θεωρίαν. Ὡς ἄπιστος ἴδω, καὶ ὡς πιστὸς περιπτύξομαι, καὶ ἀπολαύσω. Ἴδω χεῖρας ὀρυχθείσας, δι' ὧν αἱ παραβᾶσαι τοῦ Ἀδὰμ ἐθεραπεύθησαν χεῖρες· ἴδω πλευρὰν, δι' ἧς ὁ ἐκ τῆς πλευρᾶς ἀνῄρηται θάνατος. Θεατὴς, οὐκ ἀκροατὴς, τοῦ Δεσπότου γενέσθαι θέλω. Τῇ διηγήσει πλέον πρὸς ἐπιθυμίαν ἀνάπτομαι· δι' ὧν εὐαγγελίζεσθε, διὰ τούτων τὴν ὀδύνην ἐπαυξῆτε. Ἐγὼ δέ μου θεραπεύσω τὴν ἀνίαν, τὴν θεραπείαν προχειριζόμενος.
vision. As an unbeliever let me see, and as a believer I will embrace, and enjoy. Let me see hands pierced, through which the transgressing hands of Adam were healed; let me see a side, through which the death that came from the side has been destroyed. A beholder, not a hearer, of the Master do I wish to become. By the narration I am kindled the more to desire; by the things which you proclaim as good news, by these you increase my pain. And I will heal my grief, taking the healing in hand.
4. Ἀλλ' αὖθις παρῆν ὁ Δεσπότης, καὶ λύει τῷ μαθητῇ μετὰ τῆς ἀνίας τὴν ἀπιστίαν. Μᾶλλον δὲ οὐ τὴν ἀπιστίαν ἔλυσεν, ἀλλὰ τὴν ἐπιθυμίαν ἐνέπλησε. Παρῆν τῶν θυρῶν κεκλεισμένων· ἀπιστουμένῃ θέᾳ πιστοῦται τὴν ἀπιστουμένην ἀνάστασιν· καὶ πάλιν διπλασιάζει τὸ θαῦμα, ἵνα πληροφορήσῃ τὸν Θωμᾶν. ‹ Βάλε, φησὶ, τὸν δάκτυλόν σου εἰς τὸν τύπον τῶν ἥλων· › ὃν ἐζήτεις ἀπόντα, παρόντος ἀπόλαυε. Οἶδά σου τὴν ἐπιθυμίαν καὶ σιωπῶντος· πρὸ τῶν λόγων, τὴν γνώμην ἐπίσταμαι. Ἤκουόν σου τῶν ῥημάτων, καὶ μὴ βλεπόμενος, παρήμην ἀπιστοῦντι, καὶ μὴ φαινόμενος, ἐνεδίδουν τῇ ἀπιστίᾳ καιρὸν, ἵνα σου τὴν ἐπιθυμίαν θαυμάσω. ‹ Βάλε τὸν δάκτυλόν σου εἰς τοὺς τύπους τῶν ἥλων· καὶ βάλε τὴν χεῖρά σου εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. › Ὁ δὲ Θωμᾶς, ψηλαφήσας, καὶ τὴν ἀπιστίαν ἐξορίσας, πίστει εἰλικρινεῖ καὶ πόθῳ θεοπρεπεῖ κέκραγεν· ‹ Ὁ Κύριός μου καὶ ὁ Θεός μου. › Καί φησι πρὸς αὐτὸν ὁ Κύριος· ‹ Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. › Κήρυξον, Θωμᾶ, τοῖς μὴ ἑωρακόσι μου τὴν ἀνάστασιν. Ἕλκυσον τὴν οἰκουμένην, οὐκ ὀφθαλμοῖς, ἀλλὰ λόγοις πιστεύουσαν· περίελθε βαρβάρων ἔθνη καὶ πόλεις· δίδαξον ἀνθ' ὅπλων σταυρῷ θωρακίζεσθαι. Κήρυξον μόνον, καὶ προσκυνοῦντες πιστεύσουσιν· οὐκ ἀπαιτηθήσῃ παρ' αὐτῶν τὴν θέαν τὴν ἐμήν. Εἰπὲ τὴν κλῆσιν, καὶ ὅρα τὴν πίστιν· ‹ Μακάριοι › γὰρ ἀληθῶς ‹ οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. › Τοιοῦτος ὁ νεόλεκτος οὗτος τοῦ Δεσπότου στρατὸς, τῆς πνευματικῆς κολυμβήθρας ὠδῖνες, τὰ ἔργα τῆς χάριτος, ἡ γεωργία τοῦ Πνεύματος· οὐκ ἰδόντες ὑπήκουσαν, ἀλλὰ ποθοῦντες ἐπίστευσαν. Ἐπέγνωσαν Χριστὸν οὐκ ὄμμασι σώματος, ἀλλ' ὄμμασι πίστεως. Οὐκ ἔβαλον τοὺς δακτύλους εἰς τοὺς τύπους τῶν ἥλων, ἀλλὰ τῷ σταυρῷ περιπλακέντες τὸ πάθος ἠσπάσαντο· Δεσποτικῆς πλευρᾶς θεαταὶ οὐκ ἐγένοντο, ἀλλὰ χάριτι Δεσποτικοῖς συνήφθησαν μέλεσι, κυροῦντες ἐφ' ἑαυτοῖς τὴν τοῦ Δεσπότου φωνήν· ‹ Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες· › οἱ μὴ ἰδόντες, καὶ Χριστῷ συναφθέντες.
4. But again the Master was present, and dissolves for the disciple his unbelief together with his grief. Or rather, He did not dissolve his unbelief, but fulfilled his desire. He was present when the doors were shut; by a sight disbelieved He confirms the resurrection disbelieved; and again He doubles the miracle, so that He may fully assure Thomas. ‹ Put, › He says, ‹ your finger into the print of the nails; › (John 20:27) enjoy Him when present Whom you were seeking when absent. I know your desire even when you are silent; before your words, I understand your mind. I heard your words, and though not seen, I was present with you when you disbelieved, and though not appearing, I gave time to your unbelief, so that I might marvel at your desire. ‹ Put your finger into the prints of the nails; and put your hand into My side, and do not become unbelieving, but believing. › (John 20:27) And Thomas, having touched, and having banished his unbelief, cried out with sincere faith and godly longing: ‹ My Lord and my God. › (John 20:28) And the Lord says to him: ‹ Because you have seen Me, you have believed; blessed are those who have not seen, and have believed. › (John 20:29) Preach, O Thomas, My resurrection to those who have not seen. Draw the inhabited world, believing not with eyes, but with words; go round the nations and cities of barbarians; teach them instead of weapons to arm themselves with the cross as a breastplate. Only preach, and worshipping they will believe; you will not be asked by them for the sight of Me. Speak the summons, and behold the faith; for ‹ Blessed › truly ‹ are those who have not seen, and have believed. › Such is this newly-levied army of the Master, the travail-pangs of the spiritual font, the works of grace, the husbandry of the Spirit: without seeing they obeyed, and longing they believed. They recognized Christ not with the eyes of the body, but with the eyes of faith. They did not put their fingers into the prints of the nails, but having embraced the cross they greeted the passion; they did not become beholders of the Master's side, but by grace they were joined to the Master's members, confirming in themselves the Master's voice: ‹ Blessed are those who have not seen, and have believed; › those who have not seen, and have been joined to Christ.
5. Σήμερον ἀποδύεσθε τὴν φορουμένην ἐσθῆτα, ἀλλὰ μὴ ἀπόθεσθε τὴν κεκρυμμένην σφραγῖδα· ἀποδύεσθε τὰ φαινόμενα σύμβολα, ἀλλὰ μὴ ἀπόθεσθε τῆς στρατιᾶς τὰ γνωρίσματα. Ἀποτίθεσαι τὴν ἀμφίεσιν,
5. Today you strip off the garment that you wear, but do not put off the hidden seal; you strip off the visible symbols, but do not put off the tokens of your warfare. You lay aside the vesture,