Τῷ θέλοντι σωθῆναι πρὸ πάντων ἀνάγκη τὴν καθολικὴν πίστιν κατέχειν· ἣν εἰ μή τις ἀκεραίαν καὶ ἀπαράθραυστον συντηρήσειεν, ἀναμφιβόλως εἰς τὸν αἰῶνα ἀπολεῖται. Αὕτη δέ ἐστιν ἡ καθολικὴ πίστις, ἕνα Θεὸν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι σέβειν ἡμᾶς, μήτε τὰ πρόσωπα συγχέοντας, μήτε τὴν οὐσίαν διαιροῦντας. Ἄλλο γάρ ἐστι τὸ τοῦ Πατρὸς πρόσωπον, ἄλλο τὸ τοῦ Υἱοῦ, ἄλλο τὸ τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος μία ἐστὶ θεότης, ἴση δόξα, συναΐδιος μεγαλειότης. Οἷος ὁ Πατὴρ, τοιοῦτος ὁ Υἱὸς, τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄπειρος ὁ Πατὴρ, ἄπειρος ὁ Υἱὸς, ἄπειρον τὸ Πνεῦμα τὸ ἅγιον. Ἀΐδιος ὁ Πατὴρ, ἀΐδιος ὁ Υἱὸς, ἀΐδιον τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ μὴν τρεῖς ἀΐδιοι, ἀλλ' εἷς ἀΐδιος. Οὕτως οὐδὲ τρεῖς ἄκτιστοι, οὔτε τρεῖς ἄπειροι, ἀλλ' εἷς ἄκτιστος, εἷς ἄπειρος. Ὁμοίως παντοδύναμος ὁ Πατὴρ, παντοδύναμος ὁ Υἱὸς, παντοδύναμον τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς παντοδύναμοι, ἀλλ' εἷς παντοδύναμος. Οὕτω καὶ Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς θεοὶ, ἀλλ' εἷς Θεός. Οὕτω Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριος τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς κύριοι, ἀλλ' εἷς Κύριος· ἐπεὶ καθὼς ἕκαστον τῶν προσώπων Θεὸν ἢ Κύριον ὁμολογεῖν ὑπὸ τῆς Χριστιανικῆς ἀληθείας ἀναγκαζόμεθα, οὕτω καὶ τρεῖς θεοὺς ἢ κυρίους λέγειν ἡ καθολικὴ θρησκεία κωλύει. Ὁ Πατὴρ τοίνυν ὑπ' οὐδενὸς οὔτε πεποίηται, οὔτε ἔκτισται, οὔτε γεγέννηται. Μόνος Υἱὸς παρὰ τοῦ Πατρὸς μόνου ἐστὶν οὐ ποιηθεὶς, οὐ κτισθεὶς, ἀλλὰ γεννηθείς. Τὸ Πνεῦμα τὸ ἅγιον παρὰ Πατρὸς καὶ Υἱοῦ οὐ ποιηθὲν, οὐ κτισθὲν, οὐ γεννηθὲν, ἀλλ' ἐκπορευόμενον. Εἷς τοίνυν Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς ὁ Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύ-
For him who wishes to be saved, before all things it is necessary to hold the catholic faith; which unless a man keep whole and unbroken, without doubt he shall perish for ever. Now this is the catholic faith, that we worship one God in Trinity, and Trinity in unity, neither confounding the persons, nor dividing the substance. For there is one person of the Father, another of the Son, another of the Holy Spirit. But of the Father and of the Son and of the Holy Spirit there is one divinity, equal glory, co-eternal majesty. Such as the Father is, such is the Son, such is the Holy Spirit. Uncreated is the Father, uncreated is the Son, uncreated is the Holy Spirit. Infinite is the Father, infinite is the Son, infinite is the Holy Spirit. Eternal is the Father, eternal is the Son, eternal is the Holy Spirit. Yet there are not three eternals, but one eternal. So neither are there three uncreated, nor three infinite, but one uncreated, one infinite. Likewise almighty is the Father, almighty is the Son, almighty is the Holy Spirit; yet there are not three almighties, but one almighty. So also the Father is God, the Son is God, the Holy Spirit is God; yet there are not three gods, but one God. So the Father is Lord, the Son is Lord, the Holy Spirit is Lord; yet there are not three lords, but one Lord; since just as we are compelled by the Christian truth to confess each of the persons to be God or Lord, so also the catholic religion forbids us to say three gods or lords. The Father therefore is neither made by anyone, nor created, nor begotten. The Son alone is from the Father alone, not made, not created, but begotten. The Holy Spirit is from the Father and the Son, not made, not created, not begotten, but proceeding. There is therefore one Father, not three fathers; one Son, not three sons; one Holy Spirit, not three-
Πίστις δὲ ἡ καθολικὴ αὕτη ἐστὶν, ἵνα ἕνα Θεὸν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι σεβώμεθα, μήτε συγχέοντες τὰς ὑποστάσεις, μήτε τὴν οὐσίαν διαχωρίζοντες.
And the catholic faith is this, that we worship one God in Trinity, and Trinity in unity, neither confounding the hypostases, nor separating the substance.