Migne Reading Room

PG 28 · cols. 1092–1100 · Read from the page

Sermon on the Ascension of the Lord

Sermon on the Ascension of the Lord

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:1092Read from the page
τοῦ ἐν οὐρανοῖς βασιλεύοντος. Ἀρεταῖς οὖν τὸ δῶρον τιμήσωμεν· σωφροσύνης ἐπιμεληταὶ καταστῶμεν· φιλανθρωπίαν μετέλθωμεν· ἐλεημοσύνην προχειριζώμεθα· ἀπιστίας ἰὸν ἀποτιναξώμεθα· δόλον ἀποστραφῶμεν τοῦ διαβόλου φίλον· μισήσωμεν ψεῦδος τοῦ πολεμίου τὸ ὄργανον. Μιμησώμεθα τὸν μακάριον Παῦλον, ὃς βαπτισθεὶς ἐκήρυττεν, ὃν πρὸ τοῦ βαπτίσματος ἤλαυνε. Μιμησώμεθα τὸν τῆς Αἰθιοπίας εὐνοῦχον, ὃς ἐν ὁδῷ τυχὼν τοῦ βαπτίσματος, ὁδὸς αὐτὸς τοῖς πιστεύουσι τῶν Αἰθιόπων ἐγένετο. Πολυπλασιάσωμεν τὸ τῆς χάριτος τάλαντον, ἵνα τῆς πολυεύκτου φωνῆς ἀκούσωμεν τοῦ Δεσπότου λέγοντος· « Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. » Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
of Him Who reigns in the heavens. Let us therefore honour the gift with virtues; let us become guardians of temperance; let us pursue loving-kindness; let us practise almsgiving; let us shake off the venom of unbelief; let us turn away from deceit, the friend of the devil; let us hate falsehood, the instrument of the enemy. Let us imitate the blessed Paul, who, having been baptized, proclaimed Him Whom before his baptism he persecuted. Let us imitate the eunuch of Ethiopia, who, having obtained baptism on the way, himself became a way for those of the Ethiopians who believe. Let us multiply the talent of grace, that we may hear that most desired voice of the Master saying: "Well done, good and faithful servant; over a few things you were faithful, over many things I will set you; enter into the joy of your Lord" (Matt. 25:21, 23). To Him be the glory and the dominion unto the ages of the ages. Amen.
1. Ἡ μὲν τῆς ἀναστάσεως μνήμη τὰ κατὰ τοῦ θανάτου τοῖς ἀνθρώποις χαρίζεται νικητήρια· ἡ δὲ παροῦσα πανήγυρις πρὸς οὐρανὸν ἀνάγει τὸν ἄνθρωπον, καὶ τὰς ἐν τῇ γῇ διατριβὰς ἀλλάξασα, τὸν οὐρανὸν βατὸν τοῖς ἀνθρώποις ἐργάζεται. Οὐ γὰρ ἐχρῆν τὸν θάνατον, κεκρατηκότα τοῦ ἀνθρωπίνου γένους, πάλιν αὐτὸ τοῖς τοῦ θανάτου χωρίοις αὐλίζεσθαι. Νῦν μοι μέγα φρονεῖν ἀληθῶς κατὰ τῆς διαβολικῆς τυραννίδος ἐπέρχεται, ὅταν ἴδω σήμερον τοῦ ἐμοῦ γένους τὴν ἀπαρχὴν ἐν οὐρανοῖς βασιλεύουσαν. Νῦν πέπτωκε τοῦ πολεμίου τὸ κράτος, ἀπέλιπε τοῦ διαβόλου τὰ μηχανήματα. Οὐκ ἔτι ταῦτα παράδεισος, ὦ διάβολε· οὐδὲ φυτοῦ τέρψις πρὸς ἀπάτην θηρεύουσα, ἵνα πάλιν λύσας μου τὸν φόβον, κυρώσῃς τὸν θάνατον. Οὐκέτι, « Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, » ἀκούω· ἀλλ', εἰ καὶ γῆ εἶ, πρὸς οὐρανὸν ἀπελεύσῃ διὰ τὴν τοῦ ἀνάγοντος ἀγαθότητα. Καταλιμπάνω τὸ τῶν ἁμαρτημάτων χωρίον, παραχωρῶ σοι τῆς γῆς, ἐφ' ἧς ἐτέχθην, ἐφ' ἧς ἐτράφην· εἰς οὐρανὸν μετοικίζομαι, τῆς σῆς ἀπάτης ἐλεύθερος. Πάλαι μὲν οὖν σοι φυτὸν πρὸς τὴν τοῦ Ἀδὰμ αἵρεσιν ἤρκεσεν, ὅτε πλήξας τῷ τοῦ ξύλου καρπῷ τὸν πρω-
1. The remembrance of the resurrection bestows upon men the prizes of victory against death; whereas the present festival leads man up towards heaven, and, having exchanged his dwellings upon the earth, renders heaven accessible to men. For after death had held sway over the human race, it was not fitting for that race to lodge again in the regions of death. Now indeed it comes upon me to boast greatly against the tyranny of the devil, when I see today the first-fruits of my race reigning in the heavens. Now the power of the enemy has fallen; the devices of the devil have failed. These things are no longer paradise, O devil, nor the delight of a plant hunting for deceit, that, having again loosed my fear, you might ratify death. No longer do I hear, "Earth you are, and unto earth you shall depart" (Gen. 3:19); but even if you are earth, you shall depart towards heaven through the goodness of Him Who leads you up. I leave behind the region of sins; I yield to you the earth upon which I was born, upon which I was reared; I remove my dwelling unto heaven, free from your deceit. Of old indeed a plant sufficed for you for the capture of Adam, when, having struck the first-
PG 28:1093Read from the page
τόπλαστον ἔξω γενέσθαι τῆς τοῦ παραδείσου τρυφῆς κατηνάγκασας· νῦν δὲ, κἂν πᾶσαν κενώσῃς τὴν φαρέτραν, κατὰ σεαυτοῦ φέρεις τῶν τοξευμάτων τὰ βλήματα. Ποῦ σοι λοιπὸν, διάβολε, τῆς παλαιᾶς ἀπάτης τὰ μηχανήματα; Ποῦ σοι ὁ σοφιστεύων ὄφις, ἵνα τὴν Εὔαν χωρίσῃ τοῦ παραδείσου, τὸ, « ᾟ δ' ἂν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοὶ, » προσφθεγγόμενος; Γέγονάς μοι τῶν ἀγαθῶν προφήτης ἀκούσιος. Αἷς γὰρ πρὸς ἀπάτην ὑποσχέσεσιν ἐχρήσω, ταύτας διὰ πραγμάτων ἐκέρδανα· γέγονέ μοι τῆς ἐπαγγελίας ἡ φαντασία διὰ τῆς πείρας ἀλήθεια. Ὢ θαυμάτων ἀπίστων · καὶ ξένων τῆς φύσεως! οἷς ὁ παράδεισος ἀπεκλείσθη, τούτοις ὁ οὐρανὸς ἠνεῴχθη. Ὁ πρὸ βραχέος ἐπὶ Πιλάτου κρινόμενος, σήμερον ἐν οὐρανῷ κριτὴς ἐνθρονίζεται. Ὁ παρὰ Ἰουδαίων γελώμενος, ἐκ δεξιῶν τοῦ Πατρὸς ἐπὶ τῶν χερουβὶμ κάθηται, δήμοις ἀγγέλων ὑμνούμενος. Ὁ ταῖς Ἰουδαϊκαῖς ἀκάνθαις τὴν κεφαλὴν στεφανούμενος, θεϊκῆς ἀξίας διαδήματι σφίγγεται. Ὢ ποσάκις ἡ τοῦ Δαβὶδ ἐνηχοῦσα κιθάρα τὰ παρόντα ἐθέσπιζεν! « Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. » Νῦν ἀληθῶς γέγονε τὰ κρούσματα πράγματα· καὶ ἃ πρότερον ἰδεῖν ἐν μέλεσιν ἐπεθύμησε, σήμερον εἶδεν ἐν πράγμασι· καὶ γέγονε μελῶν ὑπουργὸς οὐρανὸς, τὸν παρ' ἐκείνῳ μνημονευόμενον τοῖς νώτοις ὑποδεχόμενος· καίτοι καὶ παρ' αὐτὸν τὸν τόκον οὐρανὸς. ἔτι τικτομένῳ δι' ἀστέρος ὑπέκυπτεν, ὥσπερ ἐπειγόμενος καὶ πρὸ καιροῦ δέξασθαι τὸν ἐν σπηλαίῳ κρυπτόμενον. Ἀλλ' ἔδει τοὺς τῆς οἰκονομίας καιροὺς καὶ ὅρους φυλάττεσθαι.
formed to be outside the luxury of paradise, you compelled him; but now, even if you empty your whole quiver, you bring the shafts of your arrows against yourself. Where now, devil, are your devices of the ancient deceit? Where is your sophistical serpent, addressing the words, "In whatever day you eat, you shall be as gods" (Gen. 3:5), that he might separate Eve from paradise? You have become for me an unwilling prophet of good things. For by the very promises which you used for deceit, I have gained through deeds; the illusion of the promise has become truth for me through experience. O incredible wonders, and strange to nature! To those to whom paradise was shut, to them heaven has been opened. He Who a short while ago was judged before Pilate is today enthroned as Judge in heaven. He Who was mocked by the Jews sits at the right hand of the Father upon the cherubim, hymned by hosts of angels. He Who was crowned on the head with Jewish thorns is bound with the diadem of divine dignity. O how often did the resounding harp of David prophesy the present things! "The Lord said to my Lord: Sit at My right hand, until I make Your enemies a footstool of Your feet" (Ps. 109:1). Now truly the strikings of the strings have become deeds; and what previously he desired to see in songs, today he has seen in deeds; and heaven has become a minister of the songs, receiving upon its back Him Who was commemorated by him; although even at the birth itself heaven stooped down through a star to Him while still being born, as though hastening even before the time to receive Him Who was hidden in a cave. Yet it was necessary that the times and bounds of the dispensation be kept.
2. Ἐμοὶ μὲν θαυμάζειν ἐπέρχεται πῶς τὴν τοῦ γένους αἰσχύνην εἰς εὐδοξίαν μετέβαλε· πόσην Θεοῦ πρὸς ἡμᾶς ἀγανάκτησιν εἰς μεγίστην εὐμένειαν ἤνεγκεν. Ἔπλασεν ἡμᾶς χερσὶν οἰκείαις ὁ Θεὸς, τροφῆς αὐτοσχεδίου κτήτορας ἔδειξε, τρυφῆς ἐξουσίαν, γῆς ὑπουργίαν ἔδωκεν, ἀέρος δουλείαν, θαλάττης εὐπορίαν παρέσχετο, ἡλίου βολὰς, σελήνης αὐγὰς, ἀστέρων φορὰς, ζώων πάντων ὑποταγάς. Παρῆλθέ τις ἐν μέσῳ πολέμιος διαβάλλων εἰς φθόνον Θεὸν, ἔπεισεν ἀπατῶν· γίνεται τῆς ἐκείνου μερίδος ὁ ἀπατώμενος, ἀντιθεΐας ἐνόσησε πάθος, συνέθετο λάθρα κατὰ τοῦ Θεοῦ, ἐκτείνει τὴν χεῖρα κατὰ τῶν τοῦ Θεοῦ προσταγμάτων. Ἐπιφαίνεται Θεὸς, ἐλέγχει τὰς παρανόμους ἐλπίδας, φεύγει τὴν θέαν ἡ τοῦ γένους ἀρχὴ, καὶ παραιτεῖται τὸν ἔλεγχον, ὑπὸ δένδρον κρύπτεται, φοβουμένη τὸν κτύπον ἡ παρανόμους φαντασθεῖσα θεότητα. Τῆς οὖν ἀξίας γυμνώσας Θεὸς, ἀπωθεῖται τοῦ παραδείσου τὸν ἄνθρωπον, μονονουχὶ τοιαῦτα πρὸς αὐτὸν ἀποφθεγγόμενος· Οὐκ ἐπὶ ταύταις σε ταῖς ἐλπίσιν ἐτεκτηνάμην ἐγώ· οὔτε διὰ ταύτας ἐν ταῖς χερσί μου ταύταις διέπλασα, τὸν πηλὸν εἰς φύσιν μεταμορφώσας. Σὺ δὲ, ἣν ἔλαβες
2. To me indeed it comes to marvel how He changed the shame of our race into glory; how great an indignation of God towards us He brought into the greatest good will. God fashioned us with His own hands, showed us to be possessors of spontaneous nourishment, gave authority of luxury and service of earth, provided servitude of air, abundance of sea, rays of sun, beams of moon, courses of stars, subjections of all living creatures. There came in the midst a certain enemy slandering God as envious, and by deceiving he persuaded; he who was deceived becomes of that one's party, fell sick with the passion of opposition to God, conspired secretly against God, stretches out his hand against the commands of God. God appears, convicts the lawless hopes; the beginning of our race flees the sight, and begs off from the conviction, hides under a tree, fearing the sound, having imagined a lawless divinity. Having therefore stripped him of his dignity, God drives man away from paradise, all but uttering such words as these to him: Not upon these hopes did I frame you; nor for these did I mould you in these My hands, having transformed the clay into nature. But you, the hand which you received
Notes, col. 1093

On the reading

Printed ἀπίστων · καὶ, for ἀπίστων καὶ.

Printed οὐρανὸς. ἔτι, for οὐρανὸς, ἔτι.

PG 28:1096Read from the page
παρ' ἐμοῦ χεῖρα, κατὰ τῆς ἐμῆς ἐξέτεινας ἐντολῆς, καὶ γέγονας διαβόλου συμμύστης, κατὰ τοῦ Ποιητοῦ συμφραξάμενος. Τοιγαροῦν ἔξιθι τῆς ἀξίας· ἐντίμου χωρίου μεθίστασο· γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ὑπόστρεφε πρὸς αὐτὴν, τὰ ὑπὲρ σαυτὸν φαντασθείς· ἀνακαμπτέτω πάλιν ἡ φύσις· μάθε μητέρα τὴν γῆν, θανάτῳ πρὸς αὐτὴν παραπεμπόμενος. Ταῦτα τῆς διαβολικῆς ἀπάτης τὰ ἔπαθλα· ταῦτα τῆς τοῦ γένους ἀρχῆς τὰ γνωρίσματα· τοῦτο τὸ ἐλεεινὸν δρᾶμα συνεισῆλθε τῇ φύσει. Ἀλλ' οὐκ ἄχρι παντὸς ἤνεγκεν ὁ Δημιουργὸς ὁρῶν τὸ δημιούργημα συντριβόμενον· ᾤκτειρε δὲ αἰδουμένην καὶ πενθοῦσαν τὴν φύσιν, καὶ ἠλέησε τὴν ἐν τῇ κτίσει πλανωμένην εἰκόνα. Τί οὖν ποιεῖ; Πλάττει πάλιν ἕτερον Ἀδὰμ, ἐκ τῆς φύσεως ἐγείρων προστάτην τῇ φύσει, καὶ χοῦν ἐκ Παρθένου δανεισάμενος, μορφοῖ πρὸς ἀληθεστέραν εἰκόνα ἐν ἑαυτῷ τὸ πλαττόμενον ἔμβρυον. Πλάττει καὶ μένει, καὶ στολὴν ὑφαίνων ἐν μήτρᾳ, ὡς ἐν θαλάμῳ βασιλικῷ ἐνδύεται τὴν εἰκόνα, ἵνα τῆς εἰκόνος περιέλῃ τὴν γύμνωσιν. Ἔδειξε γὰρ ἀπάτης ἰσχυρότερον καὶ ἁμαρτίας ἀνώτερον, ἀθάνατον καὶ μετὰ θάνατον, καὶ λυτῆρα τάφων ἐν τάφῳ γενόμενον· καὶ ἀθανασίᾳ στεφανώσας, σήμερον πρὸς οὐρανοὺς ἀνεκόμισε, κοινὸν ἐγκαλλώπισμα τῇ κτίσει, τὴν τῆς φύσεως ἀπαρχὴν δωρησάμενος.
from Me, you stretched out against My commandment, and became a fellow-initiate of the devil, having banded together with him against the Maker. Wherefore go forth from your dignity; depart from the honourable place; earth you are, and unto earth you shall depart (Gen. 3:19). Return to it, having imagined things above yourself; let nature bend back again; learn that the earth is your mother, being sent away to it by death. These are the prizes of the devilish deceit; these the tokens of the beginning of our race; this pitiful drama entered in together with nature. Yet the Creator did not endure forever seeing His handiwork crushed; but He pitied nature ashamed and mourning, and had mercy on the image wandering in the creation. What then does He do? He fashions again another Adam, raising up from nature a champion for nature, and having borrowed dust from a Virgin, He forms in Himself the embryo being fashioned unto a truer image. He fashions and remains, and weaving a robe in the womb, as in a royal bridal chamber He puts on the image, that He may take away the nakedness of the image. For He showed him stronger than deceit and higher than sin, immortal even after death, and having been in a tomb, the deliverer of tombs; and having crowned him with immortality, today He has carried him up to the heavens, bestowing the first-fruits of nature as a common ornament for the creation.
3. Ἆρ' οὖν, εἴποι τις ἂν, ὡς τότε θυμῷ μὲν κρατούμενος ὁ Δημιουργὸς παρὰ πόδας οὔσης τῆς παραβάσεως, τὴν εἰκόνα βδελύττεται, καὶ μισήσας τὴν γνώμην καταδικάζει τὴν φύσιν· νυνὶ δὲ χρόνῳ μεταμαθὼν τὴν ἀγανάκτησιν, μαλαχθέντος τοῦ θυμοῦ, τὸν ἠδικηκότα φιλανθρωπεύεται; Οὐμενοῦν· οὔτε γὰρ ἐκεῖνα θυμὸς, οὔτε ταῦτα μεταμέλεια πάθους χαρίζεται· ἀλλ' ἄνωθεν ὁρῶν, τάξιν βραβεύει τοῖς πράγμασιν· ὁρῶν γὰρ τῇ τοῦ θανάτου καταδίκῃ τὴν φύσιν ὀκλάζουσαν, καὶ τῶν ἀνθρωπίνων ὠδίνων ἕτοιμον τὸν τάφον διάδοχον, καὶ πλοῦτον τοῦ ᾅδου γινόμενον τῶν ἀνθρώπων τὴν θήραν, καὶ καθημέραν θανάτου γινόμενον παρανάλωμα, λύων τὴν τῆς ἀπειλῆς ἀκμὴν ὁ Θεὸς, ἐλπίδα εὐθὺς ἀθανασίας ἀνατέλλει τῷ γένει, καὶ τὸν Ἐνὼχ ἐκ μέσων ἁρπάσας, θάνατον ἀνθρώπων ἡττώμενον ἔδειξε, καὶ θνητὴν φύσιν ἐδίδασκεν ὅρους ἀθανασίας ἐκδέχεσθαι, καὶ τέως θανάτου δρόμον ἐμάνθανεν ἐμποδίζεσθαι· καὶ ἡ τοῦ δικαίου μετάστασις, θανάτου στάσις ἐγίνετο. Τοῦτο γινόμενον ἐν μέσῳ πένθει, παλινῳδίαν τὴν φύσιν ἐδίδασκε, καὶ χρησταῖς ἐλπίσιν ἀνίεσθαι. Ἵνα δὲ μὴ χρόνος πάλιν ἐν μέσῳ ῥέων πολὺς κατακλύσῃ τὴν μνήμην τοῦ θαύματος, καὶ, τὰ τῆς ἐλπίδος ἀπαλείψας ἴχνη, τὴν ἀθυμίαν αὐξήσῃ, καὶ πάλιν ὁ θάνατος κατὰ τῶν ἀνθρώπων φοβερώτερος φαίνηται· ἀναλαμβάνει τὸ θαῦμα καὶ διπλασιάζει τὸ δῶρον, καὶ παρῆν Ἠλίας νικητὴς κατὰ τοῦ θανάτου καλούμενος·
3. Did then the Creator, someone might say, as being at that time mastered by wrath while the transgression was fresh at hand, abhor the image, and having hated the purpose condemn the nature, whereas now, having unlearned His indignation with time as His wrath softened, does He show loving-kindness to him who did the wrong? By no means; for neither did wrath prompt those former things, nor does a change of mind from passion grant these; but looking from above, He awards order to affairs; for seeing nature sinking under the condemnation of death, and the tomb a ready successor to human birth-pangs, and the hunting of men becoming the wealth of Hades and daily becoming a wasteful consumption of death, God, loosing the edge of the threat, straightway causes a hope of immortality to dawn for the race, and having snatched Enoch from the midst, He showed death overcome by men, and taught mortal nature to await bounds of immortality, and meanwhile it learned that the course of death was hindered; and the translation of the righteous man became a halting of death. This taking place in the midst of mourning taught nature a palinode, and to be cheered with good hopes. And lest much time flowing in between should again overwhelm the remembrance of the wonder, and, having wiped out the traces of hope, increase despondency, and death again appear more terrible against men, He repeats the wonder and doubles the gift, and Elijah was present, called a victor against death;
PG 28:1097Read from the page
ὃς, φωνῇ τὰς νεφέλας ὑποδραμὼν, οὐρανῷ περὶ ἀβροχίας ἠπείλησε, καὶ ῥήματι δήσας τὴν κτίσιν ἡνίοχος τῶν στοιχείων ἐγένετο, γλώττῃ μικρᾷ τῆς κτίσεως συστείλας τοὺς οἴακας. Τότε τὸ μέγα θαῦμα δείκνυται, ἄνθρωπον οὐρανὸς αἰσχυνόμενος· ἵνα γὰρ μὴ τὸ τοῦ ἀνδρὸς εὐτελὲς ὑποκλέψῃ τῆς κατὰ τοῦ θανάτου νίκης τὴν αἴσθησιν, γνώριμον αὐτὸν πρῶτον τῇ κτίσει πάσῃ προτίθησι, καὶ τότε πυρὸς ὀχήματι ἐπιβὰς παραδόξῳ πτήσει καὶ δρόμῳ κάτω καταλιμπάνει τὸν θάνατον· καὶ ἀλλάσσει τὸν νόμον τῆς φύσεως ἡ ἀξία τῆς χάριτος. Ἀνελήφθη γὰρ Ἠλίας ὡς εἰς τὸν οὐρανὸν, καὶ κέκραγεν ἡ Γραφὴ τὸ θαῦμα, τοῖς ὅλοις αἰῶσι τῇ φωνῇ παραπέμπουσα.
who, having run beneath the clouds with his voice, threatened heaven with drought, and having bound creation with a word became charioteer of the elements, drawing in the rudders of creation with a small tongue. Then the great wonder is shown, heaven standing in awe of a man; for lest the lowliness of the man should steal away the perception of the victory against death, He first sets him forth known to the whole creation, and then, having mounted a chariot of fire, by a paradoxical flight and course he leaves death behind below; and the dignity of grace changes the law of nature. For Elijah was taken up as if into heaven (4 Kings 2:1, 11), and Scripture has cried aloud the wonder, transmitting it by its voice to all the ages.
4. Σὺ δέ μοι λοιπὸν, ἀγαπητὲ, τῆς λέξεως τὴν ἀκρίβειαν σκόπησον· καὶ μή σε διαλάθῃ συλλαβῆς γραφικῆς περιουσία καὶ δύναμις· μηδὲ τῇ τῆς λέξεως παραδρομῇ τῷ δεσπότῃ τὸν οἰκέτην νομίσῃς ἰσότιμον· οὐ γὰρ εἰς οὐρανὸν Ἠλίας ἀνέρχεται, οὐδὲ, διαδραμὼν τὸ στερέωμα, τοῖς ἐκεῖσε χωρίοις αὐλίζεται· ἀλλ' ἄκουσον, τί φησιν ὁ ἀνάγων· « Ἐν δὲ τῷ ἀνάγειν Κύριον τὸν Ἠλίαν, ὡς εἰς τὸν οὐρανόν· » καὶ πάλιν μικρὰ λέξις· « Ἔστησε τὸν Ἠλίαν πρὸς τὰ ἄνω φερόμενον· Ἀρκεῖ γὰρ τῷ προφήτῃ τιμηθῆναι τῷ τύπῳ. Πρὸ γὰρ τοῦ δεσπότου τὸν οἰκέτην οὐρανὸς οὐχ ὑποδέχεται· « οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. » Ἐτηρεῖτο γὰρ τῇ τῶν ἀνθρώπων ἀπαρχῇ διὰ τὸν τῶν ἀνθρώπων ποιητὴν ὁ οὐρανός. Οὕτω μὲν οὖν τοῖς περὶ τὸν Ἐνὼχ καὶ Ἠλίαν ὁ Θεὸς ἀγαθῇ ἐλπίδι εὐφράνας τοὺς ἀνθρώπους, δι' ὧν ἀνθρώποις οὖσι τὸν τοῦ ἀέρος δρόμον ἱππήλατον ἥπλωσεν. Οὐ μὴν ἄχρι γε τούτων ἔστησε τῶν ὑπὲρ τὴν φύσιν τὴν πίστιν· ἀλλὰ καὶ διὰ τῆς καθημέραν θεωρίας ἐθάδας γενέσθαι παρασκευάζει τοῦ θαύματος. Τί γὰρ ποιεῖ; Προστάττει τὸν συγγραφέα Μωσέα εἰκονογράφον τῆς κτίσεως γενέσθαι· καὶ διὰ σκηνῆς μιμήσασθαι τὸν ποιητὴν ἐγκελεύεται· γῆς μὲν μίμημα καὶ τῶν ἐν τῇ γῇ τὸ τῆς σκηνῆς πρόσωπον θεωρούμενον· τὰ δὲ τῆς σκηνῆς ἐνδοτέρω διατειχίσας παραπετάσματι (ἀνθρώποις [καταλείψας ἀθέατον οὐρανοῦ τινα τάξιν), τῷ μὴ φαινομένῳ μέρει χαρίζεται. Ἀλλ' οὕτως οὐρανοῦ καὶ γῆς διὰ τῶν σχημάτων νομοθετήσας τὴν μίμησιν, τὰ ἐν ἀδύτῳ ἄβατα πάλιν ἀνθρώποις εἶναι θελήσας, μόνῳ τῷ ἀρχιερατεύοντι τῶν ἀποῤῥήτων ἀνοίγει τὴν εἴσοδον, τῆς εἰς οὐρανὸν ἀνόδου τὴν τοῦ τότε ἀρχιερέως εἴσοδον τυπικῶς ἐργαζόμενος· ἵνα, ὁρῶντες οἱ τότε τὸν οὐρανὸν ἐν τύπῳ διατεμνόμενον, καὶ τὸν ἀρχιερέα μόνον τῶν ἀβάτων κατατολμῶντα, προεθισθῶσι τῇ θέᾳ, καὶ μὴ πολεμῶσι τοῖς θαύμασι. Τούτων ὑπομιμνήσκων Ἰουδαίοις ὁ Παῦλος ὁ τῆς οἰκουμένης παιδευτὴς, ἐβόα τῷ γράμματι· « Εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ,
4. But do you for me now, beloved, consider the exactness of the wording; and let not the abundance and power of a scriptural syllable escape you; nor by a hasty passing over of the wording suppose the servant equal in honour to the Master; for Elijah does not ascend into heaven, nor, having traversed the firmament, does he lodge in the regions there; but hear what he who leads him up says: "And as the Lord was leading Elijah up, as if into heaven" (4 Kings 2:1); and again a brief phrase: "He halted Elijah being borne towards the heights" (4 Kings 2:11). For it suffices for the prophet to be honoured by the figure. For heaven does not receive the servant before the Master; "for no one has ascended into heaven except He Who descended from heaven, the Son of man, Who is in heaven" (John 3:13). For heaven was kept for the first-fruits of men on account of the Maker of men. Thus indeed through the things concerning Enoch and Elijah God gladdened men with good hope, through whom He spread out for those who were men the horse-ridden course of the air. Yet He did not halt the faith in things above nature at these only; but also through daily contemplation He prepares them to become accustomed to the wonder. For what does He do? He commands the chronicler Moses to become a painter of the creation, and bids him imitate the Maker through a tabernacle: the front of the tabernacle being beheld as an imitation of earth and of the things on the earth; whereas having walled off the inner parts of the tabernacle with a veil (leaving a certain order of heaven unseen by men), He assigns them to the unseen part. Yet having thus legislated the imitation of heaven and earth through the figures, and having willed that the things in the shrine be again inaccessible to men, to him alone who serves as high priest does He open the entrance of the mysteries, fashioning the entrance of the high priest of that time typically of the ascent into heaven; so that the men of that time, seeing heaven traversed in a figure, and the high priest alone venturing upon the inaccessible places, might be accustomed beforehand to the sight, and not make war against the wonders. Reminding the Jews of these things, Paul, the instructor of the inhabited world, cried aloud in his writing: "Into the first tabernacle indeed the priests continually enter, accomplishing the services; but into the second, once a year,
Notes, col. 1097

On the reading

Printed φερόμενον·, for φερόμενον. ».

Printed Οὐ μην, for Οὐ μὴν.

Printed [καταλείψας, for καταλείψας.

PG 28:1100Read from the page
μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως· οὐδὲ δι' αἵματος ταύρων καὶ τράγων· διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια. » Καὶ πάλιν μετὰ βραχέα· « Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν· ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆνα. τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. »
the high priest alone, not without blood, which he offers for himself and for the ignorances of the people. But Christ having come as High Priest of the good things to come, through the greater and more perfect tabernacle, not made with hands, that is, not of this creation; nor through the blood of bulls and goats, but through His own blood, entered once for all into the holy places" (Heb. 9:6-7, 11-12). And again after a little: "For Christ did not enter into holy places made with hands, copies of the true ones, but into heaven itself, now to appear before the face of God on our behalf" (Heb. 9:24).
5. Οὕτως οἶδε καὶ τύποις ἐντρέπειν τοὺς ἀπίστους ὁ Θεὸς, καὶ θαύμασι πιστοῦσθαι τὰ θαύματα. Οὕτω Χριστὸς ἀνήρχετο εἰς οὐρανόν· οὕτω τοὺς τύπους ἔργῳ ἀληθείας ἐκύρωσεν. Ἔδει μὲν οὖν συνάπτεσθαι τῇ ἀναστάσει τοῦ Σωτῆρος τὴν ἄνοδον, καὶ τὸν τοῦ ᾅδου νικητὴν εὐθὺς τὸν οὐρανὸν ὑποδέξασθαι· ἀλλ' ἵνα μὴ τὸ τάχος τῶν γενομένων κλέψῃ τὴν αἴσθησιν, παγῆναι τῷ χρόνῳ βούλεται τοῖς ἀποστόλοις διὰ τῆς θεωρίας τὰ θαύματα, καὶ τῇ συνεχεῖ τῶν ὀμμάτων προσβολῇ τῇ ψυχῇ παραπέμψαι τὴν πίστιν. Συνεστιᾶται τοῖς μαθηταῖς, ἀπολαύει τροφῆς, ἀνενδεὴς ὢν, συγχωρεῖ ψηλαφᾶσθαι τὸ σῶμα, μάρτυρας τῆς ἀληθείας οὐκ ὀφθαλμοὺς μόνον, ἀλλὰ καὶ δακτύλους ἐφελκόμενος. Λύσας οὖν τῆς φαντασίας τὴν ὑποψίαν τῷ χρόνῳ τῆς παρουσίας, καὶ τὰ πρὸς τὴν ἀποδημίαν εἰκότα τοῖς ἀποστόλοις φθεγξάμενος, θεατὰς τῆς ἀνόδου τοὺς μαθητὰς ἀπεργάζεται. Ἔδει γὰρ τῶν θαυμάτων τοὺς κήρυκας, ἀνενδοίαστον φέρειν τῶν κηρυττομένων τὴν γνῶσιν. Ἀνήγετο μὲν οὖν ὁ Σωτήρ· ἔβλεπον δὲ κάτωθεν οἱ μαθηταί· νέφος δὲ τοὺς πόδας ὑποδραμὼν, ὄχημα πρὸς τὸν δρόμον ἐγίνετο. Ὢ παραδόξων θαυμάτων! Ὁ ἀὴρ διοδεύεται, αἰθὴρ διαδέχεται, ἄγγελοι συμπαρατρέχοντες ᾄσμασιν ἐπινικίοις ἐπανηγύριζον· ἐκπεπληγμένους τῇ θέᾳ τοὺς μαθητὰς ἑορτάζειν ἔπειθον· « Τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; » Τί ἑστήκατε; τῷ κόσμῳ τὸ θαῦμα κηρύξατε, τῇ ἀποδημίᾳ τὴν παρουσίαν· οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Τούτων ἀκούσας τῶν φωνῶν ὁ Παῦλος, τῆς φωνῆς ἀφίησι τὰς σάλπιγγας, διὰ τῶν γραμμάτων κεκραγώς· « Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν. » Τούτοις προστίθησι τοὺς ἀνθρώπους λέγων, ὅτι « Ἁρπαγήσονται ἐν νεφέλαις εἰς ἀέρα, εἰς ἀπάντησιν τοῦ Κυρίου. » Καὶ γὰρ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος. Ἐκ τῆς δεσποτικῆς τοίνυν ἀναλήψεως τοῦ Σωτῆρος ἡμῶν καὶ Κυρίου, καὶ ἀληθινοῦ Θεοῦ Ἰησοῦ Χριστοῦ, τὰς ὁμοίας ἐλπίδας τρυφήσαντες, λέγωμεν πρὸς αὐτόν· « Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας· » ὅτι σοι ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5. Thus God knows both how to put the unbelieving to shame by figures, and to confirm wonders by wonders. Thus Christ ascended into heaven; thus He ratified the figures by the deed of truth. It was fitting indeed for the ascension to be joined to the resurrection of the Saviour, and for heaven straightway to receive the conqueror of Hades; yet lest the swiftness of the events should steal away the perception, He wills that the wonders be fixed by time for the apostles through contemplation, and by the continual application of their eyes to transmit faith to the soul. He feasts together with the disciples, He partakes of food though in need of nothing, He permits His body to be handled, drawing not only eyes but also fingers as witnesses of the truth. Having therefore dissolved the suspicion of illusion by the time of His presence, and having spoken to the apostles the things fitting for His departure, He makes the disciples beholders of the ascension. For it was necessary that the heralds of the wonders should bear an undoubting knowledge of the things proclaimed. The Saviour therefore was being led up, and the disciples looked on from below; and a cloud, having run beneath His feet, became a chariot for the course. O paradoxical wonders! The air is traversed, the ether receives Him, angels running alongside celebrated with songs of victory; they persuaded the disciples, astounded at the sight, to keep the feast: "Why do you stand looking into heaven?" (Acts 1:11). Why do you stand? Proclaim the wonder to the world, the coming by the departure: thus He shall come, in the manner in which you beheld Him going into heaven (Acts 1:11). Having heard these voices, Paul sends forth the trumpets of his voice, crying aloud through his writings: "Our citizenship is in the heavens, from where also we eagerly await a Saviour, the Lord Jesus Christ" (Phil. 3:20). To these things he adds men, saying that "they shall be caught up in the clouds into the air, to meet the Lord" (1 Thess. 4:16). And indeed the righteous shall shine forth as the brightness of the firmament (Dan. 12:3). Having therefore revelled in like hopes from the Master's assumption of our Saviour and Lord and true God Jesus Christ, let us say to Him: "How magnified are Thy works, O Lord! In wisdom hast Thou made them all" (Ps. 103:24); for to Thee belongs the glory and the dominion, together with the Father and the Holy Spirit, now and ever, and unto the ages of the ages. Amen.
Notes, col. 1100

On the reading

Printed ἐμφανισθῆνα., for ἐμφανισθῆναι.

Printed νέφος δὲ τοὺς πόδας ὑποδραμὼν, for νέφος δὲ τοὺς πόδας ὑποδραμὸν.