Migne Reading Room

PG 28 · cols. 1585–1586 · Read from the page

Third formula in Greek

Third formula in Greek

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:1585Read from the page
Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ μεγάλου ὁμο
Confession of our Father among the saints Athanasius the Great,
πρὸς Ἰούλιον πάπαν
to Pope Julius
Τῷ θέλοντι σωθῆναι πρὸ πάντων ἀνάγκη τὴν καθολικὴν πίστιν κατέχειν· ἣν εἰ μή τις ἀκεραίαν καὶ ἀπαράθραυστον συντηρήσειεν, ἀναμφιβόλως εἰς τὸν αἰῶνα ἀπολεῖται. Αὕτη δέ ἐστιν ἡ καθολικὴ πίστις, ἕνα Θεὸν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι σέβειν ἡμᾶς, μήτε τὰ πρόσωπα συγχέοντας, μήτε τὴν οὐσίαν διαιροῦντας. Ἄλλο γάρ ἐστι τὸ τοῦ Πατρὸς πρόσωπον, ἄλλο τὸ τοῦ Υἱοῦ, ἄλλο τὸ τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος μία ἐστὶ θεότης, ἴση δόξα, συναΐδιος μεγαλειότης. Οἷος ὁ Πατὴρ, τοιοῦτος ὁ Υἱὸς, τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄπειρος ὁ Πατὴρ, ἄπειρος ὁ Υἱὸς, ἄπειρον τὸ Πνεῦμα τὸ ἅγιον. Ἀΐδιος ὁ Πατὴρ, ἀΐδιος ὁ Υἱὸς, ἀΐδιον τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ μὴν τρεῖς ἀΐδιοι, ἀλλ' εἷς ἀΐδιος. Οὕτως οὐδὲ τρεῖς ἄκτιστοι, οὔτε τρεῖς ἄπειροι, ἀλλ' εἷς ἄκτιστος, εἷς ἄπειρος. Ὁμοίως παντοδύναμος ὁ Πατὴρ, παντοδύναμος ὁ Υἱὸς, παντοδύναμον τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς παντοδύναμοι, ἀλλ' εἷς παντοδύναμος. Οὕτω καὶ Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς θεοὶ, ἀλλ' εἷς Θεός. Οὕτω Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριος τὸ Πνεῦμα τὸ ἅγιον· οὐ μὴν τρεῖς κύριοι, ἀλλ' εἷς Κύριος· ἐπεὶ καθὼς ἕκαστον τῶν προσώπων Θεὸν ἢ Κύριον ὁμολογεῖν ὑπὸ τῆς Χριστιανικῆς ἀληθείας ἀναγκαζόμεθα, οὕτω καὶ τρεῖς θεοὺς ἢ κυρίους λέγειν ἡ καθολικὴ θρησκεία κωλύει. Ὁ Πατὴρ τοίνυν ὑπ' οὐδενὸς οὔτε πεποίηται, οὔτε ἔκτισται, οὔτε γεγέννηται. Μόνος Υἱὸς παρὰ τοῦ Πατρὸς μόνου ἐστὶν οὐ ποιηθεὶς, οὐ κτισθεὶς, ἀλλὰ γεννηθείς. Τὸ Πνεῦμα τὸ ἅγιον παρὰ Πατρὸς καὶ Υἱοῦ οὐ ποιηθὲν, οὐ κτισθὲν, οὐ γεννηθὲν, ἀλλ' ἐκπορευόμενον. Εἷς τοίνυν Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς ὁ Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύ-
For him who wishes to be saved, before all things it is necessary to hold the catholic faith; which unless a man keep whole and unbroken, without doubt he shall perish for ever. Now this is the catholic faith, that we worship one God in Trinity, and Trinity in unity, neither confounding the persons, nor dividing the substance. For there is one person of the Father, another of the Son, another of the Holy Spirit. But of the Father and of the Son and of the Holy Spirit there is one divinity, equal glory, co-eternal majesty. Such as the Father is, such is the Son, such is the Holy Spirit. Uncreated is the Father, uncreated is the Son, uncreated is the Holy Spirit. Infinite is the Father, infinite is the Son, infinite is the Holy Spirit. Eternal is the Father, eternal is the Son, eternal is the Holy Spirit. Yet there are not three eternals, but one eternal. So neither are there three uncreated, nor three infinite, but one uncreated, one infinite. Likewise almighty is the Father, almighty is the Son, almighty is the Holy Spirit; yet there are not three almighties, but one almighty. So also the Father is God, the Son is God, the Holy Spirit is God; yet there are not three gods, but one God. So the Father is Lord, the Son is Lord, the Holy Spirit is Lord; yet there are not three lords, but one Lord; since just as we are compelled by the Christian truth to confess each of the persons to be God or Lord, so also the catholic religion forbids us to say three gods or lords. The Father therefore is neither made by anyone, nor created, nor begotten. The Son alone is from the Father alone, not made, not created, but begotten. The Holy Spirit is from the Father and the Son, not made, not created, not begotten, but proceeding. There is therefore one Father, not three fathers; one Son, not three sons; one Holy Spirit, not three-
Ἔκθεσις ὁμολογίας τῆς καθολικῆς πίστεως τοῦ μεγάλου
Exposition of the confession of the catholic faith of the great
Ὅστις ἂν βούληται σωθῆναι, πρὸ πάντων χρὴ κρατεῖν τὴν καθολικὴν πίστιν· ἣν εἰ μὴ εἷς ἕκαστος σώαν καὶ ἀμώμητον τηρήσῃ, ἄνευ δισταγμοῦ εἰς τὸν αἰῶνα ἀπολεῖται.
Whosoever wishes to be saved, before all things it is necessary to hold fast the catholic faith; which unless each one keep whole and blameless, without doubt he shall perish for ever.
Πίστις δὲ ἡ καθολικὴ αὕτη ἐστὶν, ἵνα ἕνα Θεὸν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι σεβώμεθα, μήτε συγχέοντες τὰς ὑποστάσεις, μήτε τὴν οὐσίαν διαχωρίζοντες.
And the catholic faith is this, that we worship one God in Trinity, and Trinity in unity, neither confounding the hypostases, nor separating the substance.
Ἄλλη γάρ ἐστιν ἡ ὑπόστασις τοῦ Πατρὸς, ἄλλη
For there is one hypostasis of the Father, another
PG 28:1586Read from the page
ου μεγάλου ὁμολογία τῆς καθολικῆς πίστεως, ἣν ἔδωκε Ιούλιον πάπαν Ῥώμης.
the Great's confession of the catholic faith, which he gave to Julius Pope of Rome.
ματα ἅγια. Ἀλλ' ἐν ταύτῃ τῇ Τριάδι οὐδὲν πρότερον ἢ ὕστερον, οὐδὲν μεῖζον ἢ ἔλαττον· ἀλλὰ τρία πρόσωπα συναΐδια ἑαυτοῖς ἐστι, καὶ διὰ πάντων ἴσα. Οὕτως ὡς κατὰ πάντα, καθὼς ἤδη εἴπομεν, καὶ τὴν Τριάδα ἐν τῇ μονάδι, καὶ τὴν μονάδα ἐν τῇ Τριάδι σέβειν ἡμᾶς. Ὁ βουλόμενος τοίνυν σωθῆναι, οὕτω περὶ τῆς Τριάδος φρονείτω.
holy spirits. But in this Trinity nothing is prior or posterior, nothing greater or less; but the three persons are co-eternal with one another, and equal through all things. So that in all things, just as we have already said, we worship both the Trinity in the unity, and the unity in the Trinity. Let him who wishes to be saved, therefore, think thus concerning the Trinity.
Ἀναγκαῖον δὲ πρὸς τὴν αἰώνιον σωτηρίαν, καὶ τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σάρκωσιν πιστῶς κατέχειν. Ἔστι τοίνυν βεβαία πίστις, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, Θεὸν καὶ ἄνθρωπον εἶναι· Θεὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, πρὸ τῶν αἰώνων γεννηθέντα· τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρωπίνης σαρκὸς ὑφεστῶτα· ἴσον τῷ Πατρὶ κατὰ τὴν θεότητα, ἐλάττονα τοῦ Πατρὸς κατὰ τὴν ἀνθρωπότητα. Ὅς, εἰ καὶ Θεός ἐστι καὶ ἄνθρωπος, οὐ μὴ δύο, ἀλλ' εἷς ἐστι Χριστός· εἷς δὲ, οὐ τῆς θεότητος μεταβληθείσης εἰς σάρκα, ἀλλὰ τῆς ἀνθρωπότητος ὑπὸ τοῦ Θεοῦ προσληφθείσης· εἷς παντελῶς, οὐ φυρμῷ τῆς οὐσίας, ἀλλὰ τῇ τοῦ προσώπου ἑνότητι. Ὥσπερ γὰρ ἡ λογικὴ ψυχὴ καὶ ἡ σὰρξ εἷς ἐστιν ἄνθρωπος, οὕτω καὶ ὁ Θεὸς καὶ ἄνθρωπος εἷς ἐστι Χριστός· παθὼν ὑπὲρ τῆς σωτηρίας ἡμῶν, κατελθὼν εἰς τὸν ᾅδην, τῇ τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν ἀναστὰς, καὶ ἀνελθὼν εἰς τοὺς οὐρανοὺς, καὶ καθήμενος ἐκ δεξιῶν τοῦ παντοδυνάμου Θεοῦ καὶ Πατρὸς, ἐκεῖθεν ἥξων κρῖναι ζῶντας καὶ νεκρούς· οὗ πρὸς τὴν παρουσίαν πάντες οἱ ἄνθρωποι ἀναστήσονται μετὰ τῶν ἰδίων σωμάτων ἀποδώσοντες λόγον περὶ τῶν ἔργων αὐτῶν. Οἱ μὲν οὖν ἀγαθὰ πράξαντες εἰς τὴν αἰώνιον ἀπελεύσονται ζωὴν, οἱ δὲ τὰ φαῦλα εἰς τὸ πῦρ τὸ αἰώνιον. Αὕτη ἐστὶν ἡ καθολικὴ πίστις, ἣν εἰ μή τις πιστῶς καὶ βεβαίως πιστεύσειεν, οὐχ οἷός τε ἔσται σωθῆναι.
Furthermore, it is necessary for eternal salvation also to hold faithfully the incarnation of our Lord Jesus Christ. Now the firm faith is that we believe and confess our Lord Jesus Christ, the Son of God, to be God and man; God from the substance of God, begotten before the ages; perfect God and perfect man, subsisting of a rational soul and human flesh; equal to the Father according to divinity, less than the Father according to humanity. Who, although He is God and man, is by no means two, but is one Christ; and one, not by the divinity being changed into flesh, but by the humanity being taken up by God; one altogether, not by mixture of substance, but by unity of person. For just as the rational soul and the flesh is one man, so also God and man is one Christ; having suffered for our salvation, having descended into hell, having risen again from the dead on the third day, and having ascended into the heavens, and sitting at the right hand of God the Father Almighty, whence He shall come to judge the living and the dead; at Whose coming all men shall rise again with their own bodies to render an account concerning their works. And those who have done good things shall go away into eternal life, while those who have done evil things into eternal fire. This is the catholic faith, which unless a man faithfully and firmly believe, he will not be able to be saved.
εως τοῦ μεγάλου Ἀθανασίου πατριάρχου Ἀλεξανδρείας.
of the great Athanasius, Patriarch of Alexandria.
τοῦ Υἱοῦ, ἄλλη τοῦ ἁγίου Πνεύματος.
of the Son, another of the Holy Spirit.
Ἀλλὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, μία ἐστὶν ἡ θεότης, μία ἐστὶν ἡ δόξα, συναΐδιος ἡ μεγαλειότης.
But of the Father, and of the Son, and of the Holy Spirit, one is the divinity, one is the glory, co-eternal is the majesty.
Οἷος ὁ Πατὴρ, τοιοῦτος ὁ Υἱὸς, τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον.
Such as the Father is, such is the Son, such is the Holy Spirit.
Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον καὶ τὸ Πνεῦμα τὸ ἅγιον.
Uncreated is the Father, uncreated is the Son, uncreated also is the Holy Spirit.
Ἀκατάληπτος ὁ Πατὴρ, ἀκατάληπτος ὁ Υἱὸς,
Incomprehensible is the Father, incomprehensible is the Son,