Migne Reading Room

PG 28 · cols. 157–168 · Read from the page

Homily on the Sowing

Homily on the Sowing

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:157Read from the page
ὑπὸ τοῦ πνεύματος τοῦ ἀκαθάρτου, γίνεται τις μηνυτὴς τῷ Σαούλ· καὶ τούτῳ τῷ τρόπῳ καλεῖται ὁ Δαβίδ. Καὶ ὁσάκις ἐπετίθετο αὐτῷ τὸ πνεῦμα τὸ πονηρὸν, λαμβάνων τὴν κιθάραν ὁ Δαβὶδ, ἀνεκρούετο, ψάλλων καὶ ὕμνους λέγων τῷ Θεῷ.
by the unclean spirit, someone becomes an informant to Saul; and in this way David is summoned. And whenever the evil spirit set upon him, David, taking the harp, would strike it up, singing psalms and uttering hymns to God.
11. Μὴ γάρ μοι τῆς κιθάρας μνημόνευε, ἀλλὰ τοῦ ψαλλομένου· μηδὲ, ἁρπάσας τὰ ῥήματα, εἰς θεατρομανεῖς ἐμπέσῃς ἡδονὰς, ἀλλὰ, μνημονεύσας τῶν ψαλμῶν, τῇ Ἐκκλησίᾳ παράμενε. Εἰς χεῖρας τοίνυν λαμβάνων τὴν κιθάραν ὁ Δαβὶδ, καὶ ψάλλων τῷ Θεῷ, τὸν πνίγοντα δαίμονα ἀπήλαυνεν. Ὢ μεγάλης ψαλμῶν δυνάμεως! Τὸ πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο, καὶ ἀνέψυχεν ὁ Σαούλ. Ἐφθόνει δὲ τῷ Δαβὶδ διὰ τοιάνδε ὑπόθεσιν. Ἀλλόφυλοί ποτε ἐπέθεντο τῷ γένει τῶν Ἑβραίων· καί τις Γολιὰθ παμμεγέθης τὸ σῶμα, καὶ θρασὺς τὴν ψυχὴν, καὶ φοβερὸς ὀφθῆναι, ἐπὶ τεσσαράκοντα ἡμέρας ὠνείδιζε τὸν Ἰσραὴλ, καὶ ᾔτει εἰς μονομαχίαν ἕνα, ἀσπίδα μὲν παμμεγέθη περικείμενος, δόρυ δὲ ἐξελὼν, καὶ φοβερὰς κνημίδας· καὶ οἱ βλέποντες ἔφυγον, καὶ ὁ Σαοὺλ ἐδειλία. Ἥκεν ἐπισκεψόμενος τοὺς ἀδελφοὺς ὁ Δαβὶδ, καὶ συμβάλλει εἰς μάχην, ὁ γυμνὸς τῷ ἐνόπλῳ, ὁ ἀπειροπόλεμος τῷ πολυπολέμῳ, ὁ νέος τῷ ἀνδρί· καὶ πάντων πτηξάντων, καὶ μηδενὸς τολμῶντος ἐπεξελθεῖν, Δαβὶδ ἀναδέχεται τὸν πόλεμον. Εἰδὼς δὲ ἔψαλλεν, ὅτι τοῦ Θεοῦ ὁ πόλεμος, καὶ ὅτι « Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. » Ἤδει ἃ ἔψαλλεν· εἶχεν ὅπλον μέγιστον τὴν πίστιν, καὶ περικεφαλαίαν περιέθετο σωτηρίου, καὶ ἀναλαβὼν ῥάβδον καὶ σφενδόνην, τὸν λίθον περιειλήσας, πλήξας τὸν ἀντίδικον, συντόμως κατήνεγκε. Παρατρέχομεν γὰρ τὰ ῥήματα· ἐπειδὴ οὐ τοῦτο νῦν ἐστι τὸ προκείμενον. Ἔπεσεν ὁ Γολιὰθ ὁ μέγας ὑπὸ τοῦ μικροῦ, καὶ ὁ ἔμπειρος ὑπὸ τοῦ ἀπείρου καὶ ἀφελεστέρου. Καὶ λαβὼν αὐτοῦ τὸ ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν. Καὶ ἡ μὲν κεφαλὴ ἀπηνέχθη ἐν Ἱεροσολύμοις· τὸ δὲ ξίφος αὐτοῦ ἐτηρεῖτο παρὰ Ἀβιμελὲχ τῷ ἱερεῖ. Ἐλυτρώθη ὁ λαὸς ὑπὸ τοῦ ἀντιδίκου. Ἐξῆλθον εἰς ὑπάντησιν γυναῖκες χορεύουσαι· θυμηδία γὰρ ἦν τὸ προκείμενον· φόβος δὲ ἐλύθη, ὁ ἐχθρὸς ἔπεσεν, ὁ λαὸς ἐπήνθει· χορεῖαι, καὶ τύμπανα, καὶ ἁρμονία, καὶ εὐφροσύνη τὸ προκείμενον. Αἱ δὲ χορεύουσαι ᾖδον, οὐ πρὸς ἀξίαν ἀφορῶσαι, ἀλλὰ πρὸς τὸ ἐνεργῆσαι· ἔλεγον γάρ· « Ἐπάταξεν ὁ Δαβὶδ ἐν μυριάσιν αὐτοῦ, καὶ Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ. » Καὶ τῷ νικήσαντι ἔδωκαν τὰς χιλιάδας, καὶ οὐκ εἶπον, πόσαι χιλιάδες, οὐδὲ πόσαι μυριάδες. Δύνανται δὲ καὶ μυριάδες ἀναλυθῆναι εἰς χιλιάδας, καὶ χιλιάδες πολυπλασιασθῆναι εἰς μυριάδας. Ὁ Σαοὺλ, ἀκούσας, ἐπλήγη τὴν διάνοιαν. Ὢ μεγάλης ἀνοίας! Οὐκ ἔδει κἂν τὸ παρὸν αἰδεσθῆναι; Τί βασκαίνεις ἀνθρώπῳ νικητῇ, ἐν μιᾷ ὥρᾳ εὐφημουμένῳ, ὁ ἐπὶ τεσσαράκοντα ἡμέρας κρυπτόμενος; Τῶν ἐχθρῶν ἐλυτρώθης, τί βασκαίνεις ἀνθρώπῳ ἐπαινουμένῳ, ἔργα ἄξια ἐπαίνων ἐργασαμένῳ; Ἀλλὰ πρὸς ἑαυτὸν ἔλεγεν· Ἔδωκαν τῷ Δαβὶδ τὰς μυριάδας, καὶ ἐμοὶ τὰς χιλιάδας. Καὶ ἦν ὑποβλεπόμενος τὸν Δαβίδ.
11. For do not make mention to me of the harp, but of what was sung on the harp; nor, seizing upon the words, fall into theatre-mad pleasures, but, remembering the psalms, abide in the Church. Taking the harp into his hands, therefore, David, and singing psalms to God, drove away the choking demon. O great power of psalms! The unclean spirit that was choking was itself invisibly choked, and Saul revived. Yet he envied David on account of the following occasion. The Philistines once set upon the race of the Hebrews; and a certain Goliath, immense in body, and bold in soul, and terrible to behold, for forty days reproached Israel, and demanded one man for single combat, arrayed in an immense shield, having drawn forth a spear, and terrible greaves; and those who saw him fled, and Saul was cowardly. David came to visit his brothers, and joins battle, the unarmed against the armed, the inexperienced in war against the veteran of many wars, the youth against the man; and when all were cowering, and no one dared to go out against him, David takes up the war. And knowing, he sang psalms, that the war is God's, and that « A horse is false for salvation, and in the abundance of his power he shall not be saved. » He knew what he sang; he had faith as the greatest weapon, and put on a helmet of salvation, and taking up a staff and a sling, having whirled the stone round, striking the adversary, he swiftly brought him down. For we run past the words, since this is not now the matter before us. Goliath the great fell by the small, and the experienced by the inexperienced and simpler. And taking his sword, he cut off his head. And the head was carried away to Jerusalem, while his sword was kept with Abimelech the priest. The people were ransomed from the adversary. Women came out to meet him dancing; for gladness of heart was the matter at hand; fear was dissolved, the enemy had fallen, the people flourished; dances, and timbrels, and harmony, and joy were the matter at hand. And the dancing women sang, looking not to dignity, but to the deed wrought; for they said: « David struck in his ten thousands, and Saul in his thousands. » And to the victor they gave the thousands, and did not say how many thousands, nor how many ten thousands. Yet ten thousands can also be resolved into thousands, and thousands multiplied into ten thousands. Saul, having heard, was struck in his mind. O great folly! Ought one not to have respected at least the present occasion? Why do you envy a victorious man, acclaimed in a single hour, you who were hiding for forty days? You were ransomed from the enemies; why do you envy a praised man, who has wrought deeds worthy of praises? But he said to himself: They have given to David the ten thousands, and to me the thousands. And he was eyeing David askance.
PG 28:160Read from the page
12. Βλέπε εἰ μὴ ἀπόγονοι αὐτοῦ ἦσαν, οἷς σήμερον ὁ Σωτὴρ ἐθεράπευσε τὴν δεξιὰν χεῖρα τὴν ξηράν. Καὶ ἐξελθόντες ἐκεῖνοι, οὐχ ἵνα δοξάσωσι τὸν Θεὸν, ἐσκέπτοντο, ἀλλὰ πῶς ἐπιβουλεύσωσι τῷ εὐεργέτῃ. Λέγει γὰρ τὸ Εὐαγγέλιον, ὅτι αὐτοὶ μὲν ἐπλήσθησαν ἀνοίας. καὶ ἐξελθόντες, διελογίζοντο, τί ἂν ποιήσωμεν τῷ Ἰησοῦ; Ἀπόγονοι τοῦ διώκοντος, καὶ ἀπόγονοι τοῦ μανιώδους, καὶ ἀπόγονοι τοῦ ἐπιβουλεύοντος τοῖς εὐεργέταις. Ὑπεβλέπετο τοίνυν ὁ Σαοὺλ τὸν Δαβὶδ, καὶ οὐκ ἔτι ἔβλεπεν αὐτὸν ὀρθοῖς ὀφθαλμοῖς. Τοιοῦτοι γὰρ οἱ βάσκανοι, καὶ τοιοῦτοι οἱ ὑποκριταί. Διὰ τοῦτο ἡ Γραφή σοι λέγει· « Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, » μηδὲν πλάγιον, μηδὲ βάσκανον, ἢ ἔρωτος ἢ μανίας, ἤ τι τοιοῦτον ἐχόμενοι. Βλέπε τὸν φίλον ὀρθῶς, μηδὲν κεκρυμμένον, μηδὲν ἰοβόλον. Ἀλλ' ὁ Σαοὺλ ὑπεβλέπετο τὸν Δαβίδ. Καὶ βλέπε κατασκευήν· ἰδὼν αὐτὸν τιμώμενον, βούλεται αὐτῷ δοῦναι τὴν θυγατέρα ἐπιγαμβρίαν. Ὢ πείρασις βασκανίας! Ἐπιβουλεύει, καὶ νυμφίον αὐτὸν λαμβάνει· καὶ οὐ φείδεται θυγατρὸς, ἵνα τῷ τετιμημένῳ ἐπιβουλεύσῃ. Καὶ ἔπαθλον βούλεται ἑκατὸν ἀκροβυστίας ἀλλοφύλων. Ὑπώπτευε γὰρ, ὅτι, ἐὰν εἰς πόλεμον αὐτὸν ἐμβάλῃ, οἱ ἑκατὸν, συμπλακέντες τῷ ἑνὶ, ἀποκτενοῦσι τὸν ἕνα· καὶ οὕτως ἀπαλλαγείη. Καὶ γέγονεν· ἀλλ' ὁ μὲν ἐχθρὸς ὡς ἐχθρὸς, ὁ δὲ Θεὸς ὡς Θεός. Ἀπέρχεται ὁ Δαβὶδ, καὶ νικᾷ μόνος ἑκατόν. Ὁ δὲ Σαοὺλ ἰδὼν Θεὸν σύμμαχον τοῦ ἐχθροῦ, οὐδὲ οὕτως ἐδυσωπήθη· μᾶλλον δὲ οὐ τοῦ ἐχθροῦ, ἀλλὰ τοῦ εὐεργέτου ἐπέμεινεν ἐν τῇ βουλῇ. Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν Δαβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας ἀβλεπτῶν. Ἰδὼν δὲ ἑαυτὸν ἐπιβουλευόμενον ὁ Δαβὶδ, κρύβεται ἕως τῆς τρίτης· καὶ ὁ Δαβὶδ οἶδε τὴν τρίτην, καὶ συνθήκας ποιεῖται πρὸς τὸν Ἰωνάθαν, καὶ οὕτως φεύγει ὁ νικητής· οὐκ ἀτονῶν ἀμύνασθαι τὸν ἐχθρὸν, ἀλλὰ μὴ βουλόμενος κατὰ τοῦ εὐεργετηθέντος ἐπαγαγεῖν ξίφος· καὶ παραδοὺς ἅπαξ τῷ Θεῷ τὸ κριτήριον, καὶ φεύγων, ἔρχεται μετὰ τῶν οἰκετῶν πρὸς τὸν Ἀβιμέλεχ τὸν ἱερέα
12. See whether those among whom today the Saviour healed the withered right hand were not his descendants. And going out, they took counsel, not how they might glorify God, but how they might plot against their benefactor. For the Gospel says that they were filled with folly. And going out, they were deliberating what they might do to Jesus. Descendants of the persecutor, and descendants of the madman, and descendants of him who plotted against his benefactors. Saul therefore eyed David askance, and no longer looked at him with straight eyes. For such are the envious, and such are the hypocrites. On account of this the Scripture says to you: « Let your eyes look straight, » having nothing crooked, nor envious, or of lust or madness, or anything such. Look at your friend straightly, nothing hidden, nothing venomous. But Saul eyed David askance. And see the contrivance: seeing him honoured, he wishes to give him his daughter in marriage. O trial of envy! He plots against him, and takes him as bridegroom; and he does not spare his daughter, so that he may plot against the honoured man. And as a bride-price he demands a hundred foreskins of the Philistines. For he suspected that, if he cast him into war, the hundred, grappling with the one, would kill the one; and thus he would be rid of him. And it came to pass; but the enemy acted as an enemy, while God acted as God. David goes off, and alone conquers a hundred. Yet Saul, seeing God an ally of his enemy, was not even thus put to shame; or rather, against not his enemy, but his benefactor, he persisted in his counsel. And he was indignant with his son Jonathan, because he held friendship towards David, and he attempted to slay his own son, blinded by the envy of his mind. And David, seeing himself plotted against, hides until the third day; and David knows the third day, and makes covenants with Jonathan, and thus the victor flees; not being too weak to defend himself against the enemy, but not wishing to bring a sword against the one who had received his benefaction; and having once committed the judgement to God, and fleeing, he comes with his household servants to Abimelech the priest
13. Πάντα δὲ ταῦτα λέγομεν διὰ τὴν ἱστορίαν τοῦ Εὐαγγελίου, διὰ τὸ ῥῆμα τοῦ Σωτῆρος τὸ εἰρημένον· « Οὐκ ἀνέγνωτε ὃ ἐποίησε Δαβὶδ, ὅτε ἐπείνασεν, ὡς ἦλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν; » Ἔρχεται τοίνυν ὁ Δαβὶδ πρὸς τὸν Ἀβιμέλεχ τὸν ἱερέα, μετ' ὀλίγων ὁδοιπορῶν. Ἐξεπλάγη ὁ Ἀβιμέλεχ· καὶ, Τί τοῦτο γέγονε, φησὶν, ὅτι μόνος ὁ στρατηλάτης ὁδεύει, καὶ ὁ ἐπίσημος λιτοτέραν ποιεῖται τὴν ὁδοιπορίαν; Ὁ δὲ Δαβὶδ οὐ λέγει τὴν ἐπιβουλὴν, ἀλλὰ σιωπᾷ τὸ πρᾶγμα καί φησιν, ὅτι τοῖς παιδαρίοις ἐντέταλται ἐν τῷ τόπῳ τῷ λεγομένῳ, Θεῷ πίστις. Σημείωσαι καὶ τοῦτο
13. Now we say all these things on account of the history of the Gospel, on account of the word of the Saviour that was spoken: « Have you not read what David did, when he was hungry, how he came into the house of God, and ate the loaves of the presentation? » David therefore comes to Abimelech the priest, travelling with a few men. Abimelech was astonished; and, What has happened, he says, that the commander travels alone, and the distinguished man makes his journey so simply? But David does not tell of the plot, but keeps the matter silent and says that orders have been given to the young men at the place called, Faith in God. Note this also
PG 28:161Read from the page
καὶ παρὰ τῷ Δαβὶδ ἡ πίστις· διὰ τὸν μέλλοντα ἐξ αὐτοῦ γεννᾶσθαι, τὸν λέγοντα· « Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. » Εἰκόνες καὶ ἐνταῦθα πραγμάτων καὶ ὁμοιότητες. Αἰτεῖ ἄρτους ὁ Δαβὶδ παρὰ τοῦ Ἀβιμέλεχ. Ὁ δέ φησι πρὸς αὐτόν· Οὐκ εἰσὶν ἄρτοι ἀλλ' ἢ οἱ ἀφιερωμένοι ἐκ προσώπου Κυρίου. Πάλιν ἄλλου νόμου δεῖ ἡμᾶς μνημονεῦσαι. Ὁ τοῦ Μωϋσέως νόμος ἔγραψεν ἐν ταῖς τελεταῖς τῆς λατρείας ταῖς γινομέναις κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου, δώδεκα ἄρτους θερμοὺς πεφθέντας τεθῆναι ἐπὶ τῆς τραπέζης. Ὅπου δὲ θέρμη, ἐκεῖ πῦρ. Λεγέτωσαν νῦν ἡμῖν οἱ Ἰουδαῖοι πῶς τηροῦσι τὸ Σάββατον, καὶ τὸ πῦρ ἅπτειν παραιτοῦνται, ὅπου οἱ ἱερεῖς ἅπτουσι πῦρ, καὶ ἄρτους πέψαντες θερμοὺς παρατιθέασι; Μὴ ἐγὼ μόνος παραβαίνω τὸ Σάββατον; Ἰδοὺ οἱ ἱερεῖς τοὺς θερμοὺς πέπτουσιν ἐν Σαββάτῳ, καὶ περιτομὴν διδόασιν ἐν Σαββάτῳ. Ὅπου δὲ περιτομὴ, ἐκεῖ καὶ σίδηρος, καὶ σπόγγοι, καὶ τὰ ἀκόλουθα. Ὅπου ἀρτοποιίαι, ἐκεῖ καὶ κλίβανοι, ἐκεῖ καὶ φρυγάνων συγκομιδὴ, καὶ ὅλως ἔργον αὐτοῖς, τὸ τῆς ἀρτοποιίας. Τῷ μὲν οὖν λαῷ τῶν Ἰουδαίων ἀπηγορεύετο μὴ ἐργάζεσθαι ἐν Σαββάτῳ· τοῖς δὲ ἱερεῦσιν οὐκ ἦν ἀπηγορευμένον. Διὰ τοῦτο καὶ ἡμῖν καὶ πᾶσιν ἀφίεται τὸ ἐν Σαββάτῳ ἐργάζεσθαι· καὶ γὰρ καὶ ἡμεῖς πάντες βασίλειον ἱεράτευμα. Πάλαι μὲν οὖν τοῖς ἱερεῦσιν ἠφίετο· ἐπειδὴ καὶ ἡμεῖς γεγόναμεν βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. Τοῦ νόμου γράψαντος· Ἐν τῇ ἡμέρᾳ τοῦ Σαββάτου τοὺς δώδεκα ἄρτους τίθεσθαι ἐν τραπέζῃ· ἄρτων γὰρ ἀφιερωμένων ἐκείνων, ἐκ τῆς τραπέζης ᾔτει ὁ Δαβὶδ τὴν τροφήν. Ὁ δὲ Ἀβιμέλεχ ἔλεγε· « Εἰ διαπεφυλαγμένα τὰ παιδάρια, πλὴν ἀπὸ γυναικός. » Ἴδέ μοι λοιπὸν, ἐν παρεκβάσει τοῦ λόγου, ἀσφαλίζου τὸ εἰρημένον, ὁ πιστὸς, καὶ νόει μοι τὸ λεγόμενον· καὶ τὴν ἁγνείαν ἀναλάμβανε σαρκός. Εἰ γὰρ ὁ Ἀβιμέλεχ τότε ταῦτα παρήγγειλε, πῶς οὐχὶ καὶ παραφυλακτέον; Καὶ οὕτως ἔλαβεν ὁ Δαβὶδ, καὶ ἤσθιε τοὺς ἄρτους, καὶ ἐν Σαββάτῳ ἴσως ἔλαβεν.
faith was also with David, on account of Him Who was about to be born from him, Who says: « According to your faith let it be done to you. » Here too are images and likenesses of things. David asks for loaves from Abimelech. And he says to him: There are no loaves except those consecrated from before the face of the Lord. Again we must call to mind another law. The law of Moses wrote in the rites of worship performed on the day of the Sabbath that twelve hot baked loaves be placed upon the table. Now where there is heat, there is fire. Let the Jews now tell us how they keep the Sabbath, and refuse to kindle fire, where the priests kindle fire, and having baked hot loaves set them forth? Do I alone transgress the Sabbath? Behold, the priests bake the hot loaves on the Sabbath, and give circumcision on the Sabbath. Now where there is circumcision, there is also iron, and sponges, and what follows. Where there is bread-making, there are also ovens, there is also gathering of firewood, and altogether it is a work for them, that of bread-making. To the people of the Jews, therefore, it was forbidden to work on the Sabbath; but to the priests it was not forbidden. On account of this both to us and to all it is permitted to work on the Sabbath; for we all also are a royal priesthood. Of old, therefore, it was permitted to the priests; since we also have become a royal priesthood and a holy nation. When the law wrote: On the day of the Sabbath the twelve loaves are to be placed on the table; for of those consecrated loaves, from the table David was asking for food. And Abimelech said: « If the young men have been kept pure, especially from woman. » See for me then, in a digression of the discourse, secure what has been said, O believer, and understand for me what is spoken; and take up purity of flesh. For if Abimelech then commanded these things, how ought we not also to guard ourselves carefully? And thus David took, and ate the loaves, and perhaps he took them on the Sabbath.
14. Ἐπεὶ οὖν οἱ Ἰουδαῖοι κατεμέμφοντο τῷ Σωτῆρι, διὰ τὸ ἐν Σαββάτῳ τοὺς μαθητὰς τίλλειν στάχυας καὶ ἐσθίειν· διὰ τοῦτο εὐκαιρότατα ἐμνημόνευσε τῆς ἱστορίας τῆς ἐν Σαββάτῳ γενομένης· ἵνα δείξῃ αὐτοῖς, ὅτι, εἰ πρὸς σωτήριον τροφὴν ἠφίετο τῷ Δαβὶδ καὶ τοῖς μετ' αὐτοῦ ἐφάψασθαι ἄρτων ἐκ τῆς τραπέζης, οὐκ ἦν ἀπηγορευμένον καὶ τὸ στάχυας λαμβάνοντας, καὶ ψώχοντας ἐσθίειν τοὺς μαθητάς. « Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαβὶδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ, ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν; » Ἔχεις ἑξῆς συνεζευγμένην καὶ τὴν ἱστορίαν περὶ τῆς ξηρᾶς χειρός· ὅπως ὁ Σωτὴρ ἡμῶν εἰς τὴν συναγωγὴν εἰσελθὼν (δεῖ γὰρ ἡμᾶς παραδραμεῖν τὴν ἱστορίαν διὰ τὸ μῆκος τῶν λόγων, ἵνα μὴ προσκορὴς γένηται ἡ ἀκρόασις·) καὶ ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατη-
14. Since therefore the Jews were blaming the Saviour, because on the Sabbath the disciples were plucking ears of corn and eating, on account of this He most opportunely called to mind the history that took place on the Sabbath; in order to show them that, if for saving food it was permitted to David and those with him to touch loaves from the table, it was not forbidden for the disciples also, taking ears of corn and rubbing them in their hands, to eat. « Have you not even read this, what David did, when he himself was hungry and those with him, how he entered into the house of God, and ate the loaves of the presentation? » You have next joined together also the history concerning the withered hand: how our Saviour, having entered into the synagogue (for we must run past the history on account of the length of the words, lest the hearing become tedious) and having seen a certain man having a withered hand, and knowing that the Jews are ready to ac-
Notes, col. 161

On the reading

Printed Ἴδέ, for Ἰδέ.

PG 28:164Read from the page
γορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν· « Ἀνάστηθι εἰς τὸ μέσον. » Ἡ ἀνάστασις τὸ ἀναστῆναι ἐκέλευσεν· « Ἀνάστηθι, καὶ στῆθι εἰς τὸ μέσον. » Οὐ κομπώδη τὴν ἰατρείαν ἐργαζόμενος· οἶδε γὰρ εὐκαίρως λέγειν, « Ὅρα, μηδενὶ εἴπῃς· » ἀλλ' ὅτε μὲν ἔστιν εὔκαιρον, κρύβει τὸ θαυματούργημα· ὅτε δὲ δεῖ ἐν Σαββάτῳ θαυματουργῆσαι, τότε φανερώτατα ἐργάζεται. Ζήτησον τὰ ἐν τοῖς Εὐαγγελίοις γεγραμμένα, καὶ εὑρήσεις τὸ ἀληθὲς τῶν λόγων. Ἐτήρουν ἐν Σαββάτῳ τὰ τῶν θαυματουργημάτων ἐπιδοξότερα· πῶς καὶ τίνα τρόπον; « Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. » Τοῦτο τὸ θαῦμα οὐκ ἐποίησεν ἐν ἑτέρᾳ ἡμέρᾳ, ἀλλ' ἐν Σαββάτῳ. Πηλὸν γὰρ ποιήσας διὰ τοῦ πτῦσαι χαμαὶ, ἐπιχρίσας τοὺς ὀφθαλμοὺς, ἔπεμψεν εἰς τὸν Σιλωάμ· καὶ ἦλθεν ὁ τυφλὸς βλέπων. Οἱ δὲ τὸν τυφλὸν ἰδόντες βλέποντα οὐκ ἀνέβλεψαν. Κἀκείνου μὲν ἠνεῴχθησαν αἱ αἰσθηταὶ τῶν ὀμμάτων κόραι, Ἰουδαίων δὲ οὐκ ἠνοίχθησαν οἱ ὀφθαλμοί· ἀλλ' ἔχοντες τοὺς ὀφθαλμοὺς ἠνεῳγμένους, οὐκ ἔβλεπον, καὶ κατέκριναν τὸν Κύριον λέγοντες, ὅτι « Οὐκ ἔστιν οὗτος ὁ ἄνθρωπος ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ. » Ὢ πολλῆς ἀνοίας! Ποῖον γὰρ ἔργον γέγονε; Πτύσμα ἀπὸ χειλέων, ἀπὸ δακτύλων μόνον ὁ πηλὸς, περίχρισμα λιτὸν, οὐκ ἐργαλείοις ἰατρικοῖς, ἀλλὰ χειρὶ θεοποιήτῳ εἰργασμένον. Τί μέμφῃ τὸ πραχθέν; Ἔχεις ἐν Σαββάτῳ θαυματούργημα, Ἀπῆλθεν ὁ τυφλὸς, καὶ ἀπῆλθεν ὁ τυφλὸς βλέπων. Καὶ ἐν Σαββάτῳ ἐποίει, ἵνα ἀξιόπιστος γένηται, ἐν Σαββάτῳ διδάσκων.
cuse, He says to the man having the withered hand: « Rise into the midst. » The Resurrection commanded to rise: « Rise, and stand in the midst. » Not working the healing boastfully; for He knows how to say opportunely, « See, tell no one; » but when it is opportune, He hides the miracle; whereas when it is needful to work a miracle on the Sabbath, then He works most openly. Seek the things written in the Gospels, and you will find the truth of the words. They watched on the Sabbath the more glorious of the miracles; how and in what manner? « Since the age began it was not heard that anyone opened the eyes of one born blind. » This miracle He did not do on another day, but on the Sabbath. For having made clay by spitting on the ground, having anointed his eyes, He sent him to Siloam; and the blind man came seeing. Yet those who saw the blind man seeing did not recover their sight. And of that man the sensible pupils of the eyes were opened, whereas of the Jews the eyes were not opened; but having their eyes opened, they did not see, and they condemned the Lord, saying that « This man is not from God, because He does not keep the Sabbath. » O great folly! For what work was done? Spittle from lips, from fingers alone the clay, a simple anointing, wrought not with medical instruments, but by a divinely fashioned hand. Why do you blame what was done? You have on the Sabbath a miracle: the blind man went away, and the blind man went away seeing. And He did it on the Sabbath, so that He might become trustworthy when teaching on the Sabbath.
15. Ἔχω καὶ ἄλλο θαυματούργημα. Ἐν Ἱεροσολύμοις προβατική τις ἦν κολυμβήθρα, καὶ νῦν ἐστιν· πέντε στοὰς εἶχε· νῦν γὰρ περιῃρέθη τὰ πέριξ οἰκοδομήματα. Παραλυτικὸς δὲ ἔκειτο ἐπὶ τριάκοντα καὶ ὀκτὼ ἔτεσιν ἀσθενῶν. Πολὺς γὰρ ὁ χρόνος γίνεται τῆς νόσου, ἵνα, κἂν οὕτως βλέποντες, δυσωπηθῶσιν οἱ Ἰουδαῖοι. Εἰ γὰρ ὀλιγοχρόνιος ἦν ἡ νόσος, ἐλάνθανε τὸ θαῦμα· νυνὶ δὲ πολλὰ ἔτη ἐμαρτύρησε τῇ νόσῳ, ἵνα, κἂν οὕτω βλέποντες, ἀναβλέψωσιν. Ὁ δὲ Σωτὴρ παραγενόμενος, καὶ παράγων, λέγει ἐκείνῳ· « Θέλεις ὑγιὴς γενέσθαι; » καὶ τὰ ἀκόλουθα. Καὶ ἐξεγερθεὶς κἀκεῖνος, αἴρει τὸν κράββατον, καὶ περιπατεῖ. Σάββατον δὲ ἦν. Οἱ δὲ Ἰουδαῖοι οὐκ ἔβλεπον τὸ θαυματούργημα τὸ ἐν Σαββάτῳ γενόμενον, ἀλλὰ τὸν κράββατον βασταζόμενον, δέον αὐτοῖς λογίσασθαι· Ἰατροὶ τοιοῦτοι παρεγένοντο, οὐδεὶς ἐθεράπευσε· πένης ἔκειτο ὁ ἄθλιος, μηδὲ τὸν ῥίπτοντα εἰς τὴν κολυμβήθραν ἔχων. Τοιοῦτος ὁ θαυματοποιὸς καὶ καινότερα ἐργαζόμενος, ὁ τοσαύτην δύναμιν τῷ παραλυτικῷ δοὺς, ὡς μὴ μόνον ἀναστῆναι, ἀλλὰ καὶ βαστάσαι τὸν κράββατον. Τυφλὸν ἡ πονηρία. Καὶ κρίνουσι τὸν σωθέντα, καὶ λέγουσιν αὐτῷ· « Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον ἐν Σαββάτῳ. » Ἀπεκρίνατο ἐκεῖνος· « Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν. » Θεοῦ τὸ ἔργον τὸ προσταχθέν. Ἀσύνηθές ἐστι καὶ τὸ παραλυτικὸν διὰ τριάκοντα καὶ ὀκτὼ ἐτῶν θεραπευθῆναι. Ἐκ τοῦ αὐτοῦ στόματος ἤκουσα τοῦ· Βαστάσαι τὸν κράββατον. Εἰ τὸ σῶμα ἐπήκουσε καὶ ὑγιὲς ἐγένετο, ἐγὼ ἀγνώμων ἔσομαι,
15. I have also another miracle. In Jerusalem there was a certain sheep pool, and it is there now; it had five porticoes; for now the surrounding buildings have been taken away. And a paralytic lay there, sick for thirty and eight years. For the time of the disease becomes long, so that, seeing even thus, the Jews might be put to shame. For if the disease had been brief, the miracle would have escaped notice; but now many years bore witness to the disease, so that, seeing even thus, they might recover their sight. And the Saviour, having arrived and passing by, says to that man: « Do you wish to become whole? » and what follows. And having risen up, that man also takes up his pallet, and walks. Now it was the Sabbath. Yet the Jews did not look at the miracle that took place on the Sabbath, but at the pallet being carried, whereas they ought to have reasoned: Such physicians came, no one healed him; the wretched man lay poor, not even having anyone to cast him into the pool. Such is the miracle-worker and worker of newer things, Who gave such power to the paralytic as not only to rise, but also to carry the pallet. Wickedness is a blind thing. And they judge the man who was saved, and say to him: « It is not lawful for you to take up the pallet on the Sabbath. » That man answered: « He Who made me whole, that One told me. » The work commanded is God's. It is also an unusual thing for a paralytic of thirty and eight years to be healed. From the same mouth I heard: Carry the pallet. If the body obeyed and became whole, shall I be ungrateful,
PG 28:165Read from the page
τῷ μὴ βαστάσαι τὸν κράββατον; Πάλιν οἱ Ἰουδαῖοι οὐκ ἐζήτουν αὐτὸν, ἵνα μάθωσι πῶς ἐθεράπευσε, καὶ προσκυνήσωσι τὸν δόντα τοιαῦτα, ἀλλ' ἵνα αὐτῷ ἐπιβουλεύσωσι. Γέγονε κἀκεῖνο τρίτον τὸ νῦν ἀναγνωσθέν.
by not carrying the pallet? Again the Jews did not seek Him in order that they might learn how He healed, and worship Him Who gave such things, but in order that they might plot against Him. That too has become a third thing now read.
16. Εἰσῆλθεν εἰς τὴν συναγωγὴν, πονηρευομένων συναγωγή. Τί γὰρ πονηρότερον εὐεργετουμένων καὶ ἐπιβουλευόντων; Ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ἄνθρωπος ἦν χεῖρα ἔχων ξηράν. Ξηρὸς ἦν τις τὴν χεῖρα, καὶ οἱ παρόντες ξηροὶ τὴν διάνοιαν, καὶ οὐκ ἔβλεπον τὸν τότε παρόντα· οὐδὲ ὑπώπτευον τὸ θαυματούργημα τοῦ ἐργαζομένου. Ὁ δὲ Σωτὴρ, πρὶν ποιῆσαι τὸ ἔργον, διὰ λόγων ἐγεώργει τὴν διάνοιαν. Εἰδὼς γὰρ τὸ πονηρὸν τῆς διανοίας, καὶ τὸ βάθος τὸ πικρὸν, πρῶτον αὐτοῖς προπαρηγόρει τοῖς λόγοις, καὶ τὸ ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς· « Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; » Εἰ γὰρ εἶπεν αὐτοῖς, ἔξεστιν ἐργάσασθαι; εὐθέως ἂν ἔλεγον, Παρὰ τὸν νόμον λέγεις. Νυνὶ δὲ εἶπεν αὐτοῖς, ὃ καὶ ὁ νόμος ἐβούλετο· ὁ γὰρ περὶ τοῦ Σαββάτου νομοθετήσας προσετίθει, ὅτι Πλὴν τούτου, ὃ ἐπὶ ψυχὴν ποιηθήσεται. Αὐτίκα ἐὰν Σαββάτῳ πέσῃ ἄνθρωπος εἰς βάθη, ἔξεστιν Ἰουδαίοις ἀνασπάσαι· οὐ μόνον ἄνθρωπον, ἀλλὰ καὶ βοῦν καὶ ὄνον. Οὕτω τὰ ἐπὶ σωτηρίᾳ συνεχώρει ὁ νόμος γίνεσθαι, καὶ ἐτρέφοντο Ἰουδαῖοι ἐν Σαββάτῳ. Ἠρώτησέ τις νῦν αὐτοὺς οὐ τὸ ἀντιλεγόμενον, ἀλλὰ τὸ ὁμολογούμενον· Ἔξεστιν ἀγαθοποιῆσαι; Ἀλλ' οὐδὲ λέγουσι, Ναί· οὐ γὰρ ἦσαν ἀγαθῆς προαιρέσεως. « Ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προφέρει τὸ ἀγαθόν. » Πονηροὶ δὲ ὄντες Ἰουδαῖοι, περὶ ἀγαθῶν οὐ συντίθενται, καὶ οὔτε ἀγαθοποιῆσαι ὡμολόγουν, οὔτε κακοποιῆσαι εἰπεῖν ἠδύναντο· ἀναίσχυντον γὰρ ἦν τὸ ῥῆμα· ἀλλὰ σιωπῶσιν. Ὅτε δὲ διὰ φλυαρίαν, πολλὰ φλυαροῦσιν· ὅτε διὰ κατηγορίαν, μεγάλα κραυγάζουσιν· « Αἶρε, αἶρε, σταύρωσον. » Οὗτος ὁ ἄνθρωπος τάδε καὶ τάδε ἐποίησεν. Ὅτι δεῖ ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι, ἢ ἀπολέσαι, οἱ μὲν σιωπῶσιν· ὁ δὲ, συλλυπούμενος τῇ καρδίᾳ ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, εἶπε τῷ ἀνθρώπῳ· Οἱ βλέποντες βλεπέτωσαν, οἱ ἀνήκοοι, ὡς βούλονται πράττειν, πραττέτωσαν· οἱ σκληροκάρδιοι ἀπολιθούσθωσαν· ἁπαλυνέσθω δέ σου ἡ δεξιά. Ἔγειραι, μηκέτι προσαίτει. Τὸ γὰρ, ἔγειραι, τὸ καθέζεσθαι ἐδήλου. Ὁ δὲ ξηρὰν ἔχων τὴν χεῖρα τί ἐκαθέζετο, ἢ πάντως εἰς τὸ προσαιτεῖν; Οὐ δίδωμί σοι ἀργύριον, ἵνα μὴ ἀναλώσῃς· ὑγείαν σοι δίδωμι, μηδέποτε δαπανωμένην. Μηδὲ διὰ τὸ ξηρὰν ἔχειν τὴν χεῖρα προσαίτει, ἀλλ' ἀπολαβὼν αὐτὴν ὑγιῆ, λοιπὸν καὶ σώαν ἐργασάμενος, ἔκτεινον τὴν χεῖρά σου πτωχῷ. Ἔγειραι, καὶ στῆθι εἰς τὸ μέσον· γενοῦ θέατρον τοῖς βλέπουσιν. Ἐν σοὶ ὁ ἀγὼν λοιπὸν ἀγωνίζεται ὁ περὶ Σαββάτου. Στῆθι εἰς τὸ μέσον, ἵνα καὶ οἱ χωλεύοντες τὰς ἰγνύας στῶσιν, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἴδωσι. Στῆθι εἰς τὸ μέσον, καὶ λαλήσας πρὸς τοὺς
16. He entered into the synagogue, a synagogue of evildoers. For what is more wicked than those who receive benefactions and plot against their benefactor? In the synagogue of the Jews there was a man having a withered hand. Someone was withered in his hand, and those present were withered in their mind, and they did not see Him Who was then present; nor did they suspect the miracle of Him Who was working. And the Saviour, before doing the work, cultivated their mind through words. For knowing the wickedness of their mind, and its bitter depth, He first consoled them beforehand with words, and wished to tame the wildness of their mind, and says to them: « Is it lawful to do good on the Sabbath, or to do evil? to save a soul, or to destroy it? » For if He had said to them, Is it lawful to work? immediately they would have said, You speak contrary to the law. But now He said to them what the law also wished; for he who legislated concerning the Sabbath added, Except for that which shall be done for a soul. For instance, if on the Sabbath a man falls into depths, it is lawful for Jews to draw him up; not only a man, but also an ox and a donkey. Thus the law permitted things for salvation to be done, and Jews were nourished on the Sabbath. Someone now asked them not what is disputed, but what is agreed upon: Is it lawful to do good? Yet they do not even say, Yes; for they were not of good purpose. « For the good man out of the good treasure brings forth what is good. » But being wicked, the Jews do not agree concerning good things, and neither did they confess that one should do good, nor were they able to say that one should do evil; for the word was shameless; but they keep silent. Yet when it is for babbling, they babble much; when it is for accusation, they cry out loudly: « Away with Him, away with Him, crucify Him. » This man did such and such things. That one ought to do good, or do evil, to save a soul, or destroy it, they keep silent; but He, grieving in His heart over the hardness of their heart, said to the man: Let those who see, see; let the disobedient, as they wish to act, act; let the hard-hearted be turned to stone; but let your right hand be softened. Rise, beg no longer. For the word, rise, indicated sitting. And why was he who had the withered hand sitting, if not altogether for begging? I do not give you silver, lest you spend it; I give you health, never spent. Neither beg on account of having a withered hand, but having received it back whole, henceforth also having worked it sound, stretch out your hand to the poor man. Rise, and stand in the midst; become a spectacle to those who see. In you the contest concerning the Sabbath is henceforth contested. Stand in the midst, so that those also who limp in their knees may stand, if indeed they hear, if indeed they see. Stand in the midst, and having spoken to the
PG 28:168Read from the page
Ἰουδαίους τὰ εἰρημένα, ὅτι ἔξεστι τόδε ποιῆσαι ἢ οὔ; Τότε λέγει πρὸς αὐτόν· Ἔκτεινον τὴν χεῖρά σου· οὐκ ἐγὼ ἅπτομαι, ἵνα μὴ Ἰουδαῖοι κατηγορήσωσιν· ἵνα μὴ τὸ ἅψασθαι ἔργον εἶναι νομίσωσι, λόγῳ λαλῶ. Οὐκ εἶπεν ὁ Θεὸς, Μὴ λάλει ἐν Σαββάτῳ. Ἐὰν δὲ ὁ λόγος ἔργον γένηται, θαυμαζέσθω ὁ λαλήσας. Ἔκτεινον τὴν χεῖρά σου. Βλέπε μοι διαφορὰν πράγματος· ὁ Πέτρος ἐν Ὡραίᾳ πύλῃ παραλυτικὸν σώζων, πιάσας δεξιᾶς χειρὸς ἤγειρεν. Ὁ δοῦλος κρατῶν ἐκτείνει· ὁ δεσπότης κελεύων ἐκτείνει. Ἔκτεινον τὴν χεῖρά σου· σοὶ δίδωμι τὴν δύναμιν, καὶ τὴν ἐνέργειαν τῆς θεραπείας. Διὰ τῶν λόγων κελεύσας ἐντίθημι· Ἔκτεινον τὴν χεῖρά σου. Ὁ μὲν εἶπεν, ὁ δὲ ἐποίησε. Καὶ ἡ μὲν ξηρὰ χεὶρ ἀποκατεστάθη· τὸ δὲ ξηρὸν τῆς διανοίας τῶν Ἰουδαίων οὐκ ἐθεραπεύθη· ἀλλ' ἐξελθόντες, κατὰ τὸ ἀρτίως ἀνάγνωσμα, διελογίζοντο, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ. Διαλογίζῃ, τί ποιήσεις; προσκύνησον ὡς Θεὸν, προσκύνησον τὸν θαυματοποιὸν, προσκύνησον ἄνθρωπον τὰ ὑπὲρ ἄνθρωπον ἐργασάμενον. Οὐκ ἐμπλάστρους προσέθηκεν, οὐκ ἐμβροχαῖς τισιν ἡπάλυνεν, οὐ μυρία φάρμακα ἰατρικὰ προσήνεγκεν. Εἰς τὸ μέσον ἦν ὁ ἑστὼς, πάντες ἔβλεπον τὸ γενόμενον· μὴ γὰρ κρύφιον ἦν τὸ ἐργαζόμενον· ἵνα μή τις εἴπῃ· Βοτάνην προσήνεγκεν, ἔμπλαστρον προσέθηκεν. Ἔγειραι, στῆθι εἰς τὸ μέσον, ἵνα πάντως μὴ κατηγορήσωσι τῆς ἀληθείας· ἵνα ἀσυκοφάντητον γένηται τὸ πρᾶγμα.
Jews the things that have been spoken, whether it is lawful to do this or not? Then He says to him: Stretch out your hand; I do not touch, lest the Jews accuse; lest they suppose touching to be a work, I speak by a word. God did not say, Do not speak on the Sabbath. And if the word becomes a work, let Him Who spoke be marvelled at. Stretch out your hand. See for me the difference of the matter: Peter at the Beautiful Gate, saving a paralytic, having grasped him by the right hand raised him up. The servant stretches out by grasping; the Master stretches out by commanding. Stretch out your hand; to you I give the power and the efficacy of the healing. Having commanded through words, I instil it: Stretch out your hand. The One spoke, and the other did it. And the withered hand was restored; yet the witheredness of the mind of the Jews was not healed; but having gone out, according to the reading just now, they were deliberating what they might do to Jesus. Do you deliberate what you will do? Worship Him as God, worship the miracle-worker, worship a man Who has wrought things above man. He did not apply plasters, He did not soften with any fomentations, He did not bring ten thousand medical drugs. He who stood was in the midst, all saw what took place; for what was wrought was not hidden; lest anyone should say: He brought an herb, He applied a plaster. Rise, stand in the midst, so that they may by no means accuse the truth; so that the matter may become free from calumny.
17. Ἐξελθόντες δὲ ἐκεῖνοι διελογίζοντο, τί ποιήσωσι τῷ Ἰησοῦ· ὡς καὶ ἐνταῦθα κατὰ τήνδε τὴν ὥραν, ἕστηκέ τις ξηρὰν ἔχων τὴν χεῖρα, ο μὴ ἐκτείνων πτωχῷ ἐλεημοσύνην. Οὗτος κὰν ὑγιαίνῃ τὸ σῶμα, ξηρός ἐστι τὴν διάνοιαν. Ἄκουσον καὶ σὺ κατὰ τήνδε τὴν ὥραν τῶν σωτηρίων λόγων λεγόντων· Ἔκτεινον τὴν χεῖρά σου· καὶ ἀπὸ τοῦ σήμερον ἄρξαι ποιεῖν ἐλεημοσύνην πτωχῷ. Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν. Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας, καταφρονοῦσι δὲ τῆς θείας ἐργασίας τῶν προσευχῶν. Καὶ πρὸς τοῦτον λεγέτω ὁ Σωτήρ· Ἔκτεινον τὴν χεῖρά σου, καθὼς λέγει ὁ Ἀπόστολος· « Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας, ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας. » Αὐτάρκως δὲ τῶν λόγων ἡμῶν προχωρησάντων, ἀναστάντες καὶ ἡμεῖς ἐκτείνωμεν τὰς χεῖρας, καὶ μὴ μόνον ἐν ἡμέρᾳ, ἀλλὰ καὶ ἐν νυκτί· « Ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον. » Καὶ διαπετάσωμεν χεῖρας ὁσίους, νιψάμενοι ἐν ἀθώοις· ἵνα, τὸν τῶν ὅλων Θεὸν ἐπικαλούμενοι, τῆς παρ' αὐτοῦ βοηθείας ἀπολαύσωμεν, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ
17. And having gone out, those men were deliberating what they might do to Jesus; as here also at this very hour, someone stands having a withered hand, he who does not stretch out alms to a poor man. Even if this man is healthy in body, he is withered in mind. Hear you also at this very hour the saving words saying: Stretch out your hand; and from today begin to do alms to the poor man. And let us also take it in another way. Many people are neglectful towards prayers, and all the day they busy themselves about human works, while they despise the divine work of prayers. And to this man let the Saviour say: Stretch out your hand, just as the Apostle says: « I wish the men to pray, in every place lifting up holy hands. » And now that our words have advanced sufficiently, rising up let us also stretch out our hands, and not only by day, but also by night: « In the nights lift up your hands unto the holy places, and bless the Lord. » And let us spread out holy hands, having washed among the innocent; so that, calling upon the God of all, we may enjoy the help from Him, which is in Christ Jesus our Lord, through Whom
Notes, col. 168

On the reading

Printed ο, for ὁ.

Printed κὰν, for κἂν.