Πνεύματος χάρις συνήρμοσε; Μία γὰρ ὄντως χάρις, ἡ τοὺς ἀποστόλους τῷ δεσπότῃ στρατολογήσασα.
grace of the Spirit joined together? For one indeed is the grace which enlisted the apostles as soldiers for the Master.
2. Δεῦρο οὖν ἐπὶ τοὺς πάντας, καὶ διὰ πάντων τὸν καθ' ἕνα θαυμάσωμεν. Ἀνδρέας ὁ τῆς ἀποστολικῆς ἀνδρείας ἐπώνυμος, ὁ πρῶτος διδάσκαλον τὸν δεσπότην ἐπιγραψάμενος· ἡ τῆς ἀποστολικῆς χορείας ἀρχή· ὁ πρὸς τὴν δεσποτικὴν παρουσίαν ὀξυδερκὴς, ὁ τῆς Ἰωάννου μαθητείας τὴν Χριστοῦ διδασκαλίαν ἀνταλλαξάμενος· ἡ τῶν τοῦ Βαπτιστοῦ ῥημάτων σφραγίς. Ἦν μὲν γὰρ τῶν Ἰωάννου μαθητῶν ὁ δοκιμώτατος· ἐν λυχνιαίῳ φέγγει ζητῶν τοῦ φωτὸς τὴν ἀλήθειαν, ὥσπερ τις ἐν ἀμυδροτέραις αὐγαῖς πρὸς τὰς Χριστοῦ μαρμαρυγὰς ἐθιζόμενος. Ἀλλ' ὁ μὲν Ἰωάννης τέως τοῖς Ἰορδάνου νάμασιν ἐφεστὼς τὰς Ἰουδαίων ἀγέλας ἐβάπτιζε, τοῖς Μωσέως προστάγμασιν ἀντιφάρμακον ἐν ὕδασι κατασκευάζων μετάνοιαν, καὶ Μωσαϊκοῦ ξίφους τὴν ἀκμὴν ἀνακόπτων τοῖς ῥεύμασιν. Οἷς γὰρ ἡ τοῦ νόμου παράβασις θάνατον ἔτεκε, τούτους προεξαρπάζων ὁ Βαπτιστὴς τῇ μετανοίᾳ προέπεμπεν. Ἐπειδὴ γὰρ μήπω παρῆν ὁ καταλύων τὸν θάνατον, ταῖς διὰ τοῦ βαπτίσματος ὑπερθέσεσιν ὁ θάνατος ἐπραΰνετο, ἀκούσιον φιλανθρωπίαν διὰ μετανοίας ἐκπαιδευόμενος. Ὅτε δὲ παρῆν ὁ δεσπότης κρυπτόμενος τῇ τῆς οἰκονομίας σοφίᾳ, καὶ κρύπτων τῆς ἀξίας τὴν ἀστραπὴν ἐν περιβολαίῳ θνητῷ, γνοὺς ὁ Ἰωάννης, εὐθὺς τὸν παιδευτὴν εἰς δορυφόρον μετέβαλε, καὶ τὴν χεῖρα συστείλας κῆρυξ τοῦ παρόντος ἐγένετο· « Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. » Οὗτος, φησὶν, ὁ τοῦ θανάτου λυτήρ. Οὗτος ὁ τῆς ἁμαρτίας ἀναιρέτης. Ἐγὼ δὲ νυμφαγωγὸς, οὐ νυμφίος ἀπέσταλμαι. Δορυφόρος, οὐ Δεσπότης ἐλήλυθα.
2. Come therefore to them all, and through all let us marvel at each one individually. Andrew, named after apostolic manliness, the first to inscribe the Master as his teacher; the beginning of the apostolic choir; the keen-sighted one towards the Master's coming, who exchanged the discipleship of John for the teaching of Christ; the seal of the Baptist's words. For he was the most approved of John's disciples, seeking the truth of the light in the light of a lamp, like someone in dimmer beams growing accustomed to the flashes of Christ. Yet John meanwhile, standing by the streams of Jordan, was baptizing the flocks of the Jews, preparing in the waters repentance as an antidote for the commands of Moses, and blunting the edge of the Mosaic sword by the currents. For those to whom the transgression of the law bore death, the Baptist, snatching them away beforehand, sent forward by repentance. For since He Who destroys death was not yet present, death was softened by the deferrals through baptism, being schooled through repentance in an unwilling loving-kindness. But when the Master was present, hidden by the wisdom of the dispensation and hiding the lightning of His dignity in a mortal cloak, John, having recognized Him, straightway changed the instructor into a bodyguard, and drawing back his hand became a herald of Him Who was present: "Behold, the Lamb of God, Who takes away the sin of the world" (John 1:29). This, he says, is the deliverer from death. This is the destroyer of sin. But I have been sent as bridegroom's attendant, not bridegroom. I have come as bodyguard, not Master.
3. Τούτοις τοῖς ῥήμασιν ὁ τῶν ἀποστόλων περιφανέστατος Ἀνδρέας νυττόμενος, τὸν παιδευτὴν καταλείψας πρὸς τὸν κηρυττόμενον ἔδραμε· καὶ δεξάμενος τοῦ λόγου τὸ σύνθημα, γίνεται τῆς Ἰωάννου γλώσσης ὀξύτερος· καὶ τῷ Δεσπότῃ προσελθὼν, ἐδείκνυ τὸν πόθον τῷ σχήματι, κοινωνὸν τοῦ δρόμου τὸν εὐαγγελιστὴν Ἰωάννην συναπαγόμενος· καὶ ἄμφω, τὸν λύχνον ἀφέντες, ἐπὶ τὸν ἥλιον φέρονται. Ἀνδρέας ἡ πρώτη τῶν ἀποστόλων φυτεία· οὗτος ἀνέῳξε τῆς Χριστοῦ μαθητείας τὰς πύλας· πρῶτος τῆς προφητικῆς γεωργίας τοὺς καρποὺς ἐτρύγησε, καὶ τὰς ἁπάντων ἐλπίδας ὑπερδραμὼν, πρῶτος τὸν παρὰ πάντων προσδοκώμενον περιπτύσσεται. Πρῶτος ἔδειξε τὰ τοῦ νόμου προστάγματα προθεσμίᾳ μετρούμενα. Πρῶτος τὴν Μωσέως ἔστησε γλῶτταν, μετὰ Χριστὸν λαλούσης οὐκ ἀνασχόμενος, οὐχ ὑβριζόμενος, οὐχ ὑβρίζων τῶν Ἰουδαίων τὸν παιδευτήν· ἀλλὰ προτιμῶν τοῦ πεμφθέντος τὸν πέμψαντα· μᾶλλον δὲ πρῶτος ὤφθη τὸν Μωσέα τιμῶν· πρῶτος ἐπέγνω τὸν ὑπ' ἐκείνου προφητευόμενον· « Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούετε. » Παραιτεῖται τὸν νόμον τῷ νόμῳ πειθόμενος. Ἤκουσε Μωσέως λαλοῦντος· « Αὐτοῦ ἀκούετε. » Ἤκουσεν Ἰωάννου βοῶντος· « Ἴδε ὁ Ἀμνὸς τοῦ
3. Pricked by these words, Andrew, the most illustrious of the apostles, having left the instructor, ran towards Him Who was proclaimed; and having received the watchword of the word, he becomes swifter than the tongue of John; and having approached the Master, he showed his longing by his bearing, taking along with him John the evangelist as partner of his course; and both, having left the lamp, are borne towards the sun. Andrew is the first planting of the apostles; this man opened the gates of the discipleship of Christ; first he harvested the fruits of the prophetic husbandry, and having outrun the hopes of all, first he embraces Him Who was awaited by all. First he showed the commands of the law measured by an appointed term. First he halted the tongue of Moses, not enduring its speaking after Christ, not being insulted, not insulting the instructor of the Jews, but honouring Him Who sent above him who was sent; or rather, he first was seen honouring Moses: first he recognized Him Who was prophesied by that man: "A Prophet shall the Lord our God raise up for you from your brethren, like me; Him you shall hear" (Deut. 18:15). He declines the law while obeying the law. He heard Moses speaking: "Him you shall hear." He heard John crying aloud: "Behold the Lamb of