Migne Reading Room

PG 28 · cols. 525–529 · Read from the page

History of Melchisedech

History of Melchisedech

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:525Read from the page
ΤΟΥ ΑΥΤΟΥ, ΔΙΑ ΤΙ ΕΚΛΗΘΗ Ο ΜΕΛΧΙΣΕΔΕΚ « ΑΠΑΤΩΡ, ΑΜΗΤΩΡ ΚΑΙ ΑΓΕΝΕΑΛΟΓΗΤΟΣ. »
OF THE SAME, WHY MELCHISEDEC WAS CALLED "WITHOUT FATHER, WITHOUT MOTHER, AND WITHOUT GENEALOGY." (Heb. 7:3)
Ἰστορία εἰς τὸν Μελχισεδέκ.
History concerning Melchisedec.
Ἐν τῷ καιρῷ ἐκείνῳ ἦν τις βασίλισσα Σαλὴμ, κατὰ τὸ ὄνομα τῆς πόλεως· ἐγέννησε δὲ τὸν Σαλαάδ. Σαλαὰδ δὲ ἐγέννησε Μελχί. Μελχὶ δὲ ἔσχε γυναῖκα κατὰ τὸ ὄνομα αὐτῆς Σαλήμ· ἔτεκε δὲ αὐτῷ δύο υἱοὺς, ἕνα καλούμενον τὸν Μελχὶ, καὶ ἕτερον Μελχισεδέκ. Ἦν δὲ ὁ πατὴρ αὐτῶν Ἕλλην, ἄσωτος, θυσίας ἐπιτελῶν τοῖς εἰδώλοις. Συνέφθασε δὲ καιρὸς ἐπιτήδειος τοῦ θυσιάζειν τοῖς εἰδώλοις· ἦν γὰρ θυσιάζων ἐν τῷ δωδεκαθέῳ· καὶ λέγει Μελχὶ ὁ βασιλεὺς τῷ ἑαυτοῦ υἱῷ Μελχισεδέκ· Λάβε μετὰ σοῦ ἐκ τῶν παιδαρίων, καὶ ἄπελθε εἰς τὸ βουκόλιον, καὶ πρόσαγέ μοι ἑπτὰ μόσχους, ἵνα θύσωμεν τοῖς θεοῖς. Ἀπερχόμενος οὖν ὁ Μελχισεδὲκ, ἔννοια θεϊκὴ ἐπῆλθεν αὐτῷ κατὰ τὴν ὁδὸν, καὶ ἀτενίσας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἰς τὸν οὐρανὸν, ἠτένιζε τῷ ἡλίῳ, καὶ ἐνεθυμεῖτο περὶ τῆς σελήνης καὶ τῶν ἄστρων· καὶ ἐν ἑαυτῷ γενόμενος εἶπεν· Εἴ τις ἐποίησε τὸν οὐρανὸν, τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὰ ἄστρα, ἐκείνῳ ὀφείλει δοθῆναι ἡ θυσία τῷ κτίσαντι αὐτά. Ἔκδηλόν με ποιοῦσι τὰ σημεῖα τοῦ οὐρανοῦ, ὅτι ὁ κτίστης αὐτῶν, ἐπάνω αὐτῶν ἐπαναπαύεται, ἄφθαρτος, ἀόρατος, ἀθάνατος μόνος Θεὸς ὑπάρχων ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐπιστάμενος βλασφημίας καρδιῶν· αὐτός ἐστιν ἀληθινὸς Θεός· αὐτῷ ὀφείλει δοθῆναι ἡ θυσία. Ἀπέλθω οὖν πρὸς τὸν πατέρα μου, καὶ συγγνωμήσομαι αὐτῷ· ἴσως ἀκούσεταί μου. Ἀνέλυσε δὲ ὁ Μελχισεδὲκ, μηδὲν ἀποφέρων. Ἰδὼν δὲ αὐτὸν ὁ πατὴρ αὐτοῦ, λέγει αὐτῷ· Ποῦ εἰσιν οἱ μόσχοι; Ὁ δὲ Μελχισεδὲκ λέγει αὐτῷ· Μὴ ὀργίζου, πάτερ βασιλεῦ, ἀλλ' ἄκουσόν μου. Ὁ δὲ εἶπε· Τί ἔχεις εἰπεῖν, εἰπὲ διὰ τάχους. Ὁ δὲ Μελχισεδὲκ λέγει· Δεῦρο, τὴν θυσίαν, ἣν ἔχομεν δοῦναι, μὴ δῶμεν αὐτὴν τοῖς θεοῖς τούτοις· οὗτοι γὰρ οὐ φαίνονταί μοι θεοί· ἀλλὰ μᾶλλον δῶμεν θυσίαν τῷ ἐπαναπαυομένῳ ἐπάνω τῶν οὐρανῶν. Αὐτὸς γὰρ Θεὸς θεῶν. Ὁ δὲ πατὴρ αὐτοῦ ὀργισθεὶς λέγει αὐτῷ· Πορεύου· ἄγαγε ἃ εἶπόν σοι· ἐπεὶ οὐ ζήσῃ. Ἀπιόντος δὲ αὐτοῦ πάλιν τοῦ Μελχισεδὲκ εἰς τὸ βουκόλιον, εἰσῆλθεν ὁ βασιλεὺς Σαλὴμ Μελχὶ πρὸς Σαλὴμ τὴν γυναῖκα αὐτοῦ, λέγων αὐτῇ· Δεῦρο,
At that time there was a certain queen of Salem, named after the name of the city; and she bore Salaad. And Salaad begot Melchi. And Melchi had a wife named Salem after the city's name; and she bore to him two sons, one called Melchi, and the other Melchisedec. And their father was a Greek, profligate, performing sacrifices to the idols. And a fitting time arrived for sacrificing to the idols; for he used to sacrifice in the temple of the twelve gods; and Melchi the king saith to his son Melchisedec: Take with thee some of the lads, and go off to the cattle-fold, and bring to me seven calves, that we may sacrifice to the gods. As Melchisedec therefore was going off, a divine thought came upon him along the way, and gazing with his eyes into the heaven, he gazed upon the sun, and pondered concerning the moon and the stars; and coming to himself he said: If anyone made the heaven, the earth, and the sea, and the stars, to Him ought the sacrifice to be given, Who created them. The signs of the heaven make it plain to me that their Creator resteth above them, being the incorruptible, invisible, immortal only God in heaven and upon earth, knowing the blasphemies of hearts; He is the true God; to Him ought the sacrifice to be given. Let me go off therefore to my father, and I will ask pardon of him; perhaps he will listen to me. And Melchisedec returned, bringing back nothing. And when his father saw him, he saith to him: Where are the calves? And Melchisedec saith to him: Be not angry, O father and king, but listen to me. And he said: What hast thou to say? Speak quickly. And Melchisedec saith: Come, the sacrifice which we have to give, let us not give it to these gods; for these do not appear to me to be gods; but rather let us give a sacrifice to Him Who resteth above the heavens. For He Himself is God of gods. But his father, growing angry, saith to him: Go; bring what I told thee, else thou shalt not live. And as Melchisedec was going off again to the cattle-fold, Melchi the king of Salem went in to Salem his wife, saying to her: Come,
Notes, col. 525

On the reading

Printed Ἰστορία, for Ἱστορία.

PG 28:528Read from the page
δῶμεν θυσίαν ἕνα τῶν υἱῶν ἡμῶν. Ἡ δὲ γυνὴ αὐτοῦ, ἀκούσασα, ἔκλαυσε πικρῶς· ἔγνω γὰρ, ὅτι προφάσει θέλει ὁ βασιλεὺς φονεῦσαι τὸν Μελχισεδὲκ, ὅτι ὠνείδισεν αὐτῷ ἐπὶ τὴν θυσίαν. Καὶ ἀνεστέναξεν ἡ βασίλισσα, καὶ εἶπεν· Οἴμοι, ἐκοπίασα καὶ ἐμόχθησα εἰς κενόν. Ἰδὼν δὲ αὐτὴν ὁ βασιλεὺς, εἶπεν αὐτῇ· Μὴ κλαῖε, ἀλλὰ δεῦρο λάχωμεν· καὶ ἐὰν λάχῃ μοι, ἐπιλέγομαι ὃν θέλω, καὶ δώσω αὐτὸν θυσίαν τοῖς θεοῖς ἡμῶν· εἰ δὲ λάχῃ σοι, ἐπίλεξαι ὃν ἂν θέλῃς, καὶ παραφύλαττε αὐτόν. Τοῦτο δὲ ἔλεγε, δοκῶν καταλαγχάνειν τῷ ἱερεῖ· καὶ βαλόντες κλῆρον, ἔλαχεν ἡ βασίλισσα, καὶ ἐπελέξατο τὸν Μελχισεδὲκ, ὃν ἠγάπα. Ὁ δὲ βασιλεὺς Σαλὴμ, ἡττηθεὶς παρὰ τῆς γυναικὸς αὐτοῦ, τὸν λαχόντα αὐτῷ υἱὸν ηὐτρέπισεν εἰς θυσίαν· ἐφοβεῖτο γὰρ προσκροῦσαι τοῖς θεοῖς αὐτοῦ. Καὶ ἐλθὼν ὁ Μελχισεδὲκ, ἤνεγκε τοὺς ἑπτὰ μόσχους. Λαβὼν δὲ ὁ πατὴρ τὸν λαχόντα αὐτῷ υἱὸν, ἐπορεύετο ἐπὶ τὸν ναὸν τῶν εἰδώλων ἐν τῷ δωδεκαθέῳ· συνῆλθον δὲ ἐπὶ τῇ θυσίᾳ φγʹ παῖδες ὑπὸ τῶν ἰδίων πατέρων προσφερόμενοι· καὶ ἄλλοι τριακόσιοι παρὰ τῶν μητέρων, καὶ βόες καὶ πρόβατα ἀναρίθμητα, καὶ ἐγένετο ἡ θυσία ἕτοιμος. Σαλὴμ δὲ ἡ μήτηρ τοῦ Μελχισεδὲκ, καθημένη ἐν τῷ οἴκῳ αὐτῆς, ἀνεβόησε φωνῇ μεγάλῃ καὶ λέγει τῷ Μελχισεδέκ· Οὐ κλαίεις τὸν ἀδελφόν σου, ὅτι μετὰ τοσοῦτον κάματον ἀπέρχεται σφαγῆναι; Καὶ ταῦτα ἀκούσας παρ' αὐτῆς ἔκλαυσε, καὶ λέγει τῇ μητρὶ αὐτοῦ· Ἕως τῶν ὧδε χρείαν ἔχω· καὶ ἀναστὰς, ἀνῆλθεν ἐν τῷ ὄρει Θαβώρ. Καὶ ἡ μήτηρ αὐτοῦ ἀναστᾶσα, ἀπῆλθεν ἐν τῷ ναῷ τῶν εἰδώλων, ἰδέσθαι τὸν ἑαυτῆς υἱὸν, πρὶν ἢ σφαγῆναι, καὶ ὅλον τὸ γένος αὐτῆς. Ἀνελθὼν δὲ Μελχισεδὲκ εἰς τὸ ὄρος Θαβὼρ, κλίνας τὰ γόνατα, εἶπεν· Ὁ Θεὸς ὁ τῶν ὅλων Κύριος, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, σὲ ἐπικαλοῦμαι τὸν μόνον ἀληθινὸν Θεὸν, ἐπάκουσόν μου τῇ ὥρᾳ ταύτῃ, καὶ πρόσταξον, ἵνα ὅσοι παρεγένοντο ἐπὶ τῇ θυσίᾳ τοῦ ἀδελφοῦ μου Μελχὶ, ὁ τόπος ᾅδης γένηται, καὶ καταπίῃ αὐτούς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τοῦ Μελχισεδὲκ, καὶ εὐθέως ἔχανεν ἡ γῆ, καὶ κατέπιεν αὐτοὺς καὶ πᾶσαν φυλὴν τοῦ Μελχὶ, σὺν πάσῃ τῇ πόλει· καὶ οὔτε ἄνθρωπος, οὐ βωμὸς, οὐ ναὸς, οὐκ ἄλογον, οὔτε τις κτίσις τῆς πάσης πόλεως ἔμεινεν, ἀλλὰ πάντα ἐχανώθη. Κατῆλθε δὲ ὁ Μελχισεδὲκ ἀπὸ τοῦ ὄρους Θαβὼρ, καὶ ἰδὼν, ὅτι ἐπήκουσεν αὐτοῦ ὁ Θεὸς, ἐν φόβῳ μεγάλῳ πάλιν ὑπέστρεψεν εἰς τὸ ὄρος, καὶ ἐν τῷ δασεῖ τῆς ὕλης ἐλθὼν, ἐμόνασεν ἐκεῖ ἔτη ἑπτά· γυμνὸς ὡς ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ ἐξῆλθεν· καὶ ἐγένοντο οἱ ὄνυχες αὐτοῦ σπιθαμήσιοι, καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ ἕως τῆς ὀσφύος αὐτοῦ, καὶ ὁ νῶτος αὐτοῦ ἐγένετο ὡσεὶ δέρμα χελώνης. Ἡ δὲ τροφὴ αὐτοῦ ἀκρόδρυα ἦν, καὶ ὁ ποτὸς αὐτοῦ δρόσος, ὃν ἔλειχε. Καὶ μετὰ τὰ ἑπτὰ ἔτη φωνὴ ἦλθε τῷ Ἀβραὰμ, λέγουσα, Ἀβραὰμ, Ἀβραάμ. Καὶ εἶπεν Ἀβραάμ· Ὁ Κύριός μου. Καὶ εἶπε· Στρῶσον τὸ ὑποζύγιόν σου, καὶ βάστασον ἱμά-
let us give as a sacrifice one of our sons. And his wife, having heard, wept bitterly; for she knew that on a pretext the king wished to slay Melchisedec, because he had reproached him over the sacrifice. And the queen groaned, and said: Woe is me, I have laboured and toiled in vain. And when the king saw her, he said to her: Weep not, but come, let us cast lots; and if the lot fall to me, I choose whom I will, and I shall give him as a sacrifice to our gods; and if the lot fall to thee, choose whomsoever thou wilt, and guard him safe. And this he said, thinking that the lot would fall at the disposal of the priest; and having cast the lot, the queen obtained it, and chose out Melchisedec, whom she loved. And the king of Salem, having been worsted by his wife, made ready for sacrifice the son who had fallen to him by lot; for he was afraid to offend his gods. And Melchisedec having come, brought the seven calves. And his father, taking the son who had fallen to him by lot, went off to the temple of the idols in the sanctuary of the twelve gods; and there came together at the sacrifice five hundred and three boys offered by their own fathers, and another three hundred from their mothers, and oxen and sheep innumerable, and the sacrifice was made ready. And Salem the mother of Melchisedec, sitting in her house, cried out with a loud voice and saith to Melchisedec: Weepest thou not for thy brother, because after so great toil he goeth off to be slaughtered? And having heard these things from her he wept, and saith to his mother: Up to here I have need; and arising, he went up into Mount Tabor. And his mother arising, went off into the temple of the idols, to see her son before he was slaughtered, and all her kindred. And Melchisedec, having gone up into Mount Tabor, bending his knees, said: O God, the Lord of all, Who madest the heaven and the earth, I call upon Thee, the only true God; hear me in this hour, and command that for all who have come to the sacrifice of my brother Melchi, the place may become Hades, and swallow them up. And God heard Melchisedec, and straightway the earth gaped open, and swallowed them up and all the tribe of Melchi, together with the whole city; and neither man, nor altar, nor temple, nor brute beast, nor any creature of the whole city remained, but all things were engulfed. And Melchisedec came down from Mount Tabor, and seeing that God had heard him, in great fear he returned again into the mountain, and coming into the thicket of the wood, dwelt alone there seven years, naked as he came forth from his mother's womb; and his nails became a span long, and the hairs of his head reached unto his loins, and his back became like the shell of a tortoise. And his food was wild tree-fruits, and his drink was dew, which he licked. And after the seven years a voice came to Abraham, saying, Abraham, Abraham. And Abraham said: My Lord. And He said: Saddle thine ass, and carry garments
PG 28:529Read from the page
τια πολυτελῆ καὶ ξυρὸν, καὶ ἄνελθε ἐν τῷ ὄρει Θαβὼρ, καὶ κράξον τρεῖς φωνάς· Ἄνθρωπε τοῦ Θεοῦ· καὶ ἐλεύσεται ἄνθρωπος ἠγριωμένος. Μὴ φοβηθῇς οὖν αὐτόν· ἀλλὰ ξύρισον αὐτὸν, καὶ ὀνύχισον, καὶ ἀμφίασον αὐτὸν, καὶ εὐλογήθητι παρ' αὐτοῦ. Καὶ ἐποίησεν Ἀβραὰμ καθὰ συνέταξεν αὐτῷ Κύριος, καὶ ἀνῆλθεν εἰς τὸ ὄρος Θαβὼρ, καὶ ἔστη εἰς τὰ δασέα τῆς ὕλης· καὶ ἔκραξε τρεῖς φωνάς· Ἄνθρωπε τοῦ Θεοῦ. Καὶ ἐξῆλθεν ὁ Μελχισεδὲκ, καὶ εἶδεν Ἀβραὰμ, καὶ ἐφοβήθη. Καὶ εἶπεν αὐτῷ ὁ Μελχισεδέκ· Μὴ φοβοῦ, ἀλλ' εἶπε· Τίς εἶ; καὶ τινὰ ζητεῖς; Εἶπε δὲ Ἀβραάμ· Προσέταξέ μοι Κύριος ξυρῆσαί σε καὶ ὀνυχοκοπῆσαί σε, καὶ ἀμφιάσαι, καὶ εὐλογηθῆναι παρὰ σοῦ. Ὁ δὲ Μελχισεδὲκ εἶπεν αὐτῷ· Ὡς προσέταξέ σοι Κύριος, ποίησον. Καὶ ἐποίησεν Ἀβραὰμ, ὡς προσέταξεν αὐτῷ Κύριος. Καὶ κατελθὼν ὁ Μελχισεδὲκ ἀπὸ τοῦ ὄρους Θαβὼρ μετὰ τρεῖς ἡμέρας, κέρας ἐλαίου λαβὼν, καὶ ἐπισφραγίσας τῷ ῥήματι τοῦ Θεοῦ, ηὐλόγησε τὸν Ἀβραὰμ λέγων· Εὐλογημένος εἶ τῷ Θεῷ τῷ ὑψίστῳ, καὶ τὸ λοιπὸν καλεῖται τὸ ὄνομά σου τετελειωμένων, καὶ οὐκέτι λοιπὸν καλεῖται τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλ' ἔσται τὸ ὄνομά σου τέλειον, Ἀβραάμ. Καὶ πάλιν φωνὴ ἦλθε τῷ Ἀβραάμ· ὁ δὲ εἶπε, Τί, Κύριέ μου; Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἐπειδὴ οὐδεὶς ἐκ τοῦ γένους τοῦ Μελχισεδὲκ ἐπερίσσευσεν ἀπὸ τῆς γῆς, διὰ τοῦτο κληθήσεται ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε τέλος ἔχων ζωῆς· ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸν αἰῶνα· καὶ ἠγάπησα αὐτὸν, ὡς ἠγάπησα τὸν Υἱόν μου τὸν ἀγαπητόν· ὅτι ἐφύλαξε τὰς ἐντολάς μου, καὶ φυλάξει εἰς τὸν αἰῶνα. Ἵνα οὖν μὴ δόξῃ ἀρχὴν ἡμερῶν μὴ ἔχειν, διὰ τὸ μὴ εἰδέναι τινὰ πότε ἐγεννήθη, τὸ τῆς γενεαλογίας, μήτε πατρὸς, μήτε μητρὸς, διὰ τοῦτο λέγεται ἀπάτωρ, ἀμήτωρ, καὶ ἀγενεαλόγητος· καὶ διὰ τὸ εὐαρεστῆσαι αὐτὸν τῷ Θεῷ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Ὡς οὖν ἀπήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, ἐπέδωκεν αὐτῷ ποτήριον οἴνου ἀοράτως ἐπιβαλὼν αὐτῷ καὶ κλάσμα ἄρτου, καὶ τῷ λαῷ αὐτοῦ ὄντος ἐν ἀνδράσι τιηʹ, ὃ λέγεται βουκάκρατον ἕως τῆς σήμερον ἡμέρας. Κατὰ τοῦτον τὸν τρόπον ὡμοιώθη τῷ Υἱῷ τοῦ Θεοῦ, ἀλλ' οὐκ εἰς τὴν χάριν· καὶ οὕτω πρῶτος τύπος ἐγένετο τῆς ἀναιμάκτου θυσίας τοῦ
of great price and a razor, and go up into Mount Tabor, and cry out three times: O man of God! and there shall come forth a man grown wild. Fear him not therefore; but shave him, and pare his nails, and clothe him, and be blessed by him. And Abraham did just as the Lord commanded him, and went up into Mount Tabor, and stood in the thickets of the wood; and he cried out three times: O man of God! And Melchisedec came forth, and Abraham saw him, and was afraid. And Melchisedec said to him: Fear not, but tell me: Who art thou, and whom seekest thou? And Abraham said: The Lord commanded me to shave thee and to pare thy nails, and to clothe thee, and to be blessed by thee. And Melchisedec said to him: As the Lord commanded thee, do. And Abraham did as the Lord commanded him. And Melchisedec, having come down from Mount Tabor after three days, taking a horn of oil, and sealing him with the word of God, blessed Abraham, saying: Blessed art thou to God the Most High, and henceforth thy name is called of the perfected, and no longer henceforth is thy name called Abram, but thy name shall be perfect, Abraham. And again a voice came to Abraham; and he said: What is it, my Lord? And the Lord said to him: Since no one from the race of Melchisedec survived from the earth, on this account he shall be called without father, without mother, without genealogy, having neither beginning of days nor end of life; and having been made like unto the Son of God, he remaineth a priest for ever (Heb. 7:3); and I have loved him, as I loved My beloved Son; because he kept My commandments, and will keep them for ever. That therefore he might not seem to have no beginning of days, through no one's knowing when he was born, as to his genealogy, neither of father nor of mother, on this account he is called without father, without mother, and without genealogy; and because he pleased God, he remaineth a priest continually. When therefore Melchisedec met Abraham returning from the slaughter of the kings, he gave him a cup of wine, invisibly casting into it also a fragment of bread, both for him and for his people, being in number three hundred and eighteen men, which is called boukakraton unto this day. After this manner he was made like unto the Son of God, yet not as to grace; and thus he became the first type of the bloodless sacrifice of the
Notes, col. 529

On the reading

Printed τινὰ, for τίνα.