21. Ἀνόμ. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ Θεοῦ τὸ ἀγέννητον, μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μηδενὸς τὸ μηδὲν εἶδος σημαῖνον; τίς ἄρα χωρήσειεν ὄντος ὂν, ὅπερ ἐστὶν, αὐτὸ ἑαυτοῦ; Ὀρθ. Εἰ τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον στερήσεώς εἰσι δηλωτικὰ, ἔστω καὶ τὸ ἀγέννητον. Τοῖς οὖν αὐτοῖς καὶ ἡμεῖς χρησώμεθα λόγοις· εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ Θεοῦ τὸ ἄφθαρτον, μηδὲν δέ ἐστι τὸ ἄφθαρτον· ποῖος λόγος ἂν ἀφαιρήσ⟨ειε⟩ τοῦ μηδενὸς τὸ μηδὲν εἶδος σημαῖνον; τίς ἄρα χωρήσειε τοῦ μηδενὸς τὸ μηδὲν, ἢ ὄντος ὄντα, ἅπερ ἐστὶ στερήσεως δηλωτικὰ, τὸ ἄφθαρτον, καὶ τὸ ἀθάνατον, καὶ τὸ ἀγέννητον; Καὶ εἰ ταυτὸ σημαίνει τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον, καὶ τὸ ἀγέννητον· ἔστι δὲ καὶ ὁ Υἱὸς ἄφθαρτος καὶ ἀθάνατος· ἔστιν ἄρα καὶ αὐτὸς ἀγέννητος. Εἰ δ' οὐκ ἔστιν ἀγέννητος, ἄφθαρτος καὶ ἀθάνατος ὢν, οὐ ταυτὸ σημαίνει τὸ ἀγέννητον καὶ τὸ ἄφθαρτον εἴτουν ἀθάνατον. Εἰ δ' οὐ ταυτὸ σημαίνει, δικαιοῖς δὲ μᾶλλον αὐτὸς τὸ ἀγέννητον εἶναι τὴν οὐσίαν· ἔσται ἄρα κατὰ σὲ καὶ κατὰ τοὺς τῆς σῆς σοφίας λόγους ἀγέννητος μὲν οὐσία, οὐκ ἀθάνατος δὲ, οὔτε μὴν ἄφθαρτος. Ἀνόμ. Εἰ ἡ στέρησις ἕξεων ἀφαίρεσις, τὸ ἐπὶ Θεοῦ ἀγέννητον, ἤτοι στέρησις ἔσται ἕξεως, ἢ ἕξις στερήσεως. Ἀλλ' εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν τῷ Θεῷ συναριθμηθήσεται; Εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵνα οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται· εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχε, καὶ ἕξεως ὑπομείνασα ἀποβολὴν, γε⟨ν⟩έσεως ἐστέρηται, εἴη ἂν οὐσία μὲν ἡ γεννητὴ, τὸ δὲ ἀγέννητον ἕξις. Εἰ δὲ τὸ γέννημα παρ' οὐδέν ἐστι δηλωτικὸν, δηλονότι ἕξεώς ἐστι σημαντικόν· ἄν τε μεταπλασθῇ ἐξ οὐσίας τινὸς, ἄν τε τοῦτό ἐστιν, ὃ λέγεται γέννημά τινος. Ὀρθ. Πάλιν τοῖς ἴσοις χρησώμεθα λόγοις· τὸ γὰρ αὐτὸ καὶ ἐπὶ τοῦ ἀψευδοῦς καὶ τοῦ ἀθανάτου καὶ τοῦ ἀφθάρτου εἴποι τις ἄν· τῆς γὰρ αὐτῆς ἐστι χρήσεως τῷ ἀγεννήτῳ· ὅτ' ἄν σοι τέως συγχωρήσωμεν λέγειν, ὃ τὸ Πνεῦμα τῆς ἀληθείας οὐκ εἶπεν. Ἐροῦμεν οὖν καὶ ἡμεῖς· Εἰ ἡ στέρησις ἕξεως ἀφαίρεσις, τὸ ἐπὶ Θεοῦ ἀψευδὲς ἤτοι στέρησις ἕξεως ἢ ἕξις στερήσεως. Ἀλλ' εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν τῷ Θεῷ συναριθμηθήσεται; Εἰ δὲ ἕξις ἐστὶ τὸ ἀψευδὲς, ἀνάγκη προϋποθέσθαι καὶ ψεῦδος, καὶ ψευδῆ οὐσίαν, ἵν' οὕτως ἕξιν προσλαβοῦσα ἀψευδὴς ὀνομάζηται. Εἰ δὲ ἡ ψευδὴς ἀψευδοῦς οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ψεύδους ἐστέρηται· εἴη ἂν οὐσία ψευδής· τὸ δὲ ἀψευδὲς ἕξις· καί σου μεγαλόφρων ἡ σοφία τοσαύτην ἀσέβειαν ὕλης εὑροῦσα.
21. Anomoean. If in the case of God the unbegotten is indicative of privation, and the unbegotten be nothing, what reasoning could take away from nothing that which signifies no form? Who then could separate that which really is, which it is, from itself? Orthodox. If the incorruptible and the immortal are indicative of privation, let the unbegotten be so too. Let us then also use the same arguments: if in the case of God the incorruptible is indicative of privation, and the incorruptible is nothing, what reasoning could take away from nothing that which signifies no form? Who then could separate nothing from nothing, or things that really are from that which really is, which are indicative of privation, namely the incorruptible, and the immortal, and the unbegotten? And if the incorruptible and the immortal and the unbegotten signify the same thing, and the Son also is incorruptible and immortal, then He Himself is also unbegotten. But if He is not unbegotten, though being incorruptible and immortal, the unbegotten and the incorruptible or immortal do not signify the same thing. And if they do not signify the same thing, and you yourself rather deem it right that the unbegotten is the essence, then according to you and according to the arguments of your wisdom, the essence will be unbegotten indeed, yet not immortal, nor indeed incorruptible. Anomoean. If privation is a removal of habits, the unbegotten in the case of God will be either a privation of a habit, or a habit of privation. Now if it is a privation of a habit, how will that which does not belong to God be reckoned together with God? But if the unbegotten is a habit, it is necessary that a begotten essence be presupposed, so that having thus taken to itself a habit it may be named unbegotten; and if the begotten partook of an unbegotten essence, and having undergone a loss of habit has been deprived of generation, the begotten would be essence, and the unbegotten a habit. And if the offspring is indicative of something beyond nothing, plainly it is significative of a habit, whether it has been refashioned out of some essence, or whether it is this very thing which is called the offspring of someone. Orthodox. Again let us use equal arguments; for one might say the very same thing also in the case of the unlying and the immortal and the incorruptible, since it is of the same usage as the unbegotten, whenever for the present we grant you to say what the Spirit of truth did not say. We too therefore will say: If privation is a removal of a habit, the unlying in the case of God is either a privation of a habit or a habit of privation. Now if it is a privation of a habit, how will that which does not belong to God be reckoned together with God? But if the unlying is a habit, it is necessary that both falsehood and a false essence be presupposed, so that having thus taken to itself a habit it may be named unlying. And if the false partook of an unlying essence, having undergone a loss of habit it has been deprived of falsehood; the essence would be false, and the unlying a habit; and your lofty-minded wisdom has found so great an impiety of matter.