7. Εἴπωμεν καὶ πρὸς τοὺς ἀσεβεστάτους Μανιχαίους, τοὺς τρυγιοὺς τῶν κακῶν. Ὦ ἀσεβέστατοι Μανιχαῖοι, λέγετε δύο ὑποστάσεις εἶναι, ἀγαθοῦ τε καὶ πονηροῦ; Καὶ λέγεις τὸν πονηρὸν θέλοντα μάχεσθαι τῷ ἀγαθῷ, ἵνα λάβῃ μέρος τι· καὶ ὁ ἀγαθὸς, φησὶν, ἀγαθὸς ὢν καὶ μὴ θέλων μάχεσθαι, δέδωκε παραχωρήσας μέρος τι τῷ πονηρῷ, καὶ γέγονε τῷ πονηρῷ ἓν ἥμισυ μέρος, καὶ τῷ ἀγαθῷ ἥμισυ μέρος. Καὶ μεταμεληθὲν, φησὶν, ἦλθε τὸ ἀγαθὸν παρασκευάσασθαι εἰς πόλεμον, καὶ ἐσχημάτισεν ἑαυτὸν ἐν τῷ τοῦ πονηροῦ σχήματι. Ἀλλ', ὦ ἀσεβέστατε Μανιχαῖε, ὅτε ὁλόκληρον ἦν τὸ ἀγαθὸν, λέγεις, Οὐκ ἠθέλησε μάχεσθαι, καὶ ὅτε ἥμισυ γέγονεν, ὡς λέγεις, εἰς πόλεμον ἦλθε. Διὰ τοῦτο λέγει ὁ ἀσεβέστατος Μανιχαῖος, ὅτι « Ἦλθον ζητῆσαι τὸ ἀπολωλός. » Ὢ πολλῆς ἀφροσύνης! Ποῦ οὖν ἔτι ἀγαθοῦ γνώρισμα; Μάλιστα ὅτι καὶ τοῦ πονηροῦ σχῆμα ἀνέλαβε κατὰ σέ. Ὥσπερ οἰκοδεσπότου γυναῖκα ἐὰν ζωγράφος γράψῃ ἐν εἰκόνι παραχρῆμα ἀσέμνως, καὶ παρερχόμενος ὁ οἰκοδεσπότης ἴδῃ τὴν ἰδίαν γαμετὴν παρὰ σχῆμα οὖσαν, οὐκ, ὀργισθεὶς καὶ πλήρης θυμοῦ γινόμενος ἀναιρήσει τὸν τοῦτο τολμήσαντα ποιῆσαι; Πόσῳ μᾶλλον τὸν λέγοντα, ὅτι τοῦ πονηροῦ σχῆμα ἀνέλαβεν; Ἰσχυρότερόν ἐστι τοίνυν, οὗ ἀπεχρήσατο τὸ σχῆμα. Ταῦτα τῶν ἀφρόνων καὶ ἀσεβῶν τὰ τολμήματα. Ὦ ἀσεβέστατε τρυγιὲ τῶν κακῶν Μανιχαῖε, οὐκ ἤκουσας τοῦ Ματθαίου λέγοντος περὶ τῆς ἐνανθρωπήσεως· « Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ; » Ἀλλ' ἐρεῖ, ὅτι Οὐ δέχομαι τὴν Παλαιάν. Καὶ ἐγὼ ἐρῶ πρὸς αὐτόν· Διὰ τί οὐ δέχῃ τὴν Παλαιάν; Οὐκ ἤκουσας αὐτοῦ τοῦ Κυρίου λέγοντος τοῖς ἀσεβεστάτοις καὶ ἀχαρίστοις Ἰουδαίοις· « Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, ὅτι Μωσῆς περὶ ἐμοῦ ἐλάλησε. » Τί ἐλάλησεν, ὦ Κύριε; « Προφήτην ὑμῖν ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. » Τοῦτον τὸν προφήτην ὡμολόγει ἡ μακαρία Σαμαρεῖτις λέγουσα· « Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ. » Εἰ καὶ ἄνθρωπον καὶ Κύριον καὶ προφήτην ὡμολόγει ἡ μακαρία Σαμαρεῖτις· ἰδοὺ πάντη καὶ ὁ νόμος καὶ οἱ προφῆται, οἱ μεγάλοι καὶ οἱ ἅγιοι ὁμολογοῦσι. Πῶς δύναται βότρυς εἶναι ἄνευ ἀμπέλου; Πῶς δύναται βεβαιωθῆναι πᾶσα πραγματεία, καὶ ἡ εἰς τὸν κόσμον μέλλουσα ἔσεσθαι σωτηρία; Ὁμολογήσουσιν οἱ σημάντορες οἱ μεγάλοι προφῆται καὶ ὁ νόμος· μάλιστα αὐτοῦ τοῦ Κυρίου λέγοντος, ὅτι
7. Let us speak also to the most impious Manichaeans, the dregs of evils. O most impious Manichaeans, do you say that there are two substances, of good and of evil? And you say that the evil one wished to fight with the good, that he might take some part; and the good one, he says, being good and not wishing to fight, gave way and yielded some part to the evil one, and there came to be for the evil one one and a half parts, and for the good one a half part. And having repented, he says, the good came to prepare itself for war, and fashioned itself in the form of the evil one. But, O most impious Manichaean, when the good was whole, you say, it did not wish to fight, and when it became half, as you say, it came into war. On this account the most impious Manichaean says: I came to seek that which was lost. (Luke 19:10) O great folly! Where then is there any longer a mark of good? Especially since according to you it even took up the form of the evil one. Just as if a painter should paint the wife of a householder in a picture on the spot indecently, and the householder passing by should see his own wife in an unseemly form, will he not, growing angry and becoming full of wrath, destroy him who dared to do this? How much more him who says that He took up the form of the evil one? Stronger therefore is that whose form He used. These are the audacities of foolish and impious men. O most impious dregs of evils, Manichaean, did you not hear Matthew saying concerning the incarnation: The book of the generation of Jesus Christ, the son of David, the son of Abraham? (Matt. 1:1) But he will say, I do not accept the Old Testament. And I will say to him: Why do you not accept the Old Testament? Did you not hear the Lord Himself saying to the most impious and ungrateful Jews: If you believed Moses, you would believe Me, for Moses spoke concerning Me? (John 5:46) What did he speak, O Lord? A prophet shall the Lord raise up for you from your brethren, like me. (Deut. 18:15) This prophet the blessed Samaritan woman confessed, saying: Lord, I perceive that Thou art a prophet. (John 4:19) If the blessed Samaritan woman confessed Him both man and Lord and prophet—behold, everywhere both the law and the prophets, the great and the holy ones, confess Him. How can there be a cluster of grapes without a vine? How can the whole dispensation, and the salvation that is about to be for the world, be confirmed? The indicators, the great prophets and the law, will confess it; especially since the Lord Himself says that