Migne Reading Room

PG 28 · cols. 296–305 · Read from the page

Synopsis of Sacred Scripture

Synopsis of Sacred Scripture

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:296Read from the page
πάντων τῆς αὐτῆς ἀκολουθίας τοῖς παλαιοῖς τούτοις ἐχομένων, καὶ τὰ αὐτὰ ἐξηγουμένων καὶ αὐτῶν καὶ διασαφούντων.
all holding to the same sequence as these ancient ones, and themselves also expounding and making clear the same things.
Ὡς οὖν εἴρηται ἐν τούτοις πάντα, τά τε τῆς Παλαιᾶς καὶ τὰ τῆς Νέας Διαθήκης βιβλία. Πλὴν ὅσον πρὸς ἀριθμὸν μόνον οὑτωσὶ τέως στενῶς προαπήγγελται. Τὸ δὲ ἐντεῦθεν διαληπτέον πάλιν περὶ τῶν αὐτῶν βιβλίων πλατύτερον, παρὰ τίνος τε συνεγράφη ἕκαστον τούτων, καὶ πόθεν, ἣν ἔλαχεν, ὀνομασίαν ἔχει, καὶ τί περιέχει, κεφαλαιωδῶς καὶ συνοπτικῶς, κατὰ τὴν προεκτεθεῖσαν τάξιν τοῦ καθ' ἓν βιβλίου διαγραφομένου μετὰ τῆς οἰκείας ὀνομασίας.
Thus, then, all the books, both those of the Old and those of the New Testament, have been stated in these. However, thus far they have been proclaimed beforehand narrowly only with respect to their number. From here on we must treat again of the same books more broadly, both by whom each of them was composed, and whence it has the name which it obtained, and what it contains, summarily and synoptically, according to the previously set forth order of each single book described with its own name.
Βιβλίον αʹ. Γένεσις.
Book I. Genesis.
5. Τὸ μὲν βιβλίον τοῦτο τῆς Γενέσεως Μωϋσῆς ἐστιν ὁ λαλήσας καὶ γράψας ἐκ προστάγματος Κυρίου. Καλεῖται δὲ οὕτως, ἐπειδὴ καὶ τὴν γένεσιν πάντων περιέχει, οὐρανοῦ τε καὶ γῆς, καὶ τῶν ἀνθρώπων καὶ τῶν φαινομένων τούτων ὅλων, καὶ αὐτὴν τὴν τοῦ παραδείσου φυτείαν. Ἐξηγεῖται δὲ, ὅτι τῇ μὲν πρώτῃ ἡμέρᾳ γέγονε τὸ φῶς· τῇ δὲ δευτέρᾳ τὸ στερέωμα, ὅπερ ἐκάλεσεν οὐρανὸν ὁ Θεός· τῇ τρίτῃ συνήχθη τὰ ὕδατα, καὶ ὤφθη ἡ ξηρά· καὶ τὰ μὲν συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας, τὴν δὲ ξηρὰν ἐκάλεσε γῆν· καὶ ἐβλάστησεν ἡ γῆ βοτάνην χόρτου, καὶ πᾶν ξύλον· τῇ τετάρτῃ προῆλθεν ἥλιος καὶ σελήνη, καὶ πᾶς ὁ τῶν ἀστέρων χορός· τῇ πέμπτῃ πετεινῶν καὶ ἰχθύων καὶ κητῶν τῶν ἐν τοῖς ὕδασι γένεσις· τῇ ἕκτῃ τετραπόδων καὶ θηρίων καὶ ἑρπετῶν καὶ κτηνῶν, καὶ πλάσις ἀνθρώπου κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν· τῇ δὲ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων, καὶ ηὐλόγησεν αὐτήν. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ τοῦ Ἀδὰμ παράβασις, καὶ ἀπὸ τοῦ παραδείσου ἐξώθησις, ἥ τε τοῦ Ἄβελ παρὰ τοῦ ἀδελφοῦ Κάϊν ἀναίρεσις, καὶ ἡ τοῦ Ἐνὼχ μετάθεσις, καὶ ἡ κατασκευὴ τῆς κιβωτοῦ, καὶ ὁ ἐπὶ Νῶε γενόμενος κατακλυσμὸς, ἥ τε πυργοποιία, καὶ ἡ διαίρεσις τῶν γλωσσῶν, καὶ ἡ διασπορὰ τῶν ἐθνῶν, καὶ ἡ ἀπὸ Χαλδαίων ἔξοδος τοῦ Ἀβραάμ. Περιέχει δὲ καὶ τὴν καταστροφὴν τῶν Σοδόμων, καὶ τὴν περὶ τῆς περιτομῆς νομοθεσίαν, καὶ τὸν ὅρκον τῆς ἐπαγγελίας τοῦ Θεοῦ πρὸς τὸν Ἀβραὰμ, τήν τε γέννησιν τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακὼβ, καὶ τῶν ἐξ αὐτοῦ πατριαρχῶν· καὶ ὅτι ὁ μὲν Ἀβραὰμ ἔζησεν ἔτη ρπʹ, ὁ δὲ Ἰσμαὴλ, ὁ ἐκ τῆς Ἄγαρ γεννηθεὶς, ἀπέθανεν ρλζʹ ἐτῶν· πῶς τε Ἰωσὴφ ἐπράθη παρὰ τῶν ἀδελφῶν εἰς Αἴγυπτον, καὶ συκοφαντηθεὶς παρὰ τῆς κυρίας αὐτοῦ, ἐβλήθη εἰς τὸ δεσμωτήριον, καὶ ὕστερον ἄρχων πάσης Αἰγύπτου κατεστάθη· καὶ ἑξῆς τὴν εἰς Αἴγυπτον κάθοδον τοῦ Ἰακὼβ καὶ τῶν υἱῶν αὐτοῦ ἐν ἀριθμῷ οεʹ· καὶ ὅτι ἐκεῖ γενόμενος ὁ Ἰακὼβ, καὶ εὐλογήσας τοὺς πατριάρχας τοὺς υἱοὺς ἑαυτοῦ, ἐτελεύτησεν ἐτῶν ρμζʹ, καὶ μετηνέχθη τὸ σῶμα αὐτοῦ, καὶ ἐτάφη εἰς τὴν Χαναάν. Καὶ Ἰωσὴφ δὲ μετὰ τὸν γενόμενον λιμὸν ἐν Αἰγύπτῳ, ἐπιζήσας ἔτη ξϛʹ, ἐτελεύτησεν ἐτῶν ριʹ, ἐντειλάμενος πρότερον περὶ τῶν ὀστέων ἑαυτοῦ, ἵνα καὶ αὐτὰ μετενεχθῇ εἰς τὸ μνῆμα τῶν πατέρων.
5. This book of Genesis Moses it is who spoke and wrote by the command of the Lord. And it is called thus, since it also contains the generation of all things, both of heaven and of earth, and of men and of all these visible things, and the very planting of paradise. And it expounds that on the first day light came into being; and on the second the firmament, which God called heaven; on the third the waters were gathered together, and the dry land appeared; and the gatherings of the waters He called seas, and the dry land He called earth; and the earth sprouted forth herb of grass, and every tree; on the fourth came forth sun and moon, and all the choir of the stars; on the fifth the generation of birds and fishes and sea-monsters which are in the waters; on the sixth that of four-footed beasts and wild beasts and creeping things and cattle, and the fashioning of man according to the image and likeness of God; and on the seventh God rested from His works, and blessed it. And there is in this book the transgression of Adam, and the expulsion from paradise, and the slaying of Abel by his brother Cain, and the translation of Enoch, and the construction of the ark, and the flood which came to pass in the time of Noah, and the building of the tower, and the division of the tongues, and the dispersion of the nations, and the departure of Abraham from the Chaldeans. And it contains also the overthrow of Sodom, and the legislation concerning circumcision, and the oath of the promise of God to Abraham, and the birth of Isaac, and of Jacob, and of the patriarchs sprung from him; and that Abraham lived 180 years, and Ishmael, who was born of Hagar, died at 137 years; and how Joseph was sold by his brothers into Egypt, and having been falsely accused by his mistress, was cast into the prison, and afterwards was appointed ruler of all Egypt; and next the descent into Egypt of Jacob and his sons, 75 in number; and that having come there, Jacob, having blessed the patriarchs his sons, died at 147 years, and his body was carried over and buried in Canaan. And Joseph also, having lived 66 years after the famine which came to pass in Egypt, died at 110 years, having previously given commandment concerning his bones, that they also should be carried over into the tomb of the fathers.
PG 28:297Read from the page
Βιβλίον βʹ, Ἔξοδος.
Book II, Exodus.
6. Καὶ τοῦτο τὸ βιβλίον τῆς Ἐξόδου ὁ προῤῥηθεὶς Μωϋσῆς συνεγράψατο. Καλεῖται δὲ οὕτως, ἐπειδὴ καὶ τὴν ἔξοδον τῶν υἱῶν Ἰσραὴλ περιέχει τὴν ἀπ' Αἰγύπτου, τὴν γενομένην μετὰ μὲν ἔτη υλʹ τῆς ἐπαγγελίας τῆς εἰρημένης τῷ Ἀβραὰμ, μετὰ δὲ ἔτη σιεʹ τῆς ἐν Αἰγύπτῳ παροικίας (τοσαῦτα γὰρ παρῴκησαν ἐκεῖ), καὶ μετὰ τὴν δεκάπληγον τὴν κατὰ τοῦ Φαραὼ τοῦ τυράννου τῆς Αἰγύπτου. Δέκα γὰρ πληγὰς ἐπήγαγεν ὁ Θεὸς κατ' αὐτοῦ ταύτας· πρώτην, ποταμὸν εἰς αἷμα μετέβαλε· δευτέραν, βατράχους ἐν πάσῃ Αἰγύπτῳ ἐπήγαγε· τρίτην, σκνῖφας· τετάρτην, κυνόμυιαν· πέμπτην, θάνατον κτηνῶν· ἕκτην, ἕλκη, φλυκτίδας ἀναζεούσας ἐπὶ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη· ἑβδόμην, χάλαζαν καὶ πῦρ φλογίζον· ὀγδόην, ἀκρίδα· ἐνάτην, σκότος ἐν πάσῃ τῇ Αἰγύπτῳ ἐπὶ διάστημα τριῶν ἡμερῶν χωρὶς τῆς γῆς υἱῶν Ἰσραήλ· δεκάτην, θάνατον πάντων τῶν πρωτοτόκων Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους. Καὶ ἐπεὶ ἐξελθόντα τὸν λαὸν κατεδίωξεν ὁ Φαραὼ, οὕτω λοιπὸν ὁ μὲν Ἰσραὴλ ξηρῷ τῷ ποδὶ διέβη τὴν ἐρυθρὰν θάλασσαν διαιρεθεῖσαν ἔνθεν καὶ ἔνθεν· οἱ δὲ Αἰγύπτιοι οἱ διώκοντες τὸν λαὸν σὺν αὐτῷ τῷ Φαραὼ κατεποντίσθησαν ἐν αὐτῇ τῇ θαλάσσῃ. Ἐν τούτῳ τῷ βιβλίῳ περιέχεται καὶ πῶς οἱ μάγοι τῶν Αἰγυπτίων, Ἰαννῆς καὶ Μαμβρῆς, κατὰ μὲν τὴν ἀρχὴν ἀντέστησαν τῷ Μωϋσῇ. ὕστερον δὲ, αἰσχυνθέντες, ἀνεχώρησαν· καὶ ἡ περὶ τοῦ Πάσχα νομοθεσία, ἥ τε τοῦ πικροῦ ὕδατος εἰς γλυκὺ μεταβολὴ, καὶ τῆς ὀρτυγομήτρας δόσις, καὶ ἡ ἐξ οὐρανοῦ χορηγία τοῦ μάννα, καὶ τὸ ἐκ πέτρας ἀναδοθὲν αὐτοῖς ὕδωρ, ἣν καὶ ἐπωνόμασε Μωϋσῆς πειρασμὸν καὶ λοιδόρησιν· ὅτε καὶ ἀρχὴν ἔσχεν ἡ τοῦ σαββάτου παρατήρησις, ἥ τε ἐν τῷ ὄρει τῷ Σινᾶ θεόθεν νομοθεσία γενομένη διὰ Μωϋσέως ἐν δύο πλαξὶ λιθίναις, καὶ ἡ τῆς σκηνῆς καὶ τοῦ ἐνδύματος, τοῦ τε ἀρχιερέως καὶ τῶν ἱερέων κατασκευὴ, ἐνταῦθα σημαίνεται. Οἱ μὲν οὖν ἐργασάμενοι πάντα εἰσὶ Βεσελεὴλ ἐκ φυλῆς Ἰούδα, καὶ Λιὰβ ἐκ φυλῆς Δάν. Τὸ δὲ ἀναλωθὲν εἰς τὰ ἔργα ἐστὶ χρυσίου μὲν τάλαντα κθʹ, καὶ σίκλοι ψʹ· ἀργύρου δὲ τάλαντα ρʹ (καὶ σίκλοι ͵αψοεʹ)· χαλκοῦ τάλαντα οʹ, καὶ σίκλοι ͵βφʹ. Περιέχει δὲ τοῦτο τὸ βιβλίον τήν τε παράβασιν τοῦ λαοῦ, ὅτε ἐμοσχοποίησε κάτω τοῦ ὄρους, καὶ πῶς ἐτρώθη ὁ Ἀμαλὴκ τῇ ἐκτάσει τῶν χειρῶν Μωϋσέως, καὶ λοιπὸν νόμιμα καὶ δικαιώματα, καὶ ⟨π⟩ρὸ αὐτῶν τὰς ἐν πλαξὶ δέκα ἐντολὰς ταύτας· πρώτην, Ἐγώ εἰμι Κύριος ὁ Θεός σου· δευτέραν, Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα· τρίτην, Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· τετάρτην, Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων· πέμπτην, Τίμα τὸν Πατέρα σου καὶ τὴν μητέρα σου· ἕκτην, Οὐ φονεύσεις· ἑβδόμην, Οὐ μοιχεύσεις· ὀγδόην, Οὐ κλέψεις· ἐνάτην, Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· δεκάτην, Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐθ' ὅσα τῷ πλησίον σου ἐστίν. Ἡ δὲ σκηνὴ, τε-
6. This book of Exodus also the aforesaid Moses composed. And it is called thus, since it also contains the departure of the sons of Israel from Egypt, which came to pass after 430 years from the promise spoken to Abraham, and after 215 years of the sojourning in Egypt (for so many years they sojourned there), and after the ten-plague visitation against Pharaoh the tyrant of Egypt. For God brought these ten plagues against him: first, He turned the river into blood; second, He brought frogs in all Egypt; third, gnats; fourth, the dog-fly; fifth, the death of cattle; sixth, sores, blisters boiling up upon men and cattle; seventh, hail and flaming fire; eighth, the locust; ninth, darkness in all Egypt for the space of three days apart from the land of the sons of Israel; tenth, the death of all the firstborn of Egypt from man unto beast. And when Pharaoh pursued the people after they had gone forth, thus then Israel crossed the Red Sea on dry foot, divided on this side and on that; whereas the Egyptians who pursued the people, together with Pharaoh himself, were drowned in the sea itself. In this book is contained also how the magicians of the Egyptians, Jannes and Jambres, at the beginning withstood Moses, and afterwards, being put to shame, withdrew; and the legislation concerning the Passover, and the changing of the bitter water into sweet, and the giving of the quails, and the supply of the manna from heaven, and the water given up to them out of the rock, which Moses also named Temptation and Reviling; when also the observance of the Sabbath had its beginning, and the legislation from God which came to pass on Mount Sinai through Moses on two stone tablets, and the construction of the tabernacle and of the vestment, both of the high priest and of the priests, is signified here. Now those who wrought all things are Bezalel of the tribe of Judah, and Liab of the tribe of Dan. And what was expended for the works is, of gold, 29 talents and 700 shekels; and of silver, 100 talents (and 1,775 shekels); of bronze, 70 talents and 2,500 shekels. And this book contains both the transgression of the people, when they made the calf below the mountain, and how Amalek was wounded by the stretching out of the hands of Moses, and for the rest statutes and ordinances, and before them these ten commandments on tablets: first, I am the Lord thy God; second, Thou shalt not make to thyself an idol, nor the likeness of anything; third, Thou shalt not take the name of the Lord thy God in vain; fourth, Remember the day of the Sabbaths; fifth, Honour thy father and thy mother; sixth, Thou shalt not murder; seventh, Thou shalt not commit adultery; eighth, Thou shalt not steal; ninth, Thou shalt not bear false witness against thy neighbour, a false testimony; tenth, Thou shalt not covet thy neighbour's wife, nor whatever belongs to thy neighbour. And the tabernacle, fin-
PG 28:300Read from the page
λειωθεῖσα, ἐστάθη τῷ δευτέρῳ ἔτει τῆς ἐξόδου αὐτῶν νεομηνίᾳ τοῦ πρώτου μηνός. Καὶ ἐν τούτοις συμπεραίνεται τὸ τῆς Ἐξόδου βιβλίον.
having been completed, was set up in the second year of their exodus on the new moon of the first month. And in these things the book of Exodus is concluded.
Βιβλίον γʹ, Λευϊτικόν.
Book III, Leviticus.
7. Καὶ τοῦτο τὸ Λευϊτικὸν βιβλίον παρὰ τοῦ προδηλωθέντος Μωϋσέως συνεγράφη. Ὀνομάζεται δὲ οὕτως, ἐπειδὴ καὶ ἰδικῶς πᾶσαν τῆς Λευϊτικῆς λειτουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς ὁ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐκλέγονται ἐκ τῆς φυλῆς Λευῒ, καὶ χρίονται εἰς ἱερέας· πᾶσάν τε τὴν διαφορὰν τῶν θυσιῶν καὶ τῶν προσφορῶν, καὶ τὴν ποιότητα πάσης τῆς ἐν τῷ ἱερῷ λατρείας, καὶ τῆς Λευϊτικῆς καὶ ἱερατικῆς λειτουργίας· καὶ τὸν νόμον δὲ ἑκάστης θυσίας· περί τε τοῦ σωτηρίου καὶ τοῦ ἑκουσίου καὶ ἀκουσίου πλημμελήματος, καὶ πῶς ἕκαστον τῶν προσφερομένων διαιρεῖσθαι καὶ ἀναφέρεσθαι ὀφείλει, ἐξηγεῖται. Διείληπται δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἡ χρίσις ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις καὶ γνῶσις σημείων περὶ λέπρας ἀνθρώπων καὶ ἱματίων, καὶ τοίχων οἰκίας, καὶ ὁ νόμος ὁ περὶ τοῦ καθαρισμοῦ αὐτῶν· νόμος τε καὶ διαστολὴ περὶ νομίμων γάμων, καὶ τίνες εἰσὶ παράνομοι· καὶ πάλιν διαστολὴ καθαρῶν καὶ ἀκαθάρτων κτηνῶν τε καὶ πετεινῶν καὶ ἰχθύων· δηλονότι τίνων μὲν ἐκ τούτων ἀπογεύεσθαι ὤφειλον οἱ Ἑβραῖοι, τίνων δὲ ἀπέχεσθαι. Καὶ τὴν μὲν ἡμέραν τῶν σαλπίγγων τῇ νεομηνίᾳ τοῦ ἑβδόμου μηνὸς δηλοῖ, τὸ δὲ παράγγελμα τῆς μεγάλης νηστείας αὐτῷ ἑβδόμῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς ποιῶσι ταύτην, ἥντινα σάββατα σαββάτων, καὶ ἄφεσιν ἁμαρτίας καλεῖ. Περιέχει τὴν δὲ Σκηνοπηγίαν τῇ ιεʹ τοῦ αὐτοῦ μηνός. Καὶ περὶ ἑορτῶν δὲ, καὶ τῶν ἐν αὐταῖς ὀφειλόντων προσφέρεσθαι· καὶ περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ ἀναπαύσεως τῆς γῆς, κατὰ ἑπτὰ ἔτη ὀφειλούσης γενέσθαι, ἐξηγεῖται. Πάλιν τε ὑπόμνησιν νομίμων καὶ προσταγμάτων, καὶ μαρτυρίων· περιέχει καὶ ἐπαγγελίας μὲν τοῖς φυλάσσουσιν αὐτὰ, ἀπειλὰς δὲ τοῖς παραβαίνουσι δεινοτάτας. Τὴν δὲ διαστολὴν καὶ τὴν αἰτίαν τῶν καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων οὕτω ποιεῖται. Τὰ μὲν ἀπὸ τῶν κτηνῶν καθαρὰ τοιαῦτα λέγει· τὰ διχηλοῦντα ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζοντα δύο χηλῶν, καὶ ἀνάγοντα μηρυκισμόν· οἷά ἐστι, μόσχος, πρόβατον, αἲξ, ἔλαφος, δορκὰς, ὄρυξ, βούβαλος, πύγαργος, τραγέλαφος, καμηλοπάρδαλις, καὶ τὰ τοιαῦτα. Εἰ δέ τινι ἀπὸ τούτων τι ἐνέλειπε, τοῦτο ἀκάθαρτον ἦν· οἷά εἰσι, κάμηλος, καὶ δασύπους, καὶ χοιρογρύλλιος· ταῦτα γὰρ μηρυκᾶται μὲν, οὐ διχηλεῖ δὲ ὁπλήν· καὶ ὁ ὗς· καὶ οὗτος γὰρ διχηλεῖ μὲν καὶ ὀνυχίζει, οὐ μηρυκᾶται δέ. Ἀπὸ δὲ τῶν πετεινῶν πάλιν, ἃ κελεύει μὴ ἐσθίειν, ταῦτά ἐστιν· ὁ ἀετὸς, ὁ γρὺψ, ὁ ἁλιάετος, ὁ γὺψ, ὁ ἰκτῖνος, καὶ τὰ τούτοις ὅμοια· καὶ κόραξ, καὶ τὰ ὅμοια τούτῳ, καὶ στρουθὸς, καὶ γλαὺξ, καὶ λάρος, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἱέραξ, καὶ τὰ τούτῳ ὅμοια, καὶ νυκτικόραξ, καὶ καταράκτης, καὶ ἶβις, καὶ πορφυρίων, καὶ πελεκὰν, καὶ κύκνος, καὶ ἐρωδιὸς, καὶ χαραδριὸς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἔποψ, καὶ
7. And this book of Leviticus also was written by the aforesaid Moses. And it is named thus because it also specially contains the entire ordinance of the Levitical ministry, and how Aaron and his sons are chosen out of the tribe of Levi and are anointed to be priests; and it expounds all the difference between the sacrifices and the offerings, and the nature of all the worship in the temple, and of the Levitical and priestly ministry; and the law of each sacrifice, both concerning the peace-offering and the voluntary and involuntary trespass-offering, and how each of the things offered ought to be divided and offered up. And there is treated in this book also the anointing of the high priest and of the priests, and the discernment and knowledge of the signs concerning leprosy of men and of garments, and of the walls of a house, and the law concerning their cleansing; and the law and distinction concerning lawful marriages, and which ones are unlawful; and again the distinction of clean and unclean beasts and birds and fishes, namely of which of these the Hebrews ought to partake, and from which to abstain. And the day of trumpets on the new moon of the seventh month it declares, and the command of the great fast in the seventh month itself, that on the tenth of the month they should keep this, which it calls a sabbath of sabbaths and remission of sin. And it contains the Feast of Tabernacles on the 15th of the same month. And it also expounds concerning feasts, and the things that ought to be offered in them; and concerning the release of Hebrews who are sold, and the remission of debts, and the rest of the land, which ought to take place every seven years. And again a reminder of statutes and ordinances and testimonies; and it contains promises to those who keep them, and most dreadful threats against those who transgress them. And the distinction and the reason of clean and unclean foods it makes thus. The clean among the beasts it says are such: those that part the hoof and divide the clefts of two hooves, and bring up the cud; such as are the calf, sheep, goat, stag, gazelle, oryx, buffalo, white-rumped antelope, tragelaphus, giraffe, and suchlike. But if any one of these things was lacking to any, this was unclean; such as are the camel, and the hare, and the rock-badger; for these chew the cud indeed, yet do not part the hoof; and the swine, for this too parts and divides the hoof indeed, yet does not chew the cud. And among the birds again, those which it commands not to eat are these: the eagle, the griffon-vulture, the sea-eagle, the vulture, the kite, and the likes of these; and the raven, and the likes of it, and the ostrich, and the owl, and the gull, and the likes of them, and the hawk, and the likes of it, and the night-raven, and the cormorant, and the ibis, and the purple coot, and the pelican, and the swan, and the heron, and the plover, and the likes of them, and the hoopoe, and
PG 28:301Read from the page
νυκτερίς. Τῶν δὲ ἑρπετῶν πετεινῶν ἀκάθαρτα πάντα λέγει εἶναι τὰ πορευόμενα ἐπὶ τεσσάρων, ἐχόντων δὲ ἀνώτερον τῶν ποδῶν σκέλη, ὥστε ἐν αὐτοῖς πηδᾷν ἀπὸ τῆς γῆς· οἷά ἐστιν, ὁ βροῦχος, ὁ ἀτταγᾶς, ἡ ἀκρὶς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ὁ ὀφιομάχος. Τὰ δὲ ἐν τοῖς ὕδασιν, ἔν τε τῇ θαλάσσῃ, καὶ τοῖς ποταμοῖς, καὶ χειμάῤῥοις γεννώμενα, ταῦτα λέγει εἶναι καθαρὰ, ὅσα ἔχει πτερύγια καὶ λεπίδας· οἷά ἐστι τρίγλα, σκάρος, γλαῦκος, κεστρεὺς, καὶ τὰ ὅμοια αὐτοῖς. Τὰ δὲ λειπόμενα ἕν τι τούτων ἀκάθαρτα, ἢ καὶ οὐ βρωτέα· οἷά ἐστι σηπίαι· πτερύγια μὲν γὰρ ἔχει, οὐκ ἔχει δὲ λεπίδας. Τῶν δὲ ἑρπετῶν, τῶν ἐπὶ τῆς γῆς, ἀκάθαρτα ταῦτα λέγει· τὴν γαλῆν, τὸν χερσαῖον κροκόδειλον, τὴν μυγαλῆν, τὸν χαμαιλέοντα, τὴν ἀσκαλαβώτην, τὴν σαῦραν, καὶ τὸν ἀσπάλακα. Περὶ γὰρ τοῦ ὄφεως καὶ τῶν ὁμοίων αὐτῷ, περιττὸν ἦν μνημονεῦσαι· φανερῶς μὲν γάρ φησι ταῦτα πᾶσι βδελυκτὰ εἶναι καὶ μισητά· ὅμως δὲ καὶ ἐμνημόνευσεν ἐν τῷ Δευτερονομίῳ περὶ αὐτῶν.
the bat. And of the winged creeping things, it says that all are unclean that go upon four, save those having legs above their feet so as to leap with them from the earth, such as are the locust-grub, the francolin-locust, the grasshopper, and the likes of them, and the serpent-fighter. And the things born in the waters, both in the sea and in the rivers and torrents, these it says are clean, as many as have fins and scales; such as are the red mullet, parrot-wrasse, glaucus, grey mullet, and the likes of them. But those lacking any one of these are unclean, or else not to be eaten; such as are cuttlefish, for they have fins indeed, yet do not have scales. And of the creeping things upon the earth, it says that these are unclean: the weasel, the land crocodile, the shrew-mouse, the chameleon, the gecko, the lizard, and the mole. For concerning the serpent and the likes of it, it was superfluous to make mention; for manifestly it says that these are abominable and hateful to all; nevertheless it also made mention of them in Deuteronomy.
Βιβλίον δʹ, Ἀριθμοί.
Book IV, Numbers.
8. Τοῦ αὐτοῦ Μωϋσέως καὶ τοῦτο τὸ βιβλίον, τῶν Ἀριθμῶν συγγραφή. Λέγεται δὲ οὕτω τὸ βιβλίον, ἐπειδὴ καὶ τοῦ λαοῦ παντὸς ὁ ἀριθμὸς ἐν τούτῳ περιέχεται, ἑκάστης φυλῆς τῶν Ἰουδαίων ἐκ προστάγματος Κυρίου μετρηθείσης. Ἠριθμήθη δὲ ὁ λαὸς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἀνὴρ ἐκπορευόμενος εἰς πόλεμον, χωρὶς τῆς φυλῆς τοῦ Λευΐ· αὕτη γὰρ καθ' ἑαυτὴν ἐμετρήθη· καὶ εὑρέθη ὁ ἀριθμὸς τῶν μετρηθέντων χιλιάδες ἑξακόσιαι καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα. Οἱ δὲ ἀριθμοῦντες ἦσαν τὸν μὲν λαὸν Μωϋσῆς καὶ Ἀαρὼν, καὶ σὺν αὐτοῖς ἑκάστης φυλῆς ἄρχων. Καὶ ἔστι τῶν τε ἀρχόντων τὰ ὀνόματα ταῦτα, καὶ ὁ ἀριθμὸς οὗτος·
8. Of the same Moses is this book also, the treatise of Numbers. And the book is called thus because the number of all the people is contained in this, each tribe of the Jews having been numbered by the command of the Lord. And the people were numbered from twenty years old and upward, every man going forth to war, apart from the tribe of Levi; for this was numbered by itself; and the number of those numbered was found to be six hundred and three thousand five hundred and fifty. And those who numbered the people were Moses and Aaron, and with them a ruler of each tribe. And these are the names of the rulers, and this is the number:
Τῶν Ῥουβὶμ Ἐλισοὺρ, υἱὸς Σεδιούρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μςʹ καὶ πεντακόσιοι.
Of those of Rubim, Elisur, son of Sediur; and their number was 46 thousand and five hundred.
Τῶν Συμεὼν Σαλαμιὴλ, υἱὸς Σουρισαδαί· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες οδʹ καὶ ἑξακόσιοι.
Of those of Symeon, Salamiel, son of Surisadai; and their number was 74 thousand and six hundred.
Τῶν Ἰσάχαρ Ναθαναὴλ, υἱὸς Σωγάρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νδʹ καὶ τετρακόσιοι.
Of those of Isachar, Nathanael, son of Sogar; and their number was 54 thousand and four hundred.
Τῶν Ζαβουλὼν Ἐλιὰβ, υἱὸς Χελών· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νζʹ τετρακόσιοι.
Of those of Zabulon, Eliab, son of Chelon; and their number was 57 thousand four hundred.
Τῶν υἱῶν Ἰωσὴφ, τῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μβʹ καὶ πεντακόσιοι.
Of the sons of Joseph, of those of Ephraim, Elisama son of Emiud; and their number was 42 thousand and five hundred.
Τῶν Μανασσῆ Γαμαλιὴλ, υἱὸς Φαδασσούρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες λβʹ καὶ τριακόσιοι.
Of those of Manasse, Gamaliel, son of Phadassur; and their number was 32 thousand and three hundred.
Τῶν Βενιαμὶν Ἀβιδὰ, υἱὸς Γεδεών· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες λεʹ καὶ τετρακόσιοι.
Of those of Benjamin, Abida, son of Gedeon; and their number was 35 thousand and four hundred.
PG 28:304Read from the page
Τῶν Δὰν Ἀχιέζερ, υἱὸς Ἀμισαδαΐ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες ξβʹ καὶ ἑπτακόσιοι.
Of those of Dan, Achiezer, son of Amisadai; and their number was 62 thousand and seven hundred.
Τῶν Ἀσὴρ Φαγεὴλ, υἱὸς Ἐχράν· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μαʹ καὶ πεντακόσιοι.
Of those of Aser, Phageel, son of Echran; and their number was 41 thousand and five hundred.
Τῶν Γὰδ Ἐλισὰφ, υἱὸς Ῥαγουήλ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μεʹ καὶ ἑξακόσιοι πεντήκοντα.
Of those of Gad, Elisaph, son of Raguel; and their number was 45 thousand and six hundred and fifty.
Τῶν Νεφθαλεὶμ Ἀχειρὲ, υἱὸς Αἰνάν· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νγʹ καὶ τετρακόσιοι.
Of those of Nephthaleim, Acheire, son of Ainan; and their number was 53 thousand and four hundred.
Οὗτος ὁ ἀριθμὸς τοῦ πολεμιστοῦ λαοῦ, χιλιάδες ἑξακόσιαι καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.
This is the number of the warrior people, six hundred and three thousand five hundred and fifty.
Τὴν δὲ φυλὴν Λευΐ καθ' ἑαυτοὺς ἠρίθμησαν διὰ φωνῆς Κυρίου μόνοι Μωϋσῆς καὶ Ἀαρὼν ἀπὸ μηνιαίου καὶ ἐπάνω· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες εἴκοσι καὶ δύο.
But the tribe of Levi Moses and Aaron alone numbered by themselves at the voice of the Lord from a month old and upward; and their number was twenty-two thousand.
Ἠρίθμησε δὲ καὶ τὰ ἀρσενικὰ πρωτότοκα πασῶν τῶν ἄλλων φυλῶν Μωϋσῆς μόνος, καὶ εὑρέθη ὁ ἀριθμὸς αὐτῶν χιλιάδες κβʹ καὶ διακόσιοι ἑβδομήκοντα τρεῖς. Καὶ ἀντὶ τῶν πρωτοτόκων τούτων ἐλογίσθησαν οἱ Λευῖται τῷ Θεῷ· τοσοῦτοι γὰρ ἦσαν καὶ οἱ Λευῖται. Καὶ κελεύονται καὶ αὐτοὶ ἀφαγνισθῆναι διὰ Μωϋσέως, καὶ ἀφορίζονται λοιπὸν διὰ Ἀαρὼν ἐργάζεσθαι τὰ ἔργα Κυρίου ἀντὶ τοῦ λαοῦ, καὶ αἴρειν τὰ σκεύη τῆς σκηνῆς, καὶ λειτουργεῖν Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ. Ἔστι δὲ ἐν αὐτῷ τῷ βιβλίῳ καὶ ἡ διατύπωσις τῆς ὁδοιπορίας τοῦ λαοῦ, καὶ ἡ ἀνάστασις τῆς σκηνῆς, καὶ ἡ πρόσταξις ἡ περὶ σαλπίγγων, εἰς τὸ ἐν αὐταῖς ἀνακαλεῖσθαι τὸν λαόν. Ὧδε σημαίνεται καὶ ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου, καὶ πῶς ἔχρισε τὴν σκηνὴν, καὶ ἡγίασεν αὐτήν τε καὶ πάντα τὰ ἐν αὐτῇ· ἥ τε διάταξις τῶν προσφορῶν τῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου, καὶ ὅρος τῶν χρόνων τῆς λειτουργίας τῶν Λευιτῶν· ὥστε ἀπὸ μὲν εἴκοσι καὶ πέντε ἐτῶν ἄρχεσθαι αὐτοὺς λειτουργεῖν· πεντήκοντα δὲ ἐτῶν γενομένους, ἀφίστασθαι μὲν τῆς λειτουργίας, φυλάττειν δὲ μόνον τὴν σκηνήν.
And Moses alone also numbered the male firstborn of all the other tribes, and their number was found to be 22 thousand and two hundred and seventy-three. And in place of these firstborn the Levites were reckoned to God; for so many were the Levites also. And they themselves are also commanded to be purified through Moses, and are set apart thenceforth through Aaron to work the works of the Lord in place of the people, and to bear the vessels of the tabernacle, and to minister to Aaron and to his sons. And there is in this same book also the arrangement of the journeying of the people, and the setting up of the tabernacle, and the ordinance concerning trumpets, for the calling together of the people with them. Here is signified also the dedication of the altar, and how he anointed the tabernacle, and sanctified both it and all the things in it; and the arrangement of the offerings for the dedication of the altar, and the limit of the times of the ministry of the Levites, so that from twenty-five years old indeed they begin to minister, and when they have reached fifty years old, they withdraw from the ministry, and only guard the tabernacle.
Γέγραπται δὲ καὶ περὶ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ, τοῦ ἐπικαταρωμένου· καὶ ὁ νόμος ὁ περὶ τῶν εὐχομένων ἀπέχεσθαι οἴνου, καὶ μὴ κείρεσθαι τὴν κεφαλήν· καὶ ὅτι γογγύσαντι πάλαι διὰ κρέας τῷ λαῷ δέδωκεν ὀρτυγομήτραν ὁ Θεὸς, καὶ διψῶντι δὲ καὶ πάλιν γογγύσαντι τῷ λαῷ δέδωκεν ἐκ πέτρας ὕδωρ, ἣν ἐκάλεσε Μωϋσῆς ὕδωρ ἀντιλογίας. Ἀπέστειλέ τε κατασκόπους ἕνα κατὰ φυλὴν, ἐν οἷς καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ Χάλεβ τὸν τοῦ Ἰεφονῆ. Ὧδε καὶ ἡ συναγωγὴ Κορὲ ἐπανέστη κατὰ Μωϋσέως καὶ ζῶντες κατεπόθησαν εἰς τὴν γῆν μετὰ Δαθὰν καὶ Ἀβειρών· ὅτε καὶ Μαρία ἡ ἀδελφὴ Ἀαρὼν ἐλεπρώθη· καὶ ἡ ῥάβδος Ἀαρὼν ἐβλάστησε κάρυον. Καὶ μετὰ ταῦτα ἀποθνήσκει Ἀαρὼν ἐν τῷ ὄρει Ὢρ, καὶ διαδέχεται αὐτὸν Ἐλεάζαρ ὁ υἱὸς αὐτοῦ. Ὧδε καὶ ὁ Βαλαὰμ καὶ ἡ λαλήσασα αὐτοῦ ὄνος ἀνθρωπίνῃ φωνῇ ἱστορεῖται· καὶ ὅτι ὁ μὲν Βαλὰκ βασιλεὺς Μωὰβ κατησχύνθη· τοῦ δὲ λαοῦ βεβηλωθέντος ἐξ ὑποβολῆς τοῦ Βαλαὰμ, ὁ Φινεῆς ἀνέτρωσε τὴν Μαδιανῖτιν καὶ
And it is written also concerning the water of conviction that brings the curse; and the law concerning those who vow to abstain from wine and not to shave the head; and that to the people murmuring of old for flesh God gave quails, and to the people thirsting and murmuring again He gave water out of the rock, which Moses called the water of strife. And he sent spies, one according to tribe, among whom were also Jesus the son of Nave and Chaleb the son of Jephone. Here also the congregation of Core rose up against Moses, and they were swallowed up alive into the earth with Dathan and Abeiron; when also Maria the sister of Aaron was struck with leprosy; and the rod of Aaron budded an almond. And after these things Aaron dies in Mount Hor, and Eleazar his son succeeds him. Here also Balaam and his ass that spoke with a human voice are recorded; and that Balac king of Moab was put to shame, while when the people had been defiled through the counsel of Balaam, Phinees pierced through the Midianite woman and
PG 28:305Read from the page
τὸν Ἰσραηλίτην Ζαμβρῆ ἐκ φυλῆς Συμεὼν διὰ τὰς πορνείας, καὶ οὕτω πέπαυται ἡ ὀργή. Καταλαλήσας δὲ ὁ λαὸς πρὸς τὸν Θεὸν κατὰ Μωϋσέως, ἐδάκνοντο ὑπὸ ὄφεων, καὶ ὕστερον ἀξιωσάντων αὐτῶν, προσέταξεν ὁ Θεὸς γενέσθαι ὄφιν χαλκοῦν, καὶ κρεμασθῆναι αὐτόν· ἵνα ὁ δηχθεὶς βλέπων αὐτὸν ζήσῃ. Ὧδε κελεύει ὁ Θεὸς τῷ Μωϋσῇ καὶ Ἐλεάζαρ τῷ ἱερεῖ μετρῆσαι πάλιν τὸν λαὸν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, καὶ εὑρέθη ὁ ἀριθμὸς αὐτῶν χιλιάδες ἑξακόσιαι καὶ χίλιοι ἑπτακόσιοι τριάκοντα. Καὶ οἱ Λευΐται δὲ πάλιν καθ' ἑαυτοὺς ἠριθμήθησαν, καὶ εὑρέθησαν χιλιάδες κγʹ. Ἡ μὲν οὖν ἐπίσκεψις αὕτη γέγονε ἐν Ἀραβὼθ Μωὰβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰεριχῶ. Ἐν τούτοις δὲ οὐδεὶς ἦν τῶν πρότερον ἐπεσκεμμένων· ὅτι ἀπέθανον, πλὴν Χαλὲβ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ.
the Israelite Zambre of the tribe of Symeon on account of their fornications, and thus the wrath ceased. And when the people spoke against God and against Moses, they were bitten by serpents, and afterwards when they entreated, God commanded that a brazen serpent be made and that it be hung up, so that he who was bitten, looking upon it, might live. Here God commands Moses and Eleazar the priest to number the people again from twenty years old and upward, and their number was found to be six hundred and one thousand seven hundred and thirty. And the Levites also were again numbered by themselves, and were found to be 23 thousand. Now this muster took place in Araboth of Moab, by the Jordan opposite Jericho. And among these there was not one of those who had been mustered before, because they had died, save Chaleb and Jesus the son of Nave.
Ἐν τούτῳ τῷ βιβλίῳ ἔγραψε Μωϋσῆς διὰ ῥημάτων Κυρίου ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν, ἐν οἷς ὁδεύοντες ἀπὸ τῆς Αἰγύπτου κατέλυον ἀναπαυόμενοι. Καὶ εἰσὶν οὗτοι· Ἀπὸ Ῥαμεσσῆ τῆς Αἰγύπτου ἐξῆλθον τῷ πρώτῳ μηνὶ ἐπαύριον τοῦ Πάσχα, καὶ ἦλθον εἰς Σοχὼθ, ἀπὸ Σοχὼθ εἰς Βουθὰν, ἀπὸ Βουθὰν εἰς Βεελσεπφὼν, ἀπέναντι Μαγδώλου· ἀπὸ Βεελσεπφὼν διέβησαν μέσον τῆς θαλάσσης· ἀπὸ θαλάσσης εἰς Πικρίας, καὶ ἀπὸ Πικριῶν εἰς Ἐλεὶμ, ὅπου οἱ Φοίνικες· καὶ ἀπὸ Ἐλεὶμ εἰς Σεὶρ τὴν ἔρημον· ἀπὸ τῆς ἐρήμου Σεὶρ εἰς Ῥάφακα· ἀπὸ Ῥάφακα εἰς Ἐλεὶμ, καὶ ἀπὸ Ἐλεὶμ εἰς Ῥαφιδείμ· ἀπὸ Ῥαφιδεὶμ εἰς Σινᾶ τὴν ἔρημον· ἀπὸ ἐρήμου Σινᾶ εἰς Μνήματα τῆς ἐπιθυμίας· ἀπὸ Μνημάτων τῆς ἐπιθυμίας εἰς Ἀσιρώθ· ἀπὸ Ἀσιρὼθ εἰς Ῥαθαμά· ἀπὸ Ῥαθαμὰ εἰς Ῥεμμὼν Φαρές· καὶ ἀπὸ Ῥεμμὼν Φαρὲς εἰς Λεμῶνα· ἀπὸ Λεμῶνα εἰς Δεσσάν· ἀπὸ Δεσσὰν εἰς Μακελλάθ· ἀπὸ Μακελλὰθ εἰς Σαφάρ· ἀπὸ Σαφὰρ εἰς Χαραδάθ· ἀπὸ Χαραδὰθ εἰς Μακηλώθ· ἀπὸ Μακηλὼθ εἰς Καταάθ· ἀπὸ Καταὰθ εἰς Ταράθ· ἀπὸ Ταρὰθ εἰς Ματτεκᾶ· ἀπὸ Ματτεκᾶ εἰς Σελμῶνα· ἀπὸ Σελμῶνος εἰς Μασουρώθ· ἀπὸ Μασουρὼθ εἰς Βάναια· καὶ ἀπὸ Βάναια εἰς τὸ ὄρος Γαδγάδ· καὶ ἀπὸ ὄρους Γαδγὰδ εἰς Ἐταβαθᾶ· καὶ ἀπὸ Ἐταβαθᾶ εἰς Σεβρῶνα· καὶ ἀπὸ Σεβρῶνα εἰς Γεσιωνγαβέρ· καὶ ἀπὸ Γεσιωνγαβὲρ εἰς τὴν ἔρημον Σεῖν· καὶ ἀπὸ ἐρήμου Σεῖν εἰς τὴν ἔρημον Φαράν· αὕτη ἐστὶ Κάδες· ἐκεῖ ἀπέθανεν Μαριὰμ ἐν Κάδῃ· ἀπὸ Κάδης εἰς Ὢρ τὸ ὄρος πλησίον γῆς Ἐδὼμ, εἰς ὃ ἀναβὰς Ἀαρὼν ὁ ἀρχιερεὺς ἀπέθανε διὰ προσταγμάτων Κυρίου ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ μηνὶ τῷ πέμπτῳ, μιᾷ τοῦ μηνὸς, ἐτῶν ρκγʹ· ἀπὸ Ὢρ τοῦ ὄρους εἰς Σελμῶνα· καὶ ἀπὸ Σελμῶνος εἰς Φεινώ· καὶ ἀπὸ Φεινὼ εἰς Σωβώθ· καὶ ἀπὸ Σωβὼθ ἐν Γαὶ, ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μοάβ· ἀπὸ Γαὶ εἰς Δαιβωνγάδ· ἀπὸ Δαιβωνγὰδ εἰς Γελμωνδαιβλαθέμ· καὶ ἀπὸ Γελμωνδαιβλαθὲμ ἐπὶ τὰ ὄρη τὰ
In this book Moses wrote by the words of the Lord their departures and their stations, in which as they journeyed from Egypt they encamped and rested. And they are these: from Ramesse of Egypt they went forth in the first month on the morrow of the Passover, and came to Sochoth; from Sochoth to Buthan; from Buthan to Beelsepphon, opposite Magdolum; from Beelsepphon they crossed through the midst of the sea; from the sea to Bitterness, and from Bitterness to Eleim, where the palm-trees were; and from Eleim to the wilderness of Seir; from the wilderness of Seir to Raphaca; from Raphaca to Eleim, and from Eleim to Raphideim; from Raphideim to the wilderness of Sina; from the wilderness of Sina to the Graves of Lust; from the Graves of Lust to Asiroth; from Asiroth to Rathama; from Rathama to Remmon Phares; and from Remmon Phares to Lemona; from Lemona to Dessan; from Dessan to Macellath; from Macellath to Saphar; from Saphar to Charadath; from Charadath to Maceloth; from Maceloth to Cataath; from Cataath to Tarath; from Tarath to Matteca; from Matteca to Selmona; from Selmon to Masuroth; from Masuroth to Banaia; and from Banaia to Mount Gadgad; and from Mount Gadgad to Etabatha; and from Etabatha to Sebrona; and from Sebrona to Gesion-gaber; and from Gesion-gaber to the wilderness of Sein; and from the wilderness of Sein to the wilderness of Pharan, which is Cades; there Mariam died in Cade; from Cades to Mount Hor near the land of Edom, up which Aaron the high priest having ascended died by the commands of the Lord in the fortieth year of the exodus of the sons of Israel, in the fifth month, on the first of the month, being 123 years old; from Mount Hor to Selmona; and from Selmon to Pheino; and from Pheino to Soboth; and from Soboth to Gai, on the other side upon the borders of Moab; from Gai to Daibon-gad; from Daibon-gad to Gelmon-daiblathem; and from Gelmon-daiblathem to the mountains
Notes, col. 305

On the reading

Printed Μοάβ, for Μωάβ.