PG 28:1545Read from the pageτῷ πνεύματι νόει τὰ λεγόμενα. Πολλάκις γὰρ τὸ μὲν στόμα φθέγγεται, ἡ δὲ καρδία περὶ λογισμοὺς ἀσχολεῖται. Προσέχειν δὲ δεῖ, μὴ, τοῖς θείοις γάμοις προσελθοῦσαι, πενίαν λαμπάδων, τουτέστιν ἀρετῶν, νοσήσωμεν. Μισήσει γὰρ ἡμᾶς ὁ μνηστὴρ, καὶ οὐδ' ὅλως προσδέξεται, ἐὰν μὴ τὰς ὑποσχέσεις λάβῃ. Τίνες δέ εἰσιν αὗται; τοῦ μὲν σώματος ἧττω φροντίζειν, ἐπὶ πλείω δὲ τὴν ψυχὴν ἀρδεύειν· αὗται γάρ εἰσιν αἱ πρὸς αὐτὸν συνθῆκαι.
with the spirit understand the things said (1 Cor. 14:15). For oftentimes the mouth utters sound, while the heart is busied about thoughts. And we must take heed lest, having approached the divine marriage, we suffer from poverty of lamps, that is, of virtues. For the Betrothed will hate us, and will not receive us at all, unless He receive the promises. And what are these? To take less care of the body, and to water the soul more abundantly; for these are the covenants with Him.
93. Ὥσπερ δὲ οὐκ ἐγχωρεῖ δύο κάδους κατὰ τὸ αὐτὸ ἀνάγειν πεπληρωμένους ὕδατος· διὰ γὰρ τοῦ στρεφομένου ἄξωνος, ὁ μὲν εἷς κοῦφος κατάγεται, ὁ δὲ ἕτερος μεστὸς ἀνάγεται· οὕτως καὶ ἐφ' ἡμῶν ἐστιν· ὅταν γὰρ τὴν πᾶσαν κηδεμονίαν τῇ ψυχῇ προσοίσωμεν, πληρωθεῖσα τῶν καλῶν ἀνάγεται, τῶν μεταρσίων ἐφιεμένη. Τὸ δὲ σῶμα ἡμῶν, διὰ τῆς ἀσκήσεως κοῦφον γενόμενον, οὐ βρίθει τὴν ἡγεμονοῦσαν δύναμιν. Καὶ τούτου μάρτυς ὁ Ἀπόστολος, φησὶ γάρ· Ὅσον ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, τοσοῦτον ὁ ἔνδον ἀνακαινοῦται.
93. And just as it is not possible to draw up two buckets filled with water at the same time; for through the turning axle, the one is let down light, while the other is drawn up full; so also is it in our case; for whenever we bring all our care to the soul, being filled with good things it is drawn up, aiming at lofty things. While our body, having become light through ascetic practice, does not weigh down the ruling faculty. And a witness of this is the Apostle, for he says: Inasmuch as our outward man is corrupted, so much the inward is renewed (2 Cor. 4:16).
94. Ἐν μονῇ κοινοβίου τυγχάνεις; μὴ μεταλλάξῃς τὸν τόπον· βλαβήσῃ γὰρ μεγάλως. Ὥσπερ γὰρ ὄρνις, ἐξανισταμένη τῶν ὠῶν, οὔρια ταῦτα καὶ ἄγονα παρασκευάζει· οὕτως παρθενος ἢ μοναχὸς ψυχροῦται καὶ νεκροῦται τῆς πίστεως, τόπον ἐκ τόπου μεταβαίνων
94. Are you in a monastery of a cenobium? Do not change the place; for you will be greatly harmed. For just as a bird, rising up from the eggs, renders them wind-eggs and barren; so a virgin or a monk grows cold and is deadened in faith, passing from place to place.
95. Μή σε δελεάσῃ ἡ τῶν κατὰ τὸν κόσμον πλουσίων τρυφὴ, ὥς τι χρήσιμον ἔχουσα. Ἡδονῆς ἕνεκεν τὴν ὀψαρτυτικὴν τιμῶσι τέχνην· νηστείᾳ καὶ αὐτὸς διὰ τῶν εὐτελῶν τὴν ἐκείνων εὐπορίαν τῶν τροφῶν ὑπερβάλλου. Φησὶ γὰρ, ὡς Ψυχὴ, ἐν πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου.
95. Let not the luxury of the rich according to the world bait you, as having anything useful. For the sake of pleasure they honour the culinary art; by fasting do you yourself also through cheap things surpass their abundance of foods. For it says that A soul, being in fulness, mocks at honeycombs (Prov. 27:7). Be not sated with bread, and you will not desire wine.
96. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπιθυμία, ἡδονὴ, λύπη. Ἓν ἐξ ἑνὸς ταῦτα ἤρτηται, καὶ ἓν ἑνὶ ἀκολουθεῖ· καὶ ἡδονῆς μὲν κρατῆσαι δυνατὸν μετρίως, ἐπιθυμίας δὲ ἀδύνατον. Τὸ μὲν γὰρ τῆς ἡδονῆς διὰ τοῦ σώματος τελεῖται· τὸ δὲ ἀπὸ ψυχῆς ἄρχεται· ἡ δὲ λύπη ἐκ τῶν ἀμφοτέρων κατασκευάζεται. Μὴ συγχωρήσῃς οὖν τὴν ἐπιθυμίαν ἐνεργῆσαι, καὶ τὰ λοιπὰ ἀποσκεδάσεις. Εἰ δὲ συγχωρήσῃς προκύψαι τὸ πρῶτον, διανεμηθὲν πρὸς τὸ δεύτερον, κυκλικὴν ἀνταπόδοσιν ποιήσονται πρὸς ἑαυτὰ, καὶ οὐδαμῶς συγχωρήσει τῇ ψυχῇ ἀνασφῆλαι. Γέγραπται γὰρ, ὡς Μὴ δὸς ὕδατι διέξοδον.
96. Three are the first heads of the enemy, out of which all wickedness is derived: lust, pleasure, grief. One upon one these hang, and one follows one; and pleasure indeed it is possible to master moderately, whereas lust is impossible. For that of pleasure is accomplished through the body, while that begins from the soul; and grief is fashioned out of both. Do not therefore allow lust to operate, and you will scatter the rest. But if you allow the first to peep forth, being distributed towards the second, they will make a circular reciprocation with one another, and it will by no means allow the soul to recover. For it is written, Give not an outlet to water (Sir. 25:25).
97. Οὐ πᾶσι πάντα συμφέρει· ἕκαστος δὲ τῷ ἰδίῳ νοὶ πληροφορείσθω. Ὅτι πολλοῖς ἐν κοινοβίῳ συμφέρει, καὶ ἄλλοις κατ' ἰδίαν ἀναχωρεῖν ὠφέλιμον τυγχάνει. Ὥσπερ γὰρ τῶν φυτῶν τὰ μὲν ἐν τοῖς διύγροις τόποις τυγχάνοντα εὐθαλέστερα γίνονται, τὰ δὲ ἐν τοῖς ξηροτέροις μονιμώτερα· οὕτω καὶ τῶν ἀνθρώπων οἱ μὲν ἐν τοῖς ὑψηλοτέροις τόποις εὖ πράττουσιν, οἱ δὲ ἐν τοῖς ταπεινοτέροις διασώζονται.
97. Not all things are profitable for all; let each one be fully assured in his own mind (Rom. 14:5). Because for many it is profitable to be in a cenobium, and for others to withdraw in private is beneficial. For just as of plants some that are in moist places become more flourishing, while those in drier places are more lasting; so also of men some fare well in the higher places, while others are preserved in the lower ones.
Notes, col. 1545
On the reading
Printed παρθενος, for παρθένος.
PG 28:1548Read from the pageΠολλοὶ οὖν ἐν πόλει, τὰ τῆς ἐρήμου φανταζόμενοι, ἐσώθησαν· καὶ πολλοὶ, ἐν ὄρει ὄντες, τὰ τῶν δημοτῶν πράττοντες, ἀπώλοντο. Δυνατὸν μετὰ πολλῶν ὄντα μονάζειν τῇ γνώμῃ, καὶ μόνον ὄντα μετὰ ὄχλων τῇ διανοίᾳ συνδιάγειν.
Many therefore in a city, imagining the things of the desert, were saved; and many, being on a mountain, doing the things of townsfolk, perished. It is possible while being with many to live alone in purpose, and while being alone to pass one's life with crowds in thought.
98. Πολλὰ τοῦ διαβόλου τὰ κέντρα. Διὰ πενίας οὐ μετεκίνησε ψυχήν; πλοῦτον προσάγει εἰς δέλεαρ. Δι' ὕβρεων καὶ ὀνειδισμῶν οὐκ ἴσχυσεν; ἐπαίνους καὶ δόξαν προβάλλεται. Διὰ τῆς ὑγείας ἡττήθη; νοσοποιεῖ τὸ σῶμα. Ταῖς γὰρ ἡδοναῖς μὴ δυνηθεὶς ἀπατῆσαι, διὰ τῶν ἀκουσίων πόνων τὴν παρατροπὴν τῆς ψυχῆς πειρᾶται ποιῆσαι ἀπροαίρετον καὶ ἀβούλητον. Νόσους γάρ τινας καὶ βαρυτάτας ἐξ αἰτήσεως προσάγει, πρὸς τὸ διὰ τούτων ὀλιγωρήσαντας ἐπιθολῶσαι αὐτῶν τὴν πρὸς Θεὸν ἀγάπην. Ἀλλ' εἰ καὶ κατατέμνεται τὸ σῶμα, καὶ πυρετοῖς σφοδροτάτοις καταφλέγεται, ἔτι μὴν καὶ δίψει ἀνιάτῳ καὶ ἀσχέτῳ καταθλίβεται· εἰ μὲν ἁμαρτωλὸς ὢν ταῦτα ὑφίστασαι, ὑπομνήσθητι τῆς μελλούσης κολάσεως, καὶ τοῦ αἰωνίου πυρὸς καὶ τῶν δικαστικῶν τιμωριῶν, καὶ οὐκ ὀλιγωρήσεις πρὸς τὰ παρόντα. Χαίρου, ὅτι ἐπεσκέψατό σε ὁ Κύριος, καὶ τὸ εὔφημον δὲ ἐκεῖνο ῥητὸν ἐπὶ τῆς γλώσσης ἔχε, ὡς Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος· τῷ δὲ θανάτῳ τῆς ἁμαρτίας οὐ παρέδωκέ με. Σίδηρος ἐτύγχανες, ἀλλὰ διὰ τοῦ πυρὸς τὸν ἰὸν ἀποβάλλῃ. Εἰ δὲ καὶ δίκαιος ὢν ἀῤῥωστεῖς, ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ μείζω προκόπτεις. Χρυσὸς εἶ, ἀλλὰ διὰ τοῦ πυρὸς δοκιμώτερος γίνῃ. Ἐδόθη σοι ἄγγελος Σατᾶν τῇ σαρκὶ, ἀγαλλιῶ, βλέπε τίνι ὅμοιος γέγονας· τῆς γὰρ Παύλου δωρεᾶς ἠξιώθης. Διὰ τοῦ πυρετοῦ δοκιμάζῃ· διὰ ῥίγους παιδεύῃ· ἀλλὰ φησιν ἡ Γραφή· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος. Λοιπὸν τὸ ἀναψυκτήριον ἡτοίμασται. Ἔτυχες τοῦ πρώτου, προσδόκα τὸ δεύτερον. Πράττων [πάσχων] βόα τὰ τοῦ ἁγίου Δαβὶδ ῥήματα· φησὶ γὰρ, ὡς Πένης καὶ πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ. Τέλειος γενήσῃ διὰ τῆς τριάδος. Καὶ γάρ φησιν· Ἐν θλίψει ἐπλάτυνάς με. Ἐν τούτοις μάλιστα τοῖς γυμνασίοις τὰς ψυχὰς ἀσκηθῶμεν· ἐπ' ὀφθαλμοῖς γὰρ ὁρῶμεν τὸν ἀντίπαλον.
98. Many are the goads of the devil. Through poverty did he not move a soul? He brings wealth for a bait. Through insults and reproaches did he not prevail? He puts forward praises and glory. Through health was he defeated? He makes the body sick. For not having been able to deceive by pleasures, through involuntary pains he tries to make the turning aside of the soul unchosen and involuntary. For upon request he brings certain even most grievous sicknesses, towards befouling through these the love towards God of those who have grown faint-hearted. But even if the body is cut up, and is burned down with most vehement fevers, and furthermore is oppressed with incurable and unrestrainable thirst; if being a sinner you undergo these things, call to mind the coming punishment, and the eternal fire and the judicial penalties, and you will not grow faint-hearted at the present things. Rejoice, because the Lord has visited you, and have that auspicious saying upon your tongue, that Chastening the Lord has chastened me, and to the death of sin He has not delivered me (Ps. 117:18). You were iron, but through the fire you cast off the rust. And if being righteous you are infirm, from great things you advance unto greater ones. You are gold, but through the fire you become more approved. There has been given to you an angel of Satan in the flesh (2 Cor. 12:7), exult, see to whom you have become like; for you have been counted worthy of Paul's gift. Through the fever you are proved; through chill you are chastened; but Scripture says: We went through fire and water (Ps. 65:12). For the rest, the refreshing has been prepared. You have attained the first, expect the second. Acting [suffering], cry aloud the words of holy David; for he says, Poor and needy and in pain am I (Ps. 68:30). You shall become perfect through the triad. For indeed he says: In affliction Thou hast enlarged me (Ps. 4:2). In these exercises especially let us train our souls; for before our eyes we see the adversary.
99. Μὴ λυπηθῶμεν, ὡς διὰ τὴν ἀσθένειαν καὶ τὴν πληγὴν τοῦ σώματος μὴ δυνάμενοι εἰς εὐχὴν στῆναι, ἢ ψάλλειν μετὰ φωνῆς· πάντα ἡμῖν ταῦτα ἤνυτο πρὸς καθαίρεσιν ἐπιθυμιῶν. Καὶ γὰρ νηστεία καὶ χαμευνία διὰ τὰς αἰσχίστους ἡμῖν ἡδονὰς νενομοθέτηνται. Εἰ οὖν ἡ νόσος ταύτας ἤμβλυνε, περιττὸς ὁ πόνος. Τί δὲ λέγω περιττός; ὥσπερ γὰρ μείζονί τινι καὶ ἰσχυροτέρῳ φαρμάκῳ τῇ νόσῳ τὰ ὀλεθροφόρα συμπτώματα κεκοίμηνται. Καὶ αὕτη ἐστὶν ἡ μεγάλη ἄσκησις, τὸ ἐν ταῖς νόσοις ἐγκαρτερεῖν, καὶ εὐχαριστηρίους ὕμνους ἀναπέμπειν τῷ κρείττονι. Ἀφαιρούμεθα ὀφθαλμῶν; μὴ βαρέως ἐνέγκωμεν· τὰ γὰρ τῆς ἀπληστίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν;
99. Let us not be grieved, as not being able on account of the weakness and the stroke of the body to stand for prayer, or to sing psalms with voice; all these things were accomplished for us towards the pulling down of lusts. For fasting and sleeping on the ground have been ordained for us on account of the most shameful pleasures. If therefore the sickness has blunted these, superfluous is the labour. Yet why do I say superfluous? For as by some greater and stronger medicine, by the sickness the destructive symptoms have been lulled to sleep. And this is the great ascetic practice, to endure steadfastly in sicknesses, and to send up hymns of thanksgiving to the Better One. Are we deprived of eyes? Let us not bear it heavily; for we have cast away the instruments of insatiability, but with the inward eyes we behold as in a mirror the glory of the Lord. Have we become deaf?
Notes, col. 1548
On the reading
Printed ἀλλὰ φησιν, for ἀλλά φησιν.
PG 28:1549Read from the pageεὐχαριστησωμεν τὴν ματαίαν ἀκοὴν τέλεον ἀποβαλόντες. Τὰς χεῖρας πεπόνθαμεν; ἀλλὰ τὰς ἔνδον ἔχομεν εὐτρεπισθείσας πρὸς τὸν κατὰ τοῦ ἐχθροῦ πόλεμον. Ἀῤῥωστία καθ' ὅλον τὸ σῶμα κρατεῖ; ἀλλ' ἡ κατὰ τὸν ἔσω ἄνθρωπον ὑγεία μᾶλλον αὔξει.
Let us give thanks, having utterly cast away vain hearing. Have we suffered in our hands? Yet we have the inward ones made ready towards the war against the enemy. Does infirmity prevail throughout the whole body? Yet the health according to the inward man increases all the more.
100. Ἐν κοινοβίῳ οὖσαι, τὴν ὑπακοὴν μᾶλλον τῆς ἀσκήσεως προκρίνωμεν· ἡ μὲν γὰρ ὑπεροψίαν διδάσκει, ἡ δὲ ταπεινοφροσύνην ἐπαγγέλλεται. Ἔστι δὲ καὶ ἐκ τοῦ ἐχθροῦ ἐπιτεταμένη ἄσκησις. Καὶ γὰρ οἱ αὐτοῦ μαθηταὶ τοῦτο ποιοῦσι. Πῶς οὖν διακρίνωμεν τὴν θείαν καὶ βασιλικὴν ἄσκησιν τῆς τυραννικῆς καὶ δαιμονιώδους; δῆλον, ὡς ἀπὸ τῆς συμμετρίας. Ἅπας σοι ὁ χρόνος εἷς κανὼν νηστείας ὑπαρχέτω. Μὴ τέσσαρας ἢ πέντε νηστεύσῃς, καὶ τὴν ἄλλην πλήθει τροφῶν καταλύσῃς τὴν δύναμιν. Τοῦτο ἡδὺ τῷ ἐχθρῷ. Πανταχοῦ ἡ ἀμετρία φθοροποιὸς τυγχάνει. Μὴ ὑφ' ἕν σου τὰ ὅπλα ἀναλώσῃς, καὶ γυμνὸς εὑρεθεὶς ἐν τῷ πολέμῳ εὐάλωτος γενήσῃ. Τὰ ὅπλα ἡμῶν ἐστι τὸ σῶμα· ἡ δὲ ψυχὴ ὁ στρατιώτης· καὶ τῶν ἀμφοτέρων ἐπιμελοῦ πρὸς τὰς χρείας. Νέος ὢν καὶ ὑγιὴς, νήστευσον. Ἥξει γὰρ τὸ γῆρας μετὰ ἀσθενείας. Ὡς δύνῃ, θησαύρισον τροφὰς, ἵνα, μὴ δυνάμενος, εὕρῃς. Νήστευε μετὰ λόγου καὶ ἀκριβείας. Ὅρα μὴ ὁ ἐχθρὸς ἐπεισέλθῃ τῇ ἐμπορίᾳ τῆς νηστείας· καὶ τάχα οἶμαι περὶ τούτου τὸν Σωτῆρα εἰρηκέναι τό· Γίνεσθε δόκιμοι τραπεζῖται· τουτέστι, τὸ βασιλικὸν χάραγμα ἀκριβῶς γινώσκετε· εἰσὶ γὰρ καὶ παραχαράγματα· καὶ ἡ μὲν τοῦ χρυσοῦ φύσις ἡ αὐτὴ, διαφέρει δὲ τῷ χαράγματι. Ὁ μὲν χρυσός ἐστι νηστεία, ἐγκράτεια, ἐλεημοσύνη· ἀλλὰ καὶ Ἑλλήνων παῖδες τὴν τυραννικὴν αὐτῶν εἰκόνα τούτοις ἐντίθενται, καὶ αἱρετικοὶ δὲ πάντες διὰ τούτων σεμνύνονται. Ὁρᾷν δὲ δεῖ τούτους, καὶ ἀποφεύγειν ὡς παραχαράκτας. Βλέπε μὴ, ἀγυμνάστως περιπεσὼν αὐτοῖς, ζημιωθῇς. Δέχου οὖν μετὰ ἀσφαλείας τὸν τοῦ Χριστοῦ σταυρὸν διεντετυπωμένον ταῖς ἀρεταῖς· τουτέστι, πίστιν ὀρθὴν μετὰ σεμνῶν πράξεων.
100. Being in a cenobium, let us prefer obedience rather than ascetic practice; for the latter teaches disdain, while the former promises humility of mind. And there is also an overstrained ascetic practice from the enemy. For his disciples also do this. How then shall we distinguish the divine and royal ascetic practice from the tyrannical and demoniacal one? Clearly, from its due measure. Let all your time be one rule of fasting. Do not fast four or five days, and on the next day dissolve your strength by a multitude of foods. This is pleasant to the enemy. Everywhere lack of measure is destructive. Do not spend all your weapons at once, and being found naked in the war become easily captured. Our weapons are the body, and the soul is the soldier; take care of both towards their needs. Being young and healthy, fast. For old age will come with weakness. While you are able, treasure up foods, so that, when you are not able, you may find them. Fast with reason and exactness. See lest the enemy creep into the traffic of fasting; and perhaps I think that concerning this the Saviour has said: Become approved money-changers; that is, know accurately the royal stamp; for there are also counterfeits; and the nature of gold is the same, yet it differs by the stamp. The gold indeed is fasting, self-control, almsgiving; yet the children of the Greeks also set their tyrannical image upon these things, and all heretics too plume themselves through these things. And one must look at these men, and flee away from them as counterfeiters. See lest, falling among them untrained, you suffer loss. Receive therefore with safety the cross of Christ stamped through and through with the virtues; that is, right faith with honourable deeds.
101. Δεῖ ἡμᾶς πάσῃ διακρίσει κυβερνᾷν τὴν ψυχὴν, καὶ ἐν κοινοβίῳ οὔσας, μὴ τὰ ἑαυτῶν ζητεῖν, μήτε μὴν οἰκείᾳ δουλεύειν γνώμῃ, ἀλλὰ τῇ κατὰ πίστιν μητρὶ πειθαρχεῖν. Ἐξορίᾳ ἑαυτὰς παρεδώκαμεν· τουτέστι τῶν κοσμικῶν ὅρων ἔξω ἐγενόμεθα· οὐκοῦν ἐκβεβλήμεθα· μὴ τὰ αὐτὰ ζητήσωμεν. Ἐκεῖ δόξαν εἴχομεν, ὧδε ὀνειδισμόν· ἐκεῖ δαψίλειαν τροφῶν, ὧδε καὶ τοῦ ἄρτου ἔνδειαν. Ἐν τῷ κόσμῳ οἱ πταίοντες, καὶ μὴ βουλόμενοι εἰς φυλακὴν βάλλονται· καὶ ἡμεῖς διὰ τὰς ἁμαρτίας ἡμῶν ἑαυτὰς φυλακίσωμεν, ἵνα τὸ ἑκούσιον τῆς γνώμης τὴν μέλλουσαν κόλασιν ἀποσοβήσῃ.
101. We must govern the soul with all discernment, and being in a cenobium, not seek our own things, nor yet be slaves to our own will, but obey the mother according to faith. We have delivered ourselves up to exile; that is, we have come to be outside the worldly bounds; therefore we have been cast out; let us not seek the same things. There we had glory, here reproach; there abundance of foods, here lack even of bread. In the world those who stumble, even unwillingly, are cast into prison; let us too on account of our sins imprison ourselves, so that the voluntariness of our purpose may ward off the coming punishment.
102. Νηστεύεις; μὴ προφασίσῃ νόσον. Καὶ γὰρ οἱ μὴ νηστεύοντες τοῖς αὐτοῖς περιέπεσον νοσήμασιν. Ἤρξω τοῦ καλοῦ; μὴ ἀναχαιτίσῃς, τοῦ ἐχθροῦ σε ἐγκόπτοντος. Αὐτὸς γὰρ τῇ ὑπομονῇ σου καταργεῖται·
102. Do you fast? Do not make sickness an excuse. For even those who do not fast have fallen into the same sicknesses. Have you begun the good? Do not draw back, when the enemy hinders you. For he himself is brought to naught by your patience;
Notes, col. 1549
On the reading
Printed εὐχαριστησωμεν, for εὐχαριστήσωμεν.
PG 28:1552Read from the pageκαὶ γὰρ οἱ πλεῖν ἀρχόμενοι, πρῶτον μὲν δεξιοῦ πνεύματος τυγχάνουσι ἁπλώσαντες τὰ ἱστία· αὖθις δὲ αὐτοῖς ἐναντίος ἄνεμος ἀπαντᾷ· ἀλλ' οἱ ναυτικοὶ διὰ τὸ παρεμπεσὸν πνεῦμα οὐκ ἀποσκευάζουσι τὴν ναῦν· μικρὸν δὲ ἡσυχάσαντες ἢ καὶ ἀπομαχησάμενοι τῇ ζάλῃ, τὸν πλοῦν ποιοῦνται· οὕτω καὶ ἡμεῖς, ἐναντίου πνεύματος προσπεσόντος, τὸν σταυρὸν ἀντὶ ἱστίου τανύσασαι, ἀδεῶς τὸν πλοῦν ἐκτελέσομεν.
for those also who begin to sail, first indeed meet with a favourable wind having spread the sails; but afterwards a contrary wind meets them; yet the sailors on account of the wind that has fallen in upon them do not unrig the ship; but having rested a little or even fought off the storm, they make their voyage; so we too, when a contrary wind has fallen upon us, having stretched out the cross instead of a sail, will fearlessly accomplish the voyage.
103. Ταῦτα τῆς σεμνῆς καὶ παναρέτου Συγκλητικῆς τὰ διδάγματα· καὶ μᾶλλον πράξεις ἢ ῥήματα· καὶ ἄλλα δὲ πολλὰ καὶ μεγάλα ὑπ' αὐτῆς ἐγνωρίσθη πρὸς ὠφέλειαν τῶν ἀκουσάντων τε καὶ θεασαμένων. Τοσοῦτον δὲ πλῆθος ἐξ αὐτῆς ἀγαθῶν ἐβλάστησεν, ὅσον ἀνθρωπίνη γλῶσσα ἀπορήσειεν ἂν ἐκφράσαι
103. These are the teachings of the revered and all-virtuous Syncletica; and deeds rather than words; and many other great things also were made known by her towards the benefit of those who heard and beheld. And so great a multitude of good things sprouted forth from her, as a human tongue would be at a loss to express.
104. Ὁ δὲ μισόκαλος διάβολος, μὴ φέρων τὴν τοσαύτην τῶν καλῶν ἀφθονίαν, ἐξετήκετο, καὶ εἰς ἑαυτὸν ἐδραματούργει, ὅπως ἂν δυνηθείη ἐπιθολῶσαι τὴν τῶν χρηστῶν ἀνατολήν. Καὶ λοιπὸν ἐξαιτεῖται πρὸς τὸν τελευταῖον ἀγῶνα τὴν γενναιοτάτην παρθένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, βύθιον αὐτῇ τὴν ἀλγηδόνα ἀπένεμεν· ὡς ἀπαραμύθητον αὐτὴν ἐκ τῆς ἀνθρώπων ἐπικουρίας γενέσθαι.
104. But the hater of good, the devil, not bearing so great an abundance of good things, melted away, and devised plots within himself, how he might be able to befoul the rising of good things. And finally he begs for the noblest virgin towards the last contest; and so greatly does he avenge himself upon her in his enmity, as not even to begin the stroke from the outward members; but, having touched the inward parts, he assigned to her a deep-seated pain; so that she became inconsolable by human aid.
105. Καὶ πρῶτον μὲν τὸ ἀναγκαιότατον ἐν ζωῇ πλήττει μόριον, τὸν πνεύμονα, καὶ διὰ νόσων ὀλεθροφόρων κατ' ὀλίγον ἐξάπτει τὴν κακίαν. Ἐνεχώρει μὲν γὰρ καὶ ἐν ὀλίγῳ διὰ τῆς ἐξαιτήσεως συντεμεῖν αὐτῆς τὴν τελευτήν· ἀλλ' ὥσπερ αἱμοβόρος δήμιος, διὰ πληγῶν πολλῶν καὶ χρόνου μακροῦ τὴν οἰκείαν δεινότητα ἐνδείκνυται. Κατὰ μικρὸν γὰρ ἀναλύων τὸν πνεύμονα διὰ τῶν ἀναγομένων πτυσμάτων, τοῦτον ἀπέβαλλε. Παρῆσαν δὲ καὶ πυρετοὶ ἀδιάλειπτοι, ῥίνης δίκην ἀποδαπανῶντες τὸ σῶμα.
105. And first indeed he strikes the most necessary part in life, the lung, and through destructive sicknesses little by little he kindles the affliction. For it was possible indeed even in a short time through his request to cut short her end; but like a bloodthirsty executioner, through many strokes and a long time he displays his own cruelty. For dissolving the lung little by little through the spittle brought up, he cast it away. And there were present also unceasing fevers, like a file wearing away the body.
106. Ὀγδοηκοστὸν ἦγεν ἔτος, ὅτε ὁ διάβολος τὰ τοῦ Ἰὼβ ἄθλα εἰς ταύτην μετέφερεν· αὐταῖς μὲν γὰρ καὶ τότε ἐκέχρητο ταῖς μάστιξιν· ἀλλ' ἐπὶ τοῦ παρόντος συντέμνει τὸν χρόνον, φορτικωτέρας ποιούμενος τὰς ἀλγηδόνας. Πέμπτον μὲν καὶ τριακοστὸν ἔτος ὁ μακάριος Ἰὼβ ἐν τῇ πληγῇ πεποίηκεν· ἐνταῦθα δὲ ὁ ἐχθρὸς, ὥσπερ ἀπαρχάς τινας τοὺς τῶν δεκάδων χρόνους ἀποσυλήσας, πρὸς τὰς πληγὰς συνάπτει τῷ ἱερῷ ταύτης σώματι. Τρία γὰρ ἥμισυ ἔτη διὰ τῶν εὐκλεῶν τούτων πόνων τῷ ἐχθρῷ ἀπεμαχήσατο. Ἐπὶ μὲν οὖν τοῦ Ἰὼβ ἐκ τῶν ἔξω τὰς ἀρχὰς τῶν τραυμάτων ἐποιεῖτο ὁ διάβολος· ἐπὶ δὲ ταύτης ἐκ τῶν ἔσω πρόσεισι ταῖς τιμωρίαις. Τῷ γὰρ ἐνδοσθίων αὐτῆς μελῶν ἅπτεσθαι, μείζονας αὐτῇ καὶ χαλεπωτέρας τὰς ἀλγηδόνας ἀπένειμεν. Οὐχ οὕτως οἶμαι τοὺς γενναιοτάτους ἐνηθληκέναι μάρτυρας, ὡς τὴν ἀοίδιμον Συγκλητικήν. Ἐκείνους μὲν γὰρ ἐκ τῶν ἔξω προσήει ὁ παλαμναῖος. Κἄν τε γὰρ ξίφος, κἄν τε πῦρ αὐτοῖς προσέφερεν, ἠπιώτερον ὑπῆρχε τῶν παρόντων αὐτῇ πειρατηρίων. Ἀντὶ μὲν γὰρ καμίνου πεπυρωμένης τὰ σπλάγχνα αὐτῆς ὑπέκαιεν, ἐκ τῶν ἔσω τὸ πῦρ κατ' ὀλίγον ἐξάπτων· καὶ ῥίνης δίκην διὰ μακροῦ χρόνου ἀπεδαπάνα τὸ σῶμα. Καὶ ἔστιν ἀληθῶς βαρὺ τοῦτο καὶ ἀπάνθρωπον εἰπεῖν. Καὶ γὰρ οἱ τὰς
106. She was in her eightieth year, when the devil transferred the struggles of Job unto her; for then too he had used the very same scourges; but in the present case he cuts short the time, making the pains more burdensome. Five and thirty years the blessed Job spent in the stroke; whereas here the enemy, having plundered as it were certain first-fruits, the times of the decades, joins them to the strokes upon her sacred body. For three and a half years through these glorious labours she fought off the enemy. In the case of Job, then, from the outside the devil made the beginnings of the wounds; whereas in her case from the inside he approaches with the punishments. For by touching her inward members, he assigned to her greater and more grievous pains. Not thus, I think, did the noblest martyrs contend, as did the renowned Syncletica. For upon those men the murderer approached from the outside. For whether he brought sword or fire against them, it was milder than the trials present upon her. For instead of a heated furnace he burned her bowels from beneath, kindling the fire from within little by little; and like a file through a long time he wore away the body. And this is truly heavy and inhuman to tell. For indeed those who
PG 28:1553Read from the pageδικαστικὰς ἐμπεπιστευμένοι ἀρχὰς, ὁπηνίκα ἂν βουληθῶσι τοῖς ἁμαρτήσασι βαρυτέρας ἐπιθεῖναι τιμωρίας, διὰ βληχροτάτου πυρὸς τούτους ἀναλίσκουσιν· οὕτως οὖν καὶ ὁ ἐχθρὸς ἐκ τῶν ἔνδον, ὥσπερ ὑποσμυχόμενον καὶ μεθ' ἡμέραν ἐποιεῖτο τὴν τιμωρίαν.
have been entrusted with judicial offices, whenever they wish to lay heavier punishments upon those who have sinned, consume them through a most slow fire; so therefore the enemy also from within, as though smouldering beneath, even day by day made the punishment.
107. Καὶ ταύτην δὲ τὴν πληγὴν γενναίως ὑποφέρουσα οὐ συνέπιπτε τῷ φρονήματι· ἀλλὰ πάλιν ἡ μακαρία κατὰ τοῦ ἐχθροῦ ἠγωνίζετο. Καὶ γοῦν πάλιν ταῖς ἀγαθαῖς διδασκαλίαις τοὺς ὑπ' αὐτοῦ τραυματιζομένους ἰᾶτο· καὶ γὰρ ὥσπερ ἐκ λέοντος αἱμοβόρου τὰς ψυχὰς ἀπλήγους ἀνέσπα. Ἐθεράπευε δὲ τοὺς τραυματίας τοῖς σωτηρίοις τοῦ Κυρίου φαρμάκοις. Τινὰς δὲ καὶ ἀτρώτους διεφύλαττεν· ὑποδεικνύουσα γὰρ αὐτοῖς τοῦ διαβόλου τὰς δολερὰς παγίδας, ἐλευθέρους ἐποιεῖτο τῆς ἁμαρτίας.
107. And nobly enduring this stroke also, she did not collapse in spirit; but again the blessed woman contended against the enemy. And at any rate again by her good teachings she healed those wounded by him; for as out of a bloodthirsty lion she snatched away their souls unharmed. And she cured the wounded with the saving medicines of the Lord. And some also she preserved unwounded; for showing to them the deceitful snares of the devil, she made them free from sin.
108. Ἔλεγε δὲ ἡ θαυμασία, ὡς μὴ δεῖν ἀμεριμνᾷν ποτε τὰς Θεῷ ἀνακειμένας ψυχάς. Ταύταις γὰρ μάλιστα ἀντίκειται ὁ ἐχθρός. Καὶ γὰρ, ἡσυχαζουσῶν αὐτῶν, βρύχει, καὶ ἡττώμενος ἀνιᾶται· καὶ μικρὸν ἀποχωρήσας, ἐπιτηρεῖ· κἂν βραχύ τι ἀφυπνώσωσιν, οὕτως ἐπεισέρχεται· καὶ δι' ὧν νομίζει τις ἔχειν τὸ ἀμέριμνον, διὰ τούτων αὐτῶν ὑποσκελίζει· ὥσπερ γὰρ ἀδύνατον τοὺς πάνυ φαύλους μὴ ἔχειν καὶ σπινθῆρα καλοῦ, οὕτω τὸ ἐναντίον τοῖς χρηστοῖς πρόσεστι. Τῶν γὰρ μαχομένων μοῖρά τις ἐν τοῖς ἀντικειμένοις μέρεσι τυγχάνει. Πολλάκις γοῦν ἄνθρωπος παντὶ αἰσχίστῳ περιεστοίχισται, καὶ πάσῃ ἀκολασίᾳ συμπέφυρται· ἀλλ' ὅμως ἐλεήμων τυγχάνει· καὶ ἐν σπουδαίοις πολλάκις ἐμπολιτεύεται σωφροσύνη, νηστεία, ἐπίπονος ἄσκησις· εἰσὶ δὲ φειδωλοὶ καὶ κατάλαλοι.
108. And the marvellous woman used to say that souls dedicated to God must never be free from care. For against these especially the enemy opposes himself. For when they are at rest, he gnashes his teeth, and being defeated he is grieved; and having withdrawn a little, he watches closely; and if they fall asleep even a little, thus he creeps in upon them; and through the very things whereby one thinks to have security, through these he trips him up; for just as it is impossible for those who are altogether base not to have even a spark of good, so the opposite attaches to the good. For a certain portion of the contending elements is found in the opposite parts. Oftentimes at any rate a man is hemmed in by every most shameful thing, and is defiled with all licentiousness; yet nevertheless he is merciful; and among earnest people oftentimes there hold sway temperance, fasting, laborious ascetic practice; yet they are sparing and backbiters.
109. Δεῖ οὖν τῶν σμικρῶν μὴ ἀμελεῖν, ὡς μὴ δυναμένων βλάπτειν. Καὶ γὰρ ὕδωρ λίθον τῷ χρόνῳ διέλυσε. Τὰ μὲν οὖν μέγιστα τῶν ἐν ἀνθρώποις καλῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δοκοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδιδάγμεθα. Ὁ οὖν τῷ μεγάλῳ διὰ τῆς χάριτος ἀπομαχησάμενος, τοῦ δὲ σμικροῦ καταφρονήσας, μεγάλως βλαβήσεται. Ὁ γὰρ Κύριος ἡμῶν, ὥσπερ γνήσιος Πατὴρ, ἀρτίως τῶν παιδίων αὐτοῦ ὁρμώντων πρὸς βάδισιν, ὀρέγει τὴν χεῖρα· καὶ κατὰ πᾶν ὁτιοῦν τῶν μεγάλων ἡμᾶς κινδύνων ῥυόμενος, εἰς τὰ μικρὰ συγχωρεῖ ἡμῖν ἀφ' ἑαυτῶν κινεῖσθαι, καθάπερ ποσὶ τούτοις τὴν γνώμην δεικνὺς ἐλευθέραν. Ὁ γὰρ πρὸς τὰ μικρὰ εὐάλωτος, πῶς ἂν τὰ μείζω φυλάξαι δυνηθείη;
109. One must therefore not neglect small things, as though not able to harm. For even water in time has dissolved a stone. The greatest of the good things among men accrue to them from divine grace; whereas those that seem to be small we have been taught to ward off by ourselves. He therefore who has fought off the great one through grace, but has despised the small one, will be greatly harmed. For our Lord, like a true Father, when His children are newly starting to walk, stretches out His hand; and rescuing us in every way whatsoever from great dangers, in small things He allows us to move of ourselves, as if with feet showing in these things our purpose to be free. For he who is easily captured in small things, how would he be able to guard the greater ones?
110. Πάλιν ὁρῶν αὐτὴν διισχυριζομένην καθ' ἑαυτοῦ ὁ μισόκαλος, ἤχθετο. Καὶ ὁρῶν ἑαυτοῦ τὴν τυραννίδα καθαιρουμένην, ἕτερόν τινα μηχανᾶται κακίας τρόπον· καὶ πλήττει τὰ φωνητικὰ ὄργανα, πρὸς τὸ τὸν προφορικὸν ἐκκόψαι λόγον, δοκῶν διὰ τούτου λιμαγχονῆσαι τῶν θείων λόγων τὰς συνερχομένας. Ἀλλ' εἰ καὶ τὴν ἀκοὴν τῆς ὠφελείας ἐστέρησεν, ἐν τῷ μείζονι τὸ κέρδος δεδώρηται· τῇ γὰρ ὄψει τοῖς πάθεσιν ἐνατενίζουσαι, μᾶλλον ἐκραταιοῦντο τὴν γνώμην. Τὰ γὰρ ἐκείνης τοῦ σώματος τραύματα τὰς πεπληγμένας ψυχὰς ἰᾶτο· καὶ ἦν ἰδεῖν προφυλα-
110. Again seeing her strengthening herself against him, the hater of good was vexed. And seeing his own tyranny being pulled down, he devises some other manner of wickedness; and he strikes the vocal organs, towards cutting off the uttered word, thinking through this to starve of the divine words the women who gathered together. But even if he deprived their hearing of the benefit, in the greater thing the gain has been granted; for gazing intently with their sight upon her sufferings, they were strengthened all the more in purpose. For the wounds of her body healed the stricken souls; and one could see as a safeguard-
PG 28:1556Read from the pageκὴν καὶ θεραπείαν τῶν θεωμένων τὴν τῆς μακαρίας μεγαλοψυχίαν τε καὶ καρτερίαν.
guard and healing for those who beheld the great-souledness and endurance of the blessed one.
111. Πρόφασιν μὲν οὖν αὐτῇ τῆς πληγῆς ποιεῖται ταύτην ὁ ἐχθρός· μίαν γὰρ μύλην ὀδυνήσας, σήπει παραυτὰ τὸ οὖλον· καὶ ἐκπίπτει μὲν τὸ ὀστέον· ἡ δὲ νομὴ διατρέχει εἰς ἅπασαν τὴν γένυν, καὶ γίνεται φθορὰ τῶν ἐπικειμένων σωμάτων· καὶ ἐν τεσσαράκοντα ἡμέραις τερηδονίζεται τὸ ὀστέον· καὶ μετὰ διμηναῖον χρόνον, γίνεται ἔκτρησις. Μελανθέντες οὖν ἦσαν ἅπαντες οἱ πέριξ τόποι. Τὸ δὲ ὀστέον καὶ αὐτὸ φθαρὲν, κατ' ὀλίγον ἐδαπανᾶτο· σῆψις δὲ καὶ βαρυτάτη δυσωδία καθ' ὅλον τὸ σῶμα ἐκράτει· ὡς τὰς ὑπουργούσας πλέον αὐτῆς πάσχειν. Καὶ τὸν μὲν πλείονα χρόνον ἐχωρίζοντο, μὴ φέρουσαι τὴν ἀπάνθρωπον ὀσμήν· ὅτε δὲ χρεία ἐκάλει, θυμιαμάτων ὑπεκκαίουσαι πλῆθος προσήεσαν, καὶ αὖθις ὑπεχώρουν διὰ τὸ τῆς δυσωδίας ἀπάνθρωπον. Ἡ δὲ μακαρία προφανῶς ἐθεώρει τὸν ἀντίπαλον, καὶ οὐδ' ὅλως συνεχώρει αὐτῇ ἀνθρώπινον προσαχθῆναι βοήθημα· δεικνύουσα καὶ ἐν τούτῳ τὴν οἰκείαν ἀνδρείαν. Αἱ δὲ συνελθοῦσαι παρεκάλουν κἂν μύροις τοὺς τόπους ὑπαλείφειν διὰ τὴν ἑαυτῶν ἀσθένειαν, καὶ οὐκ ἐπείθετο. Ἡγεῖτο γὰρ διὰ τῆς συμμαχίας τῶν ἐκτὸς καθαιρεῖσθαι τοῦ ἐνδόξου ἀγῶνος. Καὶ δή τινα ἰατρὸν αἱ συνελθοῦσαι μεταστέλλονται, ὡς, εἴ γε δυνηθείη, κἂν αὐτὸς πεῖσαι θεραπείας τυχεῖν. Ἡ δὲ πάλιν οὐκ ἠνείχετο, λέγουσα· Τί με τῆς ἀγαθῆς πάλης ταύτης ἐγκόπτετε; Τί ζητεῖτε τὸ φαινόμενον, ἀγνοοῦσαι τὸ κρυπτόμενον; Τί πολυπραγμονεῖτε τὸ γινόμενον, τὸν ποιοῦντα μὴ θεωροῦσαι; Καὶ πρὸς αὐτήν φησιν ὁ παρὼν ἰατρός· Οὐχ ἕνεκεν θεραπείας τινὸς ἢ παραμυθίας προσφέρομεν φάρμακον, ἀλλ' ἵνα τὸ ἠλλοτριωμένον καὶ νεκρὸν μόριον κατὰ τὴν συνήθειαν θάψωμεν, πρὸς τὸ μὴ τοὺς παρόντας συνδιαφθαρῆναι. Ὅπερ γὰρ τοῖς τεθνεῶσι προσάγουσι, τοῦτο καὶ ἡμεῖς νῦν ποιοῦμεν· ἀλόην ἅμα σμύρνῃ καὶ μυρσίνῃ οἴνῳ δεύσας προστίθημι. Ἡ δὲ, ἀποδεξαμένη τὴν συμβουλίαν ἠνείχετο, τὰς συνελθούσας μᾶλλον ἐλεήσασα· ἐκαθαίρετο γὰρ ἐκ τούτου ἡ ἀμετρία τῆς δυσωδίας.
111. Now the enemy makes this the occasion of the stroke against her: for having caused pain in one molar, he immediately rots the gum; and the bone falls out, while the spreading ulcer runs through the whole jaw, and corruption of the adjacent bodily parts takes place; and in forty days the bone becomes worm-eaten, and after a two months' time an opening breaks through. All the surrounding parts had therefore turned black. And the bone, being itself also corrupted, was little by little wasted away; and putrefaction and a most grievous stench prevailed throughout her whole body, so that the women who ministered suffered more than she did. And for the greater part of the time they withdrew, not bearing the inhuman smell; and when need called, kindling a multitude of incenses they approached, and again retired because of the inhumanity of the stench. Yet the blessed one manifestly beheld the adversary, and did not at all allow any human aid to be brought to her, showing in this also her own courage. And the women who came together begged her at least to anoint the places with unguents on account of their own weakness, and she was not persuaded. For she deemed that through the alliance of external things she would be cast down from the glorious contest. And indeed the women who came together send for a certain physician, so that, if he were able, he himself might at least persuade her to receive treatment. But she again would not endure it, saying: Why do you hinder me from this good wrestling? Why do you seek what appears, being ignorant of what is hidden? Why do you busy yourselves about what is happening, not beholding him who does it? And the physician who was present says to her: Not for the sake of any healing or relief do we apply a remedy, but so that we may bury the alienated and dead part according to custom, lest those present be corrupted along with it. For what men apply to the dead, this we also now do: having steeped aloes together with myrrh and myrtle in wine, I apply it. And she, accepting the counsel, endured it, having pity rather upon the women who had come together; for by this the excess of the stench was purged away.
112. Τίς οὐκ ἔφριξε τὴν τηλικαύτην πληγὴν θεασάμενος; Τίς οὐκ ὠφελήθη τὴν καρτερίαν τῆς μακαρίας θεασάμενος, καὶ ἐν ταύτῃ τὴν κατάπτωσιν τοῦ ἐχθροῦ ἐννοήσας; Ἐκεῖ μὲν γὰρ ἔστησε τὴν πληγὴν, ὅθεν ἡ σωτήριος καὶ γλυκυτάτη τῶν λόγων προῄει πηγὴ, καὶ τὸ ὑπερβάλλον αὐτοῦ τῆς δεινότητος πᾶσαν παράκλησιν ἀπεσκέδασεν. Ὥσπερ γὰρ θηρίον αἱμοβόρον, πᾶσαν τῶν συνερχομένων τὴν σπουδὴν ἀπεσόβησε, πρὸς τὸ σπαράξαι τὸ προσπεσὸν θήραμα· καὶ θοίνην ζητῶν, βορὰ γέγονε. Ἐδελεάσθη γὰρ ὥσπερ δι' ἀγκίστρου τῇ τοῦ σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς λογισμὸν κατοπτεῦσαι μὴ δυνάμενος. Μησὶ μὲν οὖν τρισὶ καὶ πρὸς τοῦτον τὸν ἀγῶνα ἐνήθλησε. Δυνάμει δὲ θείᾳ τὸ ὅλον παρεκρατεῖτο σῶμα. Τὰ γὰρ συντελοῦντα πρὸς τὴν διαμονὴν αὐτοῦ ἐμεμείωτο. Ἀτροφία μὲν οὖν παρῆν·
112. Who did not shudder on beholding so great a stroke? Who was not profited on beholding the endurance of the blessed one, and perceiving in it the downfall of the enemy? For there he set the stroke, whence the saving and sweetest fountain of her words went forth, and the excess of his dreadfulness scattered away all consolation. For like a bloodthirsty beast, he drove off all the zeal of those who came together, in order to tear in pieces the prey that had fallen to him; and seeking a feast, he became fodder. For he was baited as if by a hook through the weakness of her body; seeing a woman, he despised her, for he was ignorant of her manly spirit. He observed her members ailing; for he was blind, not being able to spy out her most mighty reasoning. For three months and more, then, she contended in this contest. And by divine power her whole body was sustained. For the things contributing towards its continuance had been diminished. Want of nourishment was therefore present;