Migne Reading Room

PG 28 · cols. 513–523 · Read from the page

Sermon against all heresies

Sermon against all heresies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:513Read from the page
7. Εἴπωμεν καὶ πρὸς τοὺς ἀσεβεστάτους Μανιχαίους, τοὺς τρυγιοὺς τῶν κακῶν. Ὦ ἀσεβέστατοι Μανιχαῖοι, λέγετε δύο ὑποστάσεις εἶναι, ἀγαθοῦ τε καὶ πονηροῦ; Καὶ λέγεις τὸν πονηρὸν θέλοντα μάχεσθαι τῷ ἀγαθῷ, ἵνα λάβῃ μέρος τι· καὶ ὁ ἀγαθὸς, φησὶν, ἀγαθὸς ὢν καὶ μὴ θέλων μάχεσθαι, δέδωκε παραχωρήσας μέρος τι τῷ πονηρῷ, καὶ γέγονε τῷ πονηρῷ ἓν ἥμισυ μέρος, καὶ τῷ ἀγαθῷ ἥμισυ μέρος. Καὶ μεταμεληθὲν, φησὶν, ἦλθε τὸ ἀγαθὸν παρασκευάσασθαι εἰς πόλεμον, καὶ ἐσχημάτισεν ἑαυτὸν ἐν τῷ τοῦ πονηροῦ σχήματι. Ἀλλ', ὦ ἀσεβέστατε Μανιχαῖε, ὅτε ὁλόκληρον ἦν τὸ ἀγαθὸν, λέγεις, Οὐκ ἠθέλησε μάχεσθαι, καὶ ὅτε ἥμισυ γέγονεν, ὡς λέγεις, εἰς πόλεμον ἦλθε. Διὰ τοῦτο λέγει ὁ ἀσεβέστατος Μανιχαῖος, ὅτι « Ἦλθον ζητῆσαι τὸ ἀπολωλός. » Ὢ πολλῆς ἀφροσύνης! Ποῦ οὖν ἔτι ἀγαθοῦ γνώρισμα; Μάλιστα ὅτι καὶ τοῦ πονηροῦ σχῆμα ἀνέλαβε κατὰ σέ. Ὥσπερ οἰκοδεσπότου γυναῖκα ἐὰν ζωγράφος γράψῃ ἐν εἰκόνι παραχρῆμα ἀσέμνως, καὶ παρερχόμενος ὁ οἰκοδεσπότης ἴδῃ τὴν ἰδίαν γαμετὴν παρὰ σχῆμα οὖσαν, οὐκ, ὀργισθεὶς καὶ πλήρης θυμοῦ γινόμενος ἀναιρήσει τὸν τοῦτο τολμήσαντα ποιῆσαι; Πόσῳ μᾶλλον τὸν λέγοντα, ὅτι τοῦ πονηροῦ σχῆμα ἀνέλαβεν; Ἰσχυρότερόν ἐστι τοίνυν, οὗ ἀπεχρήσατο τὸ σχῆμα. Ταῦτα τῶν ἀφρόνων καὶ ἀσεβῶν τὰ τολμήματα. Ὦ ἀσεβέστατε τρυγιὲ τῶν κακῶν Μανιχαῖε, οὐκ ἤκουσας τοῦ Ματθαίου λέγοντος περὶ τῆς ἐνανθρωπήσεως· « Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ; » Ἀλλ' ἐρεῖ, ὅτι Οὐ δέχομαι τὴν Παλαιάν. Καὶ ἐγὼ ἐρῶ πρὸς αὐτόν· Διὰ τί οὐ δέχῃ τὴν Παλαιάν; Οὐκ ἤκουσας αὐτοῦ τοῦ Κυρίου λέγοντος τοῖς ἀσεβεστάτοις καὶ ἀχαρίστοις Ἰουδαίοις· « Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, ὅτι Μωσῆς περὶ ἐμοῦ ἐλάλησε. » Τί ἐλάλησεν, ὦ Κύριε; « Προφήτην ὑμῖν ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. » Τοῦτον τὸν προφήτην ὡμολόγει ἡ μακαρία Σαμαρεῖτις λέγουσα· « Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ. » Εἰ καὶ ἄνθρωπον καὶ Κύριον καὶ προφήτην ὡμολόγει ἡ μακαρία Σαμαρεῖτις· ἰδοὺ πάντη καὶ ὁ νόμος καὶ οἱ προφῆται, οἱ μεγάλοι καὶ οἱ ἅγιοι ὁμολογοῦσι. Πῶς δύναται βότρυς εἶναι ἄνευ ἀμπέλου; Πῶς δύναται βεβαιωθῆναι πᾶσα πραγματεία, καὶ ἡ εἰς τὸν κόσμον μέλλουσα ἔσεσθαι σωτηρία; Ὁμολογήσουσιν οἱ σημάντορες οἱ μεγάλοι προφῆται καὶ ὁ νόμος· μάλιστα αὐτοῦ τοῦ Κυρίου λέγοντος, ὅτι
7. Let us speak also to the most impious Manichaeans, the dregs of evils. O most impious Manichaeans, do you say that there are two substances, of good and of evil? And you say that the evil one wished to fight with the good, that he might take some part; and the good one, he says, being good and not wishing to fight, gave way and yielded some part to the evil one, and there came to be for the evil one one and a half parts, and for the good one a half part. And having repented, he says, the good came to prepare itself for war, and fashioned itself in the form of the evil one. But, O most impious Manichaean, when the good was whole, you say, it did not wish to fight, and when it became half, as you say, it came into war. On this account the most impious Manichaean says: I came to seek that which was lost. (Luke 19:10) O great folly! Where then is there any longer a mark of good? Especially since according to you it even took up the form of the evil one. Just as if a painter should paint the wife of a householder in a picture on the spot indecently, and the householder passing by should see his own wife in an unseemly form, will he not, growing angry and becoming full of wrath, destroy him who dared to do this? How much more him who says that He took up the form of the evil one? Stronger therefore is that whose form He used. These are the audacities of foolish and impious men. O most impious dregs of evils, Manichaean, did you not hear Matthew saying concerning the incarnation: The book of the generation of Jesus Christ, the son of David, the son of Abraham? (Matt. 1:1) But he will say, I do not accept the Old Testament. And I will say to him: Why do you not accept the Old Testament? Did you not hear the Lord Himself saying to the most impious and ungrateful Jews: If you believed Moses, you would believe Me, for Moses spoke concerning Me? (John 5:46) What did he speak, O Lord? A prophet shall the Lord raise up for you from your brethren, like me. (Deut. 18:15) This prophet the blessed Samaritan woman confessed, saying: Lord, I perceive that Thou art a prophet. (John 4:19) If the blessed Samaritan woman confessed Him both man and Lord and prophet—behold, everywhere both the law and the prophets, the great and the holy ones, confess Him. How can there be a cluster of grapes without a vine? How can the whole dispensation, and the salvation that is about to be for the world, be confirmed? The indicators, the great prophets and the law, will confess it; especially since the Lord Himself says that
PG 28:516Read from the page
« Ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου· » καὶ πάλιν· « Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον οὐδὲ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. » Ὢ τρυγιοὶ πασῶν αἱρέσεων! Αὔταρκες αὐτοῖς ἐστι τὸ ὄνομα πρὸς τὴν πίστιν αὐτῶν. Περὶ τούτων εἶπεν ὁ μέγας ψαλμῳδὸς Δαβίδ· « Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι, » καὶ αὐτοὶ μὴ ὁμολογήσαντες τὴν ἔνσαρκον παρουσίαν, ἀλλὰ φαντασίαν, λέγοντος τοῦ Κυρίου πρὸς τοὺς Ἰουδαίους· « Τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; » Καὶ πάλιν λέγοντος αὐτοῦ πρὸς τὸν ὑπηρέτην τὸν ῥαπίσαντα αὐτόν· « Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με τύπτεις; » Μὴ δύναται φαντασία τύπτεσθαι ἢ προσηλωθῆναι ἐν τῷ σταυρῷ; Οὐκ ἄρα σῶμα ἦν; Καὶ πῶς λέγει, ὅτι φαντασία ἐστί; Καὶ οὗτοι συνεξ-
The law and the prophets were until John (Luke 16:16); and again: I came not to destroy the law nor the prophets, but to fulfil them. (Matt. 5:17) O dregs of all heresies! Their name is sufficient for them in regard to their faith. Concerning these the great psalmist David said: The fool said in his heart: There is no God. They were corrupted and became abominable in their practices (Ps. 13:1), they too not confessing the incarnate coming, but a phantom, though the Lord says to the Jews: Why do you seek to kill Me, a man Who have spoken the truth to you? (John 8:40) And again, when He says to the attendant who struck Him with a slap: If I spoke evil, bear witness concerning the evil; but if well, why do you strike Me? (John 18:23) Can a phantom be struck or nailed to the cross? Was it not then a body? And how does he say that it is a phantom? And let these too be wiped out together,
8. Εἴπωμεν καὶ πρὸς Μαρκίωνα καὶ Οὐαλεντῖνον καὶ Βασιλίδην τὸν λέγοντα ὡς διὰ σωλῆνος ὕδωρ παρελθόντα τὸν Κύριον διὰ τῆς ἀχράντου καὶ ἀπειρογάμου Μαρίας. Ὦ ἀσεβέστατοι! οὐκ ἠκούσατε τοῦ μεγάλου ἀρχαγγέλου Γαβριὴλ λέγοντος πρὸς τὴν ἄχραντον Παρθένον Μαρίαν· « Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Τὸ γὰρ ἐκ σοῦ Ἅγιον κληθήσεται. » Εἰ οὖν εἶπε, Διὰ σοῦ, πιθανὴν εἶχον τὴν ἀναισχυντίαν· ἐν δὲ τῷ λέγειν, « ἐκ σοῦ, » δείκνυσιν, ὅτι ἐξ αὐτῆς ἔλαβεν ὁ Θεὸς Λόγος τὸν ναὸν, ἄνθρωπον. Καὶ οὗτοι συνεκβαλέσθωσαν μετὰ τῶν νῦν Ἰουδαίων χριστομάχων Ἀρειομανιτῶν.
8. Let us speak also to Marcion and Valentinus and Basilides, who says that the Lord passed as water through a pipe through the spotless and unwedded Mary. O most impious ones! Did you not hear the great archangel Gabriel saying to the spotless Virgin Mary: Hail, favoured one, the Lord is with you. The Holy Spirit shall come upon you, and the power of the Most High shall overshadow you. For that which is born of you shall be called Holy? (Luke 1:28-35) If then he had said, Through you, they would have had a plausible shamelessness; but in saying, of you, he shows that from her God the Word took the temple, a man. And let these too be cast out together with the present-day Christ-fighting Jews, the Ariomaniacs.
9. Ὁμοίως καὶ πρὸς τὸν ἀνόητον καὶ ἀτυχέστατον Ἱερακᾶν εἴπωμεν, τὸν νομίζοντα ὑψοῦν τὴν παρθενίαν, καὶ ἀθετεῖν τὸν γάμον. Ὦ Ἱερακᾶ, εἴπωμέν τι νομικόν· Ὁ Θεὸς Λόγος τοῦ Πατρὸς ἐν τῷ παραδείσῳ ἤγαγε τὴν Εὔαν πρὸς τὸν Ἀδάμ. Ἀλλὰ τί λέγεις, ὅτι Οὐ δέχομαι τὴν Παλαιάν; ἔστω· ἐν τῷ Εὐαγγελίῳ οὐκ ἤκουσας· Τῇ τρίτῃ ἡμέρᾳ συνανεκλίθη Κύριος ἐν Κανᾶ τῆς Γαλιλαίας εἰς τὸν γάμον, καὶ οἴνου λείψαντος, πεποίηκε τὸ ὕδωρ οἶνον; Καὶ πάλιν τῶν Ἰουδαίων λεγόντων πρὸς αὐτόν· « Μωσῆς δέδωκεν ἡμῖν βιβλίον ἀποστασίου, » τί εἶπε πρὸς
9. Likewise let us speak also to the senseless and most wretched Hieracas, who thinks to exalt virginity and to reject marriage. O Hieracas, let us say something from the law: God the Word of the Father in paradise led Eve to Adam. But why do you say, I do not accept the Old Testament? Be it so; did you not hear in the Gospel: On the third day the Lord reclined together at the marriage in Cana of Galilee, and when wine failed, He made the water wine? (John 2:1-11) And again, when the Jews said to Him: Moses gave us a bill of divorce, what did He say to
PG 28:517Read from the page
αὐτοὺς ὁ Κύριος· « Μωσῆς δέδωκεν ὑμῖν βιβλίον ἀποστασίου πρὸς τὴν σκληροκαρδίαν ὑμῶν· » γέγραπται γάρ· « Ἃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. » Ἔπειτα πῶς δύναται κλάδος ὑποστῆναι, ῥίζης μὴ ὑποκειμένης; Πῶς δύναται παρθένος εἶναι, πατρὸς καὶ μητρὸς μὴ ὄντων; Καὶ οὗτοι σὺν τοῖς ἑταίροις αὐτῶν ἀπόλοιντο.
the Lord [said to] them: "Moses gave you a bill of divorce towards the hardness of your heart;" (Matt. 19:8) for it is written: "What things God hath joined together, let not man separate." (Matt. 19:6) Next, how can a branch subsist when a root doth not underlie it? How can there be a virgin when father and mother do not exist? And may these perish together with their companions.
10. Εἴπωμεν καὶ πρὸς τὸν Νοβᾶτον, τὸν λέγοντα ἑαυτὸν καθαρὸν, καὶ νομίζοντα ἀναιρεῖν τὴν μετάνοιαν. Πλήρης βορβόρου καὶ δυσωδίας ὢν, οὐκ ἤκουσας τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου τοῦ τῶν ὅλων Θεοῦ διὰ τοῦ μεγάλου προφήτου λέγοντος· « Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν; » Καὶ πάλιν ὁ μέγας Ἰώβ· « Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ᾖ ἐπὶ τῆς γῆς. » Καὶ πάλιν τῶν μαθητῶν λεγόντων τῷ Κυρίῳ· « Ποσάκις συγχωρήσομεν τῷ ἁμαρτάνοντι; ἕως ἑπτάκις; » Ὁ δὲ Κύριος εἶπε πρὸς αὐτούς· « Οὐχὶ, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά. » Ἀνακυλιομένης τῆς ἐπαγγελίας διαιωνίζεται ἡ μετάνοια· οὐχ ἵν' ἀκούοντες ἐπιμένωμεν ἁμαρτάνειν· μὴ γένοιτο! ἀλλ' ἵνα δείξωμεν τὴν ἀγαθότητα τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου τῶν ὅλων Θεοῦ· καὶ πάλιν διὰ τοῦ μεγάλου Ἠσαΐου ἐπικηρύσσοντος τὴν Ἱερουσαλὴμ, καὶ λέγοντος αὺτοῦ· « Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν, » καὶ τὰ ἑξῆς. Οἴδατε, ἀδελφοί. Καὶ μετὰ τὸ αὐτοῦ τὴν τοσαύτην γενέσθαι ἀπειλὴν, λέγει· « Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. » Ὢ μεγάλης ἀγαθότητος! Καὶ πάλιν τοῦ Πέτρου τοῦ μεγάλου εἰπόντος πρὸς αὐτὸν, ὅτε ἐπερώτησε τοὺς μαθητὰς λέγων· « Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; » — « Οἱ μὲν ἔλεγον, ὅτι Ἠλίας εἶ· ἄλλοι ἔλεγον προφήτης. » Καὶ αὐτοῦ εἰπόντος πρὸς αὐτούς· « Ὑμεῖς δὲ τίνα μὲ λέγετε; » Καὶ ἀποκριθεὶς ὁ Πέτρος εἶπε· « Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, » ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Εὐθέως δὲ εἶπε πρὸς αὐτὸν ὁ Κύριος· « Μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ· ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας οὐρανῶν· καὶ πάντα ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς. » Καὶ
10. Let us speak also to Novatus, who calleth himself pure, and thinketh to abolish repentance. Being full of mire and foul stench, hast thou not heard the good and loving God of all speaking through the great prophet: "I desire not the death of the sinner, but repentance"? (Ezek. 18:32) And again the great Job: "No one is pure from filth, not even if his life upon the earth be one day." (Job 14:4-5) And again, when the disciples said to the Lord: "How many times shall we forgive him that sinneth? until seven times?" the Lord said to them: "Not so, but until seventy times seven." (Matt. 18:21-22) As the promise rolls round, repentance is made perpetual; not that hearing this we should continue to sin—far be it!—but that we may show forth the goodness of the good and loving God of all; and again through the great Isaiah proclaiming against Jerusalem, and His saying: "Hear, O heaven, and give ear, O earth: I have begotten sons, and exalted them, but they have rejected Me," (Isa. 1:2) and the rest. Ye know it, brethren. And after so great a threat had been made by Him, He saith: "Wash yourselves, become pure, take away the wickednesses from your souls." (Isa. 1:16) O what great goodness! And again, when the great Peter spoke to Him, when He questioned the disciples saying: "Whom do men say that I am?"—"Some said, Thou art Elijah; others said, a prophet." And when He said to them: "But whom do ye say that I am?" And answering, Peter said: "Thou art the Christ, the Son of the living God," (Matt. 16:13-16) Who cometh into the world. And straightway the Lord said to him: "Blessed art thou, Simon Bar-Jonah; because flesh and blood hath not revealed it to thee, but My Father Who is in the heavens. Thou art Peter, and upon this rock I will build My Church. To thee I will give the keys of the kingdom of the heavens; and all things whatsoever thou shalt bind upon the earth shall be bound in the heavens." (Matt. 16:17-19) And
Notes, col. 517

On the reading

Printed αὺτοῦ, for αὐτοῦ.

PG 28:520Read from the page
τοσαύτας ἐπαγγελίας λαβὼν, εἶπε τῷ Κυρίῳ· « Ἀκολουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ, καὶ θήσω τὴν ψυχήν μου ὑπὲρ σοῦ. » Εὐθέως εἶπε πρὸς αὐτὸν ὁ Κύριος· « Ἀμὴν λέγω σοι· σήμερον πρὸ τοῦ ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. » Καὶ ἀρθέντος τοῦ Κυρίου εἰς τὸν οἶκον τοῦ Καϊάφα, καὶ παντὸς τοῦ συνεδρίου μετὰ τοῦ Καϊάφα, καὶ τοῦ Πέτρου ἑστῶτος ἐν τῷ πυλῶνι, ὃν καὶ ἰδὼν ὁ παῖς εἶπε πρὸς αὐτόν· Οὐκ εἶ σὺ μετ' αὐτοῦ; Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτόν· Οὐκ εἰμί. Καὶ πάλιν τῆς θυρωροῦ εἰπούσης πρὸς αὐτόν· Μὴ καὶ σὺ ἐκ τῶν Γαλιλαίων εἶ; Ἀπεκρίθη καὶ εἶπεν· Οὐκ εἰμί. Καὶ τοῦ ὑπηρέτου ἐπερωτήσαντος αὐτὸν, ἠρνήσατο, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ στραφεὶς ὁ τῶν ὅλων Κύριος προσέσχε τῷ Πέτρῳ· καὶ ἐδάκρυσεν ὁ Πέτρος, καὶ διὰ τῶν δακρύων ἀπενίψατο τὴν ἄρνησιν ἐν αὐτῇ τῇ μετανοίᾳ. Καὶ πάλιν ὁ ἅγιος προφήτης εἶπεν· « Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ. » Εἰ ἄστρα οὐ καθαρὰ, πῶς σὺ τὸν καθαρὸν καὶ εὔσπλαγχνον, καὶ φιλάνθρωπον Θεὸν
having received so many promises, he said to the Lord: "I will follow Thee whithersoever Thou goest, and I will lay down my soul for Thee." Straightway the Lord said to him: "Amen I say to thee: today, before the cock crow, thrice shalt thou deny Me." (Luke 22:33-34) And when the Lord had been taken away into the house of Caiaphas, and all the council was with Caiaphas, and Peter was standing in the porch, whom also the servant-boy seeing said to him: Art not thou with Him? But Peter said to him: I am not. And again, when the maid-doorkeeper said to him: Art not thou also of the Galilaeans? He answered and said: I am not. And when the attendant questioned him, he denied, and straightway a cock crew. And turning, the Lord of all looked upon Peter; and Peter wept, and through his tears washed away the denial in that very repentance (Luke 22:54-62). And again the holy prophet said: "And the stars are not pure before Him." (Job 25:5) If the stars are not pure, how dost thou [call] the pure and compassionate and loving God
10. Εἴπωμεν καὶ πρὸς τὸν δείλαιον Φρύγα τὸν λέγοντα μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος ἐπιδεδημηκέναι Μοντανὸν καὶ Πρίσκιλλαν. Ταῦτα γρεῶν πτύσματα ἴσως ὡς κεκεπφωμένων. Πῶς δύναται μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος πάλιν προφήτης ἐπιδεδημηκέναι; Οὐκ ἤκουσας, ὅτι ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου; Ἄκουσον σὺ, λαὲ τοῦ Κυρίου. Ὥσπερ βασιλεὺς μέλλει καταντᾷν ἔν τινι πόλει, καὶ ἀποστέλλει σημάντορας λέγων· Ἰδοὺ ποίῳ σχήματι μέλλω ἔρχεσθαι. Ἐὰν δε ἐπιδημήσῃ, καὶ ἐπιγνῶσι τὴν ἐνσημανθεῖσαν ἐπιδημίαν, προσκυνοῦντες αὐτὸν, οὐκ ἔτι χρεία τοῦ σημαίνοντος· αὐτοψὶ γὰρ ἑώρακα αὐτὸν τὸν σημανθέντα. Ἐὰν δέ τις εἴπῃ ἐν αὐτῇ τῇ πόλει, ὅτι μέλλει ἔσεσθαι ὁ βασιλεὺς, οὐκ ἂν καταπτύσωσιν αὐτοῦ οἱ ἐν τῇ πόλει λέγοντες, ὅτι· Ὅν ἑωράκαμεν καὶ ἔχομεν μεθ' ἑαυτῶν, πῶς σὺ λέγεις, ὅτι σημαίνω ὑπάρχειν ἄλλον; Καὶ οὗτοι τοίνυν σὺν ταῖς ἄλλαις αἱρέσεσιν ἀπώλοντο
10. Let us speak also to the wretched Phrygian who saith that after the sojourn of the Saviour, Montanus and Priscilla have sojourned here. These are the spittings of old women, perhaps as of simpletons gulled like petrels. How can a prophet again have sojourned here after the sojourn of the Saviour? Hast thou not heard that the law and the prophets were until John (Matt. 11:13)? Hear thou, O people of the Lord. Just as a king is about to arrive in a certain city, and sendeth heralds beforehand saying: Behold in what fashion I am about to come. But if he arrive, and they recognize the arrival that had been signified beforehand, worshipping him, there is no longer need of him who signifieth it; for with mine own eyes I have seen the very one who was signified. And if anyone say in that city that the king is about to be here, would not those in the city spit upon him, saying: Him whom we have seen and have with ourselves, how sayest thou: I signify that there is another? And these therefore perished together with the other heresies.
11. Εἴπωμεν καὶ πρὸς τὴν νέαν αἵρεσιν, τὴν ἐκ Συρίας ἐλθοῦσαν εἰς Αἴγυπτον, τοὺς Ἀπολλιναριστάς· καινὸν δόγμα προσενέγκαντος Ἀπολλιναρίου, σῶμα μόνον λαβόντα Θεὸν ἐκ τῆς ἀχράντου καὶ ἀειπαρθένου Μαρίας, καὶ αὐτὸν τὸν Θεὸν Λόγον ἀντὶ ψυχῆς ὄντα. Ὢ ἀτελέστατε καὶ ἄψυχε! Ει, τελείου
11. Let us speak also to the new heresy which came from Syria into Egypt, the Apollinarians; Apollinarius having brought forward a new dogma, that God took a body only from the spotless and ever-virgin Mary, and that God the Word Himself was in place of a soul. O most imperfect and soulless one! If, when the perfect
Notes, col. 520

On the reading

Printed γρεῶν, for γραιῶν.

Printed δε, for δὲ.

Printed Ει, for Εἰ.

PG 28:521Read from the page
τοῦ ἀνθρώπου παρὰ τὴν ἐντολὴν πράξαντος, καὶ ἐκβληθέντος τοῦ παραδείσου, καὶ εἰς θάνατον καταπεσόντος, μερικῶς ἔσωζε τὸν ἄνθρωπον· καὶ πῶς ἔμελλε σώζεσθαι ἡ ψυχή; Οὐκ ἤκουσας τοῦ μεγάλου προφήτου Ἠσαΐου κατὰ τῆς ἀθεΐας σου κηρύσσοντος, ὅτι « Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλοῦσι τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος. » Μὴ εἶπεν, ὅτι Σὰρξ οὐ παιδίον καὶ υἱὸς ἐγεννήθη. Γνῶθι, ἀσύνετε, ὅτι, παιδίον λέγων, τέλειον ἄνθρωπον δείκνυσι. Δειχθέντος τοίνυν τοῦ τελείου, ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς, ἁπλῇ τῇ φωνῇ λέγει· « Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν. » Καὶ αὐτὸς ὁ Κύριος λέγει· « Νῦν ἡ ψυχή μου τετάρακται. » Εἰς τίνα φθάνει αὕτη ἡ φωνή; εἰς τὸν Θεὸν Λόγον; Ἄπαγε! Ὁ ἀτάραχος Θεὸς Λόγος, ἐλθὼν τὴν ταραχὴν παῦσαι, αὐτὸς ἔλεγε τὴν φωνήν; Ἀλλὰ τὸ σῶμα μᾶλλον θέλεις λέγειν, ὅτι αὐτὸ εἶπε; σφάλλῃ, καθ' ἑαυτὸ τὸ σῶμα ἀκίνητόν ἐστιν, εἰ μὴ ἡ ψυχὴ ἦν ἐν αὐτῷ. Οὐκ ἤκουσας Μωσέως λέγοντος· « Ἐμφάνισόν μοι σαυτόν; » καὶ εὐθέως ἀκούει· « Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. » Μετὰ δὲ τὸ τεθῆναι τὸ σῶμα ἐν τῷ μνημείῳ σὺν τοῖς σώμασι, πῶς κατήρχετο ἡ θεότης ἐν τῷ ᾅδῃ σῶσαι τὰς ψυχὰς γυμνή; Μᾶλλον ἀπολέσαι αὐτὰς κατήρχετο, ἢ σῶσαι. Οὐδεὶς γὰρ ἠδύνατο ἰδεῖν τὴν θεότητα γυμνὴν καὶ σωθῆναι. Οὐκοῦν ἄρα τῆς ψυχῆς χρεία· ἵνα ἐν τῇ ψυχῇ δυνηθῶσιν αἱ ψυχαὶ σωθῆναι. Καὶ πάλιν αὐτὸς ὁ Κύριος λέγει· « Ὁ καλὸς ποιμὴν τὴν ψυχὴν τίθησιν ὑπὲρ τῶν προβάτων. Ἐγώ εἰμι ὁ καλὸς ποιμήν. » Καὶ πάλιν λέγει· « Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ πάλιν ἆραι αὐτήν. » Καὶ πάλιν χρηματίζει ὁ ἄγγελος τῷ Ἰωσὴφ ἐν τῇ Αἰγύπτῳ, καὶ λέγει αὐτῷ· « Ἀναστὰς, ἆρον τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, ἰδοὺ γὰρ τεθνήκασιν οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. » Ἰδοὺ πάντη μαρτυρεῖται ἐν ταῖς θείαις Γραφαῖς περὶ τῆς ἐπιδημίας τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου Θεοῦ Λόγου, ὅτι τέλειον τὸν ναὸν, ἄνθρωπον ἐφόρεσε γενόμενος ἄνθρωπος, ἵνα σωθῇ πᾶν τὸ γένος ἡμῶν τῶν ἀνθρώπων. Ἀλλὰ τί ἐρεῖς, ὅτι διὰ Ἠσαΐου εἶπε πρὸς τοὺς Ἰουδαίους· « Τὰς νεομηνίας
man acted contrary to the commandment, and was cast out of paradise, and fell down into death, He saved man only in part, then how was the soul about to be saved? Hast thou not heard the great prophet Isaiah proclaiming against thy godlessness, that "Unto us a child is born, and unto us a son is given, whose government is upon his shoulder, and they call his name Angel of Great Counsel"? (Isa. 9:6) He did not say that flesh, not a child and a son, was born. Know, O senseless one, that in saying a child, he showeth a perfect man. The perfect man therefore having been shown, the great evangelist John, the son of thunder, saith with simple voice: "In the beginning was the Word, and the Word was with God, and God was the Word. This One was in the beginning with God. All things were made through Him, and without Him was made nothing." (John 1:1-3) And the Lord Himself saith: "Now is My soul troubled." (John 12:27) Unto whom doth this voice pertain? unto God the Word? Away with the thought! Did the untroubled God the Word, having come to make trouble cease, Himself utter that voice? Or wilt thou rather say of the body, that it uttered it? Thou errest; of itself the body is motionless, unless the soul was in it. Hast thou not heard Moses saying: "Manifest Thyself to me"? and straightway he heareth: "No one shall see My face, and live." (Exod. 33:18, 20) And after the body was laid in the tomb with the bodies, how did the Godhead descend naked into Hades to save the souls? Rather would He have descended to destroy them than to save them. For no one was able to see the naked Godhead and be saved. Therefore indeed there was need of the soul, that in the soul the souls might be able to be saved. And again the Lord Himself saith: "The good shepherd layeth down His soul for the sheep. I am the good shepherd." (John 10:11) And again He saith: "I have authority to lay down My soul, and again to take it." (John 10:18) And again the angel warneth Joseph in Egypt, and saith to him: "Arise, take the child and His mother, for behold those who sought the soul of the child are dead." (Matt. 2:20) Behold everywhere witness is borne in the divine Scriptures concerning the sojourn of the good and loving God the Word, that having become man He wore the temple, a man, as perfect, that the whole race of us men might be saved. But what wilt thou say, because through Isaiah He said to the Jews: "Your new moons
PG 28:523Read from the page
ὑμῶν. καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου; » Ἀφρονέστατε. Ὥσπερ διὰ τούτου τοῦ μεγάλου προφήτου· « Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. » Καὶ πάλιν· « Παιδίον ἐγεννήθη· » καὶ πάλιν, ὅτι « Ἄνθρωπός ἐστι, » καὶ, « Τίς γνώσεται αὐτόν; » καὶ περὶ τούτου ἐσήμανε δι' ἑαυτοῦ ὁ Κύριος, ὅτι ἐν τῇ ἐπιδημίᾳ, μέλλοντος αὐτοῦ τοιαῦτα καὶ τηλικαῦτα σημεῖα καὶ τέρατα ποιεῖσθαι ἐν Σαββάτοις, καὶ ἀντὶ τοῦ εὐλογεῖν αὐτὸν, ὑποβαλλόμενοι ὑπὸ τοῦ διαβόλου, ὕβριζον αὐτόν. Διὰ τοῦτο, καθὼς προεῖπον, καὶ αὐτὸ προεσημαίνετο. Λοιπὸν πρὸς ταῦτα τί λέγεις, ὦ ἄψυχε; Καὶ σὺ σὺν ταῖς ἄλλαις αἱρέσεσιν ἀπόλου.
of you, and your Sabbaths my soul hateth? O most senseless one. Even as through this great prophet: Behold, the Virgin shall conceive in the womb and shall bring forth a son, and they shall call His name Emmanuel. And again: A young Child was born; and again, that He is a man, and, Who shall know Him? And concerning this the Lord Himself signified through Himself, that at His sojourn, when He was about to work such and so great signs and wonders on the Sabbaths, instead of blessing Him, being instigated by the devil, they insulted Him. On this account, even as I said before, this very thing also was foresignified. What then dost thou say to these things, O soulless one? Perish thou also together with the other heresies.
12. Ἡ δὲ καθολικὴ Ἐκκλησία αὕτη, ὀρθῶς ἀναγνοῦσα καὶ ἀκριβῶς ἐρευνήσασα τὰς θείας Γραφὰς, ἐπῳκοδόμησεν ἑαυτὴν ἐπὶ τὴν πέτραν, ἡ τελεία περιστερὰ, ἡ κατέχουσα τὸν οἴακα τῆς ὀρθῆς καὶ εὐσεβοῦς πίστεως ἐν τῷ σκάφει τῷ ἀποστολικῷ. Τῶν κυμάτων προσρασσόντων τῇ ἀκινήτῳ πέτρᾳ, καὶ ἐπαφριζόντων, εἰς ἑαυτὰ ἀναλυόμενα ἐξαφανίζονται. Τρικυμίας δὲ ἡγοῦ πάσας τὰς αἱρέσεις. Ἡμεῖς δὲ, παρακαλῶ, τούτῳ τῷ τριπλόκῳ καὶ ἀδιαιρέτῳ σχοινίῳ τὰ δράγματα σφίγξωμεν, τὰς ἐντολὰς ποιοῦντες λέγω, ἵνα καταντήσωμεν ἐκεῖ εἰς τὸν λιμένα τὸν σωτήριον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ εἴπῃ ὁ Θεὸς Λόγος, ὁ Υἱὸς ἡ σοφία τοῦ Πατρός· « Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκας, » καὶ καταξιώσῃ εἰπεῖν καὶ πρὸς ἡμᾶς· εὖ, δοῦλοι πιστοὶ καὶ ἀγαθοί· ἐπὶ ὀλίγα ἦτε πιστοὶ, ἐπὶ πολλῶν καταστήσω ὑμᾶς, εἰσέλθετε εἰς την ἡτοιμασμένην ὑμῖν βασιλείαν. Γένοιτο! Ἀμήν.
12. But this Catholic Church, having rightly read and accurately searched the divine Scriptures, hath built herself upon the rock, the perfect dove, she that holdeth the helm of the right and pious faith in the apostolic vessel. When the waves dash against the immovable rock and foam over, being dissolved into themselves they vanish away. And count all the heresies as triple waves. But let us, I beseech you, bind fast the sheaves with this threefold and undivided cord, doing the commandments I mean, that we may arrive yonder at the saving haven in the kingdom of the heavens, and that God the Word, the Son, the Wisdom of the Father, may say: Behold, I and the children whom Thou hast given Me, and may vouchsafe to say unto us also: Well done, good and faithful servants; over a few things ye were faithful, over many things will I set you; enter ye into the kingdom prepared for you. So be it! Amen.
IN HISTORIAM DE MELCHISEDEC ADMONITIO.
ADMONITION ON THE HISTORY OF MELCHISEDEC.
Propalam est hoc opusculum non esse Athanasii, sed nugacissimi cujusdam Graeculi, qui commentum hoc suum ut evulgaret, Athanasio ausus est ascribere. Unde miramur eruditum quemdam hujus aevi scriptorem, adeo ineptam historiam Athanasio asserere voluisse. Quid magis enim anilem sapit fabulam, quam narratio illa, de Melchi rege Salem, qui cum diis vellet immolare, Melchisedeco filio jussit ut afferret vitulos. Repugnantem Melchisedecum ipsum sacrificio destinavit ; cum uxore sortem misit ut sciret uter ex duobus filiis sacrificio offerendus esset : in primogenitum patri charissimum sors cadit : ducitur ille immolandus cum quingentis aliis adolescentibus, ex aliaque parte trecentis una mactandis. Beneficio sortis servatus Melchisedec, rogat Deum ut absorbeantur ii qui diis immolabant, tum hiscente terra absorbetur tota civitas, nec uno quidem superstite. In densam silvam secedit Melchisedec per septennium, ubi dorsum ejus instar testudinis occalluit, ungues ad palmi longitudinem crescunt, et similia deliramenta, quae etiamsi non essent alias aperte repudianda, vel ex hoc uno damnanda quod non semel cum Scriptura manifeste pugnent. Praeterea sub finem opusculi ita de Nicaena synodo sermo habetur, quasi jamdiu, neque hujusce scriptoris aevo, celebrata, ut vox κατὰ καιρούς indicare videtur. Satis antiqua tamen est haec historia, utpote quae in codice Regio exstet ab annis plus septingentis descripto. Caeterum magna est codicum varietas, quia quisque librarius, hujusmodi conspectis nugis, novas arbitratu suo nugas adjecit.
It is quite plain that this opuscule is not of Athanasius, but of some most trifling Greekling, who, that he might publish abroad this figment of his own, dared to ascribe it to Athanasius. Wherefore we marvel that a certain learned writer of this age wished to claim so absurd a history for Athanasius. For what savours more of an old wives' tale than that narrative concerning Melchi king of Salem, who, when he wished to sacrifice to the gods, ordered his son Melchisedec to bring calves. When Melchisedec resisted, he destined him himself for the sacrifice; with his wife he cast lots to know which of the two sons was to be offered in sacrifice: the lot falls upon the firstborn, dearest to his father: he is led away to be sacrificed together with five hundred other youths, and on the other side three hundred to be slaughtered together. Saved by the benefit of the lot, Melchisedec prays to God that those who were sacrificing to the gods may be swallowed up; then, as the earth gapes open, the whole city is swallowed up, with not even a single one surviving. Melchisedec withdraws into a dense forest for seven years, where his back grew calloused like a tortoise, his nails grow to the length of a palm, and similar ravings, which even if they were not otherwise to be openly rejected, ought to be condemned from this one fact alone, that more than once they manifestly conflict with Scripture. Moreover, towards the end of the opuscule mention is made of the Nicene Synod in such a way as though it had been celebrated long ago, and not in the age of this writer, as the expression according to the times seems to indicate. Nevertheless, this history is fairly ancient, inasmuch as it is extant in a Royal codex copied more than seven hundred years ago. For the rest, great is the variety of the codices, because every copyist, upon beholding trifles of this sort, added new trifles at his own pleasure.
Notes, col. 523

On the reading

Printed την, for τὴν.