15. Μακεδ. Ἰδὲ οὖν πάλιν, ὁ Υἱὸς μόνος περιεπάτησεν ἐπὶ τῆς θαλάσσης. Ὀρθ. Ἀλλ' εἶπον, ὅτι τὸ μόνος ἐπὶ τῆς θεότητος λαμβανόμενον ὡς ἐπὶ τὸ πλεῖστον Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα λέγει. Εἰσὶ δέ τινα, ἃ μόνου τοῦ Υἱοῦ ἴδιά εἰσι. Μόνος γὰρ ἐνηνθρώπησε, μόνος ἐβαπτίσθη, μόνος ἐκ Πατρὸς γεγέννηται, μόνος ἐσταυρώθη, καὶ ὅσα τοιαῦτα· οὐ χωρισθεὶς τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἀλλ' ὢν ἐν αὐτῷ, καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ, ἰδιοποιεῖται τὴν ἐνανθρώπησιν, ἵνα διευκρινηθῶσιν αἱ ὑποστάσεις. Ἵνα δὲ μὴ νομίσῃς, ὅτι ἡ Παλαιὰ μόνη οἶδε τὸν ἕνα καὶ μόνον Θεὸν καταγγέλλειν, ἄκουσον αὐτοῦ τοῦ Σωτῆρος λέγοντος· « Γέγραπται, Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. » Καὶ ἐν ἄλλοις, ἐρωτηθεὶς, ποία ἐντολὴ μεγάλη ἐν νόμῳ, εἶπεν· « Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν. » Ἄρα, ἐπειδὴ οὐκ εἶπε Κύριον τὸν Θεόν σου, καὶ Υἱὸν αὐτοῦ, οὐ δεῖ ἀγαπᾷν ἡμᾶς, μᾶλλον δὲ συναγαπᾷν Κυρίῳ τῷ Θεῷ καὶ Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Μακεδ. Ναί. Ἀλλ' εἰπὲ, ποῦ Θεὸς τὸ Πνεῦμα εἴρηται. Ὀρθ. Τέως μάθε αὐτὸ μὴ χωρίζειν τῆς κοινωνίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλὰ συναγαπᾷν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τὸ ἅγιον Πνεῦμα, ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τότε ἐπίγνωσιν Θεοῦ εὑρήσεις. Μακεδ. Ἀγαπῶ μὲν αὐτὸ ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ διανοίας· οὐ μὴν θεολογῶ αὐτό. Ὀρθ. Πῶς γὰρ δύνῃ θεολογῆσαι τὸ Πνεῦμα, ὁ μὴ θέλων εἰπεῖν τὴν αὐτὴν οὐσίαν, καὶ δόξαν, καὶ βουλὴν, καὶ δύναμιν Πατρὸς καὶ Υἱοῦ; ἀλλ' ἐναντία εὑρέθης λέγων ᾗ προσεβάλλου πίστει τοῦ μακαρίου Λουκιανοῦ. Μακεδ. Ἐγὼ πιστεύω, ὡς ὁ μακάριος Λουκιανὸς, καὶ λέγω οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα· τὴν αὐτὴν οὐ λέγω οὐδὲ οὐσίαν, οὐδὲ θεότητα, οὐδὲ βουλὴν, οὔτε δύναμιν, οὔτε δόξαν. Ὀρθ. Σαυτῷ οὖν ἐναντία λέγεις καὶ τῷ μακαρίῳ Λουκιανῷ· καὶ ὥσπερ οἱ Μανιχαῖοι καὶ Φρύγες, καὶ πᾶσαι αἱρέσεις λέγουσιν, οὕτως πιστεύομεν, ὡς οἱ ἀπόστολοι· ἐξεταζόμενοι δὲ, ἐναντία εὑρίσκονται λέγοντες· οὕτω καὶ αὐτὸς ποιεῖς. Καὶ Ἰουδαίων δὲ ἔστιν ἀκοῦσαι, ὅτι Οὕτω πιστεύομεν, ὡς ὁ μακάριος Μωσῆς καὶ οἱ προφῆται,
15. Maced. See then again, the Son alone walked upon the sea. Orth. Yet I said that « alone, » when taken with respect to the deity, for the most part means Father, and Son, and Holy Spirit. But there are certain things which are proper to the Son alone. For He alone became man, He alone was baptized, He alone has been begotten from the Father, He alone was crucified, and all such things; not having been separated from the hypostasis of the Father, but being in Him, and having Him in Himself, He makes the incarnation His own, so that the hypostases may be clearly distinguished. And lest you should suppose that the Old Testament alone knows how to proclaim the one and only God, hear the Saviour Himself saying: « It is written, Thou shalt bow down in worship to the Lord thy God, and Him only shalt thou serve. » And in other places, having been asked which commandment is great in the law, He said: « Thou shalt love the Lord thy God with all thy soul, and with all thy heart, and with all thy strength; and thy neighbour as thyself. » Then, since He did not say the Lord thy God, and His Son, ought we not to love, or rather to love together with the Lord God both the Son and the Holy Spirit? Maced. Yes. Yet tell me where the Spirit has been called God. Orth. Meanwhile learn not to separate Him from the fellowship of the Father and of the Son, but to love together with the Father, and with the Son, the Holy Spirit also, with all your strength, and with all your soul, and then you will find the knowledge of God. Maced. I love Him indeed with all my heart, and with all my soul and mind; yet I do not call Him God. Orth. For how are you able to call the Spirit God, you who are unwilling to affirm the selfsame essence, and glory, and counsel, and power of Father and of Son, but were found speaking things contrary to the faith of the blessed Lucian which you put forward? Maced. I believe as the blessed Lucian, and I call Him the unvarying image of the essence, and counsel, and power, and glory; the selfsame essence I do not say, nor deity, nor counsel, nor power, nor glory. Orth. You speak things contrary therefore both to yourself and to the blessed Lucian; and just as the Manichaeans and Phrygians, and all heresies say, So we believe, as the apostles, yet when examined, they are found saying contrary things, so you also do. And from Jews too one may hear, So we believe, as the blessed Moses and the prophets,