ὁρῶν πανταχοῦ· ἔπειτα σημαίνει πολλάκις ἑαυτὸν προθέμενον ἐλθεῖν διὰ τὸν εἰς αὐτοὺς πόθον, καὶ τέως μὴ δεδυνῆσθαι. Καὶ λοιπὸν διδασκαλικὴν τὴν Ἐπιστολὴν ποιεῖται περὶ κλήσεως ἐθνῶν, καὶ ὅτι ἡ περιτομὴ ἕως καιροῦ ἦν, καὶ νῦν πέπαυται· καὶ ὅτι διὰ τοῦ Χριστοῦ λέλυται τὸ παράπτωμα τοῦ Ἀδὰμ, καὶ ἡ σκιὰ τοῦ νόμου παρῆλθε. Τὴν μὲν οὖν κλῆσιν τῶν ἐθνῶν ἀκολούθως γεγενῆσθαι κατασκευάζει οὕτως, ἀποδεικνὺς πᾶσιν ἀνθρώποις ἔμφυτον εἶναι τὸν νόμον, καὶ πάντας ἀδιδάκτῳ τῇ φύσει καὶ ἀπ' αὐτῆς τῆς κτίσεως δύνασθαι γινώσκειν τὸν Θεόν. Διὸ καὶ εἰκότως αἰτιᾶται πρῶτον Ἕλληνας, ὡς τοῦ μὲν Θεοῦ φανερώσαντος αὐτοῖς ἐκ τῶν ποιημάτων τοῦ κόσμου τὴν περὶ ἑαυτοῦ γνῶσιν, καὶ τῆς ἀϊδίου δυνάμεως αὐτοῦ, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ἐν ᾧ καὶ δι' οὗ τὰ πάντα πεποίηκεν· ἐκείνους δὲ μὴ ἐγνωκέναι μᾶλλον ἐκ τῶν κτισμάτων εἶναι Θεὸν τὸν τούτων δημιουργόν· ἀλλὰ τοὐναντίον αὐτὰ τὰ ποιήματα θεοποιήσαντας, καὶ τῇ κτίσει μᾶλλον ἢ τῷ κτίστῃ λατρεύσαντας. Αἰτιᾶται δὲ καὶ Ἰουδαίους, ὡς μὴ φυλάξαντας τὸν νόμον· ἀλλὰ καὶ μᾶλλον διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάσαντας. Καὶ οὕτως ἀμφότερα τὰ μέρη Ἰουδαίους τε καὶ Ἕλληνας ἐλέγχει, καὶ συγκλείει ἐπὶ παρανομίᾳ· ἵνα δείξῃ, ὅτι ἴσοι γενόμενοι οἱ πάντες, ὡς ὑπεύθυνοι ἐπίσης, καὶ τοῦ Λυτρουμένου δέονται. Τῆς δὲ χάριτος καὶ λυτρώσεως ἐπίσης καὶ τοῖς Ἰουδαίοις γενομένης καὶ τοῖς ἔθνεσιν, εἰκότως καὶ ἡ κλῆσις γέγονε τῶν ἐθνῶν· τῆς δὲ κλήσεως τῶν ἐθνῶν γενομένης, ἐξ ἀνάγκης πέπαυται ἡ περιτομὴ καὶ ἡ ἐν τῷ νόμῳ σκιά. Ὁ γὰρ Ἀβραὰμ, φησὶν, οὐκ ἐν περιτομῇ, ἀλλὰ πρὸ τῆς περιτομῆς δικαιωθεὶς, μετωνομάσθη μὲν Ἀβραὰμ, ὅτι πατὴρ πολλῶν ἐθνῶν ἔμελλεν εἶναι, κατὰ τὴν ἐν τῇ ἀκροβυστίᾳ πίστιν· ἔλαβε δὲ μετὰ τὸ δικαιωθῆναι, καὶ τὴν περιτομὴν ἐν τῇ σαρκὶ, ἵνα σημεῖον ᾖ τοῖς κατὰ σάρκα γεννωμένοις ἐξ αὐτοῦ παύσεσθαι τότε περιτομὴν, ὅταν τὰ ἔθνη γένηται τέκνα τοῦ Ἀβραὰμ, ἀρξάμενα πολιτεύεσθαι κατὰ τὴν πίστιν τοῦ Ἀβραὰμ, ἐν ᾗ ἐδικαιώθη, ὅτε ἦν ἐν ἀκροβυστίᾳ. Τούτων γὰρ χάριν καὶ μετωνομάσθη ἀπὸ Ἀβρὰμ, Ἀβραάμ. Ἀνάγκη δὲ, ἐλθόντων τῶν σημαινομένων, παύεσθαι τὸ σημαῖνον. Εἰ μὲν οὖν τὰ ἔθνη ἀναγκάζουσι περιτέμνεσθαι, παυέτωσαν καὶ τὸ ὄνομα τοῦ Ἀβραὰμ, καὶ καλείσθω Ἀβράμ· εἰ δὲ Ἀβραὰμ παρὰ τοῦ Θεοῦ μετωνομάσθη, οὐ δεῖ περιτέμνεσθαι τὰ ἔθνη· ἀλλ' οὐδὲ αὐτοὺς ἔτι τοὺς κατὰ σάρκα Ἰουδαίους, ἵνα ᾖ τὸ ὄνομα βέβαιον, καὶ πατὴρ πολλῶν ἐθνῶν καλῆται. Καὶ γὰρ οὐ χρείαν ἔχει λοιπόν τις περιτέμνεσθαι, ἀρκούμενος τῇ πίστει τοῦ Ἀβραάμ· ἀλλ' οὐδὲ τῆς ἄλλης τῆς ἐν τῷ νόμῳ σκιᾶς. Οὐ γὰρ ἐκ τούτων, ἀλλ' ἐκ πίστεως δικαιοῦταί τις, καθάπερ καὶ Ἀβραάμ. Ταῦτα οὕτως κατασκευάσας, ἀποδείκνυσι πάλιν, ὅτι ἄλλως οὐκ ἂν γένοιτο λύτρωσις καὶ χάρις τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσιν, εἰ μὴ λυθῇ ἡ ἀρχαία ἁμαρτία, ἡ διὰ τοῦ Ἀδὰμ εἰς ἅπαντας γενομένη. Δι' ἄλλου δὲ ταύτην μὴ δύνασθαι ἐξαλιφῆναί φησιν, ἢ διὰ τοῦ Υἱοῦ, δι' οὗ καὶ ἐξ ἀρχῆς ἡ κατάρα γέγονεν. Οὐ γὰρ δυνατὸν ἦν ἄλλον λῦσα⟨ι⟩ το παράπτωμα. Εἶτα γράφει, ὅτι ἄλλως τοῦτο οὐ μὴ γένη-
seeing it everywhere; next he signifies that oftentimes he had purposed to come because of his longing for them, and hitherto had not been able. And further he makes the Epistle didactic concerning the calling of the nations, and that circumcision was until a time, and now has ceased; and that through Christ the transgression of Adam has been loosed, and the shadow of the law has passed away. Now that the calling of the nations has consistently taken place he establishes thus, demonstrating that the law is innate in all men, and that all by untaught nature and from the creation itself are able to know God. Wherefore also reasonably he accuses first the Greeks, since God indeed manifested to them from the works of the world the knowledge concerning Himself, and of His everlasting power, which is His Word, in Whom and through Whom He made all things; yet they did not know rather from the creatures that God is the Creator of these, but on the contrary deified the works themselves, and worshipped the creation rather than the Creator. And he accuses also the Jews, as not having kept the law; but rather through the transgression of the law having dishonoured God. And thus he convicts both parties, both Jews and Greeks, and shuts them up under transgression; so that he may show that all, having become equal as equally accountable, have need also of the Redeemer. And since grace and redemption have equally come both to the Jews and to the nations, reasonably also the calling of the nations has taken place; and since the calling of the nations has taken place, of necessity circumcision has ceased and the shadow in the law. For Abraham, he says, having been justified not in circumcision, but before circumcision, was renamed Abraham indeed because he was to be father of many nations, according to the faith in uncircumcision; and he received after being justified also circumcision in the flesh, so that it might be a sign to those born according to the flesh from him that circumcision would cease then, when the nations should become children of Abraham, having begun to conduct themselves according to the faith of Abraham, in which he was justified when he was in uncircumcision. For on account of these things he was also renamed from Abram, Abraham. And of necessity, when the things signified have come, the sign ceases. If therefore they compel the nations to be circumcised, let them also make the name of Abraham to cease, and let him be called Abram; but if he was renamed Abraham by God, the nations must not be circumcised, nor even any longer the Jews according to the flesh themselves, so that the name may be sure, and he may be called father of many nations. For indeed no longer has anyone need to be circumcised, being sufficed by the faith of Abraham; nor even of the rest of the shadow in the law. For not from these, but from faith is anyone justified, just as Abraham also. Having established these things thus, he demonstrates again that otherwise redemption and grace could not come to Israel and to the nations, unless the ancient sin, which came through Adam unto all, be loosed. And through no other, he says, can this be blotted out than through the Son, through Whom also from the beginning the curse took place. For it was not possible for another to loose the transgression. Then he writes that otherwise this shall by no means come to pass-