Migne Reading Room

PG 28 · cols. 1153–1157 · Read from the page

First Dialogue on the Trinity

First Dialogue on the Trinity

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:1153Read from the page
λουν ἀφ' ἑαυτῶν. Ἀνόμ. Πῶς; Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς Παύλου λέγοντος περὶ τῶν ἀποστόλων, « Ἀλλ' ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων » (τὰ δὲ ἑπόμενα οἶδας, εἰ φιλόλογος εἶ), τί ἄλλο λογίζῃ, ἢ τὸ ἀφ' ἑαυτῶν τι λελαληκέναι καὶ πεποιηκέναι, ὅπερ οὐκ ἦν θεόπνευστον; Καὶ περὶ ἑαυτοῦ δὲ λέγει· « Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. » Τὸ δὲ Πνεῦμα οὐχ οὕτως· καὶ διὰ τοῦτο εἴρηται, ὅτι « Οὐ λαλήσει ἀφ' ἑαυτοῦ. » Ἀνόμ. Ἀλλὰ καὶ πάντες ἄνθρωποι ποτὲ μὲν τὰ ἑαυτῶν λέγουσιν, καὶ ποτὲ δὲ τὰ τοῦ Θεοῦ· ἀλλ' οἱ ἄγγελοι πάντοτε τὰ τοῦ Θεοῦ λέγουσιν. Ὀρθ. Οὐδὲ τοῦτο ἀληθές. Εἰ γὰρ πάντοτε τὰ τοῦ Θεοῦ ἔλεγον, οὐκ ἂν ἥμαρτον, ὥστε λέγεσθαι· « Εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο. » Ἀνόμ. Ἀλλὰ καὶ εἴ ποτε ἥμαρτόν τινες τῶν ἀγγέλων, ἀλλ' εἰσὶν ἄγγελοι ἀναμάρτητοι. Ὀρθ. Οὐ ζητοῦμεν, εἴ εἰσιν ἄγγελοι ἀναμάρτητοι, ἀλλ' εἰ δύνανται άμαρτῆσαι. Καὶ γὰρ καὶ ἡμεῖς ἕως νῦν οὐκ ἀπεθάνομεν, καὶ ἐσμὲν θνητοὶ τῷ δύνασθαι ἀποθανεῖν, οὐ τῷ ἤδη ἀποτεθνηκέναι· ἐγχωρεῖ γὰρ καὶ μὴ ἀποθανεῖν τινα ἡμῶν, ὡς τὸν Ἠλίαν. Κἂν μή τις δὲ ἡμῶν ἀποθάνῃ, ἀλλ' ἡ φύσις αὐτὴ θνητή ἐστιν. Ὥστε καὶ τῶν ἀγγέλων αἱ μυριάδες οὐκ ἐψεύσαντο, ἀλλ' ἐφύλαξαν τὰ τοῦ Θεοῦ λόγια· ἀλλ' ἐδείχθη αὐτῶν ἡ φύσις τρεπτὴ, καὶ λαλοῦσα ἀφ' ἑαυτῆς, τό τινας αὐτῶν τραπῆναι καὶ λαλεῖν ἀφ' ἑαυτῶν. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ λαλεῖ ἀφ' ἑαυτοῦ. Οὐ γάρ ἐστι γενητῆς φύσεως, ὥστε καὶ δύνασθαι τραπῆναι.
ke from themselves. Anom. How? Orth. If then you hear Paul saying concerning the apostles, "But when I saw that they were not walking uprightly according to the truth of the Gospel, I said to Cephas before all" (and you know what follows, if you are a lover of learning), what else do you reckon than that they had spoken and done something from themselves which was not divinely inspired? And concerning himself also he says: "For I am conscious of nothing against myself; yet I am not hereby justified." But the Spirit is not thus; and on this account it has been said that "He will not speak from Himself." Anom. Yet even all men at one time say their own things, and at another time the things of God; whereas the angels always say the things of God. Orth. Neither is this true. For if they always said the things of God, they would not have sinned, so that it is said: "For if He spared not angels when they sinned." Anom. Yet even if some of the angels once sinned, still there are sinless angels. Orth. We are not inquiring whether there are sinless angels, but whether they are able to sin. For indeed we also until now have not died, and we are mortal by being able to die, not by having already died; for it is possible that someone of us may not die, like Elijah. And even if someone of us should not die, yet the nature itself is mortal. So that even the myriads of angels did not lie, but kept the oracles of God; yet their nature was shown to be mutable, and speaking from itself, by the fact that some of them turned and spoke from themselves. But the Holy Spirit does not speak from Himself. For He is not of a created nature, so as even to be able to turn.
25. Ἀνόμ. Πόθεν γὰρ, ὅτι οὐ δύναται τραπῆναι τὸ Πνεῦμα; Ὀρθ. Τὸ παρέχον ἄλλοις τὴν ἀτρεψίαν, ἀνάγκη ἄτρεπτον εἶναι τῇ φύσει. Ἀνόμ. Εἰσὶ γὰρ οὖν καὶ ἄλλα ἄτρεπτα. Εἰ γὰρ παρέχει ἄλλοις τὸ Πνεῦμα την ἀτρεψίαν, αὐτὰ ἐκεῖνα, οἷς παρέχει τὸ Πνεῦμα τὴν ἀτρεψίαν, ἄτρεπτά εἰσιν. Ὀρθ. Ἀλλὰ τὰ μέν εἰσι μετοχῇ ἄτρεπτα, τὰ δὲ τῇ φύσει, ὡς τὸ πῦρ φύσει ἐστὶ καυστικὸν, τὸ δὲ ὕδωρ κατὰ παράθεσιν τοῦ πυρὸς καυστικὸν γίνεται. Οὕτως τὸ μὲν Πνεῦμα φύσει ἐστὶν ἄτρεπτον, οἱ δὲ μετέχοντες αὐτοῦ κατὰ μετοχὴν ἄτρεπτοι. Ἀνόμ. Μὴ θέλεις εἰπεῖν ὅτι καὶ αὐτὸ τὸ Πνεῦμα Πατήρ ἐστιν; Ὀρθ. Μὴ γένοιτο! Ἀνόμ. Εἰ πάντα τὰ ἴδια τοῦ Πατρὸς, καὶ τοῦ Πνεύματός εἰσι καὶ τοῦ Υἱοῦ κοινὰ, ὀφείλει καὶ Πατὴρ εἶναι τὸ Πνεῦμα καὶ Υἱός. Ὀρθ. Οὐκ εἶπον· Τὰ ἴδια τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματός εἰσι κοινά· ἀλλὰ, Τὰ ἴδια τῆς οὐσίας τοῦ Θεοῦ, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός εἰσι κοινά· οἷον τὸ ἄφθαρτον, τὸ ἀθάνατον, τὸ ἀναλλοίωτον, τὸ ἀψευδὲς, καὶ ὅσα τοιαῦτα. Ἀνόμ. Ἄλλος οὖν ἐστιν ὁ Θεὸς, καὶ ἄλλος ὁ Πατήρ; Ὀρθ. Μὴ γένοιτο! ἀλλὰ τὸ, Θεὸς, την φύσιν δηλοῖ, τὸ δὲ Πατὴρ, τὴν σχέσιν
25. Anom. Whence is it, then, that the Spirit cannot turn? Orth. That which bestows immutability on others must of necessity be immutable by nature. Anom. Then there are indeed other immutable things also. For if the Spirit bestows immutability on others, those very things on which the Spirit bestows immutability are immutable. Orth. But some things are immutable by participation, and others by nature, just as fire by nature is burning, whereas water by juxtaposition of fire becomes burning. Thus the Spirit indeed is by nature immutable, while those who partake of Him are immutable by participation. Anom. Do you mean to say that the Spirit Himself also is Father? Orth. Far be it! Anom. If all the properties of the Father are also common to the Spirit and to the Son, the Spirit also ought to be Father and Son. Orth. I did not say: The properties of the Father are common to the Son and to the Spirit; but, The properties of the essence of God are common to the Father and to the Son and to the Holy Spirit; such as incorruptibility, immortality, unchangeableness, incapability of lying, and whatever things are such. Anom. Then is God one person, and the Father another? Orth. Far be it! rather, the name "God" declares the nature, whereas "Father" declares the relation
Notes, col. 1153

On the reading

Printed άμαρτῆσαι, for ἁμαρτῆσαι.

Printed την ἀτρεψίαν, for τὴν ἀτρεψίαν.

Printed την φύσιν, for τὴν φύσιν.

PG 28:1156Read from the page
τὴν πρὸς τὸν Υἱόν. Ὅσα οὖν ἴδιά εἰσι τῆς φύσεως, ταῦτα κοινὰ τῶν τῆς αὐτῆς οὐσίας ὑποστάσεων. Ἀμέλει καὶ τῆς μεγαλωσύνης τοῦ Θεοῦ οὐκ ἔστι πέρας, εἴρηται παρὰ τῷ προφήτῃ· τοῦτο δὲ ἄν τις εἴποι καὶ περὶ τοῦ Υἱοῦ, καὶ περὶ τοῦ Πνεύματος· οὔτε γὰρ τῆς μεγαλωσύνης τοῦ Υἱοῦ ἐστι πέρας, οὔτε τῆς μεγαλωσύνης τοῦ Πνεύματος. « Ποῦ » γὰρ « πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; » Τῶν δὲ κτισμάτων ἁπάντων καὶ πέρας ἐστὶ καὶ ποσότης. Δύναμαι γὰρ νοῆσαι τὸν Γαβριὴλ, ἔνθα οὐκ ἔστιν ὁ Ῥαφαήλ· Πατέρα δὲ καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, πανταχοῦ καὶ ἐν πᾶσι καὶ διὰ πάντων νοῶ
towards the Son. Whatever things, therefore, are proper to the nature, these are common to the hypostases of the same essence. Assuredly, even of the greatness of God there is no end, it has been said by the prophet; and this one might say also concerning the Son, and concerning the Spirit; for neither of the greatness of the Son is there an end, nor of the greatness of the Spirit. For "whither shall I go from Thy Spirit? and from Thy face whither shall I flee?" But of all creatures there is both a limit and a quantity. For I can conceive of Gabriel where Raphael is not; whereas the Father and the Son and the Holy Spirit I conceive of everywhere and in all things and through all things.
26. Ἀνόμ. Κἀγὼ λέγω, ὅτι πανταχοῦ καὶ ἐν πᾶσι καὶ διὰ πάντων ἐστὶ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Ὀρθ. Τοῦτο οὖν ἐστιν ὁμοούσιον, ὃ τὸν αὐτὸν ἐπιδέχεται λόγον τῆς οὐσίας. Ἀνόμ. Οὐ λέγεις οὖν μείζονα τὸν Πατέρα τοῦ Υἱοῦ; Ὀρθ. Ὡς Θεὸν Θεοῦ, οὔ· ὡς Πατέρα δὲ Υἱοῦ ἐνανθρωπήσαντος. Ἀμέλει οὐκ εἶπεν· Ὁ Θεὸς μείζων μου ἐστίν· ἀλλ', « Ὁ Πατὴρ μείζων μου ἐστίν. » Ἀνόμ. Τῇ θεότητι οὖν ἴσον λέγεις τὸν Υἱὸν τοῦ Πατρός; Ὀρθ. Καὶ πάνυ· καὶ γὰρ καὶ ὁ Ἀπόστολος λέγει· « Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. » Ἀνόμ. Ὃ οὖν αὐτὸς οὐχ ἥρπασε, σὺ διὰ τί δίδως αὐτῷ; Ὀρθ. Ὅτι οὐχ ἥρπασεν, ἀλλ' ἔχει τῇ φύσει· καὶ ἔχων τοῦτο, « ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. » Ποῖος γὰρ ἦν ἔπαινος τῷ μὴ ἔχοντι τὸ ἴσον, καὶ μὴ ἁρπάζοντι; Εἰ γὰρ τοῦτο ἔπαινος, ἐπαινεθήσεται ὁμοίως καὶ ὁ οὐρανὸς, καὶ ὁ Γαβριὴλ, καὶ ὁ Ῥαφαὴλ, καὶ ἕκαστος τῶν ἀγγέλων, καὶ ἕκαστος τῶν ἀρχαγγέλων, ὅτι μὴ ἥρπασαν τὸ εἶναι ἴσα Θεῷ.
26. Anom. I also say that everywhere and in all things and through all things is the Father and the Son and the Holy Spirit. Orth. This then is consubstantial, which admits the same principle of essence. Anom. Do you not then call the Father greater than the Son? Orth. As God than God, no; but as Father of the Son made man. Assuredly He did not say: God is greater than I; but, "The Father is greater than I." Anom. In deity then do you call the Son equal to the Father? Orth. Very much so; for indeed the Apostle also says: "Let this mind be in you, which was also in Christ Jesus: Who, existing in the form of God, counted it not a prize to be equal to God." Anom. What therefore He Himself did not seize, why do you give to Him? Orth. Because He did not seize it, but has it by nature; and having this, "He emptied Himself, taking the form of a servant." For what sort of praise would there be for one not having equality, and not seizing it? For if this is praise, heaven also will be praised likewise, and Gabriel, and Raphael, and each of the angels, and each of the archangels, because they did not seize being equal to God.
27. Ἀνόμ. Ἡμεῖς λέγομεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ὡς ἐπίσκοπον, καὶ πρεσβύτερον, καὶ διάκονον. Ὀρθ. Ἀλλ' ὥσπερ ἐπίσκοπος οὐκ ὢν, ἄνθρωπος δὲ ὢν, τὴν αὐτὴν ἔχει φύσιν τῷ ἐπισκόπῳ· ὁμοίως καὶ ὁ διάκονος, οὔτε πρεσβύτερος, οὔτε ἐπίσκοπος ὢν, τῆς αὐτῆς μέντοι ἐστὶ φύσεως· οὕτως οὖν λέγεις καὶ αὐτὸς τὸν Υἱὸν Πατέρα μὲν μὴ εἶναι, τῆς δὲ αὐτῆς φύσεως τῷ Πατρί· καὶ τὸ Πνεῦμα δὲ τοῦ Θεοῦ, Υἱὸν μὲν μὴ εἶναι μήτε Πατέρα, τῆς δὲ αὐτῆς εἶναι φύσεως τῷ Πατρί. Τί οὖν ἀπατᾷς τοὺς ἀκούοντας, μὴ εἰδὼς ἃ λέγεις, οὐ λέγεις δὲ τρεῖς φύσεις ἀνομοίους ὡς ἄγγελον, καὶ ἄνθρωπον, καὶ ἵππον; Ἀνόμ. Οὕτω λέγω· ἐὰν γὰρ τοῦτο μὴ εἴπω, ὁμοουσιαστὴς
27. Anom. We speak of the Father, and the Son, and the Holy Spirit, as bishop, and presbyter, and deacon. Orth. But just as one who is not a bishop, yet is a man, has the same nature as the bishop; likewise also the deacon, being neither presbyter nor bishop, is nevertheless of the same nature; so then you yourself also say that the Son is indeed not Father, yet is of the same nature as the Father; and that the Spirit of God is indeed not Son nor Father, yet is of the same nature as the Father. Why then do you deceive the hearers, not knowing what you say, and do not speak of three unlike natures, as angel, and man, and horse? Anom. Thus I say; for if I do not say this, a Homoousiast
PG 28:1157Read from the page
ἐγενόμην. Ὀρθ. Ἔγνως οὖν, ὅτι ὁ λέγων τὸν Πατέρα ὡς ἐπίσκοπον, καὶ τὸν Υἱὸν ὡς πρεσβύτερον, καὶ τὸ Πνεῦμα ὡς διάκονον, ὁμοούσιον λέγει. Οὕτω δὲ λέγων σαυτὸν Χριστιανὸν ἐνόμισας μέχρι τοῦ παρόντος. Εἰ δὲ τοῦτο ὁ λέγων οὐ κέκριταί σοι εἶναι Χριστιανὸς, σαυτὸν ἄρα κατέκρινας, καὶ ἐκ τοῦ στόματός σου ἐκρίθης μὴ ὢν Χριστιανός. Ἀνόμ. Ὁ λέγων οὖν ὁμοούσιον Χριστιανὸς οὐκ ἔστιν; Ὀρθ. Ὁ λέγων ὁμοούσιον Χριστιανός ἐστιν· ὁ δὲ νομίζων μὴ εἶναι Χριστιανὸν τὸν λέγοντα ὁμοούσιον, καὶ αὐτὸς λέγων, εὑρεθήσεται ἑαυτὸν κατακρίνων, ὡς ὁ κακὸς δοῦλος ἐκεῖνος, ὁ ἐκ τοῦ ἰδίου στόματος κατακεκριμένος. Ἀνόμ. Πῶς γὰρ αὐτὸ λέγων εὑρέθην; Ὀρθ. Εἶπας ὅτι, Ἡμεῖς λέγομεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ὡς ἐπίσκοπον, πρεσβύτερον, καὶ διάκονον. Ἀνόμ. Ὁμολογῶ εἰρηκέναι, ὡς ἐπίσκοπον, πρεσβύτερον, καὶ διάκονον. Ὀρθ. Ἀλλ' ἐπίσκοπος, πρεσβύτερος, καὶ διάκονος ὁμοούσιοί εἰσιν· ὁμοούσιον ἄρα Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὡμολόγηκας. Ἀνόμ. Θέλεις οὖν εἰπεῖν, ὅτι, ὥσπερ κονδῖτος οἶνος κερασθεὶς, οὕτως ἐστὶ Πατὴρ, Υἱὸς, καὶ ἅγιον Πνεῦμα; Ὀρθ. Οὐδὲ οἶδας, ὅτι σὺ τοῦτο λέγεις; Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι ἄλλην φύσιν λέγεις τοῦ Πατρὸς, καὶ ἄλλην τοῦ Υἱοῦ, καὶ ἄλλην τοῦ ἁγίου Πνεύματος, ὡς οἴνου καὶ μέλιτος καὶ πεπέρεως. Ἡμεῖς δὲ λέγομεν· Ἐὰν ᾖ ὁ Πατὴρ οἶνος εὐφραίνων καρδίαν, καὶ ὁ Υἱὸς οἶνος εὐφραίνων καρδίαν, καὶ τὸ Πνεῦμα οἶνος εὐφραίνων καρδίαν ἐστὶν, ᾗ ὁ Πατὴρ ὑπὲρ μέλι καὶ κηρίον. Ὑμεῖς ἄρα καὶ οὐχ ἡμεῖς, κονδίτῳ παρεβάλλετε τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, οἱ ἀνομοίους τὰς φύσεις εἰσηγούμενοι.
I have become. Orth. You have recognized, therefore, that he who speaks of the Father as bishop, and the Son as presbyter, and the Spirit as deacon, speaks of them as consubstantial. And speaking thus you supposed yourself to be a Christian until the present. But if he who says this has not been judged by you to be a Christian, you have consequently condemned yourself, and out of your own mouth you have been judged not to be a Christian. Anom. Is he who says "consubstantial," then, not a Christian? Orth. He who says "consubstantial" is a Christian; whereas he who supposes that he who says "consubstantial" is not a Christian, while saying it himself, will be found condemning himself, like that wicked servant who was condemned out of his own mouth. Anom. Why, how was I found saying it? Orth. You said: We speak of the Father, and the Son, and the Holy Spirit, as bishop, presbyter, and deacon. Anom. I confess that I have said, as bishop, presbyter, and deacon. Orth. Yet bishop, presbyter, and deacon are consubstantial; consequently you have confessed the Father, and the Son, and the Holy Spirit to be consubstantial. Anom. Do you mean to say, then, that just like spiced wine mixed together, so is the Father, the Son, and the Holy Spirit? Orth. Do you not even know that it is you who say this? Anom. How? Orth. Because you speak of one nature of the Father, and another of the Son, and another of the Holy Spirit, as of wine and honey and pepper. But we say: If the Father is wine gladdening the heart, both the Son is wine gladdening the heart, and the Spirit is wine gladdening the heart, in the way in which the Father is above honey and the honeycomb. It is you, consequently, and not we, who compared the Father and the Son and the Holy Spirit to spiced wine, you who introduce unlike natures.
ΑΝΟΜΟΙΟΣ.
Anomoean.
1. Πᾶσι τοῖς νοῦν ἔχουσιν ὁμολογούμενόν ἐστιν, ὅτι τὸ ἔκ τινος ὂν μεταγενέστερόν ἐστι τοῦ ἐξ οὗ ἐστιν, ὡς ἐξ αἰτίου. Ὀρθόδοξος. Οὐ πάντῳς. Ἀνόμ. Σὺ οὐκ εἶ ἐκ τοῦ πατρός σου, καὶ μετὰ τὸν πατέρα
1. By all who have understanding it is acknowledged that what is from something is later in origin than that from which it is, as from a cause. Orthodox. Not by all means. Anom. Are you not from your father, and after your father
Notes, col. 1157

On the reading

Printed πάντῳς, for πάντως.