου πρὸς Ἰουδαίους λεγόμενον, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, καὶ ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύμα-
every sin and blasphemy shall be forgiven unto men, how shall we also render an account for an idle word (Matt. 12:36)? How shall he who says to his brother, Fool, be liable to the Gehenna of fire (Matt. 5:22)? How does the apostle Paul say: "Be not deceived: neither fornicators, nor adulterers, nor effeminate, nor drunkards, nor revilers, shall inherit the kingdom of God" (1 Cor. 6:9-10)? And if these things are so, how then, tell me, shall every sin and blasphemy be forgiven unto men? And if again this is true, why then is wretched Origen accused, when he proclaims that there is an end of punishment and that forgiveness of every sin comes to pass both for demons and for men from God? And again, if blasphemy against the Holy Spirit has no forgiveness through repentance, why does the Church blame Novatus for rejecting repentance? And what is still more obscure and hard to apprehend is that whoever speaks a word against the Son, it shall be forgiven him; so that the Son is lesser than the Holy Spirit and the Father. And why then do we reject the abominable Arians, who belittle and lower the Son in comparison with the Spirit? How then does the Son say: "I and the Father are one" (John 10:30); and, "He who does not honour the Son does not honour the Father" (John 5:23); and again now says: "Whoever speaks a word against the Son, it shall be forgiven him"? Was then, tell me, blasphemy against the Son forgiven to Arians, and Simonians, and Photinians, and Sabellians, and to all the rest who blasphemed against the incarnation of the Son? Away with the absurdity! For if he who calls his brother, Fool, is liable to the Gehenna of fire, into what Gehenna of Gehenna then, tell me, shall he be cast who says to his God: Creature, and not, Son of God, but servant, and minister, and small? And if, whoever speaks a word against the Son, it shall be forgiven him, how did the Son Himself say: "He who does not eat My flesh, and drink My blood, does not have eternal life" (John 6:53-54)? And how is anyone who dishonours the Son able to honour the Holy Spirit? For he who dishonours the Son manifestly denies baptism; and he who denies baptism manifestly strips off the Holy Spirit. And just as in the case of the perceptible sun, if you insult its heat or its ray, the insult mounts up to the whole nature of the sun; even so in the case of the thrice-radiant light and luminary of the Holy Trinity, the dishonour of the one hypostasis is a blasphemy against the whole fulness of the Godhead. What then is that which is spoken by the Lord unto the Jews, that every sin and blasphemy shall be forgiven unto men, and whoever speaks a word against the Son, it shall be forgiven him; but whoever speaks against the Spir-
Notes, col. 641

On the reading

Printed τόν, for τὸν.

PG 28:644Read from the page
τος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῇ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι; Νουνεχῶς ἀκούσωμεν, καὶ μὴ πλανηθῶμεν. Διττὸν εἶναι τὸν Χριστὸν μετὰ τὴν ἄφραστον ἕνωσιν, φημὶ δὴ ἐκ θεότητος καὶ ἐξ ἀνθρωπότητος, αἱ ἱεραὶ ἡμῖν διαβοῶσι Γραφαί· « Ὁ » γὰρ « Λόγος σὰρξ ἐγένετο. » Τὴν γοῦν τοῦ Λόγου θεότητα ὁ αὐτὸς Χριστὸς Πνεῦμα ἅγιον ὀνομάζει, καθὰ καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγεν, ὅτι Πνεῦμα ὁ Θεός· τὴν δὲ ἀνθρωπότητα αὐτοῦ Υἱὸν ἀνθρώπου πάλιν· καθὼς καὶ ἀλλαχοῦ περὶ τῆς ἰδίας αὐτοῦ σαρκός φησι· « Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου. » Οἱ οὖν ἀεὶ τῷ Θεῷ προσκρούοντες καὶ βλασφημοῦντες Ἰουδαῖοι διττὴν πρὸς τὸν Χριστὸν τὴν βλασφημίαν ἐκέκτηντο· οἱ μὲν τῇ σαρκὶ αὐτοῦ, ἤγουν τῷ Υἱῷ τοῦ ἀνθρώπου, προσκόπτοντες προφήτην αὐτὸν, ἀλλ' οὐ Θεὸν εἶναι νομίζοντες, οἷς καὶ συγγνώμην ἔδωκεν. Ἀρχὴ γὰρ ἦν τοῦ κηρύγματος, καὶ οὔπω ἐχώρει ὁ κόσμος Θεὸν πιστεύειν φαινόμενον ἄνθρωπον. Διὸ καί φησιν ὁ Χριστὸς, ὅτι Ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἤγουν τοῦ σώματος, ἀφεθήσεται αὐτῷ. Τολμῶ γὰρ λέγειν, ὅτι οὐδὲ αὐτοὶ οἱ μακάριοι αὐτοῦ μαθηταὶ τὸ τέλειον περὶ τῆς αὐτοῦ θεότητος εἶχον φρόνημα, ἕως τὸ Πνεῦμα το ἅγιον αὐτοῖς τῇ Πεντηκοστῇ ἐπεφοίτησεν. Ἐπεὶ καὶ μετὰ τὴν ἀνάστασιν οἱ μὲν ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν, ἀλλ' οὐκ ἐκ τούτου κατεκρίθησαν· οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἤγουν εἰς τὴν τοῦ Χριστοῦ θεότητα, βλασφημοῦντες καὶ λέγοντες, ὅτι « Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμόνων ἐκβάλλει τὰ δαιμόνια, » τούτοις, φησὶν, « Οὐκ ἀφεθήσεται οὐδὲ ἐν τῷ νῦν αἰῶνι οὐδὲ ἐν τῷ μέλλοντι. » Πλὴν σημειώσασθαι χρὴ, ὅτι οὐκ εἶπεν ὁ Χριστὸς τῷ βλασφημήσαντι καὶ μετανοήσαντι, οὐκ ἀφεθήσεται, ἀλλὰ τῷ βλασφημοῦντι, ἤγουν τῷ ἐν τῇ βλασφημίᾳ ἐπιμένοντι. Ἐπειδήπερ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ Θεῷ ἐν τοῖς ὁσίως καὶ κατ' ἀξίαν μετανοοῦσιν.
the Holy [Spirit], it shall not be forgiven him, neither in this age nor in the age to come? Let us hear with understanding, and let us not be led astray. That the Christ after the ineffable union is twofold, I mean out of divinity and out of humanity, the sacred Scriptures proclaim aloud to us: for "The Word became flesh." Now the divinity of the Word the same Christ calls the Holy Spirit, just as He also said to the Samaritan woman that God is Spirit; and His humanity again He calls the Son of man, just as elsewhere also concerning His own flesh He says: "Now has the Son of man been glorified." Therefore the Jews, who always dashed against God and blasphemed, possessed a twofold blasphemy against the Christ: for some, stumbling at His flesh, that is to say, at the Son of man, supposed Him to be a prophet, yet not God, to whom He also granted pardon. For it was the beginning of the preaching, and the world was not yet able to believe a visible man to be God. Wherefore the Christ also says that Whosoever shall speak a word against the Son of man, that is to say, the body, it shall be forgiven him. For I dare to say that not even His blessed disciples themselves held the perfect mind concerning His divinity, until the Holy Spirit visited them at Pentecost. Since even after the resurrection some, having seen Him, worshipped Him, while others doubted, yet they were not on this account condemned; whereas those who blasphemed against the Holy Spirit, that is to say, against the divinity of Christ, and said, "By Beelzebul the ruler of the demons He casts out the demons," to these, He says, "It shall not be forgiven, neither in this age nor in the age to come." Nevertheless, one must note that the Christ did not say to him who has blasphemed and repented, it shall not be forgiven, but to him who blasphemes, that is to say, to him who persists in the blasphemy. Since there is no sin unpardonable with God in those who repent holily and worthily.
Ἐρώτησις ογʹ. Τί οὖν; ἔχει ἄφεσιν διὰ μετανοίας ὁ τὸν Χριστὸν ἀρνούμενος, καὶ βλασφημῶν εἰς τὸ Πνεῦμα τὸ ἅγιον;
Question 73. What then? Does he who denies the Christ, and blasphemes against the Holy Spirit, obtain forgiveness through repentance?
Ἀπόκρισις. Τρία βαπτίσματα καθαρτικὰ πάσης οἵας δήποτε ἁμαρτίας ὁ Θεὸς τῇ φύσει τῶν ἀνθρώπων ἐδωρήσατο· λέγω δὲ τὸ ὕδατος, καὶ πάλιν τὸ διὰ μαρτυρίου τοῦ ἰδίου αἵματος, καὶ τρίτον τὸ διὰ δακρύων, εἰς ὅπερ καὶ ἡ πόρνη ἐκαθαρίσθη. Πλὴν δὲ καὶ αὐτὸς ὁ κορυφαῖος τῶν ἁγίων ἀποστόλων Πέτρος μετὰ τὴν ἄρνησιν, κλαύσας προσεδέχθη καὶ ἐσώθη. Ἐὰν δὲ ἡ τοῦ Χριστοῦ ἄρνησις ἔχει συγχώρησιν, ἡ δὲ τοῦ ἁγίου Πνεύματος οὐκ ἔχει· εὑρίσκεται λοιπὸν ὁ Υἱὸς ἐλάττων τοῦ ἁγίου Πνεύματος. Ἄκουσον δὲ καὶ γραφικῆς μαρτυρίας, καὶ πείσθητι μὴ εἶναι τὴν οἵαν δήποτε ἁμαρτίαν νικῶσαν τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Λέγει οὖν ὁ Θεὸς διὰ τοῦ προφήτου Ἰεζεκιὴλ οὕτως· « Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι, ἐάν τις
Answer. Three baptisms cleansing of every sin whatsoever God has bestowed upon the nature of men: I mean that of water, and again that through the martyrdom of one's own blood, and third, that through tears, unto which the harlot also was cleansed. Moreover, even Peter himself, the chief of the holy apostles, after his denial, having wept, was received and saved. Now if the denial of the Christ has pardon, whereas that of the Holy Spirit does not have it, then the Son is found to be lesser than the Holy Spirit. Hear also a scriptural testimony, and be persuaded that there is no sin whatsoever that overcomes the loving-kindness of God. Therefore God speaks through the prophet Ezekiel thus: "As I live, says the Lord, if a
Notes, col. 644

On the reading

Printed τῇ, for τῷ.

Printed το, for τὸ.

PG 28:645Read from the page
ποιήσῃ ἄνθρωπος πάσας τὰς ἁμαρτίας, καὶ εὕρω δὲ αὐτὸν ἐν δικαιοσύνῃ, οὐ μὴ μνησθῶ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. » « Εὕρω » δὲ αὐτὸν, δῆλον ὅτι τῇ ὥρᾳ τοῦ θανάτου αὐτοῦ. Δεῖ γὰρ ειδέναι, ὅτι ὁμοίως τοῦ βαπτίσματος ἡ τῶν δακρύων πηγὴ καθαρίζει τὸν ἄνθρωπον· διόπερ πολλοὶ, διὰ πταισμάτων μολύναντες τὸ ἅγιον βάπτισμα, διὰ δακρύων ἐκαθαρίσθησαν καὶ δίκαιοι ἀπεδείχθησαν.
man commit all sins, and I find him in righteousness, I will by no means remember all his iniquities." Now "I find" him means, manifestly, at the hour of his death. For one must know that, like baptism, the fountain of tears cleanses a man; wherefore many, having defiled holy baptism through transgressions, were cleansed through tears and were shown to be righteous.
Ἐρώτ. οδʹ. Ποία ἁμαρτία ποιεῖ τὴν προσευχὴν τοῦ ἀνθρώπου ἀπρόσδεκτον παρὰ Θεῷ;
Question 74. What sin makes the prayer of a man unacceptable with God?
Ἀπόκ. Ἡ μνησικακία, κατὰ τὸν λόγον τοῦ Κυρίου τὸν λέγοντα· « Ὅτι ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· » ὡς τῆς μνησικακίας δῆλον ὅτι ποιούσης ἀπρόσδεκτον τὸ δῶρον τῆς προσευχῆς.
Answer. Bearing malice, according to the word of the Lord which says: "If thou offerest thy gift upon the altar, and there rememberest that thy brother has something against thee, leave there thy gift before the altar, and go thy way; first be reconciled to thy brother, and then come and offer thy gift"; since bearing malice manifestly makes the gift of prayer unacceptable.
Ἐρώτ. οεʹ. Ποία ἁμαρτία οὐ δύναται μετανοῆσαι τῷ Θεῷ;
Question 75. What sin cannot repent unto God?
Ἀπόκ. Δῆλον, ὅτι ἡ ἀπόγνωσις, ὑφ' ἧς κρατηθεὶς Ἰούδας ἀπήγξατο.
Answer. It is manifest that it is despair, being seized by which Judas hanged himself.
Ἐρώτ. οϛʹ. Ποία ἁμαρτία ἐστὶ βαρυτέρα πάντων τῶν πταισμάτων;
Question 76. What sin is heavier than all transgressions?
Ἀπόκ. Ἐὰν, ὥς φησιν ὁ Ἀπόστολος, μεῖζον πάντων τῶν ἀγαθῶν ἡ ἀγάπη, πρόδηλον, ὅτι μεῖζον πάντων τῶν κακῶν ἡ μισαδελφία, καὶ ἡ ἀσπλαγχνία, καὶ ἡ ἀνελεημοσύνη.
Answer. If, as the Apostle says, love is greater than all good things, it is evident that greater than all evil things are hatred of one's brother, and pitilessness, and unmercifulness.
Ἐρώτ. οζʹ. Ποία τῶν ἐντολῶν συγχωρεῖ τῷ ἀνθρώπῳ πάσας τὰς ἁμαρτίας;
Question 77. Which of the commandments forgives a man all his sins?
Ἀπόκ. Τοῦ Κυρίου λέγοντος· « Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· » καὶ πάλιν· « Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· » πρόδηλον, ὅτι καὶ τὸ μὴ κρίνειν τὸν πλησίον συγχωρεῖ τὰς ἁμαρτίας· ὡσαύτως καὶ τὸ μὴ μνησικακῆσαι ἀνθρώπῳ. « Ἄφετε » γὰρ, φησὶ, « καὶ ἀφεθήσεται ὑμῖν. »
Answer. Since the Lord says: "Judge not, and you shall by no means be judged"; and again: "Forgive us, as we also forgive our debtors"; it is evident that not judging one's neighbour forgives sins, and likewise not bearing malice against a man. For "Forgive," He says, "and it shall be forgiven you."
Ἐρώτ. οηʹ. Ἐάν τις ποιήσῃ βαρύτατον ἁμάρτημα, καὶ μετανοήσῃ, πόθεν ὀφείλει μαθεῖν εἰ συνεχωρήθη αὐτῷ ἀπὸ τοῦ Θεοῦ, ἢ οὔ;
Question 78. If anyone commit a most grievous sin, and repent, whence ought he to learn whether it has been forgiven him by God, or not?
Ἀπόκ. Τοῦτο μὲν ὀλίγοις τῶν ἀνθρώπων ἐπὶ γῆς κατάδηλον γίνεται. Ὅμως ὥσπερ δεσπότης καὶ δοῦλος, οὕτως ὑπάρχει τὸ συνειδὸς τοῦ ἀνθρώπου καὶ ὁ Θεός. Ὥσπερ οὖν ὁ δοῦλος ὁ πταίσας ἐπιγινώσκει ἐκ τῶν σχημάτων καὶ τῶν ῥημάτων τοῦ δεσπότου αὐτοῦ, ὅτι οὐκ ἔστι πρὸς αὐτὸν εὐμενὴς, ὡς ἦν πρὸ τοῦ πταίσματος· οὕτω καὶ ὁ ἄνθρωπος ἁμαρτάνων ἀπολλύει τὴν παῤῥησίαν, ἣν εἶχε τὸ συνειδὸς αὐτοῦ πρὸς τὸν Θεὸν ἐν τῇ εὐχῇ αὐτοῦ. Μετανοοῦντος οὖν τοῦ ἀνθρώπου κατ' ἀξίαν, πάλιν χαρίζεται αὐτῷ ὁ Θεὸς τὴν παῤῥησίαν, ἣν εἶχε πρὸς αὐτὸν πρὸ τοῦ πταίσματος· καὶ ἐντεῦθεν δὲ γινώσκει ὁ ἄνθρωπος, ὅτι συνεχώρησεν αὐτῷ ὁ Θεὸς τὸ ἁμάρτημα.
Answer. This indeed becomes clearly known to few men upon earth. Nevertheless, just as master and servant, so are the conscience of a man and God. Just as, therefore, the servant who has stumbled recognizes from the demeanour and the words of his master that he is not kindly disposed towards him as he was before the transgression; so also the man who sins loses the boldness of speech which his conscience had towards God in his prayer. When, therefore, the man repents worthily, God again grants him the boldness of speech which he had towards Him before the transgression; and thence the man knows that God has forgiven him the sin.
Notes, col. 645

On the reading

Printed ειδέναι, for εἰδέναι.

PG 28:648Read from the page
Ἐρώτ. οθʹ. Ἐάν τις, ποιήσας ἁμαρτίαν μεγάλην, εἶτα καταγνῷ ἑαυτοῦ, καὶ ἄρξηται μετανοεῖν, καὶ μετὰ τρεῖς ἡμέρας ἀποθάνῃ, τί χρὴ νομίζειν ἐπ' αὐτοῦ;
Question 79. If anyone, having committed a great sin, then condemn himself, and begin to repent, and after three days die, what must one think concerning him?
Ἀπόκ. Ἐὰν, ἀρξάμενος τῆς μετανοίας, συνέστειλε τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν πονηρῶν βουλευμάτων, καὶ διέθετο πρὸς τὸν Θεὸν συνταγὰς, ὅτι οὐκ ἔτι παρέρχεται διὰ τῶν προτέρων αὐτοῦ ἁμαρτιῶν, ὧν ἔπραξε, καὶ ἐπὶ τὴν αὔριον τελευτήσῃ· ἐδέξατο ὁ Θεὸς τὴν μετάνοιαν αὐτοῦ, ὡς καὶ τοῦ λῃστοῦ. Τὸ μὲν γὰρ ἄρξασθαι τῆς μετανοίας ἐν τῷ ἀνθρώπῳ ἐστί· τὸ δὲ ζῆσαι ἢ τελευτῆσαι ἐν τῷ Θεῷ ἐστι. Πολλοὺς γὰρ ἀρξαμένους μετανοεῖν εὐθέως ἁρπάζει ὁ Θεὸς ὡς ἀγαθὸς πρός τι συμφέρον, προγινώσκων, ὅτι, ἂν πολυχρονήσωσι, πάλιν πεσεῖν καὶ ἀπολέσθαι ἔμελλον.
Answer. If, having begun repentance, he drew back his own soul from evil counsels, and made covenants with God that he will no longer pass through his former sins which he committed, and dies on the morrow, God accepted his repentance, as also that of the robber. For to begin repentance is in the power of man; whereas to live or to die is in the power of God. For many who have begun to repent God straightway snatches away as good, for some advantage, foreknowing that, if they should live a long time, they would fall again and perish.
Ἐρώτ. πʹ. Πῶς τινες ἐκ ψιλῆς καὶ μόνης προφάσεως ποταμοὺς σχεδὸν δακρύων καταφέρουσιν· ἕτεροι δὲ, ἐὰν μυρίαις συμφοραῖς καὶ θλίψεσι περιπέσωσιν, ἢ καὶ ἄλλους περιπεσόντας θεάσωνται, οὐδαμῶς δακρῦσαι δύνανται;
Question 80. How is it that some, from a bare and slight pretext alone, pour down almost rivers of tears; whereas others, even if they fall into ten thousand calamities and afflictions, or even behold others who have fallen into them, are in no way able to weep?
Ἀπόκ. Εἰσὶ μὲν καὶ κράσεις τοιαῦται ψυχῶν καὶ σωμάτων, ἐκ φύσεως τὸ δάκρυον ἔχουσαι καὶ μὴ ἔχουσαι. Οἱ μὲν γὰρ, θερμῆς καὶ ἁπαλῆς ἕξεως ὄντες, εὐθέως δακρύουσι συμπαθῶς, οἷόν τι καὶ ἐπὶ πασῶν τῶν γυναικῶν ὁρῶμεν γενόμενον· οἱ δὲ πάλιν καὶ ἐξ ἀγρίας γνώμης καὶ ξηροτάτης φύσεως, καὶ ὑπερηφάνου καρδίας, δακρῦσαι οὐ δύνανται. Ταῦτα μέν φαμεν ἐπὶ τῶν ἐν μέσῳ τοῦ κόσμου διαγόντων. Οἱ γὰρ τὸν μονήρη βίον μετερχόμενοι πολλάκις καὶ ἐκ θείας χάριτος τὸ δῶρον τῶν δακρύων κομίζονται. Πλὴν πολλή τις ἐν τοῖς δακρύοις διαφορὰ καθέστηκε. Τινὲς γὰρ πολλάκις καὶ ἀπὸ μέθης οἴνου δακρύουσι· τινὲς δὲ καὶ δόξαν ἀνθρώπων θηρώμενοι. Διόπερ ἐκεῖνο ἀγαθὸν καθέστηκε δάκρυον, τὸ κρυπτῶς Θεῷ προσαγόμενον, ὥσπερ καὶ ἐπὶ τῆς ἐλεημοσύνης παραγγελλόμεθα.
Answer. There are indeed such temperaments of souls and of bodies as by nature have or do not have tears. For some, being of a warm and tender habit, straightway weep sympathetically, such as we see happening in the case of nearly all women; while others again, out of a fierce disposition and a most dry nature, and an arrogant heart, are unable to weep. Now we say these things of those who pass their lives in the midst of the world. For those who pursue the solitary life oftentimes receive the gift of tears from divine grace as well. Yet there is a great difference in tears. For some oftentimes weep even from drunkenness of wine; and some while hunting after the glory of men. Wherefore that tear is good which is offered to God in secret, just as we are also commanded concerning almsgiving.
Ἐρώτ. παʹ. Ἐάν τις ὑπὸ πτωχῶν αἰτούμενος ἐν ὁδῷ, καὶ ἑτέρων πολλῶν ἀνδρῶν παρόντων, τί χρὴ ποιεῖν; Ἢ οὐ δυνατὸν καὶ τὴν ἐλεημοσύνην ποιεῖν;
Question 81. If anyone is begged by poor men on the road, when many other men are also present, what must he do? Or is it not possible to do the almsgiving as well?
Ἀπόκ. Τὸν λογισμὸν τοῦ ἀνθρώπου κρίνει ὁ Θεός. Ἐὰν οὖν ἐνώπιον μυριάδων διὰ Θεὸν, καὶ οὐ δι' ἀνθρωπαρέσκειαν ποιήσει τὸ ἀγαθὸν, οὐ κατακέκριται.
Answer. God judges the thought of a man. If, therefore, before myriads he does the good for God's sake, and not for men-pleasing, he is not condemned.
Ἐρώτησις πβʹ. Πόθεν ποτὲ μὲν ἀγαθὴ γίνεται ἡ ψυχὴ πρὸς συμπάθειαν, ποτὲ δὲ πάλιν σκληρὰ καὶ ἄσπλαγχνος;
Question 82. Whence is it that at one time the soul becomes good towards compassion, and at another time again hard and pitiless?
Ἀπόκ. Μόνην ἄτρεπτον καὶ ἀεὶ ὡσαύτως μένουσαν τὴν θείαν φύσιν γινώσκομεν. Ἐπεὶ καὶ ἐξ ἀγγέλων τινὲς ἐτράπησαν. Διὸ οὕτω χρὴ λοιπὸν ἐπὶ τῆς τρεπτῆς φύσεως τῶν ἀνθρώπων νοεῖν· ὅτι ποτὲ μὲν ἀγαθύνεται, ὡς κατ' εἰκόνα Θεοῦ ὑπάρχουσα· ποτὲ δὲ σκληρύνεται, ὡς πολεμουμένη ὑπὸ τοῦ ἐχθροῦ, καὶ προσκειμένη τοῖς τοῦ βίου πάθεσι. Πλὴν ἐὰν ὁ ἄνθρωπος ἑαυτὸν πρὸς τὴν συμπάθειαν βιάζεται, τοῦ πάντως ποιῆσαι τὸ ἀγαθὸν, προκόπτει λοι-
Answer. We know the divine nature alone to be immutable and always remaining the same. Since even of the angels some turned away. Wherefore one must think thus concerning the mutable nature of men: that at one time it becomes good, as existing according to the image of God; and at another time it is hardened, as being warred against by the enemy, and cleaving to the passions of life. Nevertheless, if a man forces himself towards compassion, so as by all means to do what is good, he advances