Σκοπήσωμεν, ηὐλογημένε τοῦ Θεοῦ ἄνθρωπε, ἐπὶ πᾶσι, διὰ πᾶσι καὶ πρὸ πάντων, πῶς περιπατοῦμεν, καὶ τί περὶ ἑαυτῶν βουλευόμεθα· πολλοὺς γινώσκοντες τῶν παρ' ἡμῶν γινομένων τε καὶ νοουμένων ἀοράτους παρίστασθαι μάρτυρας, οὐκ εἰς τὸ φαινόμενον βλέποντας μόνον, ἀλλ' ἐπ' αὐτὰς παρακύπτοντας τὰς ψυχὰς καὶ τὸ κρυπτὸν διελέγχοντας τῆς καρδίας. Πολλοὶ γὰρ ὡς ἀληθῶς πανταχόθεν ἀγγελικῶν δυνάμεων ἡμᾶς παρειστήκεισαν, τὰ λεγόμενά τε καὶ γινόμενα παρ' ἡμῶν, καὶ νοούμενα μέχρι ψιλῆς ἐνθυμήσεως, δι' ἀκριβείας πάσης ἐν οὐρανῷ καταγράφοντες, πρὸς ἔλεγχον ἡμῶν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως· ὅτε πᾶσα τῶν ὁρατῶν ἡ κτίσις, κλονουμένη κατ' ἔπειξιν ἄφατον, πρὸς τὴν οἰκείαν ὠθεῖται συντέλειαν· καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ ῥιζηδὸν παρελεύσεται, καὶ τὰ διὰ μέσου στοιχεῖα καυσούμενα λυθήσονται· καὶ Παλαιὸς ἡμερῶν καθέζεται, καὶ βίβλοι ἀνοίγονται, τῶν ἡμετέρων ἔργων τε καὶ λόγων καὶ νοημάτων τὰ ἔγγραφα, πιστῶς τε καὶ ἀνοθεύτως ἔχουσι. Χίλιαί τε χιλιάδες λειτουργοῦσιν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ, καὶ ἀπειλὴ πυρὸς πανταχοῦ διατρέχουσα καὶ τὰ κύκλῳ πάντα περιλαμβάνουσα, καὶ ὄρη ὡσεὶ κηρὸν ἐκτήκουσα· ποταμὸς γὰρ πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· ἡνίκα τάρταρος καὶ βόθρος ἀχανὴς καὶ ἀνείκαστος, καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, ἀναδειχθῶσι παρόντα. Καὶ ὁ ἐπ' αὐτὰς φόβος εἱστήκει μετέωρος, ἐκδεχομένων τὴν ἔκβασιν· καὶ ὀργῆς ἄγγελοι κολαστικοὶ, πῦρ ἀποστίλβοντες, πῦρ τε βλέποντες, καὶ πῦρ ἀναπνέοντες, ἕτοιμοι εἰς πᾶσαν ἐκδίκησιν πάσης παρανομίας ἑστήκασι. Πᾶσά τε πρὸς τούτοις κτίσις ἐπίγειός τε καὶ ἐπουράνιος, ὅση τε ἐν ἀγγέλοις καὶ ταῖς ὑπὲρ ἀγγέλοις δυνάμεσι, καὶ ὅση ἐν οὐρανοῖς παρίστανται μετὰ τρόμου τὴν φοβερὰν τῆς θείας βουλῆς ἐκδεχόμενοι φανέρωσιν. Ἐφ' ὧν· κατειόντων ἡμῶν, ἀναγνωσθήσονται πράξεις, καὶ τῶν κρυπτῶν γύμνωσις γενήσεται· ὥστε πάντας οὕτως γινώσκειν ἀλλήλων τὰς ἁμαρτίας· ὡς ἕκαστος τὰς ἑαυτοῦ, τὴν βίβλον ἀναγινώσκειν τῆς ἑαυτοῦ συνειδήσεως. «Ἐλέγξω σε» γὰρ, φησὶ, «καὶ παραστήσω κατὰ πρόσωπόν σου» τὰς ἁμαρτίας σου· καὶ πάλιν, «Κυκλώσει αὐτοὺς τὰ διαβούλια αὐτῶν.» Καὶ ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ, καὶ δικαστὴς ἀπαραλόγιστος, παρισταμένην ἔχων τὴν μεγαλοπρεπῆ τῶν οὐρανίων ταγμάτων δύναμιν, ὑψηλῶς προκαθέζεται πᾶσαν ἀπαστράπτων δικαιοσύνην, καὶ ἑκάστῳ δι' ἀποδόσεως ἀληθοῦς καὶ δικαίας νέμων τὰ πρὸς ἀξίαν, τοῖς μὲν ἐκ δεξιῶν διὰ τὰς καλὰς πράξεις σταθήσιν προσ-
Let us consider, blessed man of God, upon all things, through all things, and before all things, how we walk, and what counsel we take concerning ourselves; knowing that many invisible witnesses stand by of the things both done and thought by us, looking not at what appears only, but stooping down to inspect the very souls and convicting the secret of the heart. For many of the angelic powers truly from all sides have stood by us, writing down in heaven with all exactness the things both spoken and done by us, and thought down to a bare thought, for our reproof in the fearful day of judgement; when all the creation of visible things, shaken with unspeakable urgency, is thrust towards its own consummation; and heaven and earth shall pass away from the roots, and the elements in the midst being burned with fire shall be dissolved; and the Ancient of Days sits down, and books are opened, the records of our works and words and thoughts, holding faithfully and unadulteratedly. And a thousand thousands minister to Him, and ten thousand ten thousands stood by Him, and a threat of fire running everywhere and encompassing all things round about, and melting mountains like wax; for a river of fire drew along before Him; when Tartarus and a gaping and unimaginable pit, and outer darkness, and a sleepless worm, shall be shown present. And the fear over them stood in suspense, as they await the issue; and punitive angels of wrath, gleaming fire, and looking fire, and breathing fire, stand ready for every vengeance of every lawlessness. And besides these all creation both earthly and heavenly, both as much as is among angels and the powers above angels, and as much as is in the heavens, stand by with trembling awaiting the fearful manifestation of the divine counsel. Before whom, as we come down, deeds shall be read aloud, and a laying bare of hidden things shall take place; so that all thus know the sins of one another; as each one reads his own, the book of his own conscience. For "I will reprove you," He says, "and set before your face" your sins (Ps. 49:21); and again, "Their own counsels shall encompass them" (Ps. 7:8). And behold a man and his work, and an unbeguilable judge, having standing by the magnificent power of the heavenly ranks, sits forth on high flashing forth all righteousness, and distributing to each through a true and righteous recompense the things according to worth, to those on the right hand on account of good deeds a station gen-