Ἄλλη γὰρ ὑπόστασις τοῦ Πατρὸς, ἄλλη τοῦ Υἱοῦ, ἄλλη τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, μία ἐστὶν ἡ θεότης, ἓν τὸ κράτος, μία ἐξουσία, μία βασιλεία, ἴση ἡ δόξα, ἴση ἡ μεγαλωσύνη καὶ αἰώνιος. Οἷος ὁ Πατὴρ, τοιοῦτος ὁ Υἱὸς, τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς ἄκτιστοι, ἀλλ' εἷς ἄκτιστος. Παντοκράτωρ ὁ Πατὴρ, παντοκράτωρ ὁ Υἱὸς, παντοκράτωρ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς παντοκράτορες, ἀλλ' εἷς παντοκράτωρ. Αἰώνιος ὁ Πατὴρ, αἰώνιος ὁ Υἱὸς, αἰώνιον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς αἰώνιοι, ἀλλ' εἷς αἰώνιος. Παντοδύναμος ὁ Πατὴρ, παντοδύναμος ὁ Υἱὸς, παντοδύναμον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς παντοδύναμοι, ἀλλ' εἷς παντοδύναμος. Οὕτω Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς θεοὶ, ἀλλ' εἷς ἐστι Θεός. Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριος τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς κύριοι, ἀλλ' εἷς ἐστι Κύριος. Καὶ ὥσπερ μοναδικῶς μίαν ἑκάστην ὑπόστασιν Θεὸν καὶ Κύριον ὁμολογεῖν Χριστιανικῇ ἀληθείᾳ συνηγοροῦμεν, οὕτω τρεῖς θεοὺς ἢ τρεῖς κυρίους λέγειν οὐ συναινοῦμεν, ἀλλὰ παντελῶς ἀπαγορεύομεν. Πατὴρ γὰρ παρ' οὐδενός ἐστι ποιητὸς, οὐ κτιστὸς, ἀλλ' ἀγέννητος. Ὁ Υἱὸς ἀπὸ τοῦ Πατρός ἐστιν οὐ ποιητὸς, οὐ κτιστὸς, ἀλλὰ γεννητός. Τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρός ἐστιν οὐ ποιητὸν, οὐ κτιστὸν, οὐ γεννητὸν, ἀλλ' ἐκπορευτόν. Εἷς λοιπὸν ὁ Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύματα ἅγια. Καὶ ἐν ταύτῃ τῇ Τριάδι οὐδεὶς πρῶτος ἢ ἔσχατος, οὐδεὶς μέγας ἢ μικρός· ἀλλὰ αἱ τρεῖς ὑποστάσεις αἰώνιοί τέ εἰσι καὶ ἴσαι εἰς πάντα, ὡς προείρηται. Μονάδα γοῦν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι πᾶς Χριστιανὸς εὐσεβείσθω· καὶ οὕτω περὶ τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου Τριάδος δοξαζέτω.
For there is one hypostasis of the Father, another of the Son, another of the Holy Spirit. But of the Father, and of the Son, and of the Holy Spirit, one is the divinity, one the sovereignty, one authority, one kingdom, equal the glory, equal and eternal the majesty. Such as the Father is, such is the Son, such is the Holy Spirit. Uncreated is the Father, uncreated is the Son, uncreated is the Holy Spirit; and there are not three uncreated, but one uncreated. Almighty Ruler is the Father, almighty Ruler is the Son, almighty Ruler is the Holy Spirit; and there are not three almighty rulers, but one almighty Ruler. Eternal is the Father, eternal is the Son, eternal is the Holy Spirit; and there are not three eternals, but one eternal. All-powerful is the Father, all-powerful is the Son, all-powerful is the Holy Spirit; and there are not three all-powerfuls, but one all-powerful. So the Father is God, the Son is God, the Holy Spirit is God; and there are not three gods, but one is God. The Father is Lord, the Son is Lord, the Holy Spirit is Lord; and there are not three lords, but one is Lord. And just as we advocate by Christian truth confessing each single hypostasis singly to be God and Lord, so we do not consent to say three gods or three lords, but altogether forbid it. For the Father is from no one, not made, not created, but unbegotten. The Son is from the Father, not made, not created, but begotten. The Holy Spirit is from the Father, not made, not created, not begotten, but proceeding. There is then one Father, not three fathers; one Son, not three sons; one Holy Spirit, not three holy spirits. And in this Trinity no one is first or last, no one is great or small; but the three hypostases are both eternal and equal in all things, as has been said before. Let every Christian therefore piously revere Unity in Trinity, and Trinity in Unity; and let him thus glorify the holy and life-giving and consubstantial Trinity.
Ἀναγκαῖον δέ ἐστι καὶ τὴν σάρκωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀρθῶς πιστεύειν. Ἔστι γοῦν ἡ πίστις ὀρθὴ, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς, Θεὸς καὶ ἄνθρωπός ἐστι. Θεός ἐστιν ἐκ τῆς οὐσίας Πατρὸς [al. ἄκτιστός ἐστι καὶ οὐσία Πατρὸς], ἄνθρωπός ἐστιν ἐκ τῆς οὐσίας τῆς Μητρός. Ἐπειδὴ γὰρ ἁμαρτήσας ὁ Ἀδὰμ θανάτῳ τὸ γένος τῶν ἀνθρώπων ὑπέβαλε, καὶ τὴν φύσιν ἡμῶν ὑπεύθυνον τῷ χρέει πεποίηκεν· ὁ Υἱὸς λοιπὸν τοῦ ἀοράτου Πατρὸς καὶ Θεοῦ, τῶν οὐρανῶν οὐκ ἐκστὰς, πρὸς ἡμᾶς κατῆλθε· καὶ δι' ἀκοῆς εἰσδὺς τὴν νηδὺν τῆς ἁγίας Παρθένου, μυστικῶς τὴν κυοφορίαν εἰργάσατο, ἐνδὺς τὴν ἡμετέραν φύσιν κατ' ἄκραν ἕνωσιν· Θεὸς ὁμοῦ καὶ ἄνθρωπος προελθὼν, οὕτω τὴν καθ' ἡμᾶς οἰκονομίαν ἐπλήρωσε δι' ἄφατον ἔλεον. Καὶ τέλειος Θεὸς ὢν, γέγονε τέλειος ἄνθρωπος, μὴ τραπεὶς, μὴ ἀλλοιωθεὶς τὴν ὑπερούσιον καὶ ἄφραστον οὐσίαν τῆς αὐτοῦ θεότητος, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρωπίνης σαρκὸς οὐσιωθείς· αὐτὸς ἑαυτῷ σὺν τῷ συμφυεῖ αὐτοῦ παναγίῳ Πνεύματι δημιουργήσας τὴν παναγίαν τῆς σαρκὸς πρόσληψιν, τελείαν οὐσίαν ἀνθρωπίνην ἐνυπόστατον αὐτῷ καὶ ἀδιαίρετον ἐξ αὐτοῦ, ἁμαρτίας ἀμέ-
Furthermore, it is necessary also to believe rightly the incarnation of the Son of God and our Saviour Jesus Christ. Now the faith is right, that we believe and confess that our Lord Jesus Christ, the Son of God, is God and man. He is God from the substance of the Father [variant: He is uncreated and the substance of the Father], He is man from the substance of His Mother. For since Adam, having sinned, subjected the race of men to death, and made our nature liable to the debt, the Son then of the invisible Father and God, without departing from the heavens, came down to us; and entering through hearing into the womb of the holy Virgin, He mystically wrought the conception, putting on our nature according to supreme union; coming forth at once God and man, He thus fulfilled the dispensation concerning us through ineffable mercy. And being perfect God, He became perfect man, without being turned, without being altered in the super-substantial and ineffable substance of His divinity, having been substantiated of a rational soul and human flesh; He Himself for Himself, together with His connatural all-holy Spirit, having fashioned the all-holy assumption of the flesh, a perfect human substance enhypostatic in Him and indivisible from Him, of sin un-