Migne Reading Room

PG 28 · cols. 320–329 · Read from the page

Synopsis of Sacred Scripture

Synopsis of Sacred Scripture

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:320Read from the page
λίθον τίμιον, καὶ ἡδύσματα ἀμύθητα. Μετὰ δὲ θάνατον Σαλομῶνος, διεδέξατο ὁ υἱὸς αὐτοῦ Ῥοβοὰμ τὴν βασιλείαν· καὶ ἐπ' αὐτοῦ ἐσχίσθη ἡ ἀρχή· καὶ δέκα μὲν φυλαὶ ἀπῆλθον εἰς Σαμάρειαν· δύο δὲ ἔμειναν ἐν Ἱερουσαλὴμ, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν. Εἰσὶν οὖν τὰ ἐμπεριεχόμενα τούτῳ τῷ τρίτῳ βιβλίῳ πράξεις καὶ ἔτη βασιλέων τούτων· Σαλομῶνος βασιλέως πάντων ὁμοῦ. Μετὰ δὲ τὴν διαίρεσιν τῆς βασιλείας, ὡς εἴρηται, τῶν μὲν ἐν Ἰουδαίᾳ βασιλέων τῶν δύο φυλῶν, Ῥοβοὰμ, Ἀβιοῦ, Ἀσᾶ, καὶ Ἰωσαφάθ· τῶν δὲ ἐν Σαμαρείᾳ βασιλέων τῶν δέκα φυλῶν, Ἱεροβοὰμ, Ναβὰθ, Βαασᾶ, Ἠλὰν, Ζαμβρῆ, καὶ Ἀχαάβ. Καὶ περὶ προφητῶν δὲ διαλαμβάνει τούτων· Ναθὰν, καὶ Γὰδ, καὶ Ἀχιᾶ τοῦ Σηλωνίτου, καὶ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τῆς Σαμαρείας· καὶ περὶ Ἠλίου καὶ Ἐλισσαίου, καὶ τοῦ προφητεύσαντος τῷ Ἀχαὰβ περὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ τοῦ πατάξαντος αὐτὸν, καὶ ἐλέγξαντος τὸν Ἀχαάβ· καὶ ὅτι ἦσαν υἱοὶ τῶν προφητῶν καθ' ἑαυτοὺς ἀναχωροῦντες. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ, πῶς Ἠλίας προεφήτευσε, καὶ οὐκ ἔβρεξεν ἐπὶ ἔτη τρία, καὶ ὅτι οἱ κόρακες ἔφερον αὐτῷ διὰ ῥήματα Κυρίου πρωΐας μὲν ἄρτους, δείλης δὲ κρέα. Ἔν τε τῇ Σαρεφθὰ τῆς Σιδωνίας πεποίηκε διὰ ῥήματα Κυρίου μὴ ἐκλεῖψαι τῆς χήρας τὴν ὑδρίαν τοῦ ἀλεύρου, καὶ τὸν καμψάκην τοῦ ἐλαίου μὴ ἐλαττονηθῆναι. Καὶ τὸν μὲν υἱὸν αὐτῆς ἀποθανόντα ἤγειρεν εὐξάμενος· τοὺς δὲ προφήτας τοῦ Βάαλ ἐποίησεν ἀναιρεθῆναι, ὄντας τὸν ἀριθμὸν υνʹ. Καὶ τῇ μηλωτῇ δὲ ἐπάταξε τὸν Ἰορδάνην, καὶ διῃρέθη ἔνθα καὶ ἔνθα τὸ ὕδωρ, καὶ διέβη τῷ ποδὶ τὸν ποταμόν. Λήγει δὲ ἡ βίβλος αὕτη εἰς τὸν θάνατον τοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ, καὶ εἰς τὸν θάνατον Ἰωσαφὰτ βασιλέως Ἰούδα, καὶ εἰς τὴν ἀρχὴν βασιλείας Ὀχοζίου υἱοῦ Ἀχαὰβ, καὶ εἰς τὴν ἀρχὴν Ἰωρὰμ υἱοῦ Ἰωσαφὰτ βασιλέως Ἰούδα.
precious stone, and spices beyond telling. And after the death of Salomon, his son Roboam succeeded to the kingdom; and in his time the realm was rent; and ten tribes departed to Samaria, while two remained in Jerusalem, that of Juda and that of Benjamin. The contents of this third book, then, are the acts and years of these kings: of Salomon king of all together. And after the division of the kingdom, as has been said, of the kings of the two tribes in Judaea, Roboam, Abiou, Asa, and Josaphat; and of the kings of the ten tribes in Samaria, Jeroboam, Nabath, Baasa, Elan, Zambre, and Achaab. And it treats also concerning these prophets: Nathan, and Gad, and Achia the Selonite, and him who cried out against the altar of Samaria; and concerning Elias and Elissaeus, and him who prophesied to Achaab concerning the son of Ader, and him who struck him, and rebuked Achaab; and that there were sons of the prophets withdrawing by themselves. And there is in this book how Elias prophesied, and it did not rain for three years, and that the ravens brought him by the word of the Lord loaves in the morning, and flesh in the evening. And in Sarephtha of Sidonia he caused by the word of the Lord the widow's jar of meal not to fail, and the cruse of oil not to diminish. And her son who had died he raised up after praying; and the prophets of Baal he caused to be slain, being 450 in number. And with his sheepskin he struck the Jordan, and the water was divided hither and thither, and he crossed over the river on foot. And this book ends at the death of Achaab king of Israel, and at the death of Josaphat king of Juda, and at the beginning of the reign of Ochozias son of Achaab, and at the beginning of Joram son of Josaphat king of Juda.
Βίβλος δʹ, Βασιλειῶν.
Book 4, of Kingdoms.
16. Ἐν δὲ τῇ τετάρτῃ βίβλῳ ἐστὶ, πῶς οἱ δύο πεντηκόνταρχοι τοῦ Ὀχοζίου πυρὶ ἀνηλώθησαν διὰ ῥήματα Ἠλίου τοῦ προφήτου, καὶ ὅτι ἀνελήφθη Ἠλίας, καὶ ἐπανεπαύσατο ἐπὶ Ἐλισσαιὲ τὸ πνεῦμα Ἠλίου, καὶ γέγονεν αὐτῷ διπλᾶ ἐν πνεύματι· καὶ πῶς ὁ Ἠλισσαῖος τὸν μὲν υἱὸν τῆς Σουναμίτιδος ἀποθανόντα ἤγειρεν εὐξάμενος, τὸν δὲ Νεαιμὰν τὸν Σύρον ἐκαθάρισεν ἀπὸ τῆς λέπρας, τῆς τε γυναικὸς τοῦ προφήτου πεπλήρωκε τὰ ἀγγεῖα ἐλαίου ἐν λόγῳ Κυρίου, καὶ ἐπὶ τὰ ὀστᾶ δὲ αὐτοῦ μετὰ θάνατον ἐρρίφη νεκρὸς μονόζωνος, καὶ ὡς ἥψατο τῶν ὀστέων τοῦ προφήτου, ἀνέζησε· καὶ τῇ μηλωτῇ Ἠλίου ἐπάταξε τὸν Ἰορδάνην, καὶ διῃρέθη ἔνθεν καὶ ἔνθεν τὸ ὕδωρ, καὶ διέβη πεζῇ καὶ αὐτός. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ πῶς ὁ μὲν Σεναχηρεὶμ καὶ Ῥαψάκης, πολλὰ βλασφημήσαντες, ἐδιώχθησαν καὶ χιλιάδες ἀνδρῶν αὐτῶν ρπεʹ ἐν μιᾷ νυκτί. Ὁ δὲ βασιλεὺς Ἰωσίας καθεῖλε πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση ἐξέκοψε, καὶ πεποίηκε τὸ Πάσχα, ὡς γέγραπται νομίμως. Περιέχει δὲ ἡ βίβλος καὶ πράξεις βασιλέων καὶ ἔτη· τῶν μὲν ἐν Ἰουδαίᾳ Ἰωρὰμ, καὶ Ὀχοσίου καὶ Ἰωᾶς καὶ Ἀμεσσία, καὶ Ὀζίου, καὶ Ἰωάθαν, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, καὶ Μανασσῆ, καὶ Ἀμὼς, καὶ Ἰωσία, καὶ
16. And in the fourth book is how the two captains of fifty of Ochozias were consumed by fire through the words of Elias the prophet, and that Elias was taken up, and the spirit of Elias rested upon Elissaie, and there came to him a double portion in spirit; and how Elissaeus raised up the son of the Sunamite woman who had died, after praying, and cleansed Neaiman the Syrian from his leprosy, and filled the vessels of the wife of the prophet with oil by the word of the Lord, and upon his bones after death a dead man was cast by a marauding band, and when he touched the bones of the prophet, he came to life again; and with the sheepskin of Elias he struck the Jordan, and the water was divided on this side and on that, and he also crossed over on foot. And there is in this book also how Senachereim and Rapsakes, having blasphemed much, were driven away, and 185 thousand of their men in one night. And king Josias pulled down all the idols, and cut down the groves, and kept the Passover lawfully, as it is written. And the book contains also the acts and years of the kings: of those in Judaea, of Joram, and Ochosias, and Joas, and Amessias, and Ozias, and Joathan, and Achaz, and Ezekias, and Manasse, and Amos, and Josias, and
Notes, col. 320

On the reading

Printed ἐρρίφη, for ἐῤῥίφη.

PG 28:321Read from the page
Ἰωάχαζ, καὶ Ἐλιακεὶμ, καὶ Ἰωακεὶμ, καὶ Ματθανὰν, τοῦ καὶ Σεδεκία· τῶν δὲ ἐν Σαμαρείᾳ Ὀχοζίου, καὶ Ἰωρὰμ, καὶ Ἰοῦ, καὶ Ἰωάχαζ, καὶ Ἰωᾶς, καὶ Ἱεροβοὰμ, καὶ Ζαχαρίου, καὶ Σελλοὺμ, καὶ Μαναὴμ, καὶ Φακεσσίου, καὶ Φακὲς, καὶ Ὡσηέ· καὶ περὶ προφητῶν, Ἠλία, καὶ Ἐλισσαιὲ, καὶ Ἠσαΐου, καὶ Ἱερεμίου, καὶ ὅτι ἡ μὲν βασιλεία Σαμαρείας πέπαυται ἐπὶ Ὡσηὲ, υἱῷ Ἠλᾶ τῷ καὶ σφάξαντι τὸν Φακεὲ υἱὸν Ῥομελίου· ἡ δὲ τῆς Ἱερουσαλὴμ βασιλεία πέπαυται ἐπὶ Σεδεκίᾳ. Καὶ αὐτὸς γὰρ ἀπήχθη εἰς Βαβυλῶνα, καὶ ἀφαιρεθέντων αὐτοῦ τῶν ὀφθαλμῶν, εἰς μύλωνα ἐβλήθη ἔτη κϛʹ. Μετὰ ταῦτα, ὕψωσεν αὐτὸν τὸν Ἰωακεὶμ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδωκε αὐτῷ τὸν θρόνον ἐπάνω τῶν ἐκεῖ βασιλέων, καὶ συνήσθιε καὶ συνέπινε μετ' αὐτοῦ ἕως ἡμέρας ζωῆς αὐτοῦ. Καὶ ἐπὶ τούτοις λήγει τὸ βιβλίον, αἰχμαλωτισθέντος τοῦ λαοῦ, καὶ τῆς πόλεως πάσης ἁλούσης.
Joachaz, and Eliakeim, and Joakeim, and Matthanan, who is also Sedekias; and of those in Samaria, of Ochozias, and Joram, and Jehu, and Joachaz, and Joas, and Jeroboam, and Zacharias, and Selloum, and Manaem, and Phakessias, and Phakes, and Osee; and concerning the prophets, Elias, and Elissaie, and Esaias, and Jeremias, and that the kingdom of Samaria ceased under Osee, son of Ela, who also slew Phakee son of Romelias; and the kingdom of Jerusalem ceased under Sedekias. For he himself also was led away to Babylon, and when his eyes had been put out, he was cast into a millhouse for 26 years. After these things, the king of Babylon exalted Joakeim himself, and gave him his throne above the kings who were there, and he ate and drank with him until the day of his life. And at these things the book ends, the people having been led captive, and the whole city having been taken.
Ἐπιτομὴ πράξεων τῶν βασιλέων τῆς Ἰουδαίας καὶ Ἰσραήλ.
Epitome of the acts of the kings of Judaea and Israel.
17. Ἀρχῆθεν οὖν πάλιν ἀναληπτέον τὸν λόγον, καὶ κατ' ἐπιτομὴν ἐκθετέον τῶν πάντων βασιλέων, καὶ τῶν Ἰουδαίων, καὶ τῶν τῆς Σαμαρείας, τὰ ὀνόματα καὶ τὰς πράξεις, καὶ τὰ τῆς ἑκάστου βασιλείας ἔτη· καὶ πρῶτον περὶ τῶν βασιλέων Ἱερουσαλήμ. Μετὰ δὲ τὸ ἀπολέσθαι τὸν Σαοὺλ, βασιλεύσαντος ἔτη μʹ, Δαβὶδ βασιλεύει ἐπὶ πάντα τὸν Ἰσραὴλ, καὶ αὐτὸς ἔτη μʹ· οὕτως ἐν μὲν Χεβρῶν ἔτη ζʹ, ἐν δὲ παντὶ Ἰσραὴλ καὶ Ἰούδα ἔτη λγʹ· καὶ ἐποίησε τὸ εὐθὲς ἐν τελείᾳ καρδίᾳ. Ἐπὶ τούτου ἦσαν προφῆται Σαμουὴλ, Ναθὰν, Γάδ. Σαλομῶν ὁ υἱὸς Δαβὶδ ἐβασίλευσεν ἐπὶ πάντα τὸν λαὸν ἔτη μʹ καὶ αὐτός· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ αὐτοῦ ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιζʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἐσχίσθη ἡ βασιλεία, καὶ ἔμειναν μετ' αὐτοῦ μὲν ἐν Ἱερουσαλὴμ φυλαὶ δύο, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν· ἐν δὲ τῇ Σαμαρείᾳ φυλαὶ δέκα. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀχιὰς ὁ Σηλωνίτης, καὶ Σαμαίας, καὶ Ἀδδώ. Ἀβιοῦ υἱὸς αὐτοῦ ἔτη τρία. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία, ὡς Δαβὶδ, ἀλλὰ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ· Καὶ ἐπὶ τούτου ἦν Ἀδδὼ ὁ προφήτης. Ἀσσᾶ υἱὸς αὐτοῦ ἔτη μαʹ· καὶ ἐποίησε τὸ εὐθές· ἀλλ' ἔτι ἦν τὰ ὑψηλά. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀζαρίας υἱὸς Ὠδὴδ, καὶ Ἀναμῆ. Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κεʹ· καὶ ἐποίησε τὸ εὐθές· ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε. Καὶ μετὰ ταῦτα μέμψιν ἔσχεν ἀνομίας, ὅτι ἐφιλίασε τῷ Ὀχοζίᾳ βασιλεῖ Ἰσραὴλ, καὶ ἐκοινώνησεν αὐτῷ εἰς πλοίων πραγματείαν. Ἐπὶ τούτου ἦσαν προφῆται Ἠλίας, Ἐλισσαιὲ, Μιχαίας, καὶ Ἰοῦ ὁ τοῦ Ἀναμῆ, καὶ Ὀζιὴλ ὁ τοῦ Ζαχαρίου, καὶ Ἐλιαδᾶ ὁ τοῦ Ὠδιᾶ ἀπὸ Μαρίσης. Ἰωρὰμ υἱὸς αὐτοῦ ἔτη ηʹ· καὶ ἐποίησε τὸ πονηρόν. Εἶχε γὰρ γυναῖκα θυγατέρα Ἀχαάβ. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ· καὶ ἐποίησε τὸ πονηρόν. Μετ' αὐτὸν Γοθολία ἡ μήτηρ αὐτοῦ ἔτη ἑπτά. Ἰωᾶς υἱὸς Ὀχοζίου ἔτη μʹ. Οὗτος ἐφόνευσε Ζαχαρίαν, καὶ ἐποίησε τὸ εὐθὲς ἕως Ἰωδαὲ ὁ συνετὸς ἔζη, καὶ ἐφώτισεν αὐτόν. Τοῦτον ἀπέκτειναν οἱ δοῦλοι αὐτοῦ ἐν
17. From the beginning, then, we must take up the account again, and set forth in epitome the names and the acts of all the kings, both of the Jews and of Samaria, and the years of each one's reign; and first concerning the kings of Jerusalem. After Saul perished, having reigned 40 years, David reigns over all Israel, he also for 40 years: thus in Hebron 7 years, and over all Israel and Juda 33 years; and he did that which was right with a perfect heart. In his time were the prophets Samuel, Nathan, Gad. Salomon the son of David reigned over all the people 40 years himself also; and he did that which was evil. And in his time were the prophets Nathan and Gad. Roboam his son reigned 17 years; and he did that which was evil. In his time the kingdom was rent, and there remained with him in Jerusalem two tribes, that of Juda and that of Benjamin; and in Samaria ten tribes. In his time were the prophets Achias the Selonite, and Samaias, and Addo. Abiou his son, three years. And his heart was not perfect, like David, but he walked in the sins of his father. And in his time was Addo the prophet. Assa his son, 41 years; and he did that which was right; yet the high places still remained. In his time were the prophets Azarias son of Oded, and Aname. Josaphat his son, 25 years; and he did that which was right; yet the high places still existed. And after these things he incurred blame for lawlessness, because he made friendship with Ochozias king of Israel, and partnered with him in a venture of ships. In his time were the prophets Elias, Elissaie, Michaias, and Jehu the son of Aname, and Oziel the son of Zacharias, and Eliada the son of Odia from Marisa. Joram his son, 8 years; and he did that which was evil. For he had as wife the daughter of Achaab. And in his time were Elias and Elissaeus. Ochozias his son, 1 year; and he did that which was evil. After him Gotholia his mother, seven years. Joas son of Ochozias, 40 years. This man murdered Zacharias, and he did that which was right so long as Jodae the prudent lived and instructed him. Him his servants killed in
PG 28:324Read from the page
οἴκῳ Μαελώθ. Ἐπὶ τούτου ἐπροφήτευεν Ἀζαρίας [Ζαχαρίας] υἱὸς Ἰωδαέ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη κθʹ· καὶ ἐποίησεν ἐν ἀρχῇ τὸ εὐθὲς, ἀλλ' οὐχ ὡς Δαβίδ· ἔτι γὰρ ὁ λαὸς ἐθυσίαζεν ἐν τοῖς ὑψηλοῖς, καὶ τὰ ἄλση οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἐπροφήτευσαν προφῆται· ἀλλ' οὐκ ἐγράφησαν τὰ ὀνόματα αὐτῶν. Μετὰ ταῦτα μέντοι, Ἀμεσίας, πατάξας τοὺς ἐν Σηεὶρ, ἐπήρθη, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις τῶν Σηεὶρ, καὶ ἐπατάχθη παραδοθεὶς τοῖς ἐχθροῖς. Ἀζαρίας, αὐτός ἐστιν Ὀζίας, ἔτη νβʹ· καὶ ἐποίησε κατὰ τὴν ἀρχὴν τὸ εὐθὲς, ὡς ὁ Πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν. Εὐοδούμενος δὲ ἐπήρθη, καὶ ἠθέλησεν ἑαυτῷ θυμιάσαι ἐν τῷ ναῷ, ὅπερ μόνοις τοῖς ἱερεῦσιν ἔξεστι. Διὸ καὶ ἐλεπρώθη, ἀκούσας· « Οὐ σοὶ, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλὰ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, τοῖς ἡγιασμένοις. » Ἐπὶ τούτου προεφήτευσεν Ἠσαΐας. Ἰωάθαμ υἱὸς αὐτοῦ ἔτη ιϛʹ· καὶ ἐποίησε τὸ εὐθὲς, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἦν Ἠσαΐας. Ἀχὰζ, υἱὸς αὐτοῦ, ἔτη ιϛʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἠσαΐας καὶ Ὠδὴδ προφῆται. Ἐζεκίας υἱὸς αὐτοῦ ἔτη κθʹ· καὶ ἐποίησε τὸ εὐθὲς, ὡς Δαβὶδ τελείως. Οὗτος καθεῖλε τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐκρέμασε Μωϋσῆς. Καὶ ἐπὶ τούτου ἦν Ἠσαΐας. Ἐπὶ τούτου Σεναχηρεὶμ καὶ Ῥαψάκης, οἱ Ἀσσύριοι, βλασφημοῦντες, ἐπατάχθησαν μὲν αὐτοὶ μετὰ ταῦτα, ἐν μιᾷ δὲ νυκτὶ χιλιάδες ρπεʹ. Ἐξελθὼν ἄγγελος ἀνεῖλε. Νοσήσας δὲ Ἐζεκίας, καὶ μέλλων ἀποθνήσκειν, ἔλαβε προσθήκην ἔτη ιεʹ. Μανασσῆς υἱὸς αὐτοῦ ἔτη νεʹ· καὶ ἐποίησε τὸ πονηρόν. Οἷα γὰρ κατέσκαψεν Ἐζεκίας, ταῦτα οὗτος ἀνήγειρε· καὶ γέγονεν ἄλλος Ἱεροβοὰμ τῷ Ἰούδα, ὥστε καὶ δι' αὐτὸν παθεῖν τὴν Ἱερουσαλὴμ, ὡς τὴν Σαμάρειαν. Καὶ γὰρ ἐπ' αὐτοῦ ἐλέχθη· « Ὃς ἐξήμαρτε τὸν Ἰούδαν· » διὸ καὶ αἰχμάλωτος ἀπήχθη εἰς Βαβυλῶνα. Ἀλλ' ἐν τῇ αἰχμαλωσίᾳ, ὡς ἐν ταῖς Παραλιπομέναις γέγραπται, μετανοήσαντα αὐτὸν ἐπέστρεψεν ὁ Θεὸς εἰς τὴν Ἱερουσαλὴμ, καὶ πάλιν ἀντελάβετο τῆς βασιλείας· μετανοῶν τε καὶ διδάσκων τὸν λαὸν δουλεύειν τῷ Θεῷ ἐτελεύτησεν. Οὐκ ἐτάφη δὲ ἐν πόλει Δαβίδ· ἀλλ' ἐν τῷ κήπῳ αὐτοῦ, ἐν κήπῳ Ὀζᾶ. Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρὸν, ὡς ὁ πατὴρ αὐτοῦ Μανασσῆς· καὶ ἀνεῖλον αὐτὸν οἱ παῖδες αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ κήπῳ Ὀζᾶ, ἔνθα καὶ ὁ πατὴρ αὐτοῦ. Ἰωσίας υἱὸς αὐτοῦ ἔτη λαʹ. Τοῦτον ὁ λαὸς ἤγειρε βασιλέα, ἐτῶν ὄντα ὀκτώ· καὶ ἐποίησε τὸ εὐθὲς ἐν πάσῃ ὁδῷ Δαβὶδ, καὶ οὐκ ἀπέστη δεξιᾷ, οὐδὲ ἀριστερᾷ. Καὶ γὰρ καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τὰ εἴδωλα πάντα καθεῖλε, γενόμενος ἐτῶν ιϛʹ· τόν τε νόμον ζητήσας, καὶ εὑρὼν ἀμεληθέντα, ἀναγνωσθῆναι πεποίηκε. Καὶ τὸ Πάσχα ἐκήρυξε, καὶ ἐποίησεν αὐτὸ, ὡς γέγραπται. Τοῦτον δὲ ἀνεῖλε Φαραὼ Νεχαὼ ἐπὶ τοῦ Εὐφράτου, φιλονεικήσαντα πρὸς αὐτόν. Ἐπὶ τούτου Ἱερεμίας καὶ Σοφονίας ἦσαν οἱ προφῆται, καὶ Ὀλδὰ ἡ προφῆτις, γυνὴ Σελλῆ. Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας τρεῖς· καὶ ἐποίησέ τὸ πονηρὸν, καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαώ. Καὶ ἐπὶ τούτου ἦν Ἱερε-
the house of Maeloth. In his time prophesied Azarias [Zacharias] son of Jodae. Amesias his son, 29 years; and he did in the beginning that which was right, yet not like David; for the people still sacrificed on the high places, and he did not remove the groves. And in his time prophets prophesied; but their names were not written down. After these things, however, Amesias, having struck down those in Seir, was lifted up, and served the idols of Seir, and was struck down, being delivered up to his enemies. Azarias, he is Ozias, 52 years; and he did at the beginning that which was right, like his father; yet he did not remove the high places. And prospering, he was lifted up, and wished to burn incense by himself in the temple, which is lawful for the priests alone. Wherefore also he was struck with leprosy, hearing: 'It is not for thee, Ozias, to burn incense to the Lord, but for the priests the sons of Aaron, who are consecrated.' In his time prophesied Esaias. Joatham his son, 16 years; and he did that which was right, like his father; yet he did not remove the high places. And in his time was Esaias. Achaz, his son, 16 years; and he did that which was evil. And in his time were Esaias and Oded the prophets. Ezekias his son, 29 years; and he did that which was right, like David, perfectly. This man pulled down the brazen serpent which Moses had hung up. And in his time was Esaias. In his time Senachereim and Rapsakes, the Assyrians, blaspheming, were themselves struck down after these things, and in one night 185 thousand. An angel went forth and slew them. And Ezekias, falling sick and being about to die, received an addition of 15 years. Manasses his son, 55 years; and he did that which was evil. For what things Ezekias had dug down, these this man raised up; and he became another Jeroboam to Juda, so that through him Jerusalem also suffered like Samaria. For concerning him also it was said: 'Who caused Juda to sin;' wherefore also he was led away captive to Babylon. But in captivity, as it is written in the Paralipomena, when he repented, God restored him to Jerusalem, and again he laid hold of the kingdom; and repenting and teaching the people to serve God, he died. And he was not buried in the city of David, but in his garden, in the garden of Oza. Amos his son reigned 2 years; and he did that which was evil, like his father Manasses; and his servants slew him, and he was buried in the garden of Oza, where his father also was. Josias his son, 31 years. Him the people raised up as king when he was eight years old; and he did that which was right in all the way of David, and turned not aside to the right hand nor to the left. For he both cut down the groves and pulled down all the idols when he became 16 years old; and having sought out the law, and found it neglected, he caused it to be read. And he proclaimed the Passover, and kept it, as it is written. And Pharao Nechao slew him at the Euphrates, when he contended against him. In his time Jeremias and Sophonias were the prophets, and Olda the prophetess, wife of Selle. Joachaz his son, three months; and he did that which was evil, and Pharao Nechao removed him. And in his time was Jere-
Notes, col. 324

On the reading

Printed ἐποίησέ τὸ, for ἐποίησε τὸ.

PG 28:325Read from the page
μίας. Ἐλιακεὶμ ἕτερος υἱὸς Ἰωσίου, ὃς καὶ μετωνομάσθη Ἰωακεὶμ, ἔτη ιαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας υἱὸς αὐτοῦ μῆνας γʹ· καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἀπήχθη εἰς Βαβυλῶνα. Μανθανὰν υἱὸς αὐτοῦ. Τοῦτον Ναβουχοδονόσωρ ἐποίησε βασιλέα, καὶ μετωνόμασε αὐτὸν Σεδεκίαν. Καὶ ἐβασίλευσεν ἔτη ιαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἕως τούτου ἡ βασιλεία τοῦ Ἰούδα ἐκράτει, καὶ κατελύθη, ὥσπερ καὶ τῆς Σαμαρείας· καὶ γὰρ καὶ ἡ πόλις ἑάλω, καὶ πάντες ἀπήχθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν.
mias. Eliakeim another son of Josias, who was also surnamed Joakeim, 11 years; and he did that which was evil. Joakeim who is also Jechonias his son, 3 months; and he did that which was evil, and was led away to Babylon. Manthanan his son. Him Nabuchodonosor made king, and surnamed him Sedekias. And he reigned 11 years; and he did that which was evil. And in his time was Jeremias. Until this man the kingdom of Juda prevailed, and it was dissolved, just as that of Samaria also; for the city also was taken, and all were led away captive to Babylon with the vessels.
Ὁμοῦ οἱ γεγονότες βασιλεῖς Ἱερουσαλὴμ ἀπὸ τοῦ Δαβὶδ καὶ μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας εἴκοσι καὶ εἷς, ἄνευ δηλονότι τῆς Γοθολίας, βασιλευσάσης καὶ αὐτῆς, ὡς εἴρηται, μετὰ τελευτὴν τοῦ υἱοῦ αὐτῆς Ὀχοζίου ἔτη ἑπτά.
Together the kings who were in Jerusalem from David even until the captivity into Babylon are twenty-one, without, that is to say, Gotholia, who herself also reigned, as has been said, seven years after the death of her son Ochozias.
Βασιλεῖς Ἰσραήλ.
Kings of Israel.
18. Ἐξῆς δὲ ῥητέον καὶ περὶ τῶν ἐν Σαμαρείᾳ γενομένων βασιλέων τοῦ Ἰσραήλ· πῶς τε ἐκαλεῖτο ἕκαστος τούτων, καὶ πόσα ἐβασίλευσεν ἔτη, καὶ ὅπως ἐβίωσεν.
18. Next we must speak also concerning the kings of Israel who were in Samaria: both how each of these was called, and how many years he reigned, and how he lived.
Πρῶτος Ἱεροβοὰμ υἱὸς Ναβὰθ ἐβασίλευσεν ἐν Σαμαρείᾳ, σχισθείσης τῆς βασιλείας, ἀνελθὼν ἀπ' Αἰγύπτου. Καὶ ἐποίησε τὸ πονηρὸν ὡς οὐδεὶς ἕτερος. Φοβούμενος γὰρ μὴ καταλυθῇ, ἐποίησε δαμάλεις χρυσᾶς δύο, καὶ ἠπάτησε τὸν λαὸν λέγων· « Οὗτοι οἱ θεοί εἰσιν οἱ ἀναγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου. » Ἐπλάσατο δὲ καὶ ἱερέας αὐταῖς, καὶ οὕτως αὐτὸς ἐξήμαρτε τὸν Ἰσραήλ. Αὐτῷ γὰρ πάντες οἱ μετ' αὐτὸν κατηκολούθησαν. Ἐβασίλευσε δὲ ἔτη κδʹ. Ἐπὶ τοῦτον ἦν προφήτης Ἀχιὰ ὁ Σηλωνίτης, καὶ ὁ ἐπικαλεσάμενος ἐπὶ τὸ θυσιαστήριον κατ' αὐτοῦ.
First, Jeroboam son of Nabath reigned in Samaria, when the kingdom was rent, having come up from Egypt. And he did that which was evil like no other. For fearing lest he be deposed, he made two golden heifers, and deceived the people, saying: 'These are the gods who brought us up out of Egypt.' (1 Kings 12:28) And he fashioned also priests for them, and thus he himself caused Israel to sin. For all those after him followed him. And he reigned 24 years. In his time was the prophet Achia the Selonite, and he who cried out against the altar against him.
Ναβὰθ υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Βαασᾶ ἄλλου γένους ἔτη κδʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἠλὰ υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Ζαμβρῆ ἑτέρου γένους ἔτη ιβʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἀχαὰβ υἱὸς αὐτοῦ ἔτη κβʹ· καὶ ἐποίησε τὸ πονηρὸν πλέον τῶν ἄλλων. Ἐπὶ τούτου προφῆται ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος, καὶ Μιχαίας, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ ὁ πατάξας αὐτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ πολλοὶ καθ' ἑαυτοὺς υἱοὶ τῶν προφητῶν. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος. Αὐτοῦ γὰρ τοὺς πεντηκοντάρχους ἐπάταξεν ἐν πυρὶ Ἠλίας ἐν ῥήματι Κυρίου. Ἰωαρὰμ, υἱὸς ἕτερος Ἀχαὰβ, ἔτη ιβʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Καὶ ὁ μὲν Ἠλίας ἐπὶ τούτου ἀνελήφθη·
Nabath his son, 2 years; and he did that which was evil. And no longer did anyone of his race reign. Baasa of another race, 24 years; and he did that which was evil. Ela his son, 2 years; and he did that which was evil. And no longer did anyone of his race reign. Zambre of another race, 12 years; and he did that which was evil. Achaab his son, 22 years; and he did that which was evil more than the others. In his time the prophets were Elias and Elissaeus, and Michaias, and he who prophesied to Achaab concerning Syria and the son of Ader, and he who struck him with a wound, and rebuked Achaab, and many sons of the prophets by themselves. Ochozias his son, 2 years; and he did that which was evil. And in his time were Elias and Elissaeus. For Elias struck his captains of fifty with fire by the word of the Lord. Joaram, another son of Achaab, 12 years; and he did that which was evil. And no longer did anyone of his race reign. And Elias was taken up in his time;
PG 28:328Read from the page
ὁ δὲ Ἐλισσαῖος διέμεινεν ἕως Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραήλ. Ἦσαν δὲ ἐπὶ τούτοις καὶ υἱοὶ τῶν προφητῶν. Ἰοῦ ἑτέρου γένους, υἱὸς Ναμεσσῆ, ἔτη κηʹ. Οὗτος ἀνεῖλε τὸ γένος Ἀχαὰβ, καὶ τοὺς προφήτας τοῦ Βάαλ ἐν πτερνισμῷ, καὶ τὴν στήλην αὐτοῦ συνέτριψε. Καὶ ἐν τούτῳ ποιήσας τὸ εὐθὲς, ἔσχεν ἐπαγγελίαν, ὅτι, Υἱοὶ τέταρτοι καθίσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ. Πλὴν οὐκ ἐφύλαξεν ἐν ὅλῃ καρδίᾳ τὸν νόμον· οὐκ ἀπέστη γὰρ τῶν ἁμαρτιῶν Ἱεροβοὰμ διὰ τὰς δαμάλεις.
while Elissaeus remained until Jeroboam, son of Joas, king of Israel. And there were in their time also sons of the prophets. Jehu of another race, son of Namesse, 28 years. This man slew the race of Achaab, and the prophets of Baal by subtlety, and shattered his pillar. And having done that which was right in this, he received a promise that, Sons of the fourth generation shall sit for thee upon the throne of Israel. Yet he did not keep the law with his whole heart; for he did not depart from the sins of Jeroboam on account of the heifers.
Ἰοάχαζ υἱὸς αὐτοῦ ἔτη ιζʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἰωᾶς υἱὸς αὐτοῦ ἔτη ιϛʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπολέμει τὴν Ἱερουσαλὴμ, καὶ ἔλαβε τὸ χρυσίον καὶ τὰ σκεύη. Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη μαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ζαχαρίας υἱὸς αὐτοῦ μῆνας ἓξ, καὶ ἐποίησε τὸ πονηρόν. Ἕως τούτου τὸ γένος Ἰοῦ γεγόνασιν υἱοὶ τέταρτοι. Σελλοὺμ ἑτέρου γένους υἱὸς Ἰαβὶς ἡμέρας λʹ· καὶ ἐποίησε τὸ πονηρόν. Μαναὴμ ἄλλου γένους υἱὸς Γαδδὴ, ἔτη κʹ· καὶ ἐποίησε τὸ πονηρόν. Φακείας υἱὸς αὐτοῦ, ἔτη ιʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου Ἠσαΐας καὶ Ὡσηὲ ἦσαν προφητεύοντες. Φακεὲ ἄλλου γένους, υἱὸς Ῥομελίου, ἔτη κʹ. Οὗτος ἔσφαξε τὸν Φακείαν, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐπὶ τούτου ἦσαν Ἠσαΐας καὶ Ὡσηὲ οἱ προφῆται. Ὡσηὲ ἑτέρου γένους, υἱὸς Ἠλᾶ, ἔτη θʹ. Οὗτος ἔσφαξε τὸν Φακεὲ, καὶ ἐποίησε τὸ πονηρὸν, πλὴν οὐχ ὡς οἱ πρὸ αὐτοῦ.
Joachaz his son, 17 years; and he did that which was evil. Joas his son, 16 years; and he did that which was evil. And he warred against Jerusalem, and took the gold and the vessels. Jeroboam his son, 41 years; and he did that which was evil. Zacharias his son, six months, and he did that which was evil. Until this man the race of Jehu became sons of the fourth generation. Selloum of another race, son of Jabis, 30 days; and he did that which was evil. Manaem of another race, son of Gadde, 20 years; and he did that which was evil. Phakeias his son, 10 years; and he did that which was evil. In his time Esaias and Osee were prophesying. Phakee of another race, son of Romelias, 20 years. This man slew Phakeias, and did that which was evil, and in his time were Esaias and Osee the prophets. Osee of another race, son of Ela, 9 years. This man slew Phakee, and did that which was evil, yet not like those before him.
Ἕως τούτου τοῦ Ὡσηὲ κατέληξε καὶ ἡ βασιλεία Σαμαρείας. Ἔκτοτε γὰρ πέπαυται, καὶ ἀπώλετο Σαμαρεία, καὶ λοιπὸν Ἀσσύριοι κατῴκησαν ἐν αὐτῇ, ἐξ ὧν οἱ αἱρετικοὶ Σαμαρεῖται γεγόνασι, καλούμενοι καὶ Σαδδουκαῖοι [l. Χουθαῖοι].
Until this Osee the kingdom of Samaria also came to an end. For thenceforth it ceased, and Samaria perished, and thereafter Assyrians dwelt in it, from whom came the heretical Samaritans, called also Sadducees [read Cuthaeans].
Συνάγονται οὖν οἱ χρόνοι τῶν μὲν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ τοῦ Δαβὶδ καὶ μέχρι τοῦ Σεδεκία, καὶ αὐτοῦ, τὰ πάντα ἔτη υʹ, βασιλεῖς τε οἱ πάντες καʹ δίχα τῆς Γοθολίας, καὶ γένους ἅπαντες ἑνὸς τοῦ Δαβὶδ, παῖς παρὰ πατρὸς κατὰ διαδοχὴν, ἐξ ἀρχῆς ἄχρι τέλους τὴν βασιλείαν κληρούμενοι. Ἐκ τούτων δὲ πάλιν οἱ μὲν ποιήσαντες τὸ εὐθὲς εἰσὶν θʹ, οἱ δὲ ποιήσαντες τὸ πονηρὸν ιβʹ χωρὶς τῆς Γοθολίας.
The times, then, of those who reigned in Jerusalem from David even until Sedekias, including him, are gathered together as 400 years in all, and all the kings as 21 apart from Gotholia, and all of the single race of David, son from father in succession, inheriting the kingdom from beginning to end. And of these again, those who did that which was right are 9, while those who did that which was evil are 12, apart from Gotholia.
Τῶν δὲ ἐν Σαμαρείᾳ πάλιν βασιλευσάντων ἀπὸ Ἱεροβοὰμ καὶ μέχρι Ὡσηὲ τὰ πάντα ἔτη σξʹ· καὶ βασιλεῖς μὲν οἱ πάντες ιηʹ, ἐκ διαφόρων δὲ γενῶν. Καὶ τούτων ὀκτὼ ἐπὶ τὸ ἄρχειν ἀναβεβηκότες· καὶ πάντες ἐποίησαν τὸ πονηρὸν, κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ.
And of those again who reigned in Samaria from Jeroboam even until Osee, all the years are 260; and all the kings are 18, and from different races. And of these, eight ascended to rule; and all did that which was evil, according to the sin of Jeroboam.
Βιβλίον ιαʹ, Παραλιπόμεναι αʹ καὶ βʹ.
Book 11, First and Second Paralipomena.
19. Οὕτω καλεῖται τὰ βιβλία ταῦτα, ἐπειδὴ παραλειφθέντα πολλὰ ἐν ταῖς Βασιλείαις περιέχεται ἐν τούτοις. Ἔστι δὲ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ γενεαλογία πασῶν τῶν φυλῶν ἀπὸ Ἀδὰμ ἕως τῶν βασιλέων κατὰ φυλὰς, καὶ κατὰ δήμους, καὶ κατὰ πατριὰς, καὶ κατ' οἶκον· ἐν δὲ τῷ δευτέρῳ διαλαμβάνονται πράξεις τῶν βασιλέων.
19. These books are so called because many things left out in the Kingdoms are contained in these. And in the first book is the genealogy of all the tribes from Adam until the kings, according to tribes, and according to peoples, and according to families, and according to house; and in the second are treated the acts of the kings.
PG 28:329Read from the page
Εἴρηται μὲν οὖν ἐν τοῖς ἔμπροσθεν, ὅτι οἱ συγγραψάμενοι τάς τε πράξεις καὶ τοὺς χρόνους τῶν βασιλέων εἰσὶν οἱ κατὰ καιροὺς ὄντες προφῆται· ὑπὲρ δὲ τοῦ γιγνώσκειν ἐν μέρει αὐτοὺς, ἐσημειωσάμεθα ταῦτα ἐκ τῶν Παραλιπομένων· τὰ περὶ τοῦ Δαβὶδ ἔγραψε Σαμουὴλ, καὶ Ναθὰν, καὶ Γὰδ, οἱ προφῆται· τὰ περὶ Σολομῶντος, Ναθὰν καὶ Ἀχιᾶ, οἱ προφῆται· τὰ περὶ Ἱεροβοὰμ, Σαμαίας καὶ Ἀδδὼ, οἱ προφῆται· τὰ περὶ Ἀβιᾶ, Ἀδδὼ ὁ προφήτης· τὰ περὶ Ἀσᾶ ἐν τῷ βιβλίῳ Λόγων περὶ τῶν Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωσαφὰτ, Ἰηοῦ ὁ προφήτης, ὁ τοῦ Ἀναμῆ, ὃς κατέγραψε βιβλίον Λόγων Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωᾶς ἐπὶ τὴν γραφὴν τῶν Βασιλειῶν· τὰ περὶ Ἀμεσία ἐπὶ βιβλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ Ὀζίου, Ἰεσσίας ὁ προφήτης· τὰ περὶ Ἰωάθαμ ἐπὶ βιβλίον τῶν Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ Ἀχὰζ ἐπὶ βιβλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ Ἐζεκίου, Ἠσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης· τὰ περὶ Μανασσῆ ἐπὶ Λόγον τῶν ὁρώντων· τὰ περὶ Ἰωσίου ἐπὶ βιβλίον Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωακεὶμ ἐπὶ βιβλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ.
It has been said, then, in what precedes, that those who compiled both the acts and the times of the kings are the prophets who lived from time to time; and in order to know them in detail, we have noted these things out of the Paralipomena: the matters concerning David, Samuel and Nathan and Gad the prophets wrote; the matters concerning Solomon, Nathan and Achia the prophets; the matters concerning Jeroboam, Samaias and Addo the prophets; the matters concerning Abia, Addo the prophet; the matters concerning Asa, in the book of the Words concerning the Kings of Juda; the matters concerning Josaphat, Jehu the prophet, the son of Aname, who wrote down the book of the Words of the Kings of Juda; the matters concerning Joas, in the writing of the Kingdoms; the matters concerning Amesia, in the book of the Kings of Juda and Israel; the matters concerning Ozias, Jessias the prophet; the matters concerning Joatham, in the book of the Kings of Juda and Israel; the matters concerning Achaz, in the book of the Kings of Juda and Israel; the matters concerning Ezekias, Esaias son of Amos the prophet; the matters concerning Manasse, in the Word of the Seers; the matters concerning Josias, in the book of the Kings of Juda; the matters concerning Joakeim, in the book of the Kings of Juda and Israel.
Βιβλίον ιβʹ, Ἔσδρας αʹ καὶ βʹ.
Book 12, First and Second Esdras.
20. Ταῦτα τὰ δύο βιβλία παρ' αὐτοῦ ἐκείνου συνεγράφησαν, οὗ καὶ τὴν ἐπιγραφὴν ἐπιφέρονται. Οὗτος γὰρ Ἔσδρας, ἱερεὺς ὢν καὶ ἀναγνώστης, ἐξηγεῖται τὴν ἐπάνοδον τῶν υἱῶν Ἰσραὴλ, τὴν ἀπὸ Περσίδος εἰς τὴν Ἱερουσαλὴμ γενομένην. Καὶ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ διαλαμβάνει, ὅπως γέγονε τὰ τῆς ἐπανόδου ἐν χειρὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, καὶ Ἔσδρα, καὶ Ζοροβάβελ, καὶ Νεεμία εὐνούχου Ἰουδαίου. Ἡ δὲ πρόφασις τῆς ἐπανόδου αὕτη· Τρεῖς στρατιῶται φυλάσσοντες τὸν βασιλέα, ὧν εἷς ἦν ὁ Ζοροβάβελ, ἤρισαν ἐν προβλήματι, τεθείσης ἐπαγγελίας αἰτῆσαι τὸν νικῶντα, ὅπερ ἂν ἐθελήσῃ παρὰ τοῦ βασιλέως. Τοῦ τοίνυν ἑνὸς εἰπόντος νικᾷν τὸν οἶνον, τοῦ δὲ ἑτέρου εἰρηκότος νικᾷν τὸν βασιλέα, ὁ Ζοροβάβελ διετείνατο νικᾷν τὰς γυναῖκας, καὶ ὑπὲρ πάντα τὴν ἀλήθειαν. Καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσεν αἰτήσασθαι ὃ βούλεται, ἠξίωσεν αὐτὸς ἀφεθῆναι τὴν αἰχμαλωσίαν, καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ. Καὶ γέγονεν ὡς ἠξίωσε· καὶ ἀφείθη ἡ αἰχμαλωσία. Τότε γὰρ ἐπληρώθη καὶ τὰ ἑξήκοντα ἔτη τῆς ὀργῆς. Εἰσὶ δὲ οἱ ἀναβάντες ἀπὸ τῆς αἰχμαλωσίας ἀπὸ Ἰούδα καὶ Βενιαμὶν, καὶ οἱ Λευῖται πάντες ὁμοῦ τὸν ἀριθμὸν μυριάδες τέσσαρες καὶ δισχίλιοι καὶ τριακόσιοι καὶ ἑξήκοντα· παῖδες δὲ αὐτῶν καὶ παιδίσκαι, ζτλδʹ· οἱ ᾄδοντες σμεʹ· κάμηλοι υλεʹ· ὄνοι ϛψκʹ. Καὶ οἱ μὲν οἰκοδομοῦντες ἦσαν Ζοροβάβελ, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ Νεεμίας· ὁ δὲ Ἔσδρας, εὐφυὴς ὢν ἐν τῷ νόμῳ, αὐτὸς προεκόμισε τὸν νόμον καὶ ἀνέγνω, καὶ διετύπωσε πάντα τὰ κατὰ τὸ ἱερὸν, καὶ τοὺς Λευΐτας αὐτὸς ἔδειξεν ἐκ τοῦ νόμου, καὶ ἐποίησεν ἐκβληθῆναι τὰς ἀλλογενεῖς γυναῖκας ἀπὸ τῶν λαβόντων αὐτὰς ἐν καιρῷ τῆς αἰχμαλωσίας. Ἐξέβαλον γὰρ πάντες καὶ ἐκαθαρίσθησαν, καὶ ἐποίησαν τὸ Πάσχα νομίμως, ὡς γέγραπται, καὶ τὴν νηστείαν.
20. These two books were compiled by that man himself whose title also they bear. For this Esdras, being a priest and reader, relates the return of the sons of Israel which took place from Persia to Jerusalem. And in the first book he treats of how the matters of the return came about by the hand of Jesus the son of Josedec, and Esdras, and Zorobabel, and Neemias a Jewish eunuch. And the occasion of the return was this: Three soldiers guarding the king, of whom one was Zorobabel, contended in a riddle, a promise having been laid down that the victor should ask whatever he might wish from the king. When the one, therefore, said that wine conquers, and the other said that the king conquers, Zorobabel maintained that women conquer, and above all things truth. And since having spoken these things he conquered, and heard that he should ask what he wishes, he himself requested that the captivity be released, and that Jerusalem be built. And it came to pass as he requested; and the captivity was released. For then were fulfilled also the sixty years of wrath. And those who went up from the captivity from Juda and Benjamin, and the Levites, are all together in number four myriads and two thousand and three hundred and sixty; and their menservants and maidservants, 7,334; the singers, 245; camels, 435; asses, 6,720. And the builders were Zorobabel, and Jesus the son of Josedec, and Neemias; and Esdras, being skilled in the law, himself brought forth the law and read it, and regulated all the matters concerning the temple, and he himself appointed the Levites out of the law, and caused the foreign wives to be cast out from those who had taken them in the time of the captivity. For all cast them out and were purified, and kept the Passover lawfully, as it is written, and the fast.