Migne Reading Room

PG 28 · cols. 1061–1072 · Read from the page

Homily on the holy Fathers and prophets

Homily on the holy Fathers and prophets

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:1061Read from the page
νος. Τί λέγεις, ὦ συκοφάντα; Νεκρὸν ἕτερον οὐχ ὁρᾷς· οὐκοῦν τῷ ἀνισταμένῳ προσκύνησον! θέασαι αὐτὸν ἐγηγερμένον, καὶ τὴν δεσποτείαν ἐπίγνωθι· ὃν νεκρόν μοι παρέδωκας, ἀθάνατον ἀντιδίδωμι. Ἀλλ' οὐκ ἠρκεῖτο τούτοις ὁ Ἰουδαῖος· ἐπισυνάπτει δὲ τῷ τάφῳ τὰς σφραγῖδας. Ἄθλιε καὶ πανάθλιε, ὁ τοῦ θανάτου τὰς ὀδύνας λύων, τὰς σφραγῖδας οὐ λύει; Ὁ σκυλεύων τὸν ᾅδην, τὰ σήμαντρα φοβεῖται; Σφράγιζε τὸν τάφον, ἐπισημαίνου τὸν λίθον, στρατιώτας ἐπίστησον, πολιόρκει τὸ μνῆμα. Μειζόν μου ποιεῖς τὸ κατόρθωμα, θεατὰς τῆς ἀναστάσεως εὐτρεπίζεις, μάρτυρας τῆς ἐγέρσεως φέρεις, κήρυκας τῶν ἐμῶν θαυμάτων τοὺς σοὺς ὑπηρέτας κατασκευάζεις.
ing. What do you say, O sycophant? Another dead man you do not see; therefore worship Him Who rises! Behold Him raised up, and acknowledge His sovereignty; Him Whom you delivered to me dead, I give back immortal. But the Jew was not content with these things; he attaches the seals to the tomb. Wretched and all-wretched man, does He Who looses the pangs of death not loose the seals? Does He Who despoils Hades fear the signets? Seal the tomb, set your mark upon the stone, station soldiers, besiege the monument. Greater do you make My triumph, you prepare spectators of the resurrection, you bring witnesses of the rising, you fashion your own servants into heralds of My wonders.
6. Δεῦρο οὖν, ἀδελφοὶ μείνωμεν τὰς, ὠδῖνας τοῦ τάφου. Ἴδωμεν τέως δωροφοροῦντα τὸν Ἰωσὴφ, καὶ τὸν Νικόδημον συντρέχοντα, σινδόνι καθαρᾷ, καὶ ὀθονίοις, καὶ σουδαρίῳ περιειλίσσοντας τὸν τοῦ παντὸς Κύριον, σμύρναν τε καὶ ἀλόην, τὰ τῆς ἀφθαρσίας σύμβολα, προσκομίζοντας. Ἴδωμεν κυοφορουμένην τὴν ἀνάστασιν. Ἴδωμεν γαστέρα τάφου τῆς ἀναστάσεως μητέρα. Μείνωμεν ἰδεῖν τὸν Χριστὸν τροπαιοῦχον ἐκ τάφου συνεγειρόμενον · καὶ τὴν κατὰ θανάτου καὶ τυράννου νίκην ἀναδησάμενον. Τοίνυν φαιδροὶ φαιδρῷ τῷ ἀνισταμένῳ Χριστῷ προσελθωμεν. Αὐτῷ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
6. Come therefore, brethren, let us await the travails of the tomb. Let us see meanwhile Joseph bringing gifts, and Nicodemus running together with him, wrapping the Lord of all in a clean linen cloth, and linen bandages, and a napkin, and bringing myrrh and aloes, the symbols of incorruption. Let us see the resurrection being carried in the womb. Let us see the womb of the tomb become the mother of the resurrection. Let us wait to see Christ rising up triumphant out of the tomb, and crowning Himself with the victory against death and the tyrant. Therefore, radiant, let us draw near to the radiant rising Christ. For to Him belongs all glory, honour, and worship, together with the Father and the Holy Spirit, unto the ages of the ages. Amen.
IN SEQUENTEM HOMILIAM ADMONITIO.
Admonition on the Following Homily.
Hanc publicam fecit Holstenius, Athanasioque abjudicandam putavit, nec injuria : est enim ineptissimi hominis fetus, ut primo aspectu aestimabit eruditus lector : atque post Iconomachorum haeresim conscripta videtur ex iis quae de imaginibus sub finem habentur. Quae etiamsi ut arbitratus est Combefisius p. 564, possent ante Iconoclastarum aetatem scripta fuisse, aegre tamen tempore Athanasii scripta concedantur.
Holsteinius published this homily, and judged that it should be rejected from Athanasius's works, and not unjustly: for it is the offspring of a most inept man, as a learned reader will judge at first glance; and it seems to have been written after the heresy of the Iconomachs, from those things which are found near the end concerning images. And even if these things, as Combefisius judged on p. 564, could have been written before the age of the Iconoclasts, yet they could scarcely be granted to have been written in the time of Athanasius.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
Of our Father among the saints,
ΑΘΑΝΑΣΙΟΥ
Athanasius,
Εις τοὺς ἁγίους Πατέρας καὶ προφήτας, καὶ εἰς τὴν πάνσεπτον Ἐκκλησίαν, καὶ εις τὸν λδʹ ψαλμὸν ὁμιλία.
Homily on the holy Fathers and prophets, and on the all-venerable Church, and on the thirty-fourth Psalm.
1. Ἡ ποδηγοῦσα πίστις εἰς τὴν ὁδὸν τῆς θεογνωσίας, καὶ τὴν ἐνάρετον καὶ ἀκατάληπτον πολιτείαν, οὐ νεωτέραν ἔχει τὴν ἀρχὴν, καθώς φασιν ἀνόμιμοι καὶ ἀλιτήριοι Ἰουδαῖοι · ἀλλ' ἄνωθεν ἐκ τῶν ὁσίων καὶ εὐσεβῶν Πατέρων, λέγω δὲ τοῦ Ἄβελ, καὶ τοῦ Ἐνὼχ, καὶ τοῦ Νῶε, καὶ τοῦ Ἀβραὰμ, καὶ τῶν ἄλλων δὲ
1. The faith that guides us into the way of the knowledge of God, and into the virtuous and incomprehensible way of life, does not have a recent beginning, as the lawless and accursed Jews say; but from of old out of the holy and pious Fathers, I mean Abel, and Enoch, and Noah, and Abraham, and the other
Notes, col. 1061

On the reading

Printed Μειζόν, for Μεῖζόν.

Printed προσελθωμεν, for προσέλθωμεν.

Printed Εις, for Εἰς.

Printed εις, for εἰς.

PG 28:1064Read from the page
πάντων δικαίων. Καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ μυροφόρον ἀγγεῖον, τὸν στύλον τῆς ἀληθείας, Παῦλον, γράφοντα ταῦτα ἐπὶ λέξεως καὶ λέγοντα· Πίστει Ἄβελ πλείονα θυσίαν παρὰ Κάϊν προσεδέξατο ὁ Θεός· ὅθεν καὶ ζῇ εἰς τὸν αἰῶνα. Πίστει Ἐνὼχ εὐαρεστήσας τῷ Θεῷ, μετετέθη εἰς τὸν παράδεισον, μὴ θεασάμενος μηδὲ τὸν κοινὸν θάνατον τῆς φύσεως. Πίστει Νῶε κατεσκεύασε τὴν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, χαρακτηρίζων τὴν ἀνεκλάλητον Ἐκκλησίαν, ἔχουσαν διόροφα καὶ τριόροφα, ἐπίκλησιν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Πίστει Ἀβραὰμ, ἐξελθὼν ἐκ τῆς Χαλδαϊκῆς χώρας, παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἀπεκδεχόμενος τὴν ἐπουράνιον πόλιν, τὴν ἄνω Ἱερουσαλὴμ, τὴν μητέρα τῶν πρωτοτόκων, ἧς τεχνίτης καὶ δημιουργὸς μόνος ὁ Θεός. Πίστει Ἰσαὰκ ἀναφερόμενος ἐπὶ τὸ θυσιαστήριον, οὐκ ἀπεδάκρυσεν, εἰδὼς, ὅτι εἰκονίζει τὸν ἀμνὸν τὸν μέλλοντα αἴρειν τὴν ἁμαρτίαν τοῦ κόσμου. Πίστει Ἰακὼβ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ, ἐκμηνύων ἄντικρυ τὸν νικοποιὸν καὶ τρισμακάριον σταυρόν. Πίστει, Ἰωσὴφ τελευτῶν ἐνετείλατο τοῖς υἱοῖς Ἰσραὴλ περὶ τῶν ὀστέων αὐτοῦ, ἐξαγαγεῖν αὐτὰ ἐκ τῆς Αἰγύπτου, ἵνα μὴ μέλλουν (sic) οἱ Αἰγύπτιοι ὡς Θεὸν αὐτὰ σέβεσθαι. Πίστει Ῥαὰβ οὐ συναπώλετο τῇ πόλει Ἱεριχὼ, δεξαμένη μετ' εἰρήνης τοὺς κατασκόπους. Πίστει Μωσῆς ἐποίησε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, πρὸς τὸ καὶ ἡμᾶς πίστει ἐπιτελεῖν τὸ σωτήριον Πάσχα, καὶ μὴ ἐν ὑποκρίσει (« Πᾶν γὰρ τὸ μὴ ἐκ πίστεως γενόμενον ἁμαρτία ἐστί »)· χρίοντας τῷ αἵματι οὐκ ἐπὶ τῶν δύο σταθμῶν τῶν θυρῶν, ἀλλὰ σφραγίζοντας ψυχὴν καὶ σῶμα· ἵνα ὁ Φαραὼ σὺν τῷ διαβόλῳ καταποντισθῇ εἰς τὸ πέλαγος τῆς Ἐρυθρᾶς θαλάσσης. Ἡμεῖς δὲ ὁ νέος Ἰσραὴλ μετὰ Μωσέως ᾄδωμεν τὴν ἐπινίκιον ᾠδήν. Πίστει οἱ προφῆται κατηγωνίσαντο βασιλείας, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, δηλονότι ὁ σοφὸς Δανιήλ· ἔσβεσαν δύναμιν πυρὸς, οἱ τρεῖς παῖδες δηλαδὴ, πατήσαντες τὴν φλόγα τοῦ πυρὸς δρόσου μαλακωτέραν. Ἕτεροι δὲ ἐτυμπανίσθησαν περὶ τοὺς ἄξονας τῶν τροχῶν μεληδὸν κλονούμενοι, μὴ παραδεξάμενοι τοῦ τυράννου Ἀντιόχου τὴν παράκλησιν, ὅτι « θύσατε καὶ γίνεσθέ μου φίλοι, » ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἐλιθάσθη ὁ φερώνυμος Στέφανος, περιθέμενος τοῖς κροτάφοις τὸ στέφος τῆς δικαιοσύνης. Ἐπρίσθη Ἠσαΐας, ἀλλ' ἐγκωμιάζεται εἰς τὸν αἰῶνα. Ἀπέθανον ἐν μαχαίραις Ἰωάννης καὶ Ἰάκωβος· ἐφονεύθη Ζαχαρίας· περιῆλθον ἐν μηλωταῖς Ἠλίας καὶ Ἐλισσαῖος, καὶ ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, ἐν σπηλαίοις, καὶ ἐν ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ὅλος ὁ φιλεῖς καὶ φιλάρετοι ἄνδρες.
of all the righteous. And this is manifest from what the vessel of election, the myrrh-bearing vessel, the pillar of the truth, Paul, says, writing these things word for word and saying: By faith God accepted a more abundant sacrifice from Abel than from Cain (Heb. 11:4); whence also he lives for ever. By faith Enoch, having been well-pleasing to God, was translated into paradise, not having seen even the common death of nature (Heb. 11:5). By faith Noah prepared the ark for the salvation of his house (Heb. 11:7), prefiguring the ineffable Church, having two stories and three stories, the invocation of the Father and of the Son and of the Holy Spirit. By faith Abraham, having gone forth out of the land of the Chaldeans, sojourned in the land of promise, looking for the heavenly city, the Jerusalem above, the mother of the firstborn, whose artificer and creator is God alone (Heb. 11:8-10). By faith Isaac, when offered up upon the altar, wept not, knowing that he figures the Lamb Who is to take away the sin of the world. By faith Jacob worshipped upon the top of his staff (Heb. 11:21), clearly declaring beforehand the victory-making and thrice-blessed cross. By faith Joseph, when dying, gave commandment to the sons of Israel concerning his bones, to bring them up out of Egypt (Heb. 11:22), lest the Egyptians should worship them as God. By faith Rahab perished not with the city of Jericho, having received the spies with peace (Heb. 11:31). By faith Moses kept the Passover and the sprinkling of the blood (Heb. 11:28), to the end that we also by faith might celebrate the saving Passover, and not in hypocrisy ("For whatsoever is not of faith is sin" (Rom. 14:23)); anointing with the blood not upon the two side-posts of the doors, but sealing soul and body; so that Pharaoh together with the devil may be drowned in the sea of the Red Sea. And let us, the new Israel, sing with Moses the song of victory. By faith the prophets subdued kingdoms, obtained promises, stopped the mouths of lions (Heb. 11:33), to wit, the wise Daniel; quenched the power of fire (Heb. 11:34), namely, the three children, treading the flame of fire softer than dew. And others were tortured (Heb. 11:35), racked limb by limb upon the axles of wheels, not accepting the exhortation of the tyrant Antiochus, "Sacrifice and become my friends," that they might obtain a better resurrection. Stephen, bearing the name of crown, was stoned, putting around his temples the crown of righteousness. Isaiah was sawn asunder (Heb. 11:37), yet he is praised for ever. John and James died by the sword; Zacharias was slain; Elijah and Elisha went about in sheepskins and in goatskins, being destitute, ⟨…⟩ in caves, and in the holes of the earth, of whom the whole ⟨…⟩ lovers of ⟨God⟩ and lovers of virtue.
2. Λέγει δὲ καὶ Δαβὶδ ἡ πνευματικὴ λύρα, καθὼς ἀρτίως ἠκούσαμεν διὰ τοῦ ὑποφωνηθέντος ἡμῖν ᾄσματος· « Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με· πολέμησον τοὺς πολεμοῦντάς με. » Οὐκ ἐκφαίνων ταῦτα ὁ
2. And David also, the spiritual lyre, says, even as we just now heard through the psalm chanted in response to us: "Judge, O Lord, them that wrong me; fight against them that fight against me." (Ps. 34:1) Not disclosing these things,
Notes, col. 1064

On the reading

Printed ἄντικρυ, for ἀντικρὺ.

PG 28:1065Read from the page
Θεὸς λέγει πρὸς αὐτόν· Θέλεις, ὁ Δαβὶδ, καταπολεμηθῆναι τοὺς ἐχθραίνοντάς σοι; Ὁ δὲ Δαβίδ· Ναὶ, Κύριε, καὶ πάνυ αὐτοὺς θέλω καταπολεμηθῆναι. Ὁ δὲ Μονογενής· Καὶ ἐὰν ταῦτα ὑποστῶσιν οἱ ἐχθροί σου, ποῦ σου τὸ ἀμνησίκακον; Πῶς δὲ καὶ δύνασαι ψάλλειν ἀληθεύων· « Κύριε, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός; » Ὁ δὲ Δαβίδ· Ναὶ, Δέσποτα, ὅτι οὕτω ψάλλω ἀληθῆ, ἀλλ' ἐὰν σὺ αὐτοὺς πολεμήσῃς, καὶ διὰ τὰ παρὰ σοῦ γινόμενα πάντα ἄγνωστα καὶ ἀκατάληπτα ὑπάρχει. Οὕτω δέ μοι καὶ ἐνετείλω· Μὴ ἑαυτὸν ἐκδικήσῃς· « Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω αὐτοῖς. » Ὁ δὲ Μονογενής· Καὶ πῶς χρὴ πολεμηθῆναι τοὺς ἐχθραίνοντάς σε; λέγε καὶ φανεροποίει τὴν αἰτίαν. Ὁ δὲ Δαβίδ· Οὐ χρείαν ἔχεις, Δέσποτα, ἐρωτήσεως ἢ ὑπομνήσεως, ὢν προγνώστης καὶ εἰδαίνων τὰ προγνώσεως, καὶ ποίας προαιρέσεως ἔχει γενέσθαι ὁ μέλλων τίκτεσθαι ἄνθρωπος. Οὐδὲ ὑπάρχεις, ὡς εἷς τῶν ἀρχόντων, ἀγνοῶν τοὺς νόμους, ἢ χρῄζων συνηγόρου ἢ συγκαθέδρου, οἳ πρὸς ἓν ἕκαστον κεφάλαιον ἀποφαίνοντες. Σὺ γὰρ εἶ σύνθρονος τοῦ Πατρὸς, τῶν νόμων εὑρετὴς, τῶν σοφῶν διορθωτὴς, τῆς δικαιοσύνης χορηγὸς, τῶν καταπονουμένων ὑπερασπιστὴς, τῶν συκοφαντουμένων ἔκδικος. Τὴν γὰρ Σουσάνναν συκοφαντηθεῖσαν ὑπὸ τῶν ἀκολάστων γερόντων ἐῤῥύσω ἀπὸ τοῦ θανατικοῦ ψηφίσματος, ἀποστείλας εἰς δικαλογίαν τὸν σοφὸν καὶ ἀνάργυρον ῥήτορα Δανιήλ. Ἐπεὶ οὖν πάντων ἔχεις γνῶσιν, καὶ ἐπίστασαι, πῶς χρὴ αὐτοὺς πολεμηθῆναι· εἰ δὲ ἐπιτρέπεις μοι, λέγω· εἰμὶ γὰρ δοῦλος τῆς σῆς φιλανθρωπίας, καὶ τοῦτο ἀχρεῖος, καὶ οὐ δύναμαι ἀντιπρᾶξαι τῇ κελεύσει σου. Ὁ δὲ Μονογενής· Ἐπιτρέπω σοι, καὶ εἰπὲ ἀτρόμως καὶ ἀνυπεσταλμένως. Ὁ δὲ Δαβίδ· « Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. » Ὁ δὲ Μονογενής· Καὶ ποίου ὅπλου ἔχω ἐπιλαβέσθαι, ἢ ποίου θυρεοῦ; Πῶς δὲ ἔχω ἀναστῆναι εἰς βοήθειάν σου; Μὴ ἄρα ἐκείνου τοῦ ὅπλου ἢ ἐκείνου τοῦ θυρεοῦ ἔχω ἐπιλαβέσθαι, ὃν ἀφείλου ἀπὸ τοῦ ἀλλοφύλου Γολιὰθ, ὃν καὶ ἐπάταξας ἐπὶ τῇ κοιλάδι, ἐμοῦ ὁδηγήσαντος τὸν λίθον εἰς τὸ ἀσημείωτον καὶ ἀφώτιστον αὐτοῦ πρόσωπον; Ἀλλ' ἴσθι τοῦτο σαφῶς, ὅτι ἐγὼ τούτων τῶν ὅπλων πάντῃ καὶ καθόλου χρείαν οὐκ ἔχω. Ἐὰν δὲ καὶ συσχῶ τὸ πνεῦμα, τελευτᾷ πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς. Ὁ δὲ Δαβίδ· Οἶδα καὶ ἐγὼ, Δέσποτα, ὅτι τούτων τῶν ὅπλων χρείαν οὐκ ἔχεις, ὢν βασιλεὺς κραταιὸς, παντοδύναμος, ἀκαταμάχητος, διαιωνίζων. Ἱκετεύω δὲ τὴν ἀσύγκριτον ἀγαθωσύνην σου ἐπιλαβέσθαι ὅπλου καὶ θυρεοῦ, τουτέστιν, ἐνανθρωπήσεως καὶ πάθους· ἀναστῆναι δέ μοι εἰς βοήθειαν τῇ τρίτῃ ἡμέρᾳ. Ὁ δὲ Μονογενής· Καὶ σὺ πόθεν οἶδας ταῦτα τὰ θεῖα καὶ ἀπόκρυφα μυστήρια, « εἰς ἃ ἐπιθυμοῦσιν οἱ ἄγγελοι παρακύψαι; » Ὁ δὲ Δαβίδ· Ἔλαβον αὐτῶν τὴν γνῶσιν παρὰ τοῦ ἁγίου παρακλήτου Πνεύματος. Ὁ δὲ Μονογενής·
God says to him: Wilt thou, O David, that those who are hostile to thee be warred down? And David says: Yea, Lord, I very much wish them to be warred down. And the Only-begotten says: And if thine enemies undergo these things, where is thy unforgettingness of wrong? And how canst thou sing truthfully: "O Lord, if I have repaid them that repay me evils, let me then fall empty from mine enemies"? (Ps. 7:5) And David says: Yea, Master, because thus I sing what is true, yet if Thou fightest against them, even through the things that come to pass from Thee all things are unknown and incomprehensible. And thus Thou didst command me: Avenge not thyself: "Vengeance is Mine, I will repay them." (Heb. 10:30) And the Only-begotten says: And how ought those who are hostile to thee to be warred against? Speak and make manifest the cause. And David says: Thou hast no need, Master, of questioning or reminding, being the Foreknower and knowing the things of foreknowledge, and of what purpose the man who is about to be born shall be. Neither art Thou as one of the rulers, ignorant of the laws, or needing an advocate or an assessor, who pronounce upon each several point. For Thou art sharer of the Father's throne, the inventor of the laws, the corrector of the wise, the bestower of righteousness, the defender of the oppressed, the avenger of the calumniated. For Susanna, when calumniated by the licentious elders, Thou didst rescue from the decree of death, sending for her defence the wise and unbribed orator Daniel. Since, therefore, Thou hast knowledge of all things, and knowest how they ought to be warred against; yet if Thou permittest me, I speak; for I am a servant of Thy loving-kindness, and an unprofitable one at that, and I cannot act against Thy command. And the Only-begotten says: I permit thee, and speak fearlessly and unreservedly. And David says: "Take hold of weapon and shield, and rise up for mine help." (Ps. 34:2) And the Only-begotten says: And of what weapon am I to take hold, or of what shield? And how am I to rise up for thine help? Am I then to take hold of that weapon or of that shield which thou tookest away from the Philistine Goliath, whom also thou smotest in the valley, when I guided the stone unto his unmarked and unilluminated face? But know this clearly, that I have no need at all or in any wise of these weapons. For if I even withhold the spirit, all flesh moving upon the earth dies. And David says: I also know, Master, that Thou hast no need of these weapons, being a mighty King, almighty, invincible, everlasting. But I supplicate Thine incomparable goodness to take hold of weapon and shield, that is, incarnation and passion; and to rise up for mine help on the third day. And the Only-begotten says: And whence knowest thou these divine and hidden mysteries, "into which the angels desire to look"? (1 Pet. 1:12) And David says: I received the knowledge of them from the Holy Comforter Spirit. And the Only-begotten says:
Notes, col. 1065

On the reading

Printed δικαλογίαν, for δικαιολογίαν.

PG 28:1068Read from the page
Μεθ' ὧν οἶδας ταῦτα, εἰπὲ, εἴ τι καὶ ἄλλο ἔχεις· ἀκούσομαι γάρ σου καὶ περὶ αὐτοῦ εὐμενῶς καὶ δικαίως. Ὁ δὲ Δαβίδ· « Εἶπον τῇ ψυχῇ μου, Σωτηρία σου εἰμί. » Ὁ δὲ Μονογενής· Τοῦτο ἔχεις, καὶ θάρσει· σώσω γάρ σου τὴν ψυχὴν διὰ τῆς ἐνανθρωπήσεώς μου καὶ τοῦ πάθους. Ὁ δὲ Δαβίδ· « Ἐθαρσοποιήθην λίαν· καὶ παραυτὰ ἀνθυποφέρει· « Κύριε, τίς ὅμοιός σοι; ὁ δὲ Μονογενής· Ὁ Πατήρ. Πατέρα μου. » Πορεύου ἐν εἰρήνῃ, ἀπεκδεχόμενος
Together with these things which thou knowest, speak if thou hast anything else also; for I will hear thee concerning it also graciously and justly. And David says: "Say unto my soul, I am thy salvation." (Ps. 34:3) And the Only-begotten says: Thou hast this, and be of good cheer; for I will save thy soul through Mine incarnation and passion. And David says: "I was greatly emboldened"; and forthwith he replies: "Lord, who is like unto Thee?" (Ps. 34:10) And the Only-begotten says: The Father. ⟨…⟩ My Father." (John 14:9) Go in peace, awaiting ⟨…⟩
3. Οὐκοῦν ἀπολυθέντων τούτων ἐφοδίων, οἱ ἄγγελοι τοῦ Θεοῦ ἐξελθόντες κεκράγασιν μεγάλῃ τῇ φωνῇ· Εἴ τις καὶ ἄλλος ἔχει δίκην τῶν προφητῶν, εἰσερχέσθω ἀκωλύτως, συνηγορῶν τὴν ἀλήθειαν. Πρὸς τὴν παρακέλευσιν εἰσέρχεται Ναβουθὲ ὁ Ἰσραηλίτης, ὃν καὶ θεασάμενος αὐτὸν ὁ Μονογενὴς λέγει· Σὺ δὲ μετὰ τίνος ἔχεις, ἢ μετὰ τίνα βούλῃ δικάσασθαι; Εἰ δὲ αὐτὸς δι' αὑτοῦ οὐ δύνασαι εἰσηγήσασθαι τὴν ὑπόθεσιν τοῦ πράγματός σου, ἔχεις δὲ δικολόγον, καὶ αὐτὸς εἰσερχέσθω ἀκωλύτως, συνηγορῶν σοι τὴν ἀλήθειαν. Ὁ δὲ Ναβουθέ· Ναὶ, Δέσποτα, ἔχω συνήγορον δικαιότατον, ἁρματηλάτην Ἠλίαν· ἡ δὲ δίκη μου συγκροτεῖται μετὰ τῶν ψευδομαρτύρων. Ὅθεν ἀρχόμενος τοῦ πράγματός μου λέγω κατὰ τὸ ἑξῆς· « Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με, » διαβεβαιούμενοι ὅτι ηὐλόγησα Θεὸν καὶ βασιλέα· οὓς καὶ ἐξετάζων ὁ Κύριος ἔφη· Εἴπατέ μοι φιλαλήθως, τίς ὑμᾶς ἠνάγκασε συκοφαντῆσαι τὸν ἐμὸν δοῦλον καὶ νομοφύλακα; Οἱ δὲ ἀπεκρίνοντο· Ἀχαὰβ καὶ ἡ γυνὴ αὐτοῦ Ἰεζαβέλ. Ὁ δὲ Μονογενής· Ἔστω οὖν ὁ Ἀχαὰβ ἐν τῷ πολέμῳ τοξευόμενος βέλει εὐθυβόλῳ κατὰ τοῦ ἥπατος, ἢ μᾶλλον κατὰ τοῦ πνεύμονος, τοῦ ἀδίκως ἀναπνεύσαντος εἰς τὴν πλεονεκτικὴν ἐπιθυμίαν. Ἡ δὲ Ἰεζαβὲλ ἔστω ῥιπτομένη ἐν οἰκοπέδῳ, γενέσθω δὲ κυνῶν τάφος. Ὁ δὲ Ναβουθὲ κληρονομήτω ἀντὶ τοῦ καὶ τῆς αἰωνιότητος.
3. When these provisions, therefore, had been dismissed, the angels of God went forth and cried with a loud voice: If any other also of the prophets has a suit, let him enter without hindrance, pleading for the truth. At the summons there enters Naboth the Israelite, and upon beholding him the Only-begotten says: And with whom hast thou a suit, or with whom wilt thou contend in judgement? And if thou thyself of thyself canst not set forth the case of thy matter, and hast an advocate, let him also enter without hindrance, pleading the truth for thee. And Naboth says: Yea, Master, I have a most righteous advocate, the charioteer Elijah; and my suit is joined with the false witnesses. Whence, beginning my matter, I speak in order: "Unjust witnesses rose up against me; they asked me things that I knew not" (Ps. 34:11), affirming positively that I blessed God and the king (3 Kgs. 20:13); and examining them, the Lord said: Tell Me truthfully, who compelled you to calumniate My servant and guardian of the law? And they answered: Ahab and his wife Jezebel. And the Only-begotten says: Let Ahab therefore be shot in the war with a straight-flying arrow through the liver, or rather through the lung, which unjustly breathed unto covetous desire. And let Jezebel be cast forth in the plot of ground, and let her become a tomb of dogs. And let Naboth inherit instead of the ⟨…⟩ and of eternity.
4. Ὑπομνηματισθείσης δὲ ταύτης ἀποφάσεως, εἰσέρχεται ὁ μεγαλοφωνότατος Ἠσαΐας κεκραγώς· Κύριε, ἄκουσον ἐμοῦ εὐμενῶς καὶ δικαίως. Ὁ δὲ Μονογενής· Λέγε κατὰ τοῦ ἀδικήσαντός σε, μᾶλλον σὺ ὢν προφήτης δίκαιος, πνευματικὸς, ἱκανὸς ἑαυτῷ συστήσασθαι τὴν ὑπόθεσιν τοῦ πράγματός σου. Ὁ δὲ προφήτης· Ἔχω δίκην μετὰ τοῦ Μανασσῆ, ἐπεὶ ἐμοῦ σπουδαίως καὶ ἀόκνως κηρύσσοντος τὸν θεῖον καὶ θεόπνευστον λόγον, αὐτὸς ἀσυμπαθῶς καὶ ἀνελεημόνως ξυλίνῳ πρίονί με ἀνεῖλεν. Ὁ δὲ Μονογενής· Εἰ τοῦτο ἐποίησεν ὁ Μανασσῆς, παραδιδόσθω τοῖς Χαλδαίοις εἰς αἰχμαλωσίαν, καὶ ἐμπαιγμὸν καὶ σφαγήν· ἵνα μάθωσιν οἱ βασιλεῖς τοὺς ἐμοὺς προφήτας μὴ ὑβρίζειν, ἢ ἀποκτείνειν, ἀλλὰ τιμᾷν καὶ μεγαλύνειν· ἐνθυμούμενοι, ὅτι δι' ἐμοῦ πᾶς βασιλεὺς βασιλεύει, καὶ οἱ δυνάσται γράφουσι δικαιο-
4. And when this sentence had been entered in the records, there enters the most loud-voiced Isaiah crying aloud: Lord, hear me graciously and justly. And the Only-begotten says: Speak against him who wronged thee, the more so as thou art a righteous, spiritual prophet, able of thyself to establish the case of thy matter. And the prophet says: I have a suit with Manasseh, since while I was zealously and unwearyingly proclaiming the divine and God-inspired word, he without sympathy and without mercy slew me with a wooden saw. And the Only-begotten says: If Manasseh did this, let him be delivered over to the Chaldeans into captivity, and mockery, and slaughter; that kings may learn not to insult or kill My prophets, but to honour and magnify them; bearing in mind that through Me every king reigns, and potentates write righteous-
PG 28:1069Read from the page
σύνην. Σὺ μὲν ἀντὶ τῆς ἐπιγείου Ἱερουσαλὴμ τὴν ἐπουράνιον μητέρα τῶν πρωτοτόκων οἴκει· κἀκεῖνος δὲ τὸν τόπον, « ἐξ οὗ ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. »
ness (Prov. 8:15). Do thou, instead of the earthly Jerusalem, inhabit the heavenly mother of the firstborn; and he that place "whence pain, sorrow, and sighing have fled away." (Isa. 35:10)
5. Περαιωθείσης δὲ καὶ ταύτης τῆς ἀποφάσεως, εἰσέρχεται ὁ θαυμασιώτατος Ἱερεμίας, ὃν καὶ θεασάμενος ὁ Μονογενὴς λέγει· Σὺ δὲ μετὰ τίνος ἔχεις, ἢ μετὰ τίνος βούλεσαι δικάσασθαι; Ὁ δὲ Ἱερεμίας· Ἔχω δίκην μετὰ τῶν Ἰουδαίων, βούλομαι δὲ δικάσασθαι ἐπὶ σοῦ τοῦ ἀπροσωπολήπτου Δεσπότου. Ὁ δὲ Μονογενής· Καὶ τί κατηγορεῖς τοὺς ὁμοφύλους σου; Ὁ δὲ προφήτης· Κατηγορῶ αὐτοὺς, ἐπεὶ ἀνταπέδωκάν μοι ἀντὶ τῶν καλῶν κακὰ, ἀντὶ δὲ τῶν ἀγαθῶν πονηρά. Ἐμοῦ εὐχομένου ὑπὲρ ὑγείας αὐτῶν καὶ σωτηρίας, αὐτοὶ ἐβουλεύσαντο φαρμάκῳ με ἀνελεῖν, ἐγκρύψαντες αὐτὸ μετὰ πολλοῦ δόλου εἰς τὸν ἄρτον μου. Ὁ δὲ Μονογενής· Καὶ τί αὐτοῖς θέλεις γενέσθαι; Ὁ δὲ προφήτης· Ἐκεῖνο αὐτοῖς ποίησον τὸ γεγραμμένον ἐν ταῖς Παροιμίαις· « Ὁ ἀνταποδιδοὺς κακὸν ἀντὶ ἀγαθοῦ, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. » Ὁ δὲ Μονογενής· Οὐδὲν ἄτοπον ἐζήτησας. Ἴδε οὐ κινοῦνται κακὰ ἐκ τοῦ οἴκου τῶν Ἰουδαίων τῆς Ἱερουσαλὴμ, ἕως ἂν ἐκ θεμελίων ἐρημωθῇ. Σὺ δὲ ἀναπαύου ἐν τοῖς ἀστενώτοις κόλποις τοῦ προπάτορος Ἀβραάμ.
5. And when this sentence also had been concluded, there enters the most admirable Jeremiah, and upon beholding him the Only-begotten says: And with whom hast thou a suit, or with whom wilt thou contend in judgement? And Jeremiah says: I have a suit with the Jews, and I wish to contend in judgement before Thee, the Master Who respectest not persons. And the Only-begotten says: And whereof accusest thou thy countrymen? And the prophet says: I accuse them, because they repaid me evils instead of good things, and wicked things instead of good. While I was praying for their health and salvation, they took counsel to slay me with poison, hiding it with much guile in my bread. And the Only-begotten says: And what wilt thou that it be done unto them? And the prophet says: Do unto them that which is written in the Proverbs: "Whoso repayeth evil for good, evils shall not be moved from his house." (Prov. 17:13) And the Only-begotten says: Thou hast asked nothing amiss. Behold, evils are not moved from the house of the Jews, which is Jerusalem, until it be laid waste from the foundations. But do thou rest in the unconfined bosom of the forefather Abraham.
6. Περαιωθείσης καὶ ταύτης τῆς ἀποφάσεως, εἰσέρχεται ὁ προφήτης Ζαχαρίας κεκραγώς· Κύριε, ἄκουσον καὶ ἐμοῦ εὐμενῶς καὶ δικαίως. Ὁ δὲ Μονογενής· Λέγε κατὰ τῶν ἀδικησάντων σε. Ὁ δὲ Ζαχαρίας· Εἰσὶν οἱ ἀδικήσαντές με οἱ ἀρχιερεῖς καὶ οἱ νομοδιδάσκαλοι. Ὁ δὲ Μονογενής· Καὶ τί τοιοῦτό σε ἠδίκησαν οἱ ἀρχιερεῖς καὶ οἱ νομοδιδάσκαλοι; Ὁ δὲ Ζαχαρίας· Ἐφόνευσάν με μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἐπάγη δὲ καὶ τὸ αἷμά μου ἐπὶ τῆς πέτρας, πρὸς ἔλεγχον τῆς μιαιφόνου αὐτῶν γνώμης. Ὁ δὲ Μονογενής· Τοίγαρ καὶ αὐτοὶ ἀποθνησκέτωσαν ὑποκάτω τοῦ θυσιαστηρίου παρὰ τῶν Ῥωμαίων· δι' ὧν δέ τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται· καὶ οἵῳ τις μέτρῳ μετρήσει τῷ πλησίον αὐτοῦ, τοιούτῳ αὐτῷ ἀντιμετρηθήσεται οὐρανόθεν δικαίως. Ἐκείνων δὲ παθόντων τὰ ἴσα καὶ ὧν ἦσαν ἄξιοι, σὺ δὲ εἰσέρχου εἰς τὸν νοητὸν νυμφῶνα, ἐπακούων παρ' ἐμοῦ τῆς εὐκταιοτάτης φωνῆς· « Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἧς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. »
6. When this sentence also had been concluded, there enters the prophet Zacharias crying aloud: Lord, hear me also graciously and justly. And the Only-begotten says: Speak against those who wronged thee. And Zacharias says: Those who wronged me are the chief priests and the teachers of the law. And the Only-begotten says: And what such wrong did the chief priests and the teachers of the law do unto thee? And Zacharias says: They murdered me between the temple and the altar (Matt. 23:35). And my blood was congealed upon the rock, for a proof of their murderous mind. And the Only-begotten says: Wherefore let them also die beneath the altar at the hands of the Romans; for by the things whereby one sins, by the same is he also punished; and with what measure one shall measure to his neighbour, with the like shall it be measured back to him justly from heaven. And while they suffer like things and things of which they were worthy, do thou enter into the spiritual bride-chamber, hearing from Me the most wished-for voice: "Well done, good and faithful servant; thou hast been faithful over a few things, I will set thee over many things; enter thou into the joy of thy Lord." (Matt. 25:21)
7. Εἶτα, πληρωθείσης καὶ ταύτης τῆς ἀποφάσεως, εἰσέρχονται καὶ τὰ ἀναιρεθέντα παιδία ἐν Βηθλεὲμ, βοῶντα καὶ λέγοντα· Κύριε, καὶ ἡμεῖς διὰ τὸ ὄνομά σου ξίφεσιν ἀνῃρέθημεν ὑπὸ τοῦ ἀσεβεστάτου καὶ παρανόμου Ἡρώδου. Ὁ δὲ Μονογενής· Εἰ δι' ἐμὲ ὑπεμείνατε τὸν ἐπικέρδιον θάνατον καὶ προὔχοντα τῆς ζωῆς, κἂν μυρία μέρη, μὴ λυπεῖσθε, εἰδότες σαφῶς, ὅτι οἱ δι' ἐμὲ ἀποθνήσκοντες οὐ καταθνήσκουσι· ζῶσι γὰρ εἰς τὸν αἰῶνα. Ὅθεν κελεύω τὸν μὲν Ἡρώ-
7. Then, when this sentence also had been fulfilled, there enter also the children slain in Bethlehem, crying out and saying: Lord, we also for Thy name's sake were slain with swords by the most impious and lawless Herod (Matt. 2:16). And the Only-begotten says: If for My sake you endured the profitable death and one excelling life ten thousandfold, be not grieved, knowing clearly that those who die for My sake do not die utterly; for they live for ever. Whence I command that Her-
Notes, col. 1069

On the reading

Printed σὐτῷ, for αὐτῷ.

PG 28:1072Read from the page
δην ὑποβληθῆναι τοῖς ἐννέα ἀνιάτοις πάθεσιν, ὑμᾶς δὲ καταταγῆναι ἐν ταῖς χορείαις τῶν ἀθλοφόρων μαρτύρων, κελαδοῦντας μετ' αὐτῶν τὸν ἐπινίκιον ὕμνον.
hades to be subjected to the nine incurable passions, and you to be enrolled in the choirs of the prize-bearing martyrs, chanting with them the hymn of victory.
8. Τελευταῖον δὲ πάντων εἰσέρχεται καὶ ἡ ἀνεξάρνητος Ἐκκλησία, ἣν καὶ θεασάμενος ὁ Μονογενὴς λέγει· Σὺ δὲ τί ἔχεις, ἡ ἐμὴ νύμφη καὶ ἡ ἀμύσακτος κόρη, καὶ ἡ ἀκηλίδωτος παρθένος; Ἡ δὲ Ἐκκλησία· Λυποῦμαι, δι' ὃ καί φημι· ‹ Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. › Ὁ δὲ Μονογενής· Καὶ διὰ τί πολεμήσῃ; Λέγε καὶ φανεροποίει τὴν αἰτίαν. Ἡ δὲ Ἐκκλησία· Πολεμοῦμαι, Δέσποτα, διὰ τὴν ἀκρίβειαν τῶν εὐαγγελικῶν δογμάτων, καὶ τὴν ποίησιν τοῦ ἀληθινοῦ καὶ βεβαίου Πάσχα, καὶ διὰ τὴν σεπτὴν καὶ ἄχραντόν σου εἰκόνα, ἥν μοι παρέδωκαν οἱ θεοφόροι ἀπόστολοι κατέχειν αὐτὴν εἰς ὑπογραμμὸν καὶ ἀῤῥαβῶνα τῆς ἐνσάρκου οἰκονομίας σου. Ὁ δὲ Μονογενής· Εἰ καὶ διὰ τοῦτο πολεμήσῃ, μὴ ἀθυμήσῃς ἢ ἀποκάμῃς τῇ διανοίᾳ, ἢ τῷ λογισμῷ. Ἰδοὺ γὰρ σαφῶς, ὅτι ὁ ἀπαρνούμενος τὸ Πάσχα καὶ τὴν ἄχραντόν μου εἰκόνα, κἀγὼ αὐτὸν ἀπαρνήσομαι ἔμπροσθεν τοῦ ἐπουρανίου μου Πατρὸς, καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων. Ὁ δὲ πάλιν συμπάσχων μοι διὰ τοῦ Πάσχα, καὶ συνδοξάσεται. Ἢ οὐκ ἤκουσας τὸ, τί διεταξάμην τῷ νομοθέτῃ Μωσῇ· Ποίησόν μοι δύο Χερουβὶμ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰς προμήνυσιν τῆς ἐμῆς εἰκόνος; Καὶ πάλιν, ὅτε με ἐπείραζον οἱ Ἰουδαῖοι λέγοντες· ‹ Διδάσκαλε, ἔξεστιν ἡμῖν δῶσαι κῆνσον τῷ Καίσαρι, ἢ οὔ; › εἶπον δὲ πρὸς αὐτούς· ‹ Ὑποδείξατέ μοι νόμισμα, › καὶ λέγω ὑμῖν· Οἱ δὲ προσέφερόν μοι δηνάριον· καὶ λέγω πρὸς αὐτούς· ‹ Τίνος εἰκὼν αὕτη καὶ ὑπογραφή; › Οἱ δὲ εἶπον· ‹ Καίσαρος· › καὶ εἶπον πρὸς αὐτούς· ‹ Ἀπόδοτε οὖν τὰ Καίσαρος τῷ Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. › Καὶ πάλιν πρὸς τὸν Πέτρον· ‹ Πορεύου, βάλλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἰχθὺν τὸν ἔχοντα ἀνελθεῖν, ἄνοιξον τὸ στόμα αὐτοῦ, καὶ εὑρήσεις στατῆρα· δὸς ἀντὶ ἐμοῦ καὶ σοῦ. › Τουτέστι, δὸς τὴν εἰκόνα τὴν ἐμὴν καὶ σὴν ἐν τῷ κόσμῳ. Ἢ οὐκ ἤκουσας τοῦ μνήστορός σου Παύλου λέγοντος· ‹ Εἰ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν; › καὶ πρὸς Ἀθηναίους· ‹ Κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Περιερχόμενος τὰ σεβάσματα ὑμῶν, ἐν ᾧ βωμὸν εὗρον· γράφοντα· Ἀγνώστῳ Θεῷ· καὶ ὃν ὑμεῖς ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ὑμῖν καταγγέλλω. › Καὶ πρὸς Γαλάτας· ‹ Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν μὴ πείθεσθαι τῇ ἀληθείᾳ, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν, καὶ τοῦτο ἐσταυρωμένος; › Καὶ πρὸς Κορινθίους· ‹ Εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐληλυθότα ἐν σαρκὶ, ἔχει μαρὰν ἀθὰ τὸ ἀνάθεμα. › Σὺ δὲ, ἡ ἐμὴ νύμφη, νουθέτει τὰ τέκνα σου ἐμμένειν τοῖς ἐμοῖς προστάγμασι, καὶ μὴ δειλιάσῃς θυμοὺς βασιλέων, ἢ ἀπειλὰς τυράννων, ἢ φρυαγμοὺς
8. And last of all enters also the undeniable Church, whom having beheld, the Only-begotten says: And what ails you, My bride and undefiled maiden, and unblemished virgin? And the Church says: I grieve, wherefore I also say: ‹ Judge, O Lord, those who wrong me, fight against those who fight against me. › (Ps. 34:1) And the Only-begotten says: And why are you fought against? Speak and make manifest the cause. And the Church says: I am fought against, O Master, because of the exactness of the evangelical doctrines, and the celebration of the true and sure Pascha, and because of Your venerable and immaculate image, which the God-bearing apostles delivered to me to hold fast as a pattern and earnest of Your incarnate dispensation. And the Only-begotten says: Even if you are fought against on this account, do not lose heart or grow weary in mind or in thought. For behold clearly, that whoever denies the Pascha and My immaculate image, I also will deny him before My heavenly Father, and His elect angels. And whoever on the other hand suffers with Me on account of the Pascha, shall also be glorified with Me. Or did you not hear what I commanded to the lawgiver Moses: Make for Me two Cherubim in the tabernacle of witness, for a foretokening of My image? And again, when the Jews were tempting Me, saying: ‹ Teacher, is it lawful for us to give tribute to Caesar, or not? › and I said to them: ‹ Show Me a coin, › and I tell you; and they brought Me a denarius; and I say to them: ‹ Whose image is this and inscription? › And they said: ‹ Caesar's; › and I said to them: ‹ Render therefore the things of Caesar to Caesar, and the things of God to God. › (Matt. 22:17-21) And again to Peter: ‹ Go, cast a hook into the sea, and the fish that is about to come up, open its mouth, and you will find a stater; give it for Me and you. › (Matt. 17:27) That is, give the image that is Mine and yours in the world. Or did you not hear your betrothed Paul saying: ‹ If we suffer with Him, that we may also be glorified with Him? › (Rom. 8:17) and to the Athenians: ‹ In all things I perceive that you are very religious. Passing through your objects of worship, in which I found an altar writing: To an Unknown God; and Whom you worship in ignorance, Him I proclaim to you. › (Acts 17:22-23) And to the Galatians: ‹ O foolish Galatians, who has bewitched you not to obey the truth, before whose eyes Jesus Christ was openly portrayed among you, and that crucified? › (Gal. 3:1) And to the Corinthians: ‹ If anyone does not worship our Lord Jesus Christ having come in the flesh, he has maran atha, the anathema. › (1 Cor. 16:22) But you, My bride, admonish your children to abide in My commands, and do not fear the wraths of kings, or the threats of tyrants, or the insolent boasts