Migne Reading Room

PG 28 · cols. 1081–1089 · Read from the page

Sermon on holy Easter and the newly enlightened

Sermon on holy Easter and the newly enlightened

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:1081Read from the page
τῶν ἀγαθῶν εἰκόνας φοροῦντα. Λαμπρὰ μὲν γὰρ καὶ διαυγὴς ἡ ἐσθής σου, τῆς ἀφθαρσίας ζωγραφοῦσα τὰ σύμβολα. Ὀθόνη σοι λευκὴ καθάπερ διάδημα τὴν κεφαλὴν διασφίγγει, τὴν ἐλευθερίαν κηρύττουσα. Ἡ χεὶρ τῆς κατὰ τοῦ διαβόλου νίκης περιφέρει τὰ μηνύματα. Ἔδειξε γάρ σε Χριστὸς ἐγειρόμενον· νῦν μὲν συμβόλοις, δείξει δὲ κατὰ μικρὸν ἐν τοῖς πράγμασιν, ἐὰν τὸν χιτῶνα τῆς πίστεως μὴ ταῖς ἁμαρτίαις ῥυπώσωμεν· ἐὰν τὴν λαμπάδα τῆς χάριτος ἀτόποις μὴ κατασβέσωμεν πράξεσιν· ἐὰν τὸν τοῦ Πνεύματος διαφυλάξωμεν στέφανον. Τότε σαφῶς ὁ Δεσπότης ἐξ οὐρανῶν μετὰ φοβερᾶς καὶ φιλανθρώπου βοῆς ἀναβοήσειε· ‹ Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. › Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς
wearing the images of good things. For bright and translucent is your garment, painting the symbols of incorruption. A white linen cloth like a diadem binds your head, proclaiming freedom. Your hand carries about the tokens of victory against the devil. For Christ has shown you raised up: now indeed in symbols, and He will show it before long in realities, if we do not defile the tunic of faith with sins; if we do not extinguish the lamp of grace with perverse deeds; if we preserve the crown of the Spirit. Then clearly may the Master cry aloud from the heavens with a fearful and loving-kind cry: ‹ Come, you blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world. › (Matt. 25:34) To Him be the glory, and the dominion unto the
1. Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν ὅλην τῶν ἀνθρώπων τὴν ζωὴν ἑορτὴν ἀπειργάσατο μίαν. Τῶν γὰρ ἐν τῇ γῇ τὸ πολίτευμα πρὸς οὐρανὸν μεταστήσας, τὰς τοῦ πανηγυρίζειν ἀφορμὰς ἐδωρήσατο. Καὶ μάρτυς τῶν εἰρημένων ὁ Παῦλος, ὁ τῶν Χριστοῦ ῥημάτων ὄργανον τὴν γλῶσσαν κτησάμενος. ‹ Ἡμῶν γὰρ φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν. › Τίς γὰρ ἀπεκδεχόμενος ταῖς ἐλπίσιν οὐχ ἑορτάζει; Τίς, τὴν τοῦ Σωτῆρος ἐπιδημίαν λογισμῷ φανταζόμενος, οὐ προλαμβάνει χαίρων τῶν πραγμάτων τὴν πεῖραν; Τίς δὲ, βασιλέως θνητοῦ κάθοδον ἐσομένην ἀκούων, οὐκ ἀνίσταται μὲν τὴν διάνοιαν, εὐφραίνεται δὲ τὴν ψυχὴν, προτρέχων τῷ πόθῳ τῆς θέας τὸν χρόνον; Τότε συγκινοῦνται μὲν δῆμοι, σκιρτῶσι δὲ παῖδες, χορεύουσι κόραι, πρεσβῦται τὸ γῆρας ἀναιρεῖσθαι βιάζονται, ταῖς ἐλπίσιν ἀκμάζοντες· καὶ χωρεῖ διὰ πάντων ἡ τῆς βασιλικῆς παρουσίας πανήγυρις. Τί οὖν ἂν εἴποι τις, παραγινομένου Χριστοῦ βασιλέως ἀθανάτου, οὐχ ἵνα πόλεις φαιδρύνῃ, καὶ πύργους ἐγείρῃ,
1. Christ having been raised from the dead has made the whole life of men one single feast. For having transferred the citizenship of those on earth to heaven, He bestowed the occasions for keeping festival. And a witness of the things spoken is Paul, who acquired his tongue as an instrument of the words of Christ. ‹ For our citizenship, › he says, ‹ is in heaven, from whence also we eagerly await a Saviour, the Lord Jesus Christ. › (Phil. 3:20) For who, when eagerly awaiting in hope, does not keep festival? Who, picturing in thought the coming of the Saviour, does not anticipate with joy the experience of the realities? And who, hearing of the coming descent of a mortal king, does not rise up in mind, and rejoice in soul, outrunning the time by desire for the sight? Then peoples are stirred up together, children leap, maidens dance, old men force old age to be done away with, flourishing in hopes; and the festival of the royal presence advances through all. What then would one say, when Christ the immortal King arrives, not that He may brighten cities, and raise up towers,
PG 28:1084Read from the page
οὐδὲ ἵνα δωρεὰς παράσχῃ, πατουμένας τῷ χρόνῳ· ἀλλ' ἵνα τὸν ἄνθρωπον ἀθανασίαν ἐνδύσῃ, καὶ θανάτῳ λῃστευόμενον ἐν ἀσύλῳ χωρίῳ οὐρανοῦ κατοικίσῃ;
nor that He may provide gifts that are trodden down by time; but that He may clothe man with immortality, and settle him who was robbed by death in the inviolable place of heaven?
2. Σήμερον ὤφθη Χριστὸς τοῖς μαθηταῖς ἀναστὰς ἐκ νεκρῶν, καὶ πάλιν δευτέρᾳ θέᾳ, βεβαιοτέραν τῆς ἀναστάσεως τὴν πίστιν ἐργαζόμενος. Ὤφθη δὲ, τῶν θυρῶν κεκλεισμένων· ὁ γὰρ τὸν ᾅδην δείξας ἀτείχιστον οὐκ ἐδέετο θυρῶν πρὸς τὴν εἴσοδον. Ὅπου γὰρ προστάττει Θεὸς, τῆς συνηθείας ἀργοῦσιν οἱ νόμοι. Ἐπὶ τῆς θαλάσσης ἐβάδιζε πρότερον· καὶ ἡ ῥέουσα φύσις τοῖς τῆς σαρκὸς ποσὶν ὑπεστρώννυτο, καὶ βήμασι ποδῶν ἐμετρεῖτο τὰ κύματα, καὶ τὸ πέλαγος πρὸς τὴν χρείαν εἰς ἔδαφος μετεπήγνυτο. Εἰσῆλθεν ὁ Ἰησοῦς, κεκλεισμένων τῶν θυρῶν. Καίτοι, τῆς ἀναστάσεως γινομένης, ὁ τοῦ τάφου κεκύλιστο λίθος, καὶ ἡ τοῦ μνήματος ἀνεστόμωτο θύρα. Ἀλλ' ἐκεῖ μὲν ἐδείχθη, ὅτι ἅπερ ἔπασχεν ὁ τάφος ὁρώμενος, ταῦτα ὁ ᾅδης ἀοράτως ὑπέμενε· καὶ ἀνοιγομένου τοῦ μνήματος, ἀθύρωτος πλέον ὁ θάνατος ἀπηλέγχετο· ἔδει γὰρ συναπογυμνοῦσθαι τῷ ᾅδῃ τὸν τάφον, καὶ τοῖς ὁρωμένοις τὰ μὴ φαινόμενα στηλιτεύεσθαι· ἐνταῦθα δὲ τῶν θυρῶν κεκλεισμένων εἰσέρχεται· ἵνα οἱ περὶ τὴν ἀνάστασιν ἀπιστοῦντες ἐκπλαγῶσι τὴν εἴσοδον, καὶ χειραγωγηθῶσι πρὸς τὸ θαῦμα τῷ θαύματι. Ἀναστὰς οὖν ὁ Χριστὸς πρὸ τῶν μαθητῶν ταῖς γυναιξὶν ἐμφανίζεται· καὶ αἱ γυναῖκες τοῖς ἀποστόλοις εὐηγγελίζοντο τοῦ Χριστοῦ τὴν ἀνάστασιν, καὶ τοῦτο εἰκότως. Οὕτω γὰρ τῆς Εὔας ἡ ἐπήρεια τῷ διαβόλῳ περιετρέπετο. Ὅθεν γὰρ ὥδευσεν ἡ νόσος, ἐκεῖθεν ἡ θεραπεία ἔρχεται. Ὅθεν ὁ θάνατος ἤρξατο, ἐκεῖθεν ἡ ἀνάστασις φαίνεται. Γυνὴ γὰρ τῆς παραβάσεως αἰτία, καὶ τῆς ἀναστάσεως κήρυξ· ἡ τὸν πρῶτον Ἀδὰμ πρὸς τὴν πτῶσιν χειραγωγήσασα, τὸν δεύτερον Ἀδὰμ ἀναστάντα μαρτύρεται.
2. Today Christ appeared to the disciples after rising from the dead, and again by a second sight, making the faith of the resurrection surer. And He appeared when the doors were shut; (John 20:19, 26) for He Who showed hades to be unwalled had no need of doors for His entrance. For where God commands, the laws of custom are idle. Upon the sea He walked formerly; and the flowing element was spread beneath the feet of His flesh, and the waves were measured by the steps of His feet, and the deep was congealed into firm ground for His need. Jesus entered when the doors were shut. And yet, when the resurrection took place, the stone of the tomb had been rolled away, and the door of the monument had been opened. But there indeed it was shown that the very things which the visible tomb suffered, hades invisibly underwent; and when the monument was opened, death was convicted of being still more doorless; for it was necessary that the tomb should be stripped bare together with hades, and that the unseen things should be publicly exposed by the things seen; whereas here He enters when the doors are shut, so that those who were unbelieving concerning the resurrection might be amazed at His entrance, and be led by the hand through the miracle to the miracle. Having risen, therefore, Christ manifests Himself to the women before the disciples; and the women proclaimed as good news to the apostles the resurrection of Christ, and this reasonably. For thus the injury of Eve was turned back upon the devil. For whence the disease travelled, thence comes the healing. Whence death began, thence the resurrection appears. For a woman was the cause of the transgression, and the herald of the resurrection; she who led the first Adam by the hand to the fall bears witness to the second Adam risen.
3. Ὤφθη τοίνυν καὶ τοῖς ἀποστόλοις Χριστὸς ἐκ οἴκῳ κεκρυμμένοις, εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων. Καὶ ἀπιστεῖ τοῖς γινομένοις μὴ παρὼν ὁ Θωμᾶς· καὶ ποθῶν τὴν θέαν, τὴν ἀκοὴν ἀπεστρέφετο· ἔφραττε τὴν ἀκοὴν, τοὺς ὀφθαλμοὺς ἀναπετάσαι βουλόμενος· ἐπλήττετο τῷ πόθῳ, διὰ φωνῆς τοξευόμενος· ‹ Ἐὰν μὴ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. › Ἄπληστος πρὸς διάθεσιν, καὶ μὴ πιστεύων ὁ Θωμᾶς, προβάλλεται ἀπιστίαν, ἵνα ἀπολαύσῃ τῆς θεωρίας. Λύσει μου, φησὶ, τὴν ἀπιστίαν φανείς· βαλῶ τὸν δάκτυλόν μου εἰς τοὺς τύπους τῶν ἥλων· Δεσπότην, ὃν ποθῶ, περιπτύξομαι. Μεμψάσθω τὴν ἀπιστίαν, καὶ χαρισάσθω τὴν
3. Christ appeared therefore also to the apostles when hidden in a house; He entered when the doors were shut. And Thomas, not being present, disbelieves the things that took place; and longing for the sight, he turned away from the hearing; he stopped his hearing, wishing to open wide his eyes; he was struck with longing, being shot as by an arrow through the report: ‹ Unless I put my finger into the print of the nails, and put my hand into His side, I will not believe. › (John 20:25) Insatiable in disposition, and not believing, Thomas puts forward unbelief, so that he may enjoy the vision. He will dissolve my unbelief, he says, by appearing; I will put my finger into the prints of the nails; the Master, Whom I long for, I will embrace. Let Him blame the unbelief, and grant the
Notes, col. 1084

On the reading

Printed ἐκ οἴκῳ, for ἐν οἴκῳ.

PG 28:1085Read from the page
θεωρίαν. Ὡς ἄπιστος ἴδω, καὶ ὡς πιστὸς περιπτύξομαι, καὶ ἀπολαύσω. Ἴδω χεῖρας ὀρυχθείσας, δι' ὧν αἱ παραβᾶσαι τοῦ Ἀδὰμ ἐθεραπεύθησαν χεῖρες· ἴδω πλευρὰν, δι' ἧς ὁ ἐκ τῆς πλευρᾶς ἀνῄρηται θάνατος. Θεατὴς, οὐκ ἀκροατὴς, τοῦ Δεσπότου γενέσθαι θέλω. Τῇ διηγήσει πλέον πρὸς ἐπιθυμίαν ἀνάπτομαι· δι' ὧν εὐαγγελίζεσθε, διὰ τούτων τὴν ὀδύνην ἐπαυξῆτε. Ἐγὼ δέ μου θεραπεύσω τὴν ἀνίαν, τὴν θεραπείαν προχειριζόμενος.
vision. As an unbeliever let me see, and as a believer I will embrace, and enjoy. Let me see hands pierced, through which the transgressing hands of Adam were healed; let me see a side, through which the death that came from the side has been destroyed. A beholder, not a hearer, of the Master do I wish to become. By the narration I am kindled the more to desire; by the things which you proclaim as good news, by these you increase my pain. And I will heal my grief, taking the healing in hand.
4. Ἀλλ' αὖθις παρῆν ὁ Δεσπότης, καὶ λύει τῷ μαθητῇ μετὰ τῆς ἀνίας τὴν ἀπιστίαν. Μᾶλλον δὲ οὐ τὴν ἀπιστίαν ἔλυσεν, ἀλλὰ τὴν ἐπιθυμίαν ἐνέπλησε. Παρῆν τῶν θυρῶν κεκλεισμένων· ἀπιστουμένῃ θέᾳ πιστοῦται τὴν ἀπιστουμένην ἀνάστασιν· καὶ πάλιν διπλασιάζει τὸ θαῦμα, ἵνα πληροφορήσῃ τὸν Θωμᾶν. ‹ Βάλε, φησὶ, τὸν δάκτυλόν σου εἰς τὸν τύπον τῶν ἥλων· › ὃν ἐζήτεις ἀπόντα, παρόντος ἀπόλαυε. Οἶδά σου τὴν ἐπιθυμίαν καὶ σιωπῶντος· πρὸ τῶν λόγων, τὴν γνώμην ἐπίσταμαι. Ἤκουόν σου τῶν ῥημάτων, καὶ μὴ βλεπόμενος, παρήμην ἀπιστοῦντι, καὶ μὴ φαινόμενος, ἐνεδίδουν τῇ ἀπιστίᾳ καιρὸν, ἵνα σου τὴν ἐπιθυμίαν θαυμάσω. ‹ Βάλε τὸν δάκτυλόν σου εἰς τοὺς τύπους τῶν ἥλων· καὶ βάλε τὴν χεῖρά σου εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. › Ὁ δὲ Θωμᾶς, ψηλαφήσας, καὶ τὴν ἀπιστίαν ἐξορίσας, πίστει εἰλικρινεῖ καὶ πόθῳ θεοπρεπεῖ κέκραγεν· ‹ Ὁ Κύριός μου καὶ ὁ Θεός μου. › Καί φησι πρὸς αὐτὸν ὁ Κύριος· ‹ Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. › Κήρυξον, Θωμᾶ, τοῖς μὴ ἑωρακόσι μου τὴν ἀνάστασιν. Ἕλκυσον τὴν οἰκουμένην, οὐκ ὀφθαλμοῖς, ἀλλὰ λόγοις πιστεύουσαν· περίελθε βαρβάρων ἔθνη καὶ πόλεις· δίδαξον ἀνθ' ὅπλων σταυρῷ θωρακίζεσθαι. Κήρυξον μόνον, καὶ προσκυνοῦντες πιστεύσουσιν· οὐκ ἀπαιτηθήσῃ παρ' αὐτῶν τὴν θέαν τὴν ἐμήν. Εἰπὲ τὴν κλῆσιν, καὶ ὅρα τὴν πίστιν· ‹ Μακάριοι › γὰρ ἀληθῶς ‹ οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. › Τοιοῦτος ὁ νεόλεκτος οὗτος τοῦ Δεσπότου στρατὸς, τῆς πνευματικῆς κολυμβήθρας ὠδῖνες, τὰ ἔργα τῆς χάριτος, ἡ γεωργία τοῦ Πνεύματος· οὐκ ἰδόντες ὑπήκουσαν, ἀλλὰ ποθοῦντες ἐπίστευσαν. Ἐπέγνωσαν Χριστὸν οὐκ ὄμμασι σώματος, ἀλλ' ὄμμασι πίστεως. Οὐκ ἔβαλον τοὺς δακτύλους εἰς τοὺς τύπους τῶν ἥλων, ἀλλὰ τῷ σταυρῷ περιπλακέντες τὸ πάθος ἠσπάσαντο· Δεσποτικῆς πλευρᾶς θεαταὶ οὐκ ἐγένοντο, ἀλλὰ χάριτι Δεσποτικοῖς συνήφθησαν μέλεσι, κυροῦντες ἐφ' ἑαυτοῖς τὴν τοῦ Δεσπότου φωνήν· ‹ Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες· › οἱ μὴ ἰδόντες, καὶ Χριστῷ συναφθέντες.
4. But again the Master was present, and dissolves for the disciple his unbelief together with his grief. Or rather, He did not dissolve his unbelief, but fulfilled his desire. He was present when the doors were shut; by a sight disbelieved He confirms the resurrection disbelieved; and again He doubles the miracle, so that He may fully assure Thomas. ‹ Put, › He says, ‹ your finger into the print of the nails; › (John 20:27) enjoy Him when present Whom you were seeking when absent. I know your desire even when you are silent; before your words, I understand your mind. I heard your words, and though not seen, I was present with you when you disbelieved, and though not appearing, I gave time to your unbelief, so that I might marvel at your desire. ‹ Put your finger into the prints of the nails; and put your hand into My side, and do not become unbelieving, but believing. › (John 20:27) And Thomas, having touched, and having banished his unbelief, cried out with sincere faith and godly longing: ‹ My Lord and my God. › (John 20:28) And the Lord says to him: ‹ Because you have seen Me, you have believed; blessed are those who have not seen, and have believed. › (John 20:29) Preach, O Thomas, My resurrection to those who have not seen. Draw the inhabited world, believing not with eyes, but with words; go round the nations and cities of barbarians; teach them instead of weapons to arm themselves with the cross as a breastplate. Only preach, and worshipping they will believe; you will not be asked by them for the sight of Me. Speak the summons, and behold the faith; for ‹ Blessed › truly ‹ are those who have not seen, and have believed. › Such is this newly-levied army of the Master, the travail-pangs of the spiritual font, the works of grace, the husbandry of the Spirit: without seeing they obeyed, and longing they believed. They recognized Christ not with the eyes of the body, but with the eyes of faith. They did not put their fingers into the prints of the nails, but having embraced the cross they greeted the passion; they did not become beholders of the Master's side, but by grace they were joined to the Master's members, confirming in themselves the Master's voice: ‹ Blessed are those who have not seen, and have believed; › those who have not seen, and have been joined to Christ.
5. Σήμερον ἀποδύεσθε τὴν φορουμένην ἐσθῆτα, ἀλλὰ μὴ ἀπόθεσθε τὴν κεκρυμμένην σφραγῖδα· ἀποδύεσθε τὰ φαινόμενα σύμβολα, ἀλλὰ μὴ ἀπόθεσθε τῆς στρατιᾶς τὰ γνωρίσματα. Ἀποτίθεσαι τὴν ἀμφίεσιν,
5. Today you strip off the garment that you wear, but do not put off the hidden seal; you strip off the visible symbols, but do not put off the tokens of your warfare. You lay aside the vesture,
Notes, col. 1085

On the reading

Printed ἐπαυξῆτε, for ἐπαύξετε.

PG 28:1088Read from the page
ὦ τοῦ Χριστοῦ στρατιῶτα, ἀλλὰ μὴ γυμνωθῇς τῶν ὅπλων τῆς πίστεως· νῦν σοι μάλιστα χρεία τῆς πανοπλίας. Νῦν γὰρ κατὰ σοῦ πλέον ἢ τοῦ πρόσθεν ἐγρήγορεν ὁ πολέμιος, καὶ ἐκραταιώθη ὁ πόλεμος. Ἕως αἰχμάλωτος ἦς καὶ δοῦλος τοῦ ἐχθροῦ, τὸ κρατεῖν ἔχων ἐκεῖνος, τοῦ πολεμεῖν οὐκ ἐφρόντιζεν· ἐπειδὴ δὲ πρὸς Χριστὸν μετετάχθης, καὶ, φυγὼν τὸν ἐχθρὸν, τῷ Δεσπότῃ προσέδραμες, καὶ λύκον ἀποπηδήσας, συνετάχθης τῇ ποίμνῃ, ὡς παλαιάν σε θήραν μετέρχεται, πολυτρόπους ἐκμηχανώμενος δόλους. Πρὸς ταύτην ἡμᾶς τὴν παράταξιν ὁ μακάριος ἀλείφων Παῦλος, στρατηγεῖ καὶ προχειρίζεται παραγγέλματα, ‹ Οὐκ ἔστιν ἡμῖν, λέγων, ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. › Ὁρᾷς στῖφος πολεμικὸν καὶ ζέουσαν μάχην; Ὑπὲρ τίνων οὖν ἄρα ὁ πόλεμος; Ποῖα τῆς μάχης τὰ κέρδη; Αὐτὸς ἐπάγει ὁ στρατηγὸς λέγων· ‹ Ἐν τοῖς ἐπουρανίοις, › τουτέστιν, ὑπὲρ τῶν ἐπουρανίων κτημάτων. Ὑπὲρ τῆς ἀφθαρσίας ὁπλίζει, καὶ ὑπὲρ ἀτρεπτότητος πολεμεῖ· ὑπὲρ τοῦ συνεῖναι Χριστῷ παρατάττει. Ταῦτα γὰρ ἐπουράνια κτήματα· ταῦτα ἐκεῖνος ἀφελέσθαι βούλεται. Οὐκ ἀφίησί σε πολεμοῦντα γυμνόν· καθοπλίζει δὲ τοῖς ὅπλοις τοῦ Πατρός. Καί μοι βλέπε τῶν ὅπλων τὴν ἀστραπὴν φοβερὰν οὖσαν τοῖς ἐχθροῖς· φησὶ γὰρ οὕτως· ‹ Στῆτε οὖν περιζωσάμενοι τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσι τούτοις ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. › Πρὸς ἀοράτους ἐχθροὺς ἀοράτοις ἐκόσμησεν ὅπλοις.
O soldier of Christ, yet do not be stripped of the weapons of faith; now above all you have need of the full armour. For now against you more than before the enemy is awake, and the war has grown strong. As long as you were a captive and a slave of the enemy, since he held the mastery, he did not care to make war; but since you transferred your allegiance to Christ, and, fleeing the enemy, ran to the Master, and having leapt away from the wolf, were ranged with the flock, he pursues you as an old prey, devising manifold wiles. Anointing us for this battle-array, the blessed Paul acts as general and brings forward commands, saying: ‹ For our wrestling is not against blood and flesh, but against the principalities, against the authorities, against the world-rulers of the darkness of this age, against the spiritual forces of wickedness. › (Eph. 6:12) Do you see a warlike host and a boiling battle? On behalf of what things, then, is the war? What are the gains of the battle? The general himself adds, saying: ‹ In the heavenly places, › (Eph. 6:12) that is, on behalf of the heavenly possessions. On behalf of incorruption he arms us, and on behalf of immutability he wages war; on behalf of being with Christ he draws up the battle-line. For these are heavenly possessions; these that one wishes to take away. He does not leave you fighting naked; rather, he equips you with the weapons of the Father. And look for me at the lightning-flash of the weapons, how fearful it is to the enemies; for he speaks thus: ‹ Stand therefore, having girded your loins with truth, and having put on the breastplate of righteousness, and having shod your feet with the preparation of the Gospel of peace; above all these taking up the shield of faith, wherewith you shall be able to quench all the fiery darts of the evil one; and receive the helmet of salvation, and the sword of the Spirit, which is the word of God. › (Eph. 6:14-17) Against invisible enemies he has adorned us with invisible weapons.
6. Τοιαύτη μὲν ἡ τῶν ὅπλων ἰσχύς· ὅτι δὲ τὰ τῆς παρατάξεως, κἂν μὴ φαίνηται, γίνεται, σκόπησον οὕτως. Εἰ γὰρ τὸν Χριστὸν πειράζειν οὐκ ὤκνησεν ὁ διάβολος, ἀλλ' ἀναισχυντίας ὑπερβολῇ καὶ κατὰ τοῦ Δεσπότου τετόλμηκε· πῶς τῶν κατὰ σοῦ μηχανημάτων παύσηται; Εἶδε τὸν Χριστὸν βαπτισθέντα (σὺ δὲ σκόπει τὸν καιρὸν, ὦ νεοφώτιστε), καὶ τότε πρὸς τὸ πειράζειν ἠγέρθη. Εἶδεν ἐν τῇ ἐρήμῳ πεινάσαντα, καὶ συνεργὸν τῆς πείρας τὴν πεῖναν ἐλάμβανεν, οὐδὲ αὐτῆς τῆς τροφῆς τὴν χρείαν μηχανημάτων ἐλευθέραν ἀφείς, ἀλλὰ προσελθὼν ἐνεχείρει πειράζειν καὶ λέγειν· ‹ Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. › Μονονουχὶ τοῦτο λέγων· Υἱὸς Θεοῦ σοβαρεύεις καλούμενος, ἠπατήθης ὀνόματι. Προσηγορίᾳ γυμνῇ πράγματος σεμνύνῃ. Πεινῶντα βλέπω, καὶ Υἱὸν Θεοῦ ὀνομάσω; Ἡ τιμὴ τῷ πάθει νοθεύεται. Θεράπευσον τὴν χρείαν τῷ θαύματι· ὑπακούσωσιν οἱ λίθοι προστάττοντι, καὶ πιστεύσω τῇ
6. Such indeed is the strength of the weapons; and that the matters of the battle-array, even if they do not appear, are taking place, consider thus. For if the devil did not hesitate to tempt Christ, but with an excess of shamelessness dared even against the Master, how will he cease from his devices against you? He saw Christ baptized (and do you consider the time, O newly-illumined), and then he was roused to tempt Him. He saw Him hungering in the wilderness, and took His hunger as a helper for the temptation, not leaving even the need of food itself free from devices, but coming up he attempted to tempt Him and say: ‹ If You are the Son of God, command that these stones become loaves of bread. › (Matt. 4:3) All but saying this: You bear Yourself proudly when called Son of God; You have been deceived by a name. You boast in an appellation bare of reality. I see You hungering, and shall I name You Son of God? The honour is falsified by the passion. Heal the need by the miracle; let the stones obey You when You command, and I will believe the
PG 28:1089Read from the page
κλήσει· αἰδεσθῶσιν ἐκεῖνοι τὸ ἐπίταγμα, καὶ συντρέχω τῷ θαύματι· δέξομαι τὴν φωνὴν, καὶ συντίθεμαι τῇ τιμῇ. Ἀλλὰ Γραφικοῖς ἐτοξεύετο ῥήμασιν· ‹ Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. › Ἀλλ' αἰσχυνθεὶς τῇ προτέρᾳ πάλῃ, καὶ δευτέραν πεῖραν προσήγαγεν· ‹ Ῥίψον › φησὶν ‹ ἑαυτὸν ἄνωθεν κάτω· γέγραπται γὰρ, ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. › Ἀλλ' ἤκουσε πάλιν· ‹ Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. › Καὶ οὐκ ἐνάρκησε δευτέρᾳ πτώσει, ἀλλ' ἐπάγει καὶ τρίτην μηχανὴν προσδοκίᾳ νίκης πρὸς πτῶσιν δελεαζόμενος· ‹ Ταῦτα γάρ σοι πάντα δώσω, φησὶν, ἐὰν πεσὼν προσκυνήσῃς μοι. › Ὁρᾷς μηχανημάτων γοργότητα; Ὁρᾷς ἀπάτης παρασκευήν;
calling; let those stones respect the command, and I concur with the miracle; I will accept the voice, and agree to the honour. But he was shot with Scriptural words: ‹ Man shall not live by bread alone, but by every word that proceeds through the mouth of God. › (Deut. 8:3; Matt. 4:4) Yet put to shame in the first bout, he brought forward a second trial also: ‹ Cast Yourself, › he says, ‹ down from above; for it is written, that He shall command His angels concerning You, to guard You in all Your ways. › (Matt. 4:6; Ps. 90:11) But he heard again: ‹ You shall not tempt the Lord your God. › (Matt. 4:7; Deut. 6:16) And he did not grow numb at the second fall, but brings on even a third device, lured on towards a fall by the expectation of victory: ‹ For all these things I will give You, › he says, ‹ if You fall down and worship me. › (Matt. 4:9) Do you see the swiftness of his devices? Do you see the preparation of deceit?
7. Ἀλλὰ τρεῖς μὲν ἰδέας ἴσως πειρασμῶν εἶναι νενόμικας, τῷ τοῦ ἀριθμοῦ ἑπόμενος σχήματι· ἅπαν δὲ πειρασμῶν εἶδος ἄρα ἐν τοῖς τρισὶ περιέξεται· οὐ γὰρ ἂν ἐπαύσατο πειράζων, εἰ μὴ πᾶσαν αὐτοῦ τὴν φαρέτραν τῶν βελῶν ἐξεκένωσε. Πάσας γὰρ τὰς ἐξ ἡδονῆς μηχανὰς διὰ τῆς περὶ τὴν βρῶσιν ἐπιθυμίας προσήγαγε, μιᾷ προσβολῇ τὴν τῶν ὀρέξεων ἀνακινήσας συγγένειαν. Εἰπὼν δὲ, ‹ Ῥίψον σεαυτὸν, › τὰς ἐκ μεγαλαυχίας μεθόδους ἐκίνησε. Τὸ δὲ, ‹ Ταῦτα πάντα σοι δωσω, › τὴν χαλεπωτάτην ῥίζαν τῶν ἁμαρτημάτων, τὴν φιλαργυρίαν, εἰσήγαγεν. Ἅπαν γὰρ εἶδος ἁμαρτημάτων ἐκ μιᾶς ταύτης φύεται ῥίζης. Καὶ παρὰ ἀνθρώποις ἁμαρτία χώραν οὐκ ἔχει, μὴ διὰ τούτων ὁδεύουσα. Ἢ γὰρ δι' ἡδονῆς τιτρώσκει, ἢ διὰ δόξης τοξεύει, ἢ χρημάτων ἔρωτι πρὸς πλημμέλειαν ἕλκει. Γυμνωθεὶς οὖν τῶν βελῶν τότε τοῦ τοξεύειν ἐπαύσατο· καὶ γυμνὸν ἡμῖν αὐτὸν ὁ Χριστὸς τῶν μηχανημάτων κατέστησεν, ἀπράκτους αὐτοῦ τὰς ἀκίδας ἐργασάμενος· γνωρίμους τοὺς δόλους κατέστησεν, εὐχείρωτον αὐτὸν τοῖς ἀνθρώποις ποιούμενος.
7. Now perhaps you have supposed that there are three forms of temptations, following the figure of the number; yet every form of temptations will be contained in the three; for he would not have ceased tempting if he had not emptied out his whole quiver of arrows. For he brought forward all the devices of pleasure through the desire concerning food, stirring up by a single assault the whole kindred of appetites. And by saying, ‹ Cast Yourself down, › he set in motion the methods that come from vainglory. And the word, ‹ All these things I will give You, › introduced the most grievous root of sins, the love of money. For every form of sins grows out of this single root. And among men sin has no place unless it travels through these. For either it wounds through pleasure, or it shoots through glory, or by love of money it drags one into transgression. Stripped therefore of his arrows, he then ceased from shooting; and Christ rendered him stripped of his devices for us, having made his barbs ineffectual; He made his wiles known, rendering him easy for men to master.
8. Τοῖς Δεσποτικοῖς τοίνυν ἀγῶσι τὴν νίκην κερδανῶμεν· Χριστοῦ πολεμοῦντος οἰκεῖα στήσωμεν τρόπαια. Μὴ ῥυπώσωμεν τὸν χιτῶνα τῆς πίστεως, ὃν ἡ χάρις ἐξύφανε· μὴ δωρεὰν ἀτιμάσῃς, ἣν παρὰ Θεοῦ ἔλαβες· ἐννόει τὸν δεδωκότα, καὶ τὸ δοθὲν διαφύλαξον. Εἴ τινος μαργαρίτου φύλαξ ἢ ἁλουργίδος κατέστης βασιλικῆς, ἆρα οὐκ ἂν μέχρι θανάτου τῆς φυλακῆς ἐπεδείξω τὴν ἐπιμέλειαν; Ἀλλὰ νῦν οὐ μαργαρίτου μόνον, οὐδὲ πορφύρας, οὐδὲ κτήματος ἁπλῶς βασιλικοῦ, αὐτὸ δὲ τὸ τοῦ Δεσπότου κατεπιστεύθης σῶμα· μᾶλλον δέ τι λέγω, γέγονας σῶμα Δεσποτικὸν, μέλος ἐγένου Χριστοῦ· ἐνεδύσω Χριστὸν, κατὰ τὴν τοῦ Παύλου φωνήν· ‹ Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο. › Μὴ γενοῦ τῶν τοῦ Χριστοῦ προδότης μελῶν. Ὑπῆρξας τοῦ Πνεύματος οἰκητήριον, καὶ μέλος
8. By the Master's contests, therefore, let us win the victory; while Christ wages war, let us set up our own trophies. Let us not defile the tunic of faith, which grace wove; do not dishonour the gift which you received from God; consider Him Who gave it, and preserve that which was given. If you had been appointed guardian of some pearl or royal purple robe, would you not have displayed diligence in guarding it even unto death? Yet now not merely with a pearl, nor purple, nor simply a royal possession, but with the very body of the Master have you been entrusted; or rather, what do I say, you have become the Master's body, you became a member of Christ; you put on Christ, according to the voice of Paul: ‹ For as many as were baptized into Christ put on Christ. › (Gal. 3:27) Do not become a betrayer of the members of Christ. You have become a dwelling-place of the Spirit, and a member
Notes, col. 1089

On the reading

Printed δωσω, for δώσω.