ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. » Ὁ δὲ Ἀπόστολός φησι· « Στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις. » Καὶ πάλιν ὁ Κύριος· « Ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστραφῇ εἰς τὰ ὀπίσω, » τουτέστι μὴ πάλιν μνημονεύειν ἢ ποθεῖν ἐορκειν ἀναστροφὴν, ἣν διὰ τὸν Θεὸν καὶ τὴν ἐντολὴν αὐτοῦ μισήσας, κατέλιπε. Μὴ οὖν φοβεῖσθε τοὺς ἐκ τοῦ διαβόλου ἡμῖν ἐπαγομένους πειρασμοὺς, κἂν ποικίλοι ὦσι, γέγραπται γάρ· « Υἱέ μου, εἰ προσέχῃς δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμούς. » Καὶ περὶ τῆς καρδίας τῆς ὑπομονῆς τὴν τοῦ Θεοῦ βοήθειαν ἀναμένων· μείζων γάρ ἐστι τοῦ πολεμοῦντός σε διαβόλου, καθὼς πολλάκις λέγεται· Μείζων ἐστὶν ὁ ἐν ἡμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ· καὶ ὁ Ψαλμῳδός· « Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετὰ ἐμοῦ εἶ. » Καί· « Κύριος φωτισμός μου, καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι ; » Καὶ, « Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. » Καὶ, « Κύριος ἐμοὶ βοηθὸς, κἀγω ἐπόψομαι τοὺς ἐχθρούς μου. » Μὴ δεῖ τοίνυν τὸν δουλεύοντα τῷ Κυρίῳ ἀπιστεῖν, ὡς οὐχ ὑπερασπίζεται τοῦτον ὁ Κύριος πάντοτε· αὐτὸς γὰρ εἴρηκεν· « Οὐ μή σε ἀναλείπω, οὐδὲ μή σε ἐγκαταλείπω. » Καὶ γοῦν αὐτὸν ἔθου καταφυγήν σου, « οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγίσει τῷ σκηνώματί σου· » καὶ τὰ ἑξῆς. Διὸ παρακαλῶ ὑμᾶς, ὦ ἀδελφοὶ, μὴ ἐνδῶμεν ὅλως τῷ πονηρῷ, μηδὲ θανατώσωμεν ἑαυτοὺς, διὰ οἱασδηποτοῦν ἡδονῆς, ἀλλὰ μεμνημένοι τὰ ἀποκείμενα ἡμῖν ἐν οὐρανοῖς ἀγαθὰ, πάντων τούτων ὑπερίδωμεν. Μὴ οὖν φανῶμεν τῶν πρὸ ἡμῶν αὐχήσαντες παίγνιον. Ἕκαστον γὰρ ἐν τῇ κλήσει, ᾗ ἐκλήθη μένειν ἐν Χριστῷ παραγγέλλει ὁ Ἀπόστολος· ἵνα τὸν τῆς ὑπομονῆς στέφανον παρὰ τοῦ μισθαποδότου Χριστοῦ ἀπολάβωμεν, ὃν ἐπηγγείλατο τῷ ἀγαπῶντι αὐτόν. Γέγραπται γάρ· « Τὴν ἐπιθυμίαν σου διὰ τῆς ὑπομονῆς νίκησον, καὶ ἔσῃ τέλειος ἐν Χριστῷ· » καί· « Τῷ νικῶντι δώσω φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς τοῦ ἐν μέσῳ τοῦ παραδείσου. » Λέγει Κύριος καὶ πάλιν· Ὅστις διὰ τοῦ ξύλου τοῦ σταυροῦ πάντα τὰ τῆς σαρκὸς νικήσει πάθη, τούτῳ δώσω στολὴν λευκήν. Εἰ γὰρ φοβοῦμεν τὸν Κύριον, τὰ ἀνεκδιήγητα ἀγαθὰ, καὶ οἱ τῆς δόξης στέφανοι ἡτοιμάσθησαν. Οὐ γὰρ ἐπιτάγματι τῶν ἁγίων ὁ πρὸς τας μεθοδείας τοῦ ἐχθροῦ πόλεμος, καὶ ἡ κατ' αὐτοῦ νίκη, διὰ τῆς τοῦ Κυρίου βοηθείας δέδοται, ἀλλὰ τρισὶν ὡς ἐν τῇ τοῦ σπέρματος παραβολῇ, αὐτὸς Κύριος ἔφη· Ἐδίδου γὰρ, φησὶν, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξή⟨κ⟩οντα, ὁ δὲ ἕκατον. Τούτων δὲ τῶν ταγμάτων τὰς ὑπο⟨θ⟩έσεις, ε⟨ἰ⟩ τὰς Γραφὰς ἐρευνήσεις, πολύτροπον ἂν εὑρήσεις· μάρτυρες μὲν οὖν εἰσιν, ὡς ὁ ἐμὸς λόγος, οἳ τὸν ἕκατον ποιοῦνται καρπὸν, παρθένοι αἳ τὸν ἑξήκοντα· καὶ οἱ λοιποὶ οἳ κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου, σπουδάζοντες ἀμέμπτους ἐν πάσῃ ἀναστροφῇ ἑαυτοὺς φυλάσσειν, τῷ Κυρίῳ ἀρεσκούσῃ, τριάκοντα. Τῶν σῶν μαθητῶν γένοιτο ἡμᾶς ἐνταγῆναι, Χριστὲ Ἰησοῦ, καὶ τῶν ἁγίων σου ἀγαθῶν ἀπολαύειν, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
for the kingdom of heaven." And the Apostle says: "He that warreth entangleth himself with the affairs of life." And again the Lord: "He that is in the field, let him not return back," that is, not again to remember or long to approach a course of life which, having hated for the sake of God and His commandment, he left behind. Therefore fear not the temptations brought upon us by the devil, even though they be manifold, for it is written: "My son, if thou attendest to serve the Lord, prepare thy soul for temptations." And concerning the heart of endurance awaiting the help of God: for He is greater than the devil who wars against thee, even as it is often said: Greater is He that is in us, than he that is in the world; and the Psalmist: "I will fear no evils, for Thou art with me." And: "The Lord is my light and my Saviour, whom shall I fear?" And, "Though an host should encamp against me, my heart shall not fear." And, "The Lord is my helper, and I shall look upon mine enemies." He therefore who serves the Lord ought not to distrust, as though the Lord does not always defend him; for He Himself hath said: "I will in no wise fail thee, neither will I in any wise forsake thee." And since thou hast made Him thy refuge, "evils shall not come nigh unto thee, and a scourge shall not draw near to thy dwelling," and what follows. Wherefore I exhort you, O brethren, let us not give way at all to the evil one, nor put ourselves to death through any pleasure whatsoever, but remembering the good things laid up for us in heaven, let us despise all these things. Let us not therefore appear a plaything, having boasted of those before us. For the Apostle charges each one to abide in Christ in the calling wherein he was called; that we may receive the crown of endurance from Christ the rewarder, which He promised to him that loves Him. For it is written: "Conquer thy desire through endurance, and thou shalt be perfect in Christ"; and: "To him that overcometh will I give to eat of the tree of life, which is in the midst of paradise." And the Lord says again: Whosoever through the wood of the cross shall conquer all the passions of the flesh, to him will I give a white robe. For if we fear the Lord, the unspeakable good things and the crowns of glory have been prepared. For not to a single rank of the saints has the war against the wiles of the enemy, and the victory over him, been given through the help of the Lord, but to three, as in the parable of the seed the Lord Himself said: For some, He says, brought forth thirty, some sixty, and some a hundred. And the subjects of these ranks, if thou searchest the Scriptures, thou wilt find in many ways: martyrs, then, as my account holds, are those who produce the hundredfold fruit, virgins those who produce the sixtyfold; and the rest who according to the commandments of the Lord are zealous to keep themselves blameless in every course of life pleasing to the Lord, thirtyfold. May it be granted to us to be enrolled among Thy disciples, O Christ Jesus, and to enjoy Thy holy good things, now and unto the endless ages of ages. Amen.