δρόμον ἐλαύνων. Ἐκπλήττει τὴν διάνοιαν ἡ γῆ, κρεμαμένη προστάγματι, καὶ τὸ βαρὺ στοιχεῖον τοῖς ὕδασιν ἐποχούμενον. Τί δ' ἄν τις εἴποι, θάλατταν ἡπλωμένην ὁρῶν, καὶ ψάμμῳ μὲν δεδεμένην, πνεύμασι δὲ κυβερνωμένην; Ἀλλὰ πάντα μὲν καλὰ καὶ λίαν καλὰ, καὶ τῆς τοῦ δημιουργοῦ σοφίας τεχνάσματα· ᾔσχυνε δὲ τούτων τὸ κάλλος ὁ ἄνθρωπος τῇ τῆς τιμῆς ὑπερβολῇ, τοῖς τιμωμένοις τὴν ὕβριν γεννήσας. Θαῦμα γὰρ τῇ κτίσει προσενέγκας ὑπερβαῖνον τὰ μέτρα τῆς κτίσεως, ἀδοξίαν τοῖς τιμωμένοις κατέχεεν. Οὕτω πλάνης μήτηρ ἡ κτίσις ἄκουσα γέγονεν. Ἀλλ' ᾤκτειρε τὴν πλανωμένην ὁ Θεὸς, καὶ φέρει σταυρὸν ἐν μέσῳ, θεογνωσίας ἀνθρώποις ὄργανον, τῆς κτίσεως δυνατώτερον. Ἄπρακτος γοῦν ὁ οὐρανὸς πρὸς ἀσεβείας γέγονε διόρθωσιν. Καὶ ἥλιος μὲν ἠσχύνετο προσκυνούμενος, κωλύειν δὲ τοὺς προσκυνοῦντας οὐκ ἴσχυσε. Γῆ, τὰ τοῦ σώματος φάρμακα βρύουσα, τῇ ψυχῇ νοσούσῃ βοηθεῖν οὐκ ἠδύνατο. Θάλασσα περιττὴ πρὸς τὸ πάθος ἠλέγχετο. Καὶ ἄνθρωπος τυφλώττων περιῆγε τὴν κτίσιν, καὶ τὸ προσπίπτον ψηλαφῶν προσεκύνει, Θεὸν εὑρεῖν οὐ δυνάμενος· ὃν ὁ τῆς κτίσεως ὅλης δῆμος κηρύττων πρὸς τὴν ἑνὸς Θεοῦ διδασκαλίαν προσάγειν οὐκ ἐξήρκεσεν. Ἀλλ' ὃ μὴ πεποίηκεν ὁ οὐρανὸς, τοῦτο ἴσχυσεν ὁ σταυρός· καὶ ὃν ἥλιος οὐκ ἐδίδαξε, σταυρὸς ἀναλάμψας ἐφωταγώγησε· καὶ ξύλον εὐτελὲς φυτευθὲν οἰκουμένην ἀσεβοῦσαν πρὸς εὐσέβειαν ἐγεώργησε. Ξύλον καταδίκης ὄργανον τοῖς καταδίκοις ἐλευθερίαν ἐκαρποφόρησεν. Ἠτόνησε πρὸς σωτηρίαν ἀνθρώπων ἡ κτίσις, καὶ σταυρὸς εἰσελθὼν ἰατρὸς ἀνεδείχθη. Ἐπειδὴ γὰρ ὁ θάνατος, ξύλῳ τὸ πάλαι βακτηρίᾳ χρησάμενος, τὴν τῶν ἀνθρώπων ῥίζαν ἐπολιόρκησεν, ὁδὸν εὑρὼν εἰς παρείσδυσιν τὴν ἐν βρώσει παράβασιν· τότε, παρανοιχθείσης οὕτω τῆς ὁδοῦ τῷ θανάτῳ τὰ γένη συνήπτετο, καὶ οἱ κοινωνοὶ τῆς φύσεως ἐγίνοντο κληρονόμοι κολάσεως. Οἰκτείρας τοὺς πλασθέντας ὁ πλάστης, ξύλον ἀντιφάρμακον ξύλου τῇ φύσει χαρίζεται, καὶ πάθος οἰκονομίας εἰσήνεγκε πάθους ἀλεξιφάρμακον καὶ θανάτῳ κρατοῦντι θάνατον ἀνθοπλίσας κατηγωνίσατο· καὶ πάλιν ἐλεύθερος ὁ ἄνθρωπος, οἷς ἐδέθη πρὸς θάνατον, τούτοις τὴν ἀθανασίαν εὑράμενος· δι' ὧν γὰρ κατεκρίνετο, διὰ τούτων ἐλύετο.
driving his course. The earth astonishes the mind, suspended by a command, and the heavy element riding upon the waters. And what might one say on seeing the sea spread out, bound fast with sand, and steered by winds? Yet all these things are good, and very good, and contrivances of the Creator's wisdom; but man befouled their beauty by the excess of his honour, begetting insult for the things honoured. For by offering to creation an admiration exceeding the measures of creation, he poured disgrace upon the things honoured. Thus creation unwillingly became a mother of error. But God took pity on her that was going astray, and brings the cross into the midst, an instrument of the knowledge of God for men, more powerful than creation. Heaven, indeed, proved ineffectual for the correction of impiety. And the sun was ashamed at being worshipped, yet had not the strength to hinder his worshippers. The earth, teeming with medicines for the body, was unable to help the ailing soul. The sea was proved superfluous against the malady. And man, being blind, went about creation, and groping after whatever he fell upon, worshipped it, being unable to find God, Whom the whole multitude of creation, though proclaiming Him, sufficed not to bring to the teaching of the one God. Yet what heaven did not accomplish, this the cross had strength to do; and him whom the sun taught not, the cross, shining forth, illuminated; and a lowly tree, being planted, cultivated an impious world unto piety. A tree, the instrument of condemnation, bore the fruit of freedom for the condemned. Creation was powerless for the salvation of men, and the cross, entering in, was shown to be a physician. For since death of old, using the tree as a staff, besieged the root of men, having found the transgression in eating as a way for slipping in; then, the way having been thus laid open, the generations were joined to death, and the partakers of nature became heirs of punishment. Taking pity on those whom He had fashioned, the Fashioner bestows upon nature a tree as an antidote to the tree, and introduced the passion of the dispensation as a remedy against passion, and arming death against prevailing death, He overcame it; and man is free again, having found immortality by the very things wherewith he was bound unto death; for through the things whereby he was condemned, through these he was loosed.
2. Ὢ θείας ἀληθῶς σοφίας, καὶ μηχανῆς οὐρανίου! Σταυρὸς ἐπήγνυτο, καὶ εἰδωλολατρεία κατεστρέφετο· σταυρὸς ἐγείρετο, καὶ διαβολικὴ δυναστεία κατεδικάζετο· σταυρὸς ἐπήγνυτο, καὶ Ἰουδαίων ὁ τύφος πρὸς πτῶσιν μεθίστατο· ἵνα μάθῃς, ὅτι μὴ ξύλον ἁπλῶς τῶν τοσούτων θαυμάτων παραίτιον, ἀλλ' ὁ τῷ ξύλῳ πρὸς τὴν νίκην χρησάμενος. Οὐ γὰρ καθ' ἑαυτὸ τὸ πάθος σωτήριον, ἀλλ' ὁ διὰ πάθους οἰκονομεῖν τὴν σωτηρίαν βουλόμενος. Σοὶ μὲν γὰρ γίνεται θανάτου λύσις ὁ θάνατος, ἀλλ' ἤμειψε τῶν πραγμάτων τὴν
2. O truly divine wisdom, and heavenly contrivance! The cross was fixed, and idolatry was overthrown; the cross was raised, and diabolical dominion was condemned; the cross was fixed, and the arrogance of the Jews was turned to a fall; that thou mayest learn that it is not simply a tree that is the cause of so great wonders, but He Who used the tree for victory. For the passion is not saving of itself, but He Who willed to dispense salvation through the passion. For to thee death becomes a dissolution of death, yet He changed the