ἐκεῖνο τὸ πνεῦμα ψυχὴ ἐν τῷ ἀνθρώπῳ, τάχα ἐκ τῆς οὐσίας τοῦ Θεοῦ ἡ ψυχὴ ἔμελλεν εἶναι. Ἐὰν ὑπῆρχεν ἡ ψυχὴ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τί οὐκ ἔστι πάντοτε ἀναλλοίωτος, ἄτρεπτος, ὥσπερ ὁ Θεός; ἐκεῖνος γὰρ λέγει ὅτι· « Αὐτὸς ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. » Ἡ δὲ ψυχή ποτε μὲν οὖσα μωρὰ, ποτὲ δὲ φρόνιμος· καί ποτε μὲν ἁμαρτωλὸς, ποτὲ δὲ δικαία· καὶ ἄλλοτε πιστὴ, καὶ ἄλλοτε ἄπιστος· καί ποτε μὲν ἀγνοοῦσα, ποτὲ δὲ γινώσκουσα· καί ποτε μὲν πρόθυμος οὖσα, ποτὲ δὲ ὀκνηρά. Ταῦτα ἔχουσα, πῶς δύναται λέγεσθαι ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ; οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Τὸ δὲ ἐμφύσημα ἐκεῖνο, ψυχὴν ἐδημιούργησεν ἐν τῷ ἀνθρώπῳ, λογικὴν καὶ νοεράν. Διὰ τοῦτο καὶ ἡ ψυχὴ νοερῶς τὰ ἄνω φαντάζεται, καὶ τὰ ἐκεῖθεν ζητεῖ καὶ ὀρέγεται καὶ ποθεῖ, ὅτι ἐκεῖθεν ἔχει τὴν δημιουργίαν. Ἡ δὲ τῶν ἀλόγων, οὐχ οὕτως, ἀλλ' ἐπίγειος οὖσα, τὰ ἐπίγεια μόνα ζητεῖ· διὸ καὶ συναποθνήσκει τῷ σώματι. Τοῦ δὲ ἀνθρώπου ἡ ψυχὴ, ἀείζωος ὑπάρχει καὶ ἀτελεύτητος. Ἔχει δὲ ἡ ψυχὴ τρία μέρη, λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικόν. Καὶ διὰ μὲν τοῦ λογικοῦ μέρους ἀγαπᾷ τὸν Θεόν· διὰ τοῦ θυμικοῦ μέρους ὀργίζεται τοῖς δαίμοσιν, ἀνδριζομένη κατ' αὐτῶν· διὰ δὲ τοῦ ἐπιθυμητικοῦ μέρους ἐπιθυμεῖ τὰ αἰώνια ἀγαθά. Ἔχει δὲ ὁ ἄνθρωπος αἰσθήσεις πέντε σωματικὰς, καὶ πέντε ψυχικάς· αἱ σωματικαὶ μέν εἰσιν· ὅρασις, ἀκοὴ, ὄσφρησις, γεῦσις, καὶ ἁφή. Θεωρεῖται δὲ ἐν μὲν τῇ ὁράσει τὸ λευκὸν καὶ μέλαν, ἐν δὲ τῇ ἀκοῇ, τὸ ὀξὺ καὶ τὸ βαρύ· ἐν δὲ τῇ ὀσφρήσει τὸ εὔοσμον καὶ δυσῶδες· ἐν δὲ τῇ γεύσει τὸ γλυκὺ καὶ πικρόν· ἐν δὲ τῇ ἁφῇ, τὸ σκληρὸν καὶ μαλακὸν καὶ θερμὸν καὶ ψυχρόν· τῆς δὲ ψυχῆς τὰ αἰσθητήριά εἰσι ταῦτα· νοῦς, διάνοια, δόξα, φαντασία, καὶ αἴσθησις. Λέγεται δὲ μιᾶς ἑκάστης αἰσθήσεως ὄργανον, αἰσθητήριον, ἀπὸ τοῦ τηρεῖν τὴν αἴσθησιν αἰσθητικὸν τὸ ζῶον. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πᾶσα σὰρξ καὶ σῶμα λέγεται· οὐ πᾶν δὲ σῶμα, καὶ σὰρξ ὀνομάζεται. Καὶ οἱ ἀστέρες, σώματα ἐπουράνια λέγονται, οὐ μὴν καὶ σάρκες ἐπουράνιοι. Καὶ τὸ μὲν σῶμα διττῶς εἴρηται, σῶμα ὑλικὸν, καὶ σῶμα λεπτόν. Καὶ τὸ μὲν ὑλικὸν σῶμά ἐστι τὸ κρατούμενον διὰ χειρὸς, καὶ φθορᾷ καὶ θανάτῳ ὑποκείμενον· σῶμα δὲ λεπτόν ἐστι τὸ ἀκράτητον καὶ ἀψηλάφητον, οἷον τοῦ ἡλίου, τῆς σελήνης, καὶ τῶν ἀστέρων· τὸ δὲ σῶμα τὸ παχὺ καὶ ὑλικὸν, ὅπερ λέγεται σὰρξ, συνίσταται ἐκ τεσσαρῶν στοιχείων, ἐξ αἵματος, ἐκ φλέγματος, ἐκ χυμοῦ, καὶ χολῆς, ἢ ὡς ἐξ ἀέρος, γῆς, πυρὸς, καὶ ὕδατος· τουτέστιν, ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ὑγροῦ, καὶ ξηροῦ. Ὁ ἥλιος τὸ θερμὸν καὶ ζωτικὸν στοιχεῖον· ὁ ἀὴρ τὸ θερμὸν καὶ ὑγρόν· ἡ γῆ τὸ ξηρόν· τὰ ὕδατα τὸ ὑγρὸν στοιχεῖον τίκτει. Ταῦτά εἰσιν, ἐξ ὧν συνέστηκεν ὁ ἄνθρωπος, μᾶλλον δὲ ἡ σὰρξ τοῦ ἀνθρώπου· διὸ καὶ μετὰ θάνατον πάλιν εἰς αὐτὰ ἀναλύεται.
that breath in man was a soul, perhaps the soul would have been from the essence of God. If the soul was from the essence of God, why is it not always unalterable, immutable, just as God is? For He says: "I am the same, and I have not been altered" (Mal. 3:6). Whereas the soul is sometimes foolish, and sometimes prudent; and sometimes sinful, and sometimes righteous; and at one time faithful, and at another time unfaithful; and sometimes ignorant, and sometimes knowing; and sometimes eager, and sometimes sluggish. Having these things, how can it be said to be from the essence of God? This is not so, it is not. Rather, that inbreathing created a soul in man, rational and intelligent. On this account the soul also intellectually imagines the things above, and seeks and desires and longs for the things from thence, because from thence it has its creation. Whereas that of irrational creatures is not so, but being earthly, it seeks earthly things alone; wherefore it also dies together with the body. But the soul of man is ever-living and endless. And the soul has three parts: rational, irascible, and appetitive. And through the rational part indeed it loves God; through the irascible part it is angry with the demons, playing the man against them; and through the appetitive part it desires eternal goods. And man has five bodily senses, and five psychic ones; the bodily ones indeed are: sight, hearing, smell, taste, and touch. And in sight indeed are contemplated white and black; in hearing, sharp and heavy; in smell, fragrant and foul-smelling; in taste, sweet and bitter; and in touch, hard and soft and hot and cold; whereas the sensory organs of the soul are these: mind, understanding, opinion, imagination, and sensation. And the instrument of each single sense is called a sensory organ (aistheterion), from the sentient animal's preserving the sense (terein ten aisthesin). And one must know this also, that all flesh is also called body; yet not every body is also named flesh. The stars too are called heavenly bodies, yet not heavenly fleshes. And body indeed has been spoken of in two ways: material body, and subtle body. And the material body indeed is that which is held by the hand, and is subject to corruption and death; whereas the subtle body is that which cannot be held and cannot be handled, such as that of the sun, of the moon, and of the stars; while the thick and material body, which is called flesh, consists of four elements, of blood, of phlegm, of humour, and of bile, or as of air, earth, fire, and water: that is to say, of hot, and cold, and wet, and dry. The sun brings forth the hot and vital element; the air the hot and wet; the earth the dry; the waters the wet element. These are the things out of which man has been constituted, or rather the flesh of man; wherefore after death also it is dissolved again into them.