PG 28:1509Read from the pageοἴκοθεν ἑαυτοὺς καταφθείρουσιν· ἀκόρεστον γὰρ φέροντες τὴν κακίαν, οὐκ ἔχουσι τέλος τοῦ σκοποῦ, ὅθεν ἀνίατος αὐτοῖς ἡ πληγή. Ὁ μηδὲν ἔχων ὀλίγων ἐπιθυμεῖ· καὶ τυχὼν τούτων, τῶν πλειόνων ὀρέγεται· Ἑκατὸν χρυσίνους ἔχει, καὶ γλίχεται τῶν χιλίων· καὶ τούτων εὐπορήσας, πρὸς ἄπειρον φέρει τὸ νεῦμα. Καὶ οὕτω, μὴ ἔχοντες ἑαυτῶν στῆναι τὸ τέλος, ἀεὶ πενίαν ὀδύρονται. Φέρει δὲ ἡ φιλαργυρία μεθ' ἑαυτῆς ἀεὶ τὸν φθόνον. Φθείρει δὲ καὶ οὗτος πρῶτον τὸν κτησάμενον. Ὥσπερ γὰρ ἡ ἔχιδνα γεννωμένη πρῶτον τὴν ἰδίαν μητέρα φθείρει, πρὶν ἂν ἄλλους ἀδικήσῃ· οὕτω καὶ ὁ φθόνος τὸν κτησάμενον καταμαραίνει, πρὶν ἂν τοὺς ἐκ γειτόνων διανεμηθῇ.
from within themselves they destroy themselves; for bearing an insatiable wickedness, they have no end to their aim, whence their wound is incurable. He who has nothing desires a few things; and having obtained these, he reaches out for more; he has a hundred gold pieces, and craves a thousand; and having gained abundance of these, he carries his inclination on to infinity. And thus, not being able to fix an end for themselves, they always bewail poverty. Moreover, the love of money always brings envy with itself. And this too destroys first the one who has acquired it. For just as the viper when being born first destroys its own mother before it harms others, so also envy wastes away the one who has acquired it before it spreads to the neighbours.
37. Μέγα ην χρῆμα, εἰ τοσούτους ἠδυνάμεθα ὑπομένειν πόνους, ζητοῦντες τὸ δόκιμον ἀργύριον, ὅσοις ἀνηκέστοις περιπίπτουσιν οἱ τοῦ ματαίου κόσμου θηραταί. Ναυάγια ὑπομένουσι, πειρατηρίοις προσομιλοῦσι, λῃσταῖς κατὰ γῆς περιπίπτουσιν· ἀνέχονται λοιπὸν ζάλης καὶ πνευμάτων βιαίων· καὶ πολλάκις κερδαίνοντες, πένητας ἑαυτοὺς φάσκουσι διὰ τοὺς φθονοῦντας. Ἡμεῖς δὲ οὐδόλως τῶν τοιούτων κινδύνων κατατολμῶμεν ὑπὲρ τοῦ ἀληθινοῦ κέρδους. Εἰ δέ ποτε καὶ μικροῦ τινος εὐπορήσωμεν, μεγαλύνομεν ἑαυτὰς, ἐπιδεικνύμεναι τοῖς ἀνθρώποις· καὶ πολλάκις οὐδὲ τὸ γιγνόμενον προφέρομεν εἰς διήγησιν· εὐθέως δὲ καὶ ὃν δοκοῦμεν σπινθῆρα καλοῦ ἔχειν, ὑπὸ τοῦ ἐχθροῦ κλεπτόμεθα. Κἀκεῖνοι δὲ, πολλὰ κερδαίνοντες, τῶν πλειόνων ἐφίενται· καὶ τὰ μὲν παρόντα ὡς οὐδὲν ἡγοῦνται, πρὸς δὲ τὰ μὴ παρόντα ἀποτείνονται. Ἡμεῖς δὲ, καὶ μηδὲν ἔχουσαι τῶν ζητουμένων, οὐδὲν θέλομεν κτήσασθαι· καὶ πενίαν ἐσχάτην νοσοῦσαι, πλουσίας ἑαυτὰς ἀναγορεύομεν. Καλὸν οὖν τὸν εὖ πράττοντα μηδενὶ ἀναγγέλλειν· μᾶλλον γὰρ οἱ τοιοῦτοι ζημιωθήσονται· καὶ γὰρ ὃ δοκοῦσιν ἔχειν ἀρθήσεται ἀπ' αὐτῶν.
37. It would be a great thing if we were able to endure as many labours in seeking the proved silver as the incurable disasters into which the hunters of the vain world fall. They endure shipwrecks, they encounter pirates, they fall among robbers on land; they bear thereafter tempest and violent winds; and often when making gain, they call themselves poor on account of the envious. Yet we do not at all dare such dangers for the sake of the true gain. And if ever we do gain abundance of some small thing, we magnify ourselves, making a display before people; and often we bring forth for narration what has not even happened; and straightway even the spark of good that we seem to have is stolen from us by the enemy. And they, gaining much, long for more; and the things present they reckon as nothing, while they stretch out towards the things not present. Whereas we, even having none of the things sought after, wish to acquire nothing; and while suffering from extreme poverty, we proclaim ourselves rich. It is good, therefore, for one who does well to report it to no one; for such persons will rather suffer loss; for even what they seem to have shall be taken away from them (Luke 8:18).
38. Πᾶσαν οὖν σπουδὴν δέον θέσθαι ὑπὲρ τὸ λανθάνειν τὸ κέρδος. Οἱ δὲ τὰ ἑαυτῶν κατορθώματα διηγούμενοι πειράσθωσαν καὶ τὰ σὺν αὐτοῖς ἐλαττώματα λέγειν· εἰ δὲ ταῦτα κρύπτουσιν, ἕνεκεν τοῦ μὴ παρὰ τῶν ἀκουόντων ψεχθῆναι, πολὺ μᾶλλον ἐκεῖνα φυλακτέον, ὡς ἐκ τοῦ Θεοῦ ἀλλοτριοῦντα. Καὶ γοῦν οἱ κατ' ἀρετὴν βιοῦντες τὸ ἀνάπαλιν ποιοῦσι, καὶ τὰ σμικρὰ ἑαυτῶν πταίσματα μετὰ καὶ προσθήκης ὧν οὐκ ἔπραξαν, ἐκδιηγοῦνται, τὴν δόξαν τῶν ἀνθρώπων ἀποβάλλοντες· τὰ μέντοι ἀγαθὰ κρύπτοντες, πρὸς ἀσφάλειαν τῆς ψυχῆς. Ὥσπερ γὰρ θησαυρὸς φανερωθεὶς σπανίζεται, οὕτω καὶ ἀρετὴ γνωριζομένη καὶ δημοσιευομένη ἀφανίζεται· ὥσπερ γὰρ κηρὸς λύεται ἀπὸ προσώπου πυρὸς, οὕτω καὶ ψυχὴ ἀπὸ ἐπαίνων διαχεῖται καὶ ἀποβάλλει τὸν τόνον.
38. All zeal, therefore, must be applied so that our gain may lie hidden. And let those who recount their own right deeds try to tell also the shortcomings that accompany them; and if they hide these so as not to be blamed by the hearers, much more must those right deeds be guarded, as alienating from God. And indeed those who live according to virtue do the reverse, and recount in full their own small stumbles together with an addition of things they did not do, casting away the glory of men, while hiding their good deeds for the safety of the soul. For just as a treasure when revealed becomes scarce, so also virtue when made known and published disappears; for just as wax melts before the face of fire (Ps. 67:3), so also a soul is dissolved by praises and loses its tension.
39. Καὶ τὸ ἐναντίον δὲ τούτων πάλιν ἔσται· εἰ γὰρ ἡ θερμότης ἔλυσε τὸν κηρὸν, ἡ ψύξις ἄρα τὴν πῆξιν
39. And the opposite of these things will again take place: for if heat melted the wax, cold then
Notes, col. 1509
PG 28:1512Read from the pageαὐτοῦ ποιήσεται· καὶ εἰ ἔπαινος ἀφαιρεῖται τοῦ τόνου τὴν ψυχὴν, πάντως ὀνειδισμὸς καὶ ὕβρις εἰς μέγεθος αὐτὴν τῆς ἀρετῆς ἄγει· Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅτ' ἂν πᾶν ψεῦδος εἴπωσι καθ' ὑμῶν οἱ ἄνθρωποι. Καὶ ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλάτυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γραφῶν ἐστι τῇ ψυχῇ προσοδευόμενα θεάσασθαι.
will produce its solidification; and if praise strips the soul of its tension, assuredly reproach and insult lead it to greatness of virtue; For rejoice, He says, and be glad, whenever men speak every falsehood against you (Matt. 5:11-12). And elsewhere it says: In affliction Thou hast enlarged me (Ps. 4:2). And again: My soul awaited reproach and misery (Ps. 68:21). And ten thousand other such good things accruing to the soul from the holy Scriptures may be beheld.
40. Ἔστι λύπη ἐπωφελὴς, καὶ ἔστι λύπη φθοροποιός. Τῆς μὲν οὖν χρησίμης λύπης τὸ μέν ἐστι περὶ τῶν οἰκείων ἁμαρτιῶν στένειν· τὸ δὲ καὶ περὶ τῆς τῶν πλησίον ἀγνωσίας· τὸ δὲ πρὸς τὸ μὴ ἐκπεσεῖν τῆς προθέσεως· τὸ δὲ καὶ ἀφικνεῖσθαι τοῦ τέλους τῆς ἀγαθωσύνης. Ταῦτα μὲν οὖν τῆς γνησίας καὶ ἀγαθῆς λύπης τὰ εἴδη. Καὶ ἄλλη δέ τις λύπη, τοῦ ἐχθροῦ ὑποτιθεμένου, ἥτις ταύταις προσφύεσθαι οἶδεν. Ἐμβάλλει γὰρ καὶ αὐτὸς λύπην ἀλογίας μεστήν· ἥπερ καὶ ἀκηδία πρός τινων ὠνόμασται. Δεῖ οὖν τοῦτο τὸ πνεῦμα εὐχῇ μάλιστα ἀποσοβεῖν καὶ ψαλμῳδίᾳ.
40. There is a beneficial sorrow, and there is a destructive sorrow. Of useful sorrow, then, one part consists in groaning over one's own sins; another over the ignorance of one's neighbours; another with a view to not falling away from one's purpose; and another in reaching the end of goodness. These, then, are the forms of genuine and good sorrow. Yet there is also another sorrow, suggested by the enemy, which knows how to cling to these. For he too casts in a sorrow full of unreason, which by some has also been named acedia. One must therefore drive off this spirit above all by prayer and psalmody.
41. Τῶν οὖν ἀγαθῶν μεριμνῶν ἐχομένας ἡμᾶς, οὐ χρὴ οἴεσθαί τινα ἐν τῷ βίῳ ἀφρόντιδα εἶναι. Φησὶ γὰρ ἡ Γραφή· Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην. Ἐν ἑνὶ λόγῳ τὸ ἅγιον Πνεῦμα συνέγραψε τόν τε μονήρη βίον καὶ τὸν κοσμικόν. Διὰ μὲν γὰρ τοῦ πόνου τῆς κεφαλῆς, τὸν μονήρη αἰνίττεται τρόπον· κεφαλὴ γὰρ τὸ ἡγεμονεῦον· Τοῦ γὰρ σοφοῦ, φησὶν, οἱ ὀφθαλμοὶ ἐν τῇ κεφαλῇ αὐτοῦ. Τὸ οὖν διορατικὸν, ὡς οἶμαι, ἐν αὐτῇ τυγχάνει Τὸν δὲ πόνον εἶπε, διότι πᾶσα ἀρετῆς βλάστη ἐκ πόνων κατορθοῦται. Διὰ δὲ τῆς ἐν τῇ καρδίᾳ λύπης, τὸ ἄστατον καὶ μοχθηρὸν ἐδήλωσεν ἦθος. Θυμοῦ γὰρ καὶ λύπης οἰκητήριον, τὴν καρδίαν τινὲς ἔφασαν· μὴ δοξαζόμενοι, λυποῦνται· τῶν ἀλλοτρίων ὀρεγόμενοι, τήκονται· πενόμενοι, δυσφοροῦσι· πλουτοῦντες, ἐκμαίνονται, διὰ τὴν τῶν παρόντων φυλακὴν μηδὲ ὕπνου τυγχάνοντες.
41. While we hold fast to good cares, therefore, we must not suppose that anyone in life is free from care. For Scripture says: Every head is for pain, and every heart for sorrow (Isa. 1:5). In a single word the Holy Spirit described both the solitary life and the worldly life. For through the pain of the head, He hints at the solitary way of life; for the head is the ruling part: For the eyes of the wise man, it says, are in his head (Eccles. 2:14). The faculty of discernment, therefore, as I think, resides in it. And He spoke of pain, because every shoot of virtue is brought to success out of labours. And through the sorrow in the heart, He indicated the unstable and troubled character. For some have called the heart the dwelling-place of anger and sorrow: when not glorified, they grieve; reaching out for the things of others, they waste away; being poor, they are distressed; being rich, they are driven mad, not even obtaining sleep on account of guarding their present possessions.
42. Μὴ οὖν ἡμεῖς ὑποσυρῶμεν τῷ φρονήματι, λέγουσαι τοὺς ἐν τῷ κόσμῳ ἀμερίμνους τυγχάνειν. Τάχα γὰρ ὡς πρὸς σύγκρισιν μᾶλλον ἡμῶν κοπιῶσι. Ταῖς δὲ γυναιξὶν ὡς ἐπίπαν μεγάλη ἐν τῷ κόσμῳ ἡ ἀπέχθεια· τίκτουσι γὰρ χαλεπῶς καὶ ἐπικινδύνως, καὶ τληπαθοῦσι πρὸς τὴν γαλακτοτροφίαν, καὶ νοσοῦσι τοῖς παιδίοις συννοσοῦσι· καὶ ταῦτα ὑπομένουσι, τέλος τοῦ κόπου μὴ ἔχουσαι. Ἢ γὰρ τὸ σῶμα πηροῦται τὰ κυηθέντα, ἢ κακοφροσύνῃ ἀναχθέντα δολοφονεῖ τοὺς γεννήσαντας. Ταῦτα οὖν εἰδυῖαι, μὴ δελεασθῶμεν ὑπὸ τοῦ ἐχθροῦ, ὡς ἀνέτου καὶ ἀμερίμνου τυγχάνοντος τοῦ βίου. Γεννῶσαι μὲν γὰρ, διὰ τῶν πόνων φθείρονται· μὴ τίκτουσαι δὲ, ὡς στεῖραι καὶ ἄγονοι ὑπὸ τῶν ὀνειδισμῶν τήκονται.
42. Let us not, therefore, be dragged down in mind, saying that those in the world are free from care. For perhaps by comparison they toil more than we do. And for women in the world, aversion is for the most part great; for they give birth with difficulty and in danger, and endure misery in nursing with milk, and fall sick together with their sick children; and they endure these things without having an end to their toil. For those conceived either are maimed in body, or, brought up in evil-mindedness, murder those who bore them. Knowing these things, therefore, let us not be lured by the enemy as though worldly life were easy and free from care. For when they bear children, they are worn out through pains; and when they do not give birth, as barren and fruitless they waste away under reproaches.
43. Ταῦτα δὲ ὑμῖν λέγω πρὸς τὸ ἀσφαλίζεσθαι ἀπὸ ἐναντίου. Οὐ πᾶσι δὲ πέφυκεν ἁρμόδια τὰ λεγόμενα, ἀλλὰ μόνοις τοῖς τὸν μονήρη βίον ἐθέλουσιν. Ὥσπερ
43. And these things I say to you in order to guard yourselves from the adversary. Yet the things said are not by nature suited to all, but only to those who desire the solitary life. For just as
Notes, col. 1512
On the reading
Printed τυγχάνει Τὸν, for τυγχάνει. Τὸν.
PG 28:1513Read from the pageγὰρ τοῖς ζώοις οὐ μία τροφὴ, οὕτως οὐδὲ τοῖς ἀνθρώποις ὁ αὐτὸς λόγος συμφέρει· Οὐ δεῖ γὰρ οἶνον νέον βαλεῖν, φησὶν, εἰς ἀσκοὺς παλαιούς. Ἄλλως γὰρ ἑστιῶνται οἱ θεωρίας καὶ γνώσεως ἐμφορούμενοι, ἑτέρως δὲ οἱ ἀσκητικῆς καὶ πρακτικῆς ἀπογευόμενοι, καὶ πρὸς δύναμιν οἱ κατὰ τὸν κόσμον δικαιοπραγοῦντες. Ὥσπερ γὰρ τῶν ζώων τινὰ μὲν ἔστι χερσαῖα, τινὰ δὲ ἔνυδρα, τινὰ δὲ πτηνά· οὕτως καὶ οἱ ἄνθρωποι οἱ μὲν τὸν μέσον βίον κατέχουσιν, ὡς τὰ χερσαῖα· οἱ δὲ πρὸς τὰ ὕψη ἐνατενίζουσιν, ὡς τὰ πετεινά· οἱ δὲ τοῖς ὕδασι τῶν ἁμαρτιῶν εἰσι κεκαλυμμένοι, ὡς οἱ ἰχθύες· Ἦλθον γὰρ, φησὶν, εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Καὶ τοιαύτη μὲν ἡ τῶν ζώων φύσις· ἡμεῖς δὲ, ὡς ἀετοὶ πτεροφυήσασαι, ἐπὶ τὰ ὑψηλότερα ἐπιβῶμεν, καὶ καταπατήσωμεν λέοντα καὶ δράκοντα· καὶ τοῦ ποτε ἄρχοντος νῦν ἄρξωμεν. Τοῦτο δὲ ποιήσομεν, ἐὰν ὅλην ἑαυτῶν τὴν διάνοιαν τῷ Σωτῆρι προσενέγκωμεν.
there is not one food for living creatures, so neither is the same word profitable for all people; For one must not put new wine, He says, into old wineskins (Matt. 9:17). For in one way are feasted those who are filled with contemplation and knowledge, and in another way those who taste of ascetic and practical virtue, and according to their strength those who practise righteousness in the world. For just as of living creatures some are terrestrial, some aquatic, and some winged, so also among people some hold the middle way of life, like the terrestrial creatures; others gaze intently towards the heights, like the birds; and others are covered by the waters of sins, like the fishes; For I came, it says, into the depths of the sea, and a tempest overwhelmed me (Ps. 68:3). And such indeed is the nature of living creatures; but let us, having grown wings like eagles, mount up to the higher things, and tread down the lion and the dragon (Ps. 90:13); and let us now rule over him who once ruled over us. And this we shall do, if we offer the whole mind of ourselves to the Saviour.
44. Ἀλλὰ ὅσον ἡμεῖς κορυφούμεθα πρὸς τὰ ὕψη, κἀκεῖνος ἐμποδίζειν πειρᾶται διὰ τῶν ἰδίων παγίδων. Καὶ τί μέγα ἔχειν ἡμᾶς ἀντιπάλους πρὸς τὸ ἀγαθὸν ὁρμώσας, ὅπου γε καὶ πρὸς τὰ εὐτελῆ φθονοῦσι; καὶ γοῦν τοὺς ὑπὸ τὴν γῆν τεθαμμένους θησαυροὺς οὐ συγχωροῦσι λαμβάνειν ἀνθρώπους. Εἰ οὖν καὶ πρὸς τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν;
44. Yet the more we rise towards the heights, the more he tries to hinder us through his own snares. And what great matter is it that we have adversaries when we press on towards the good, seeing that they are envious even with regard to paltry things? Indeed they do not allow people to take treasures buried under the earth. If, therefore, they oppose even earthly pageantry, how much more will they be envious towards the kingdom of the heavens?
45. Δεῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν εἰσελαύνουσι, καὶ οὐδὲν ἧττον ἐκ τῶν ἔξωθεν κινοῦνται. Καὶ ἡ ψυχὴ, καθάπερ ναῦς, ποτὲ μὲν ὑπὸ τῶν ἔξωθεν τρικυμιῶν καταποντίζεται, ποτὲ δὲ ὑπὸ τῆς ἔνδοθεν ἀντλίας ὑποβρύχιος γίνεται. Καὶ γοῦν καὶ ἡμεῖς ποτὲ μὲν διὰ τῶν ἐκτὸς πρακτικῶν ἁμαρτημάτων ἀπολλύμεθα, ποτὲ δὲ διὰ τῶν ἔνδον λογισμῶν ἀφανιζόμεθα. Δεῖ οὖν καὶ τὰς ἔξωθεν τῶν πνευμάτων ἐπιτηρεῖν προσβολὰς, καὶ τὰς ἔνδον τῶν λογισμῶν ἐξαντλεῖν ἀκαθαρσίας, πάντοτε δὲ γρηγορεῖν πρὸς τοὺς λογισμούς· συνεχῶς γὰρ ἐφίστανται. Ἐπὶ μὲν ταῖς ἔξωθεν τρικυμίαις, βοώντων τῶν ναυτῶν, πολλάκις ἡ σωτηρία διὰ τῶν ἐγγυτάτων πλοίων γίνεται· αἱ δὲ ἀντλίαι, καὶ κοιμωμένων πολλάκις τῶν πλωτήρων, καὶ ἡσυχαζούσης τῆς θαλάσσης, ἐπισυμβαίνουσι, καὶ πολλάκις αὐτοὺς θανατοῦσιν.
45. One must therefore arm oneself against them in every way; for both from without do they charge in, and no less are they stirred up from the things without. And the soul, just like a ship, is sometimes overwhelmed by the huge waves from without, and sometimes becomes submerged by the bilge-water from within. And indeed we too sometimes perish through outward practical sins, and sometimes are destroyed through inward thoughts. One must therefore both watch against the outward assaults of the spirits, and bail out the inward impurities of the thoughts, and always keep watch against the thoughts; for they continually come upon us. In the case of the waves from without, when the sailors cry out, safety often comes through the nearest ships; whereas the bilge-waters, often while the seamen are sleeping and the sea is quiet, steal in upon them and often put them to death.
46. Δεῖ οὖν ἐπιπονωτέραν ποιεῖσθαι πρὸς τοὺς λογισμοὺς τὴν διάνοιαν. Ὁ γὰρ ἐχθρὸς, καθάπερ οἶκον τὴν ψυχὴν καθελεῖν βουλόμενος, ἢ ἀπὸ τῶν θεμελίων ποιεῖται αὐτῆς τὴν πτῶσιν, ἢ ἀπὸ τῆς ὀροφῆς ἀρχόμενος, πᾶσαν αὐτὴν καταφέρει, ἢ καὶ διὰ τῶν θυρίδων εἰσελθὼν, πρῶτον τὸν οἰκοδεσπότην δεσμεῖ, καὶ οὕτως χειροῦται τὰ πάντα. Θεμέλιος μὲν οὖν ἐστι τὰ καλὰ ἔργα, ὀροφὴ δὲ ἡ πίστις, θυρίδες δὲ αἱ αἰσθήσεις. Διὰ πάντων δὲ πολεμεῖ ὁ ἐχθρός. Ὅθεν πολυόφθαλμον δεῖ εἶναι τὸν σωθῆναι βουλόμενον. Οὐκ ἔχομεν ἐνταῦθα τὸ ἀμέριμνον· φησὶ γὰρ ἡ Γραφή· Βλεπέτω ὁ ἑστηκὼς μὴ πέσῃ.
46. One must therefore make the mind more laborious against the thoughts. For the enemy, wishing to pull down the soul just like a house, either brings about its fall from the foundations, or beginning from the roof brings the whole of it down, or else entering through the windows first binds the master of the house, and thus subdues all things. Now the foundation is good works, the roof is faith, and the windows are the senses. And through all of them the enemy wages war. Whence he who wishes to be saved must be many-eyed. We do not have freedom from care here; for Scripture says: Let him who stands take heed lest he fall (1 Cor. 10:12).
47. Ἐν ἀδήλῳ πλέομεν· θάλασσα γὰρ ὁ βίος ἡμῶν
47. We sail in uncertainty; for our life is called a sea
PG 28:1516Read from the pageὑπὸ τοῦ ἱεροῦ ψάλτου Δαβὶδ εἴρηται. Ἀλλὰ τῆς θαλάσσης τὰ μέν εἰσι πετρώδη, τὰ δὲ καὶ θηρίων πλήρη, τινὰ δὲ καὶ γαληνά. Ἡμεῖς ἐν τῷ γαληνῷ μέρει τῆς θαλάσσης δοκοῦμεν πλέειν, οἱ δὲ κοσμικοὶ ἐν κινδυνώδεσι· καὶ ἡμεῖς μὲν ἡμέρας πλέομεν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης ὁδηγούμενοι, ἐκεῖνοι δὲ ἐν νυκτὶ, ὑπὸ τῆς ἀγνωσίας φερόμενοι. Ἀλλ' ἐνδέχεται πολλάκις τὸν κοσμικὸν ἐν χειμῶνι καὶ ἐν σκότει τυγχάνοντα, βοήσαντα καὶ ἀγρυπνήσαντα, σῶσαι τὸ ἑαυτοῦ σκάφος· ἡμᾶς δὲ ἐν γαλήνῃ, ὑπὸ ἀμελείας βυθισθῆναι, τὸ πηδάλιον τῆς δικαιοσύνης ἀφέντας.
by the sacred psalmist David. Yet of the sea some parts are rocky, some are full of wild beasts, and some are calm. We seem to sail in the calm part of the sea, whereas worldly people sail in dangerous parts; and we sail by day guided by the Sun of righteousness, whereas they sail by night, carried along by ignorance. Yet it often happens that the worldly person, finding himself in storm and in darkness, by crying out and keeping watch saves his own vessel; whereas we in calm weather are sunk through negligence, having let go the rudder of righteousness.
48. Βλεπέτω οὖν ὁ στήκων μὴ πέσῃ. Ὁ μὲν γὰρ πεσὼν μίαν ἔχει φροντίδα, τοῦ ἀναστῆναι· ὁ δὲ στήκων φυλαττέσθω τοῦ μὴ πεσεῖν. Καὶ γὰρ τὰ παραπτώματα διάφορα· οἱ μὲν γὰρ πεσόντες τοῦ μὲν στήκειν ἐστέρηνται· κείμενοι δὲ, οὐ πάνυ τι ἐβλάβησαν. Ὁ δὲ ἑστὼς μὴ εὐτελιζέτω τὸν πεπτωκότα, ἀλλ' ἑαυτὸν φοβείσθω, μὴ πεσὼν διαφθαρῇ, καὶ εἰς κατώτερον ἀπέλθῃ βόθρον. Εἰκὸς γὰρ, καὶ τῆς κραυγῆς ἡττηθείσης ὑπὸ τοῦ βάθους τοῦ φρέατος, μὴ βοήθειαν αἰτῆσαι. Φησὶ γὰρ ὁ δίκαιος· Μὴ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Ὁ πρῶτος πεσὼν ἔμεινεν. Ὅρα σεαυτὸν, μὴ καταπεσὼν καὶ σὺ θοίνη θηρίων γένῃ. Ὁ πεσὼν οὐκ ἀσφαλίζεται τὴν θύραν· σὺ δὲ μηδόλως νυστάξῃς· ἀλλ' ἀεὶ τὸ θεῖον ἐκεῖνο μελῴδει ῥητὸν, τὸ φάσκον· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Ἀγρύπνει δὲ διηνεκῶς διὰ τὸν ὠρυόμενον λέοντα.
48. Let him who stands, therefore, take heed lest he fall (1 Cor. 10:12). For he who has fallen has one care, to rise up; whereas he who stands must guard himself lest he fall. For transgressions are different: those who have fallen are indeed deprived of standing; yet while lying down, they have not been harmed very much. Let him who stands, however, not despise the one who has fallen, but fear for himself, lest having fallen he be destroyed and depart into a lower pit. For it is likely that, when even his cry is overcome by the depth of the well, he cannot ask for help. For the righteous man says: Let not the deep swallow me up, nor let the well shut its mouth upon me (Ps. 68:16). The first having fallen remained there. Look to yourself, lest having fallen down you too become a feast for wild beasts. He who has fallen does not bar the door; but do you not slumber at all; rather, always chant that divine saying which declares: Enlighten my eyes, lest ever I sleep unto death (Ps. 12:4). And keep watch continually because of the roaring lion (1 Pet. 5:8).
49. Ταῦτα τὰ ῥήματα συντελεῖ πρὸς τὸ μὴ ὑπεραίρεσθαι. Ὁ πεσὼν ἐν τῷ ἐπιστρέψαι καὶ στενάξαι σωθήσεται. Ὅρα σὺ σαυτὴν ἡ στήκουσα. Διπλοῦς γάρ σοι ὁ φόβος ἐπίκειται, ἢ τοῦ μὴ ἐπιστρέψαι πρὸς τὰ ἀρχαῖα, δι' ὀλιγωρίας σοι τοῦ ἐχθροῦ προσπεσόντος, ἢ τοῦ μὴ τρέχουσαν σκελισθῆναι. Ὁ γὰρ ἐχθρὸς ἡμῶν διάβολος ἢ ὄπισθεν ἕλκει πρὸς ἑαυτὸν, ὁπηνίκα βραδεῖαν καὶ νωθρὰν τὴν ψυχὴν θεάσηται· ἢ δοκοῦσαν αὐτὴν σπουδαίαν εἶναι καὶ ἐπίπονον πρὸς ἄσκησιν, ἐπεισέρχεται λεπτῶς καὶ κεκρυμμένως διὰ τῆς ὑπερηφανίας· καὶ οὕτως αὔτανδρον τὴν ψυχὴν ἀπόλλυσι. Τοῦτο τὸ ὅπλον ἔσχατον καὶ κορυφαιότατον πάντων ἐστὶ τῶν κακῶν. Ἐξ αὐτοῦ ὁ διάβολος καταβέβληται, καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πειρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πολεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ τηνικαῦτα ἔτι ἐπικρατούντων τῶν μαχητῶν, προβάλλονται τὴν ἰσχυροτέραν πάντων μάχαιραν· οὕτως καὶ ὁ διάβολος, μετὰ τὸ πρῶτα αὐτοῦ ἀποδαπανῆσαι ἄγκιστρα, τότε τῷ τελευταίῳ χρᾶται ξίφει, τῇ ὑπερηφανίᾳ. Τίνες δὲ ἦσαν αὐτοῦ αἱ πρῶται παγίδες; Δῆλον, ὡς γαστριμαργία, φιληδονία, πορνεία. Ταῦτα γὰρ μάλιστα τὰ πνεύματα ἐπὶ τῶν νεωτερικῶν ἡλικιῶν συμβαίνουσιν. Ἐπακολουθεῖ δὲ τούτοις φιλαργυρία, πλεονεξία, καὶ τὰ τούτοις ὅμοια. Ἡ οὖν ἀθλία ψυχὴ, ὅταν τούτων τῶν παθῶν περιγένηται, ὁπηνίκα
49. These words contribute towards not being lifted up in pride. He who has fallen, in turning back and groaning, shall be saved. Look to yourself, you who stand. For a twofold fear lies upon you: either lest you turn back to the former things when the enemy falls upon you through negligence, or lest while running you be tripped up. For our enemy the devil either drags the soul backward to himself whenever he sees it slow and sluggish, or when it seems to be earnest and laborious in ascetic practice, he creeps in subtly and secretly through pride, and thus destroys the soul with all hands on board. This weapon is the last and topmost of all evils. By it the devil was cast down, and through it he tries to pull down the strongest of people. For just as the most formidable of warriors, after expending their lighter darts while the fighters are then still prevailing, put forward the strongest sword of all, so also the devil, after expending his first hooks, then uses his last sword, pride. And what were his first snares? Clearly, gluttony, love of pleasure, fornication. For these spirits happen above all in youthful ages. And there follow upon these love of money, covetousness, and the things like to these. The wretched soul, therefore, when it overcomes these passions, whenever
PG 28:1517Read from the pageγαστρὸς κρατήσῃ, ὅτε καὶ τὰς ὑπογαστρίους ἡδονὰς ὑπερπηδήσῃ τῇ σεμνότητι, ὅτε ἀργυρίου καταφρονήσῃ· τότε πανταχόθεν ὁ κακόφρων, ἀπορηθεὶς, ὑποβάλλει τῇ ψυχῇ ἄτακτον κίνησιν· μεγεθύνει γὰρ αὐτὴν ἀπρεπῶς κατὰ τῶν ἀδελφῶν ἐπαίρεσθαι. Βαρὺ καὶ ὀλέθριον τοῦτο τοῦ ἐχθροῦ τὸ δηλητήριον. Πολλοὺς ἀθρόως ἐν τούτῳ σκοτίσας κατέβαλεν. Ὑποβάλλει γὰρ τῇ ψυχῇ ἔννοιαν νόθον καὶ θανατηφόρον. Κατειληφέναι γὰρ αὐτὸν φαντάζει τὰ παρὰ τοῖς πολλοῖς ἀγνοούμενα, καὶ ὅτι ἐν νηστείαις ὑπερβάλλει· καὶ πλῆθος αὐτῷ ἀνδραγαθημάτων προστίθησι· πάντων δὲ ὧν ἥμαρτεν εἰς λήθην αὐτὸν φέρει, πρὸς τὸ κατὰ τῶν συνόντων ἐπαίρεσθαι. Ὑποκλέπτει γὰρ αὐτοῦ ἐκ τοῦ νοῦ τὰ πλημμελήματα· οὐ πρὸς ὠφέλειαν δὲ αὐτοῦ τοῦτο ποιεῖ, ἀλλὰ πρὸς τὸ μὴ δυνηθῆναι αὐτὸν εἰπεῖν τὴν ιατρικὴν ἐκείνην φωνὴν, τὸ, Σοὶ μόνῳ ἥμαρτον, ἐλέησόν με. Οὔτε μὴν συγχωρήσει αὐτῷ λέγειν· Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἀλλ' ὥσπερ αὐτὸς κατὰ διάνοιαν εἶπε τό· Ἀναβήσομαι, καὶ θήσομμι τὸν θρόνον μου· οὕτως καὶ τοῦτον φαντάζει εἰς ἀρχάς τε καὶ πρωτοκαθεδρίας, ἔτι δὲ διδασκαλίας, καὶ ιαμάτων ἐκδόσεις. Ἡ οὖν οὕτως ἀπατωμένη ψυχὴ φθείρεται καὶ ἀπόλλυται, δυσιάτῳ ἕλκει πληγεῖσα.
it masters the belly, when by chastity it leaps over the pleasures below the belly as well, when it despises silver—then from all sides the evil-minded one, being at a loss, suggests to the soul an unruly movement; for he puffs it up to lift itself unseemly against the brethren. Grievous and destructive is this poison of the enemy. Many has he darkened and cast down all at once thereby. For he suggests to the soul a spurious and deadly conception. For he makes him imagine that he has apprehended the things unknown among the many, and that he excels in fastings; and he sets before him a multitude of brave deeds; and he brings him into forgetfulness of all the sins he has committed, so that he lifts himself up against those who live with him. For he steals away his offences from his mind; and not for his benefit does he do this, but so that he may not be able to utter that healing voice: Against Thee alone have I sinned, have mercy on me (Ps. 50:6, 3). Nor yet will he allow him to say: I will confess to Thee, O Lord, with my whole heart (Ps. 110:1). Rather, just as he himself said in his mind: I will ascend, and I will set my throne (Isa. 14:13-14); so also he makes this one imagine rulerships and chief seats, and furthermore teachings and distributions of healings. The soul thus deceived, therefore, is corrupted and perishes, struck with a sore hard to heal.
50. Τί οὖν δεῖ ποιεῖν, τῶν τοιούτων λογισμῶν παρόντων; Ἀδιαλείπτως μελετᾷν τὸ θεῖον ἐκεῖνο λόγιον, ὅπερ ὁ μακάριος Δαβὶδ ἐβόα, λέγων τό· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Καὶ ἐν ἑτέρῳ φησίν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἔτι γε μὴν καὶ τὸ τοῦ Ἠσαΐου ἀκουέτω ῥῆμα τὸ λέγον, ὡς Πᾶσα δικαιοσύνη ἀνθρώπου ὡς ῥάκος ἀποκαθημένης. Καὶ εἰ μὲν ἀναχωρούσῃ καθ' ἑαυτὴν οἱ λογισμοὶ οὗτοι παρεισέλθωσιν, ἐν κοινοβίῳ εἰσερχέσθω· ἀναγκαζέσθω δὲ καὶ δεύτερον ἐσθίειν τῆς ἡμέρας, εἴ γε δι' ὑπερβολὴν ἀσκήσεως τούτῳ ἑάλω τῷ πάθει· καὶ παρὰ τῶν συνηλίκων δὲ ἐπιτιμάσθω, καὶ ὀνειδιζέσθω, καὶ ἐπιτιμάσθω σφοδρῶς, ὡς μηδὲν μέγα πράττουσα· πᾶσαν δὲ ὑπηρεσίαν ποιείσθω. Προσαγέσθωσαν δὲ καὶ βίοι ἁγίων ἐξοχώτατοι εἰς ἐξήγησιν· πειράσθωσαν δὲ αἱ συνελθοῦσαι ἐπιτείνειν ἑαυτῶν τοὺς πόνους πρὸς ἄσκησιν τὰς ὀλίγας ἡμέρας, πρὸς τὸ ἐκείνην, θεασαμένην τὸ μέγεθος τῶν ἀρετῶν, ἐλάττονα καὶ ἑαυτὴν ἡγεῖσθαι.
50. What then must one do when such thoughts are present? Unceasingly meditate upon that divine oracle which the blessed David cried aloud, saying: But I am a worm, and no man (Ps. 21:7). And in another place it says: But I am earth and ashes (Gen. 18:27). Furthermore, let her also hear the word of Isaiah which says: All the righteousness of man is as a rag of a menstruous woman (Isa. 64:6). And if these thoughts steal in upon her while living in withdrawal by herself, let her enter into a cenobium; and let her be compelled to eat a second time in the day, if indeed through excess of ascetic practice she was overtaken by this passion; and let her be rebuked by her peers, and reproached, and rebuked severely, as doing nothing great; and let her perform every menial service. Let the most eminent lives of the saints also be brought forward for narration; and let the women who have gathered try to intensify their own labours in ascetic practice for those few days, so that she, beholding the greatness of their virtues, may account herself inferior as well.
51. Προηγεῖται δὲ τῆς νόσου ταύτης ἕτερον κακὸν, ἡ παρακοή· ὅθεν διὰ τοῦ ἐναντίου τῆς ὑπακοῆς, δυνατὸν τὴν σηπεδονώδη νομὴν τῆς ψυχῆς περικαθᾶραι· Ὑπακοὴ γὰρ, φησὶν, ὑπὲρ θυσίαν.
51. Now another evil precedes this disease, namely disobedience; whence through its opposite, obedience, it is possible to cleanse away the putrid spreading ulcer of the soul; For obedience, it says, is above sacrifice (1 Kgdms. 15:22).
52. Δεῖ οὖν καθαιρεῖν ὄγκον δόξης ἐν καιρῷ, καὶ ἐπαινεῖν δὲ πάλιν καὶ θαυμάζειν ἐν καιρῷ. Εἰ γὰρ ἀμελὴς καὶ νωθρὰ εὑρεθῇ ἡ ψυχὴ, ἔτι γε μὴν καὶ ὑποναρκοῦσα εἰς τὴν τοῦ καλοῦ προκοπὴν, ἐπαινεῖν ταύτην προσήκει· καὶ εἰ μικρὸν ποιήσει τι χρηστὸν, θαυμάζειν καὶ μεγεθοποιεῖν δέον αὐτήν. Καὶ τὰ σφοδρὰ καὶ ἀπάνθρωπα πλημμελήματα ὡς ἐλάχιστα καὶ οὐδαμινὰ λεκτέον· ὁ γὰρ διάβολος, βουλόμενος πάντα διαστρέφειν, ἐπὶ μὲν τῶν σπουδαίων καὶ ἀσκητικῶν κρύπτειν πειρᾶται τὰ προγεγονότα ἁμαρ-
52. One must therefore pull down the swelling of vainglory in due season, and again praise and admire in due season. For if the soul be found negligent and sluggish, and furthermore growing numb towards progress in the good, it is fitting to praise her; and if she does some small good thing, one must admire and magnify her. And vehement and inhuman offences should be spoken of as very small and of no account; for the devil, wishing to pervert all things, in the case of earnest and ascetic persons tries to hide their past
Notes, col. 1517
On the reading
Printed ιατρικὴν, for ἰατρικὴν.
Printed θήσομμι, for θήσομαι.
Printed ιαμάτων, for ἰαμάτων.
PG 28:1520Read from the pageτήματα· τὴν γὰρ ὑπερηφανίαν αὐξῆσαι βούλεται· ἐπὶ δὲ τῶν νεηλύδων καὶ ἀκροπαγῶν ψυχῶν, πάντα τὰ ἁμαρτήματα αὐτῶν πρὸ ὀφθαλμῶν τίθησιν. Ἐμβάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτησάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν οὕτω σαλευομένας ψυχὰς παραμυθητέον οὕτως· δεῖ γὰρ πρὸς αὐτὰς οὕτω λέγειν· Ῥαὰβ πόρνη ἦν, ἀλλ' ἐσώθη διὰ πίστεως· Παῦλος διώκτης ἦν, ἀλλὰ σκεῦος ἐκλογῆς γέγονε· Ματθαῖος τελώνης ἦν, ἀλλ' οὐδεὶς τὴν χάριν τούτου ἀγνοεῖ· καὶ ὁ λῃστὴς ἐσύλα καὶ ἐφόνευεν, ἀλλὰ πρῶτος τὴν θύραν ἀνέῳξε τοῦ παραδείσου. Τούτοις οὖν ἐνατενίζουσα, μὴ ἀπογνῷς τῆς σεαυτῆς ψυχῆς.
sins, for he wishes to increase their pride; whereas in the case of newly arrived and lightly set souls, he places all their sins before their eyes. For he casts into one soul the thought: For you who have committed fornication, what forgiveness will there be? And to another he says: Since you have been so covetous, it is impossible for you to obtain salvation. Souls thus tossed about, therefore, must be comforted in this way; for one must speak to them thus: Rahab was a harlot, yet she was saved through faith (Heb. 11:31); Paul was a persecutor, yet he became a vessel of election (Acts 9:15); Matthew was a tax-collector, yet no one is ignorant of his grace; and the robber plundered and murdered, yet he first opened the door of paradise (Luke 23:43). Gazing intently on these examples, therefore, do not despair of your own soul.
53. Ἐπεὶ δὲ ταῦτα ταύταις εὑρήσεις ἁρμόδια, δεῖ καὶ τῶν τῇ ὑπερηφανίᾳ ἁλισκομένων ποιεῖσθαι αὐτὴν τὴν θεραπείαν. Φάσκειν γὰρ δεῖ πρὸς αὐτήν· Τί φυσιοῦσαι; Ὡς κρέα μὴ ἐσθίουσα; ἄλλοι οὐδὲ ἰχθὺν ὁρῶσι. Καὶ εἰ οἶνον οὐ πίνεις, σκόπησον, ὡς ἄλλοι οὔτε ἔλαιον ἐσθίουσιν. Ἕως ὀψὲ νηστεύεις; ἄλλαι δὲ δύο καὶ τρεῖς ἡμέρας συνάπτουσιν ἄσιτοι. Ἀλλ' ὅτι οὐ λούῃ μέγα φρονεῖς; πολλοὶ καὶ διὰ πάθος σωματικὸν οὐδ' ὅλως τούτῳ ἐχρήσαντο. Ἀλλὰ θαυμάζεις σεαυτὴν, ὅτι ἐν χαραδρίῳ καθεύδεις, καὶ ἐν τριχίνῃ στρωμνῇ; ἄλλαι δὲ χαμευνοῦσι διηνεκῶς. Ἀλλ' εἰ καὶ τοῦτο ποιήσειας, οὐδὲν μέγα· τινὲς γὰρ καὶ λίθους ἑαυταῖς ὑπέβαλον, πρὸς τὸ μὴ καθ' ἡδονὴν τῶν φυσικῶν τυχεῖν· ἄλλοι δὲ καὶ ἐκρέμασαν ἑαυτοὺς δι' ὅλης τῆς νυκτός. Ἀλλ' εἰ καὶ ταῦτα πάντα ποιήσειας, καὶ τὴν ἀκροτάτην ἄσκησιν ἐπιτελέσειας, μὴ μέγα φρονήσῃς· καὶ γὰρ τὰ δαιμόνια πλείω τῶν σῶν πεποιήκασι καὶ ποιοῦσιν· οὔτε γὰρ ἐσθίουσιν, οὔτε πίνουσιν, οὔτε γαμοῦσιν, οὔτε ὑπνοῦσιν· ἀλλὰ καὶ ἐν ἐρήμῳ διάγουσιν, εἴ γε καὶ ἐν σπηλαίῳ οἰκοῦσα δοκεῖς μέγα τι ποιεῖν.
53. And since you will find these remedies suited to these women, one must also apply the proper cure for those who are overtaken by pride. For one must say to such a soul: Why are you puffed up? Because you do not eat meat? Others do not even look upon fish. And if you do not drink wine, consider that others do not even eat oil. Do you fast until late evening? Yet other women join two and three days together without food. Or do you think highly of yourself because you do not bathe? Many even on account of bodily ailment have not used this at all. Or do you admire yourself because you sleep on a pallet and on a mattress of hair? Yet other women sleep on the ground continually. And even if you should do this, it is nothing great; for some women have even placed stones under themselves, so as not to take their natural rest with pleasure; and others have even suspended themselves through the whole night. Yet even if you should do all these things, and accomplish the highest ascetic practice, do not think highly of yourself; for even the demons have done and do more than your works: for they neither eat, nor drink, nor marry, nor sleep; and moreover they live in the desert, if indeed while dwelling in a cave you think you are doing something great.
54. Οὕτω μὲν οὖν, καὶ ἐκ τοιούτων λογισμῶν, δυνατὸν ἰάσασθαι τὰ ἐναντία πάθη· τήν τε ἀπόγνωσιν λέγω καὶ τὴν ὑπερηφανίαν. Ὥσπερ γὰρ σφοδρῶς ἐκφυσώμενον πῦρ, διασκορπιζόμενον ἀπόλλυται, καὶ μὴ τυχὸν δὲ πνεύματος πάλιν φθείρεται· οὕτω καὶ ἡ ἀρετὴ ἀφίπταται δι' ὑπεροψίαν, κἂν πολλὴν σφοδρότητα ἀσκήσεως λάβῃ· καὶ φθείρεται δὲ πάλιν ἐξ ἀμελείας τὸ καλὸν, ὅταν μηδ' ὅλως κινήσωμεν ἑαυτοὺς πρὸς ῥιπισμὸν τοῦ θείου Πνεύματος. Μάχαιρα ἔπακμος ῥᾳδίως ὑπὸ λίθου κατάγνυται· καὶ ἄσκησις ἐπιτεταμένη συντόμως ἐκ τοῦ ὑπερηφανεύεσθαι ἀπόλλυται. Ὅθεν προσήκει πανταχόθεν ἀσφαλίζεσθαι τὴν ψυχὴν, καὶ τὴν ἀκροτάτην ἄσκησιν ἐκ τοῦ καύσωνος τῆς ὑπερηφανίας περικαιομένην ὑποκάμπτειν πρὸς τοὺς σκιώδεις τόπους, ἔσθ' ὅτε καὶ περιτέμνειν τὰ περιττὰ, πρὸς τὸ τὴν ῥίζαν εὐθαλεστέραν γενέσθαι.
54. Thus indeed, and from such considerations, it is possible to heal the opposite passions—I mean both despair and pride. For just as a fire when violently blown upon is scattered and perishes, and again when not obtaining breath goes out, so also virtue flies away through disdain, even if it has acquired great intensity of ascetic practice; and again the good perishes from negligence, whenever we do not stir ourselves at all towards the fanning of the Holy Spirit. A keen-edged sword is easily broken by a stone; and strained ascetic practice quickly perishes from becoming proud. Whence it is fitting to safeguard the soul on every side, and when the highest ascetic practice is scorched around by the burning heat of pride, to turn it aside towards shady places, and sometimes also to prune away superfluous things, so that the root may become more flourishing.
55. Τὸν δὲ τῇ ἀπογνώσει ἁλισκόμενον ἀνωρεπῆ βιάζεσθαι ποιεῖν τοῖς προειρημένοις λογισμοῖς. Καὶ γὰρ σφόδρα ἡ ψυχὴ χαμαιπετὴς τυγχάνει. Καὶ γοῦν τῶν γεηπόνων οἱ ἄριστοι, ἐπειδὰν φυτὸν βραχὺ καὶ ἀσθενὲς θεάσωνται, ποτίζουσι δαψιλῶς, καὶ ἐπιμελείας πολλῆς ἀξιοῦσι πρὸς τὸ αὐξηθῆναι. Ἐπειδὰν δὲ
55. And the one who is overtaken by despair one must compel to incline upwards by the aforesaid considerations. For indeed the soul is exceedingly prone to fall to the ground. And indeed the best of husbandmen, whenever they see a plant small and weak, water it abundantly and deem it worthy of much care so that it may grow. But whenever