Migne Reading Room

PG 28 · cols. 1421–1425 · Read from the page

Teaching for Monks

Teaching for Monks

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:1421Read from the page
Τὸν πιστεύοντα τῷ Κυρίῳ, καὶ προσιόντα ἑαυτῷ, καὶ ἐπὶ τέλειον εἰς μαθητείαν, μανθάνειν δεῖ πρότερον ἀφίστασθαι παντὸς ἁμαρτήματος· ἔπειτα δὲ καὶ ἀφέλκοντας τοῖς ὀφειλομένοις κατὰ πολλοὺς λόγους εὐπαθεῖν τῷ Κυρίῳ ἡμῶν, κἂν ἀλογοφάνειρος εἶναι δοκῶ σοι. Ἀδύνατον γὰρ τὸν ἁμαρτίαν ποιοῦντα, ἢ ἐμπλεκόμενον ταῖς τοῦ βίου πραγματείαις ἢ φροντίσι, δοῦναι αὑτὸν τῇ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων δουλεύσει, οὐχ ὅτι μαθητευθῆναι τῷ Κυρίῳ· οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, « Δεῦρο ἀκολούθει μοι, » ἕως ἂν ἐντείλασθαι πωλῆσαι τὰ ὑπάρχοντα καὶ δοῦναι πτωχῷ· ἀλλὰ οὐδὲ τὸ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν, ὅτι « Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου.» Ὁ γὰρ μήποτε λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ καταλυθεὶς ἀπὸ τούτων ἐν τῷ αἵματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δουλεύων δὲ τῷ διαβόλῳ καὶ κρατούμενος ὑπὸ τῆς ἐν αὐτῷ ἁμαρτίας, ἀδυνάτως ἔχει δουλεῦσαι τῷ Κυρίῳ τῷ ἀπαράβατον ἀπόφασιν δεδωκότι τὸ εἰπεῖν· « Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. » Μαρτυρεῖ καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, ὅτι « ὁ δοῦλος τῆς ἁμαρτίας, ἐλεύθερός ἐστιν ἀπὸ τῆς δικαιοσύνης. » Καὶ πάλιν ὁ Κύριος· « Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, » καὶ τὰ ἑξῆς· δι' ὧν ἐδίδαξε, καὶ ἔδειξεν ὁριστίζων, καὶ ειπὼν, ὅτι οὔτε οἱ περὶ τὴν ὄντως ἀναγκαίαν τοῦ ζῆν μέριμναν ἐνεχόμενοι, δουλεύειν δύνανται, οὐχὶ τόδε μαθητεύειν, ὅ τι ἔμαθεν Ἀπόστολος πλατύτερον θεωρήσας· εἶπε γάρ· « Τίς μετοχὴ δικαιοσύνης καὶ ἀνομίας, καὶ τίς κοινωνία φωτὶ πρὸς σκότος, τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάδ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου, τίς δὲ συγκατάθεσις ναῷ μετὰ εἰδώλου; » Καὶ πάλιν ὁριστίζει· « Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε. » Ῥυσθῆναι δεῖ πρότερον τοῦ καταδυναστοῦ τοῦ διαβόλου ἐνάγοντος ἐπὶ τὴν ἁμαρτίαν τὸν ὑπ' αὐτῆς] κρατούμενον. Ἔφαμεν βούλεσθαι δὲ ἄρα καὶ πότε ἀπαρνησάμενον πάντα τὰ παρόντα καὶ ἑαυτὸν, τῆς δὲ προσπαθείας τοῦ ζῆν ἀναχωρήσαντα μαθητευθῆναι τῷ Κυρίῳ, καθὸ αὐτὸς εἴρηκεν· « Εἴ τις ἐλεύσεται πρός μὲ, ἀπαρνησάσθω αὑτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι,» ὅπερ ἐστὶ μαθητής μου ἐνταῦθα. Οὐ μόνον δὲ τῶν ὑπαρχόντων, καὶ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων καταφρονεῖν προσ-
He who believes in the Lord, and approaches Him, and unto perfection for discipleship, must learn first to depart from every sin; and next also, drawing away, to be well-disposed in the things owed on many accounts to our Lord, even if I seem to you to be speaking absurdly. For it is impossible for him who commits sin, or is entangled in the businesses or cares of life, to give himself to the service of the things necessary for living, to say nothing of becoming a disciple to the Lord; Who did not first say to the young man, "Come, follow Me," until He had commanded him to sell his possessions and give to the poor; nor did He enjoin even this before he had confessed, "All these things I have kept from my youth." For he who has never received the forgiveness of sins and been loosed from them in the blood of our Lord Jesus Christ, but serves the devil and is held fast by the sin that is in him, is unable to serve the Lord Who has given the inviolable sentence in saying: "Everyone who commits sin is a slave of sin. And the slave does not remain in the house for ever." Paul also, who speaks in Christ, bears witness that "the slave of sin is free from righteousness." And again the Lord: "No one can serve two masters," and what follows; whereby He taught, and showed, defining and saying, that not even those who are held fast about the truly necessary care of living are able to serve, much less to be disciples in this, which the Apostle learned upon contemplating more broadly; for he said: "What partnership have righteousness and lawlessness, and what fellowship has light with darkness, and what concord has Christ with Beliad? Or what portion has a believer with an unbeliever, and what agreement has the temple with an idol?" And again he defines: "The flesh desires against the Spirit, and the Spirit against the flesh; and these are opposed to one another, so that you may not do whatever things you wish." One must first be delivered from the oppressor, the devil, who urges on to sin him who is held fast by it. We said therefore that he who wishes at some time both to deny all present things and himself, and to withdraw from attachment to living, becomes a disciple to the Lord, just as He Himself has said: "If anyone will come to Me, let him deny himself, and take up his cross, and follow Me," that is, be My disciple here. And not only possessions, and the things necessary for living, did He en-
Notes, col. 1421

On the reading

Printed ἀλογοφάνειρος, for ἀλογοφανὴς.

Printed ειπὼν, for εἰπὼν.

PG 28:1423Read from the page
πνευματικὰ τῆς πονηρίας ἕως ἐσχάτης ἀναπνοῆς τὴν
spiritual hosts of wickedness until its last breath
οπλία....
armour
Notes, col. 1423

On the reading

Printed οπλία, for ὁπλίᾳ.

PG 28:1424Read from the page
τασσόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους νενομισμένων καὶ κατὰ φύσιν καὶ νόμον δι⟨κα⟩ίων καθηκόντων ὑπερφρονεῖν παιδευόμεθα, τοῦ Κυρίου λέγοντος· « Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. » Ὁμοίως καὶ τὸ λοιπὸν ἐγγυτάτω οἰκεῖ, δῆλον δὲ ὅτι πολὺ ποῤῥωτέρω καὶ ξένων τῆς πίστεως. Διὸ παρακαλῶν μεγάλως ἀοργετουμένοις ἐν καρτερίᾳ τοὺς τῆς ἀσκήσεως πόνους, ἐν μηδενὶ δεδιότας τὰς καθ' ἡμῶν τοῦ ἐχθροῦ μεθόδους. Παράγει τοῦτο σχῆμα τοῦ κόσμου τούτου. Καὶ ταῦτα ἡ ἀπάτη, καὶ θλίψις τοῦ βίου τούτου πρόσκαιρός ἐστι καὶ ὀλιγοχρόνιος, ἡ δὲ τῷ Θεῷ δουλεύειν, ζωὴ αἰώνιος, ἀΐδιος καὶ ἀθάνατος, ποῦ ἀναμένομεν οἱ τῷ Χριστῷ δουλεύοντες· δι' ἣν καὶ ἀπεταξάμεθα τῷ κόσμῳ, καὶ πάσαις ταῖς ἐπιθυμίαις αὐτοῦ. Καὶ οὐκ ὀφείλομεν μνημονεύειν ἐκεῖνα, ἅπερ διὰ τὴν ἐντολὴν ταύτην κατελείψαμεν, ἵνα μὴ πάλιν τὰ πρόσκαιρα ποθήσαντες, τὴν αἰώνιον ζωὴν ἀποβαλώμεθα. Ἀψευδὴς γὰρ ὁ εἰπὼν ὅτι « πᾶς ὅς ἀφῆκεν οἰκίαν, » καὶ τὰ λοιπὰ, « ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. » Οὐ γὰρ, ὥς τινες ταῦτα ἑρμηνεύειν δοκοῦσιν, ὅτι περὶ τῶν ἐν τῷ καιρῷ τῶν διωγμῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ μαρτυρησάντων εἶπεν ὁ Κύριος. Οὐ γὰρ ἔφη ὅτι, Μόνον οἱ ἐν τῷ καιρῷ τῶν διωγμῶν ὑπὲρ τοῦ ὀνόματός μου τὰ ἑαυτῶν σώματα παραδώσοντες, ζωὴν αἰώνιον κληρονομήσονται· ἀλλὰ πάντες οἳ διὰ τὸ ὄνομά μου καὶ κόσμῳ, καὶ πάσαις ταῖς ἐπιθυμίαις αὐτοῦ ἀποταξώμεθα, καὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ ἀποταξώμεθα, ζωὴν αἰώνιον, μετὰ πάντων δηλαδὴ τῶν ὑπὲρ τοῦ ὀνόματός μου μαρτυρησάντων, κληρονομήσουσι. Πάντας τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ τοὺς καθαροὺς τῇ καρδίᾳ, καὶ τοὺς πραεῖς, καὶ τοὺς φοβουμένους τὸ ὄνομα αὐτοῦ μακαρίζεσθαι Σωτὴρ ἔλεγεν, « Ὅτι ὑμῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. » Οἱ μὲν γὰρ μάρτυρες πολλάκις, καὶ ἐπὶ μιᾷ καιροῦ ῥοπῇ ἀγωνισάμενοι ἐτελειώθησαν· ἡ δὲ τῶν μοναχῶν πολιτεία ἄθλοις καθ' ἑκάστην δι' αὐτὸν μαρτυρεῖ, οὐκ ἀπὸ αἵματος, καὶ σαρκὸς παρατασσόμεθα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς ἐξουσίας πρωτοκοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος, πρὸς τὰ πάλην ἔχουσα, καὶ ἀθλεῖ, καὶ εἰσφανοῦται τῇ παν- .... τοῦ Θεοῦ περιφραττομενη, καὶ πάντα ἰσχύει διὰ τὸν ἐνδυναμοῦντα, καὶ ἐλεοῦντα Χριστόν. Ἡμῖν γὰρ ἐν παραβολῇ τὸν ἑαυτοῦ πλοῦτον θέλων χαρίσασθαι ὁ Κύριος ἔλεγεν· « Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, » καὶ τὰ ἑξῆς. Ταύτην τὴν ἐντολὴν βεβαιῶν οὕτως εὐαγγελιστὴς ἔφη· « Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν κόσμῳ. Ὁ γὰρ τὸν κόσμον ἀγαπῶν, οὐκ ἀγαπᾷ τὸν ἀγαπήσαντα αὐτὸν Κύριον. » Ὁ δὲ τοῦτον τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ σκάνδαλα μισήσας, καὶ τὸ θέλημα τοῦ Θεοῦ ἀγαπήσας εὐμένει εἰς τὸν αἰῶνα. Χωρίσαι γὰρ βουλόμενος ἡμᾶς ὁ Δεσπότης τῆς ἐν κόσμῳ διατριβῆς ἔλεγεν· « Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός
we are commanded, but we are also taught to despise even the customary and natural and lawful righteous duties towards one another, since the Lord says: "He that loveth father or mother more than Me is not worthy of Me." Likewise also the rest that dwells very near, and manifestly much further away even from those who are strangers to the faith. Wherefore exhorting greatly those who without anger in endurance bear the labours of asceticism, in nothing fearing the wiles of the enemy against us. This fashion of this world passeth away. And moreover the deceit and tribulation of this life is temporary and short-lived, whereas to serve God is life eternal, everlasting and immortal, where we who serve Christ await; on account of which we have also renounced the world and all its desires. And we ought not to remember those things which we left behind because of this commandment, lest longing again for temporary things we cast away eternal life. For unerring is He Who said that "every one who hath left house," and the rest, "shall receive a hundredfold, and shall inherit eternal life." For not, as some think to interpret these things, did the Lord speak concerning those who bore witness for His name in the time of persecutions. For He did not say that, Only those who in the time of persecutions shall deliver up their own bodies for My name shall inherit eternal life; but all we who for My name renounce both the world and all its desires, and renounce all its possessions, shall inherit eternal life, together namely with all those who have borne witness for My name. All the poor in spirit, and the pure in heart, and the meek, and those who fear His name the Saviour said are blessed, "For yours is the kingdom of heaven." For the martyrs often, having contended even in a single moment of time, were perfected; whereas the way of life of monks bears witness for Him every day by struggles; not from blood and flesh are we arrayed for battle, but against the principalities, against authorities, prime world-rulers of the darkness of the age, against the having its wrestling, both contends and is crowned, fenced about with the pan- .... of God, and has strength for all things through Christ Who strengthens and has mercy on it. For wishing to bestow upon us His own wealth in a parable, the Lord said: "The kingdom of heaven is like unto a merchantman seeking goodly pearls," and what follows. Confirming this commandment, the evangelist spoke thus: "Love not the world, neither the things that are in the world. For he that loveth the world loveth not the Lord Who loved him." But he that hath hated this world and the stumbling-blocks in it, and hath loved the will of God, abideth well for ever. For the Master, wishing to separate us from the course of life in the world, said: "No man, having put his hand to the plough, and turning back, is fit
Notes, col. 1424

On the reading

Printed ὅς, for ὃς.

Printed περιφραττομενη, for περιφραττομένη.

PG 28:1425Read from the page
ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. » Ὁ δὲ Ἀπόστολός φησι· « Στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις. » Καὶ πάλιν ὁ Κύριος· « Ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστραφῇ εἰς τὰ ὀπίσω, » τουτέστι μὴ πάλιν μνημονεύειν ἢ ποθεῖν ἐορκειν ἀναστροφὴν, ἣν διὰ τὸν Θεὸν καὶ τὴν ἐντολὴν αὐτοῦ μισήσας, κατέλιπε. Μὴ οὖν φοβεῖσθε τοὺς ἐκ τοῦ διαβόλου ἡμῖν ἐπαγομένους πειρασμοὺς, κἂν ποικίλοι ὦσι, γέγραπται γάρ· « Υἱέ μου, εἰ προσέχῃς δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμούς. » Καὶ περὶ τῆς καρδίας τῆς ὑπομονῆς τὴν τοῦ Θεοῦ βοήθειαν ἀναμένων· μείζων γάρ ἐστι τοῦ πολεμοῦντός σε διαβόλου, καθὼς πολλάκις λέγεται· Μείζων ἐστὶν ὁ ἐν ἡμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ· καὶ ὁ Ψαλμῳδός· « Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετὰ ἐμοῦ εἶ. » Καί· « Κύριος φωτισμός μου, καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι ; » Καὶ, « Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. » Καὶ, « Κύριος ἐμοὶ βοηθὸς, κἀγω ἐπόψομαι τοὺς ἐχθρούς μου. » Μὴ δεῖ τοίνυν τὸν δουλεύοντα τῷ Κυρίῳ ἀπιστεῖν, ὡς οὐχ ὑπερασπίζεται τοῦτον ὁ Κύριος πάντοτε· αὐτὸς γὰρ εἴρηκεν· « Οὐ μή σε ἀναλείπω, οὐδὲ μή σε ἐγκαταλείπω. » Καὶ γοῦν αὐτὸν ἔθου καταφυγήν σου, « οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγίσει τῷ σκηνώματί σου· » καὶ τὰ ἑξῆς. Διὸ παρακαλῶ ὑμᾶς, ὦ ἀδελφοὶ, μὴ ἐνδῶμεν ὅλως τῷ πονηρῷ, μηδὲ θανατώσωμεν ἑαυτοὺς, διὰ οἱασδηποτοῦν ἡδονῆς, ἀλλὰ μεμνημένοι τὰ ἀποκείμενα ἡμῖν ἐν οὐρανοῖς ἀγαθὰ, πάντων τούτων ὑπερίδωμεν. Μὴ οὖν φανῶμεν τῶν πρὸ ἡμῶν αὐχήσαντες παίγνιον. Ἕκαστον γὰρ ἐν τῇ κλήσει, ᾗ ἐκλήθη μένειν ἐν Χριστῷ παραγγέλλει ὁ Ἀπόστολος· ἵνα τὸν τῆς ὑπομονῆς στέφανον παρὰ τοῦ μισθαποδότου Χριστοῦ ἀπολάβωμεν, ὃν ἐπηγγείλατο τῷ ἀγαπῶντι αὐτόν. Γέγραπται γάρ· « Τὴν ἐπιθυμίαν σου διὰ τῆς ὑπομονῆς νίκησον, καὶ ἔσῃ τέλειος ἐν Χριστῷ· » καί· « Τῷ νικῶντι δώσω φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς τοῦ ἐν μέσῳ τοῦ παραδείσου. » Λέγει Κύριος καὶ πάλιν· Ὅστις διὰ τοῦ ξύλου τοῦ σταυροῦ πάντα τὰ τῆς σαρκὸς νικήσει πάθη, τούτῳ δώσω στολὴν λευκήν. Εἰ γὰρ φοβοῦμεν τὸν Κύριον, τὰ ἀνεκδιήγητα ἀγαθὰ, καὶ οἱ τῆς δόξης στέφανοι ἡτοιμάσθησαν. Οὐ γὰρ ἐπιτάγματι τῶν ἁγίων ὁ πρὸς τας μεθοδείας τοῦ ἐχθροῦ πόλεμος, καὶ ἡ κατ' αὐτοῦ νίκη, διὰ τῆς τοῦ Κυρίου βοηθείας δέδοται, ἀλλὰ τρισὶν ὡς ἐν τῇ τοῦ σπέρματος παραβολῇ, αὐτὸς Κύριος ἔφη· Ἐδίδου γὰρ, φησὶν, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξή⟨κ⟩οντα, ὁ δὲ ἕκατον. Τούτων δὲ τῶν ταγμάτων τὰς ὑπο⟨θ⟩έσεις, ε⟨ἰ⟩ τὰς Γραφὰς ἐρευνήσεις, πολύτροπον ἂν εὑρήσεις· μάρτυρες μὲν οὖν εἰσιν, ὡς ὁ ἐμὸς λόγος, οἳ τὸν ἕκατον ποιοῦνται καρπὸν, παρθένοι αἳ τὸν ἑξήκοντα· καὶ οἱ λοιποὶ οἳ κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου, σπουδάζοντες ἀμέμπτους ἐν πάσῃ ἀναστροφῇ ἑαυτοὺς φυλάσσειν, τῷ Κυρίῳ ἀρεσκούσῃ, τριάκοντα. Τῶν σῶν μαθητῶν γένοιτο ἡμᾶς ἐνταγῆναι, Χριστὲ Ἰησοῦ, καὶ τῶν ἁγίων σου ἀγαθῶν ἀπολαύειν, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
for the kingdom of heaven." And the Apostle says: "He that warreth entangleth himself with the affairs of life." And again the Lord: "He that is in the field, let him not return back," that is, not again to remember or long to approach a course of life which, having hated for the sake of God and His commandment, he left behind. Therefore fear not the temptations brought upon us by the devil, even though they be manifold, for it is written: "My son, if thou attendest to serve the Lord, prepare thy soul for temptations." And concerning the heart of endurance awaiting the help of God: for He is greater than the devil who wars against thee, even as it is often said: Greater is He that is in us, than he that is in the world; and the Psalmist: "I will fear no evils, for Thou art with me." And: "The Lord is my light and my Saviour, whom shall I fear?" And, "Though an host should encamp against me, my heart shall not fear." And, "The Lord is my helper, and I shall look upon mine enemies." He therefore who serves the Lord ought not to distrust, as though the Lord does not always defend him; for He Himself hath said: "I will in no wise fail thee, neither will I in any wise forsake thee." And since thou hast made Him thy refuge, "evils shall not come nigh unto thee, and a scourge shall not draw near to thy dwelling," and what follows. Wherefore I exhort you, O brethren, let us not give way at all to the evil one, nor put ourselves to death through any pleasure whatsoever, but remembering the good things laid up for us in heaven, let us despise all these things. Let us not therefore appear a plaything, having boasted of those before us. For the Apostle charges each one to abide in Christ in the calling wherein he was called; that we may receive the crown of endurance from Christ the rewarder, which He promised to him that loves Him. For it is written: "Conquer thy desire through endurance, and thou shalt be perfect in Christ"; and: "To him that overcometh will I give to eat of the tree of life, which is in the midst of paradise." And the Lord says again: Whosoever through the wood of the cross shall conquer all the passions of the flesh, to him will I give a white robe. For if we fear the Lord, the unspeakable good things and the crowns of glory have been prepared. For not to a single rank of the saints has the war against the wiles of the enemy, and the victory over him, been given through the help of the Lord, but to three, as in the parable of the seed the Lord Himself said: For some, He says, brought forth thirty, some sixty, and some a hundred. And the subjects of these ranks, if thou searchest the Scriptures, thou wilt find in many ways: martyrs, then, as my account holds, are those who produce the hundredfold fruit, virgins those who produce the sixtyfold; and the rest who according to the commandments of the Lord are zealous to keep themselves blameless in every course of life pleasing to the Lord, thirtyfold. May it be granted to us to be enrolled among Thy disciples, O Christ Jesus, and to enjoy Thy holy good things, now and unto the endless ages of ages. Amen.
Notes, col. 1425

On the reading

Printed ἐορκειν, for ἐπέρχεσθαι.

Printed κἀγω, for κἀγὼ.

Printed τας, for τὰς.

Printed ἕκατον, for ἑκατόν.