Migne Reading Room

PG 28 · cols. 265–276 · Read from the page

On Virginity, or On the Ascetic Life

On Virginity, or On the Ascetic Life

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:265Read from the page
δῷς τόπον τοῖς ἀνθρώποις λέγειν, ὅτι ἐκ τῆς ἀσκήσεως αὐτῆς συνέβη αὐτῇ ἡ κάκωσις. Ἀλλὰ πρὶν ἤ τινα εἰπεῖν σοι, σὺ σεαυτῆς φρόντιζον, ἕως ἂν ταχὺ ἀναστῇς, καὶ πάλιν τὸν κανόνα σου ἑλκύσῃς. Ὅλον τὸν χρόνον τῆς ζωῆς σου ἐν νηστείαις, καὶ προσευχαῖς, καὶ ἐλεημοσύναις διατέλει. Μακάριος ὁ ἀκούων ταῦτα καὶ ποιῶν αὐτά. Νυκτὸς καὶ ἡμέρας μὴ ἀποστήτω ὁ λόγος τοῦ Θεοῦ ἐκ τοῦ στόματός σου. Ἤτω δὲ τὸ ἔργον σου διὰ παντὸς μελέτη τῶν θείων Γραφῶν. Ψαλτήριον ἔχε, καὶ τοὺς ψαλμοὺς μάνθανε. Ἀνατέλλων ὁ ἥλιος βλεπέτω τὸ βιβλίον ἐν ταῖς χερσί σου, καὶ μετὰ τρίτην ὥραν συνάξεις ἐπιτέλει, ὅτι ταύτῃ τῇ ὥρᾳ ἐπάγη τὸ ξύλον τοῦ σταυροῦ. Ἕκτῃ ὥρᾳ ὁμοίως ἐπιτέλει σου τὰς προσευχάς· μετὰ ψαλμῶν, καὶ κλαυθμοῦ, καὶ δεήσεως· ὅτι αὐτῇ τῇ ὥρᾳ ἐκρεμάσθη ὁ Υἱὸς τοῦ Θεοῦ ἐπὶ τοῦ σταυροῦ. Ἐνάτῃ ὥρᾳ πάλιν ἐν ὕμνοις καὶ δοξολογίαις, μετὰ δακρύων ἐξομολογουμένη τὰ παραπτώματά σου, τὸν Θεὸν ἱκέτευε, ὅτι ἐν αὐτῇ τῇ ὥρᾳ ὁ Κύριος κρεμάμενος ἐπὶ σταυροῦ ἀπέδωκε τὸ πνεῦμα. Καὶ μετὰ τὴν σύναξιν τῆς ἐνάτης ἔσθιε τὸν ἄρτον σου, εὐχαριστήσασα τῷ Θεῷ ἐπὶ τῆς τραπέζης σου οὕτως· Εὐλογητὸς ὁ Θεὸς, ὁ ἐλεῶν καὶ τρέφων ἡμᾶς ἐκ νεότητος ἡμῶν, « ὁ διδοὺς τροφὴν πάσῃ σαρκί· » πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ-
you give occasion to men to say that out of her asceticism this illness happened to her. But before anyone speaks to you, take thought for yourself, until you quickly rise up, and again draw along your rule. All the time of your life continue in fastings, and prayers, and almsgivings. Blessed is he who hears these things and does them. By night and by day let not the word of God depart from your mouth. And let your work continually be the meditation of the divine Scriptures. Have a Psalter, and learn the psalms. Let the rising sun see the book in your hands, and after the third hour perform the services of prayer, because at this hour the wood of the cross was fixed. At the sixth hour likewise perform your prayers with psalms, and weeping, and supplication, because at that very hour the Son of God was hung upon the cross. At the ninth hour again, in hymns and doxologies, confessing your transgressions with tears, entreat God, because at that very hour the Lord, hanging upon a cross, yielded up His spirit. And after the service of the ninth hour eat your bread, having given thanks to God at your table thus: Blessed is God, Who has mercy on us and nourishes us from our youth, "Who gives food to all flesh;" fill our hearts with joy and gladness, that always having all sufficiency we may abound unto every good work, in Christ Jesus our Lord-
13. Καὶ ὅταν καθεσθῇς ἐπὶ τῆς τραπέζης, καὶ ἔρχῃ κλᾶσαι τὸν ἄρτον, σφραγίσασα αὐτὸν τρίτον τὸ σημεῖον τοῦ σταυροῦ, οὕτως εὐχαριστοῦσα λέγε· Εὐχαριστοῦμέν σοι, Πάτερ ἡμῶν, ὑπὲρ τῆς ἁγίας ἀναστάσεώς σου· διὰ γὰρ Ἰησοῦ τοῦ Παιδός σου ἐγνώρισας ἡμῖν αὐτήν· καὶ καθὼς ὁ ἄρτος οὗτος διεσκορπισμένος ὑπῆρχεν ὁ ἐπάνω ταύτης τῆς τραπέζης, καὶ συναχθεὶς ἐγένετο ἕν· οὕτως ἐπισυναχθήτω σου ἡ Ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν βασιλείαν σου, ὅτι σου ἐστὶν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Καὶ ταύτην μὲν τὴν εὐχὴν ἐν τῷ κλᾷν τὸν ἄρτον, καὶ θέλειν ἐσθίειν, ὀφείλεις λέγειν·
13. And whenever you sit down at the table, and come to break the bread, having sealed it thrice with the sign of the cross, giving thanks thus, say: We give thanks to Thee, our Father, for Thy holy resurrection, for through Jesus Thy Child Thou hast made it known to us; and just as this bread which is upon this table was scattered abroad, and having been gathered together became one, so let Thy Church be gathered together from the ends of the earth into Thy kingdom, because Thine is the power and the glory unto the ages of the ages, amen. And this prayer indeed, in breaking the bread and intending to eat, you ought to say;
PG 28:268Read from the page
ἐν δὲ τῷ θεῖναι τοῦτον ἐν τῇ τραπέζῃ, καὶ καθεσθῆναι βούλει. τὸ, « Ηάτερ ἡμῶν, » λέγε ὁλόκληρον· τὴν δὲ προγεγραμμένην εὐχὴν, τὸ, « Εὐλογητὸς ο Θεὸς, » ἀριστήσαντες καὶ ἐγειρόμενοι ἐκ τῆς τραπέζης λέγομεν. Ἐὰν δὲ συμπαρῶσι μετὰ σοῦ δύο παρθένοι ἢ τρεῖς, εὐχαριστείτωσαν ἐπὶ τὸν προκείμενον ἄρτον, καὶ συνευχέσθωσαν. Ἐὰν δὲ εὑρεθῇ κατηχουμένη ἐν τῇ τραπέζῃ, μὴ συνευχέσθω μετὰ τῶν πιστῶν, οὐδὲ μὴ καθίσῃς φαγεῖν τὸν ψωμόν σου μετ' αὐτῆς, οὐδὲ πάλιν καθίσεις φαγεῖν τὸν ψωμόν σου μετὰ γυναικῶν ἀμελεστέρων καὶ γελοιαστριῶν ἄνευ ἀνάγκης· σὺ γὰρ ἁγία εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὸ βρῶμά σου καὶ τὸ πόμα σου ἡγιασμένον ἐστί· διὰ γὰρ των προσευχῶν καὶ τῶν ἁγίων ῥημάτων ἁγιάζεται. Παρθένοι εὐλαβεῖς καὶ θεοσεβεῖς συμφάγωνταί σοι· οὐ συνδειπνήσεις μετὰ γυναικῶν ὑπερηφάνων, οὐδ' οὐ μὴ κτήσῃ φίλην γυναῖκα ἀλαζόνα. Λέγει γὰρ ἡ θεία Γραφή· « Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ. » Καθεζομένης πλουσίας
and in placing it on the table, when you wish to sit down, say the "Our Father" in full; and the aforesaid prayer, the "Blessed is God," we say when we have lunched and rise from the table. And if two or three virgins are present with you, let them give thanks over the bread set forth, and join in prayer. But if a catechumen be found at the table, let her not pray together with the faithful, nor shall you sit down to eat your morsel with her, nor again shall you sit down to eat your morsel with careless and jesting women without necessity; for you are holy unto the Lord your God, and your food and your drink have been sanctified, for through the prayers and the holy words it is sanctified. Let devout and God-fearing virgins eat with you; you shall not dine together with proud women, nor shall you by any means acquire a boastful woman as a friend. For the divine Scripture says: "He who touches pitch shall be defiled, and he who associates with a proud man shall be made like unto him." When a rich woman sits
14. Μακαρία ψυχὴ ἡ φυλάσσουσα ταῦτα. Οὐκ ἀγαθὸν νεωτέραν συναναστρέφεσθαι μετὰ νεωτέρας· εἰ δὲ μή γε, οὐδὲν καλὸν πράττουσι· μία γὰρ τῆς μιᾶς παρακούει, καὶ μία τῆς μιᾶς καταφρονεῖ. Ἀλλὰ νεωτέραν ὑπὸ πρεσβύτιδα εἶναι ἀγαθόν. Ἡ γὰρ πρεσβύτις οὐ συγκαταβαίνει τοῖς θελήμασι τῆς νεωτέρας. Οὐαὶ παρθένῳ τῇ μὴ οὔσῃ ὑπὸ κανόνα· ἔστι γὰρ ὡς πλοῖον τὸν κυβερνῶντα μὴ ἔχον. Κεκλασμένων γὰρ τῶν αὐχένων, μὴ ἔχον τὸν ὁδηγὸν, ῥίπτεται ὑπὸ τῶν κυμάτων τῇδε κἀκεῖσε, ἕως προσκρούσει πρὸς πέτραν, καὶ εὐθὺς ἀπόλλυται. Οὕτως ἐστὶ πᾶσα παρθένος μὴ ἔχουσα ὃν φοβεῖται. Μακαρία παρθένος ἡ οὖσα ὑπὸ κανόνα· ἔσται γὰρ ὡς ἄμπελος ἐν παραδείσῳ καρποφόρος· καὶ ἐλθὼν ὁ γεωργὸς αὐτῆς, διακαθαίρει τὰ κλήματα αὐτῆς καὶ ποτίζει, καὶ κνίζει τὰς σαπρὰς βοτάνας τὰς κύκλῳ αὐτῆς. Ἐκείνη δὲ, ἔχουσα τὸν πονοῦντα, ἀποδίδωσι τίμιον τὸν καρπὸν αὐτῆς ἐν καιρῷ εὐθέτῳ. Φύλασσε δὲ, καὶ ποίει καὶ τὰς δοξολογίας τὰς ἐπὶ τῆς τραπέζης, καὶ ἔσται σοι τὸ βρῶμα καὶ τὸ πόμα ἡγιασμένον. Ὅταν οὖν ἀναστῇς ἀπὸ τῆς τραπέζης, πάλιν εὐχαριστοῦσα λέγε ἐπὶ τρίς· « Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Δόξα Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εις τοὺς αἰῶνας. » Καὶ μετὰ τὴν δοξολογίαν πάλιν τὴν εὐχὴν πλήρωσον, λέγουσα οὕτως· Ὁ Θεὸς ὁ παντοκράτωρ, καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, εὐχα-
14. Blessed is the soul that keeps these things. It is not good for a younger woman to associate with a younger woman; otherwise, they do nothing good, for the one disobeys the one, and the one despises the one. But for a younger woman to be under an elder woman is good. For the elder woman does not yield to the desires of the younger. Woe to a virgin who is not under a rule; for she is like a ship not having a helmsman. For when the rudders are broken, not having the pilot, it is tossed by the waves hither and thither, until it strikes against a rock, and straightway perishes. So is every virgin not having one whom she fears. Blessed is a virgin who is under a rule; for she shall be like a fruitful vine in a garden, and when her husbandman comes, he prunes her branches thoroughly and waters her, and plucks out the rotten weeds round about her. And she, having him who labours over her, yields her precious fruit in due season. Keep, therefore, and perform also the doxologies at the table, and your food and your drink shall be sanctified for you. Whenever therefore you rise up from the table, giving thanks again, say thrice: "Merciful and compassionate is the Lord; He has given food to those who fear Him. Glory to the Father, and to the Son, and to the Holy Spirit, both now and always and unto the ages." And after the doxology again complete the prayer, saying thus: God Almighty, and our Lord Jesus Christ, the Name that is above every name, we give thanks-
Notes, col. 268

On the reading

Printed Ηάτερ, for Πάτερ.

Printed Εὐλογητὸς ο, for Εὐλογητὸς ὁ.

Printed των προσευχῶν, for τῶν προσευχῶν.

Printed εις τοὺς, for εἰς τοὺς.

PG 28:269Read from the page
ριστοῦμεν καὶ αινοῦμέν σε, ὅτι κατηξίωσας ἡμῖν μεταλαβεῖν τῶν ἀγαθῶν τῶν σῶν, τῶν σαρκικῶν τροφῶν. Δεόμεθα καὶ παρακαλοῦμέν σε, Κύριε, ἵνα καὶ τὰς ἐπουρανίους τροφὰς ἡμῖν δωρήσῃ. Καὶ δὸς ἡμῖν τρέμειν καὶ φοβεῖσθαι τὸ φρικτὸν καὶ ἔντιμον ὄνομά σου, καὶ μὴ παρακούειν τῶν ἐντολῶν σου· τὸν νόμον σου, καὶ τὰ δικαιώματά σου ἐγκατάθου ἐν ταῖς καρδίαις ἡμῶν· ἁγίασον δὲ ἡμῶν τὸ πνεῦμα, καὶ
and praise Thee, because Thou hast counted us worthy to partake of Thy good things, the carnal foods. We beseech and entreat Thee, O Lord, that Thou mayest grant unto us also the heavenly foods. And grant unto us to tremble at and to fear Thy dread and honourable Name, and not to disobey Thy commandments; set Thy law and Thy statutes within our hearts; and sanctify our spirit, and
15. Εἰσὶ γὰρ πλείονες τῶν κοσμικῶν, οἵτινές εἰσιν ἀνόητοι, καὶ ὡς τὰ ἄλογα ζῶα τρεφόμενοι. Ἀνιστάμενοι πρωΐ καὶ ζητοῦντες τίνα πλεονεκτήσουσι, τίνα καταδυναστεύσουσιν, ἵνα ἐμπλήσωσιν τὴν αἰσχρὰν αὐτῶν γαστέρα. Οὗτοι οὐκ οἴδασι τὸν Θεὸν δοξάζειν ἐπὶ τῆς τραπέζης. Ἐπὶ τούτων εἶπεν ὁ θεσπέσιος Παῦλος· « Οὗτοί εἰσιν οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ· ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αισχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. » Οὗτοι χείρονες καὶ τῶν θηρίων καὶ τῶν κτηνῶν εἰσι· τὰ γὰρ κτήνη καὶ τὰ θηρία οἴδασι τὸν ποιήσαντα αὐτοὺς Θεὸν, καὶ εὐλογοῦσιν αὐτόν· οἱ δὲ ἄνθρωποι, οἱ ἀπὸ τῶν χειρῶν αὐτοῦ πλασθέντες, καὶ εικόνα αὐτοῦ φοροῦντες, οὐκ οἴδασι τὸν ποιήσαντα αὐτούς· ἀλλ' ὁμολογοῦσιν αὐτὸν μὲν ἐν τῷ στόματι αὐτῶν, τοῖς δὲ ἔργοις ἀρνοῦνται αὐτόν· « Σὺ πιστεύεις, ὅτι ἔστι Θεὸς, καλῶς ποιεῖς, καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίττουσιν· ἀλλ' ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι. » Τί γὰρ ὠφελεῖται ἄνθρωπος ὁμολογῶν, ὅτι ἔνι Θεὸς, τοῖς δὲ ἔργοις αὐτοῦ τοῖς πονηροῖς ἀρνεῖται αὐτόν ; Πῶς ὁμολογεῖ δεσπότην ἔχειν, μὴ δουλεύων αὐτῷ ; διὰ τοῦτο γὰρ ἀκούει τοῦ Κυρίου αὐτοῦ. Καὶ οἱ δοῦλοι οἴδασι τοὺς ἀγοράσαντας αὐτοὺς, καὶ τιμῶσιν αὐτοὺς, καὶ ἡμεῖς ὀφείλομεν τιμᾷν αὐτὸν, οὐ λόνῳ μόνον, ἀλλὰ καὶ ἔργῳ. Αὐτὸς γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ Εὐαγγελίῳ ἐμαρτύρησε λέγων· « Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, εισελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς· » καὶ πάλιν· « Οὐ μὴ λήψῃ τὸ ὄνομα Κυρίου Θεοῦ σου ἐπὶ ματαίῳ. » Καὶ πάλιν προσέταξεν ἡμῖν λέγων· « Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. » Θέλεις δὲ γνῶναι, ὅτι τὰ θηρία καὶ τὰ κτήνη οἴδασι τὸν Θεὸν, καὶ εὐλογοῦσιν αὐτόν ; ἄκουε τοῦ ἁγίου Πνεύματος προστάττοντος αὐτοῖς ἐν ὕμνοις· « Εὐλογεῖτε, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον. » Εἰ μὴ ηὐλόγουν, οὐκ ἂν αὐτοῖς προσέταττεν.
15. For there are many of the worldly who are senseless, and nourished like the irrational beasts, rising early in the morning and seeking whom they may defraud, whom they may oppress, in order that they may fill their shameful belly. These do not know how to glorify God at the table. Concerning these the divinely inspired Paul said: "These are the enemies of the cross of Christ, whose end is destruction, whose God is the belly, and whose glory is in their shame, who mind earthly things. But our citizenship is in the heavens." These are worse even than the wild beasts and the cattle; for the cattle and the wild beasts know God Who made them, and bless Him; whereas men, who were fashioned by His hands, and bear His image, do not know Him Who made them; but they confess Him indeed in their mouth, while by their works they deny Him: "You believe that there is a God; you do well; even the demons believe, and shudder; but faith apart from works is dead." For what is a man profited who confesses that there is a God, yet by his evil works denies Him? How does he confess that he has a master, when he does not serve him? For on this account he hears from his Lord. Even slaves know those who bought them, and honour them, and we ought to honour Him, not in word only, but also in work. For our Lord Jesus Christ Himself testified in the Gospel, saying: "Not everyone who says to Me, Lord, shall enter into the kingdom of the heavens, but he who does the will of My Father Who is in the heavens;" and again: "You shall not take the Name of the Lord your God in vain." And again He commanded us, saying: "Let everyone who names the Name of the Lord depart from unrighteousness." And do you wish to know that the wild beasts and the cattle know God, and bless Him? Hear the Holy Spirit commanding them in hymns: "Bless the Lord, O wild beasts and all cattle." If they did not bless, He would not have commanded them.
16. Καὶ σὺ οὖν, δούλη τοῦ Θεοῦ, εἴτε ἐγείρῃ, εἴτε καθέζῃ, εἴτε ἔργον τι ποιῇς, εἴτε ἐσθίῃς, εἴτε ἐπὶ τῆς κοί-
16. And you therefore, handmaid of God, whether you rise up, or sit down, or do any work, or eat, or upon your bed-
Notes, col. 269

On the reading

Printed αινοῦμέν, for αἰνοῦμέν.

Printed αισχύνῃ, for αἰσχύνῃ.

Printed εικόνα, for εἰκόνα.

Printed λόνῳ, for λόγῳ.

Printed εισελεύσεται, for εἰσελεύσεται.

PG 28:272Read from the page
της σου ἔρχῃ πρὸς ὕπνον, εἴτε ἀνισταμένη, μὴ ἀποστήτω ὁ ὕμνος τοῦ Θεοῦ ἀπὸ τῶν χειλέων σου. Μακάρια τὰ ὦτα τὰ δεχόμενα τοὺς λόγους τούτους. Ἐὰν δὲ εἰσέλθῃς τῇ δωδεκάτῃ ὥρᾳ, μειζοτέραν καὶ πυκνοτέραν ἐπιτελέσεις τὴν σύναξιν μετὰ τῶν ὁμοψύχων σου παρθένων. Ἐὰν δὲ μὴ ἔχῃς ὁμόψυχον, μόνη ἐπιτέλει, τοῦ Θεοῦ συνόντος καὶ ἀκούοντος. Καλὸν τὸ ἐκχέειν δάκρυον ἐνώπιον τοῦ Θεοῦ. Μνημόνευε τὴν δωδεκάτην ὥραν, ὅτι ἐν αὐτῇ καταβέβηκεν ὁ Κύριος ἡμῶν εἰς τὸν ᾅδην· καὶ ἰδὼν αὐτὸν ὁ ᾅδης ἔφριξε, καὶ ἐξέστη λέγων· Τίς ἐστιν οὗτος, ὁ ἐν ἐξουσίᾳ καὶ μεγάλῃ δυνάμει κατελθών ; Τίς οὗτος, ὁ τὰς πύλας τοῦ ᾅδου τὰς χαλκᾶς συντρίβων, καὶ τοὺς μοχλοὺς τοὺς ἀδαμαντίνους συνθλάσας ; Τίς οὗτος, ὁ ἐξ οὐρανῶν κατελθὼν καὶ σταυρωθεὶς, καὶ ὑπ' ἐμοῦ τοῦ θανάτου μὴ κρατούμενος ; Τίς οὗτος, ὁ λύων τὰ δεσμὰ τῶν ὑπ' ἐμοῦ κρατουμένων ; Τίς οὗτος, ὁ τῷ ἰδίῳ θανάτῳ ἐμὲ τὸν θάνατον καταλύων ;
come to sleep, or rising up, let not the hymn of God depart from your lips. Blessed are the ears that receive these words. And if you enter in at the twelfth hour, you shall perform a greater and more earnest service of prayer with your like-minded virgins. And if you do not have a like-minded companion, perform it alone, with God being present and hearing. It is good to pour forth a tear before God. Remember the twelfth hour, that at it our Lord descended into Hades; and seeing Him, Hades shuddered, and was amazed, saying: Who is this, Who has come down in authority and great power? Who is this, Who shatters the brazen gates of Hades, and has crushed the adamantine bars? Who is this, Who has come down from the heavens and was crucified, and is not held fast by me, Death? Who is this, Who looses the bonds of those held fast by me? Who is this, Who by His own death destroys me, Death?
17. Διὰ τοῦτο ὀφείλομεν ἑαυτοῖς προσέχειν ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ ἐν δάκρυσιν ἐν νυκτὶ παρακαλεῖν τὸν Κύριον. Μεγάλη γὰρ ἀρετή ἐστι τὸ δάκρυον, καὶ μέγα κατόρθωμα, καὶ μεγάλαι ἁμαρτίαι καὶ ἀνομίαι διὰ δακρύων ἀπαλείφονται. Μαρτυρεῖ δέ μοι τὸ ἅγιον Εὐαγγέλιον. Ὅτε γὰρ ὁ Σωτὴρ παρεδόθη τοῖς Ἰουδαίοις, ὁ Πέτρος μεθ' ὅρκου τρίτον αὐτὸν ἠρνήσατο, πρὶν ἀλέκτορα φωνῆσαι. Ὁ δὲ Κύριος στραφεὶς ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ· « Πρὶν ἀλέκτορα φωνῆσαι, ἀπαρνήσῃ με τρίς· καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς. » Ὁρᾷς τὸ φάρμακον τῶν δακρύων· ἐθεάσω οἵαν ἀνομίαν ἐξήλειψε. Τί γὰρ χεῖρον τοῦ κακοῦ τούτου, ὅτι τρίτον μεθ' ὅρκου τὸν ἑαυτοῦ δεσπότην ἠρνήσατο ; καὶ τὴν τηλικαύτην ἀνομίαν διὰ δακρύων ἐξήλειψεν. Ὁρᾷς ἡλίκην δύναμιν ἔχουσι τὰ δάκρυα· ἐκεῖνα γὰρ ἐγράφη εἰς τὴν ἡμετέραν νουθεσίαν, ἵνα ἡμεῖς ἐκείνοις ἐπακολουθήσαντες, ζωὴν αἰώνιον κληρονομήσωμεν. Οὐχ οἱ πολλοὶ ἔχουσι τὸ χάρισμα τῶν δακρύων, ἀλλ' ὅσοι τὸν νοῦν ἔχουσιν ἄνω, ὅσοι τῶν γηΐνων ἐπιλανθάνονται, ὅσοι τῆς σαρκὸς πρόνοιαν οὐ ποιοῦσιν, οἵτινες οὐκ ἐπίστανται ὅλως, εἰ εἴη κόσμος, οἵτινες ἐνέκρωσαν τὰ μέλη, τὰ ἐπὶ τῆς γῆς· τούτοις μόνοις δίδοται πένθος δακρύων. Καθαρὸν γὰρ ἔχοντες τὸν νοῦν, καὶ ὀξύδορκον τὸ βλέμμα τῆς διανοίας, ἔτι ὄντες ἐπὶ τῆς γῆς, βλέπουσι τὰς κολάσεις τὰς ἐν τῷ ᾅδῃ, καὶ τὰς βασάνους τὰς αἰωνίους, ἐν αἷς οἱ ἁμαρτωλοὶ κολάζονται, καὶ τὸ πῦρ τὸ αἰώνιον, καὶ τὸ σκότος τὸ ἐξώτερον, καὶ τὸν κλαυθμὸν, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων. Βλέπουσι δὲ καὶ τὰ ἐπουράνια χαρίσματα, ἃ ἐχαρίσατο ὁ Θεὸς τοῖς ἁγίοις, καὶ τὰς δόξας, καὶ τοὺς στεφάνους, καὶ τὰς στολὰς τὰς ἁγίας, καὶ τὰ βασιλικὰ ἐνδύματα, καὶ τὰ φωτεινὰ ταμιεῖα, καὶ τὰς τρυφὰς τὰς ἀνεκδιηγήτους, καὶ τὴν ζωὴν τὴν αἰώνιον. Καὶ τί ἔτι οὐ λέγω ; Καὶ τὸ
17. On this account we ought to give heed to ourselves at that hour, and in tears by night entreat the Lord. For a tear is a great virtue, and a great right deed, and great sins and iniquities are wiped away through tears. And the holy Gospel bears witness to me. For when the Saviour was delivered up to the Jews, Peter thrice denied Him with an oath, before the cock crowed. And the Lord turned and looked upon Peter, and Peter remembered the word of the Lord, how He said to him: "Before the cock crows, you will deny Me thrice; and having gone out, he wept bitterly." You see the medicine of tears; you have beheld what sort of iniquity it wiped away. For what is worse than this evil, that thrice with an oath he denied his own Master? And so great an iniquity he wiped away through tears. You see how great a power tears have; for those things were written for our admonition, that we, having followed them, might inherit eternal life. Not many have the gift of tears, but as many as have their mind above, as many as forget earthly things, as many as make no provision for the flesh, who do not know at all whether there be a world, who have put to death their members that are upon the earth: to these alone is given the mourning of tears. For having a pure mind, and the gaze of their understanding keen-sighted, while still being upon the earth, they see the punishments in Hades, and the eternal torments, in which sinners are punished, and the eternal fire, and the outer darkness, and the weeping, and the gnashing of teeth. And they see also the heavenly gifts which God has graciously bestowed upon the saints, and the glories, and the crowns, and the holy robes, and the royal garments, and the bright chambers, and the unutterable delights, and the eternal life. And what more do I not say? Even the
PG 28:273Read from the page
μεῖζον πάντων θαῦμα, ὅτι ὁ ἔχων καθαρὸν τὸν νοῦν καὶ αὐτὸν τὸν Θεὸν ἐν τοῖς ἔνδον ὀφθαλμοῖς καθορᾷ. Πῶς οὖν οὐ θέλει κλαῦσαι καὶ πενθῆσαι, ὁ ταῦτα βλέπων ; Κλαίει μὲν γὰρ καὶ ὀδύρεται, ὅπως ῥυσθῇ
greatest wonder of all, that he who has a pure mind beholds even God Himself with the inner eyes. How then does he who sees these things not wish to weep and to mourn? For he weeps indeed and laments, in order that he may be delivered
18. Διὰ τοῦτο ἐμίσησαν οἱ ἅγιοι τὸν κόσμον τοῦτον, εἰδότες ὁποῖα ἀγαθὰ μέλλουσι κληρονομῆσαι. Ὥστε οὖν ὁ ἔχων ἀνάπαυσιν ἐν τῷ κόσμῳ τούτῳ τὴν αἰώνιον ἀνάπαυσιν μὴ ἐλπιζέτω λαβεῖν. Ἡ βασιλεία γὰρ τῶν οὐρανῶν οὐκ ἔστι τῶν ἀναπαυομένων ἐνθάδε, ἀλλ' ἐκείνων ἐστὶ τῶν ἐν θλίψει πολλῇ καὶ στενοχωρίᾳ διαξάντων τὸν βίον τοῦτον. Οὐ γὰρ ἔλαβον αὐτὴν δωρεὰν οἱ λαβόντες, ἀλλὰ μετὰ μεγάλων μόχθων καὶ γενναίων ἱδρώτων αὐτὴν ἐκτήσαντο οἱ καταξιωθέντες. Οὐ μέλει αὐτοῖς, ὅσον ἐὰν κοπιάσωσιν ὧδε. Εἰσελθόντες γὰρ ἐκεῖ, ἐπιλανθάνονται τῶν πόνων καὶ τῶν ὀδυνῶν, ὅσα ἔπαθον ἐν τῷ ματαίῳ κόσμῳ τούτῳ, ἀπὸ τῆς πολλῆς καὶ ἀνεκδιηγήτου ἀναπαύσεως τῆς δεδομένης αὐτοῖς. Τί λέγεις, ἄνθρωπε ; Ἰδοὺ δύο ὁδοὶ παρετέθησαν ἐνώπιόν σου, ἡ ζωὴ καὶ ὁ θάνατος· ὅπου ἐὰν θέλῃς πορεύου. Καὶ ιδοὺ πῦρ καὶ ὕδωρ· ὅπου ἐὰν θέλῃς ἔκτεινον τὴν χεῖρά σου· ἐπὶ σοί ἐστιν, ἐὰν θέλῃς κτήσασθαι τὴν ζωήν, καὶ ἐπὶ σοί ἐστιν, ἐὰν θέλῃς κτήσασθαι τὸν θάνατον. Ὁ οὖν θάνατός ἐστιν ὁ κόσμος· ἡ δὲ ζωή ἐστιν ἡ δικαιοσύνη· μακρὰν οὖν ὁ κόσμος ἀπὸ τῆς δικαιοσύνης, καθ' ὅσον ὁ θάνατος ἀπὸ τῆς ζωῆς. Ἐὰν οὖν πορεύῃ ἐν τῷ κόσμῳ, ἐν τῷ θανάτῳ πορεύῃ καὶ ἐκτὸς τοῦ Θεοῦ γίνῃ, κατὰ τὴν θείαν Γραφήν. Ἐὰν δὲ ἐν τῇ δικαιοσύνῃ πορεύῃ, ἐν τῇ ζωῇ πεπόρευσαι, καὶ οὐ μὴ ἅψηταί σου θάνατος. Οὐκ ἔστι γὰρ παρὰ τοῖς δικαίοις θάνατος, ἀλλὰ μετάθεσις. Μετατίθεται γὰρ ὁ δίκαιος ἀνὴρ ἐκ τοῦ κόσμου τούτου εις τὴν αἰώνιον ἀνάπαυσιν· καὶ ὥσπερ τις ἀπὸ φυλακῆς ἐξέλθοι, οὕτω καὶ οἱ ἅγιοι ἐξέρχονται ἀπὸ τοῦ μοχθηροῦ βίου τούτου εἰς τὰ ἀγαθὰ τὰ ἡτοιμασμένα αὐτοῖς· « Ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. » Οι δὲ ἁμαρτωλοὶ καὶ ὧδε κακῶς μοχθοῦσι, καὶ ἐκεῖ πάλιν τὸ πῦρ αὐτοὺς ἀναμένει. Καὶ τοὺς τοιούτους διπλῶς δεῖ κλαῦσαι, ὅτι καὶ ὧδε ἐν στενοχωρίᾳ εἰσὶ, καὶ ἐκεῖ τὴν εὐρυχωρίαν οὐκ ἀπολαμβάνουσι. Διὰ τοῦτο εἴρηκεν ἡ θεία Γραφή· « Ὅπου ἐὰν στραφῇ ὁ ἀσεβὴς, ἀφανίζεται. » Στενὰ γὰρ αὐτῷ πάντοθεν· καὶ ἐκεῖ ὀδύναι, καὶ ὧδε θλίψεις. Οὐκ ἔνι γὰρ ἄνθρωπος ὁ μὴ κοπιῶν ἐν τῷ μοχθηρῷ βίῳ τούτῳ· καὶ ὁ πτωχὸς καὶ ὁ πλούσιος, καὶ ὁ δοῦλος
18. On this account the saints hated this world, knowing what sort of good things they are about to inherit. So then let not him who has rest in this world hope to receive eternal rest. For the kingdom of the heavens does not belong to those who rest here, but belongs to those who have passed through this life in much tribulation and distress. For those who received it did not receive it gratuitously, but with great toils and noble sweats those counted worthy acquired it. They do not care how much they may labour here. For having entered in there, they forget the labours and the pains, all that they suffered in this vain world, from the great and unutterable rest given to them. What do you say, O man? Behold, two ways have been set before you, life and death: whithersoever you wish, go. And behold, fire and water: whithersoever you wish, stretch forth your hand; it is in your power, if you wish, to acquire life, and it is in your power, if you wish, to acquire death. Death, then, is the world, and life is righteousness; far, then, is the world from righteousness, inasmuch as death is from life. If therefore you walk in the world, you walk in death and come to be outside of God, according to the divine Scripture. But if you walk in righteousness, you have walked in life, and death shall by no means touch you. For among the righteous there is not death, but translation. For the righteous man is translated out of this world into eternal rest; and just as one might come out from a prison, so also the saints come out from this toilsome life into the good things prepared for them: "What eye has not seen, and ear has not heard, and has not ascended into the heart of man, what things God has prepared for those who love Him." But sinners both toil wretchedly here, and there again the fire awaits them. And such men must weep doubly, because both here they are in distress, and there they do not enjoy spaciousness. On this account the divine Scripture has said: "Whithersoever the ungodly man turns, he is destroyed." For things are narrow for him on all sides: both pains there, and tribulations here. For there is no man who does not labour in this toilsome life: both the poor man and the rich man, both the slave
19. Ἐκεῖ δὲ οὐκ ἔστιν οὕτως, ἀλλὰ ἄλλη καὶ ἄλλη τάξις. Ἄλλος γὰρ ὁ κόπος τοῦ δικαίου ἐν τῷ κόσμῳ
19. Yet there it is not so, but one rank and another. For one is the labour of the righteous man in this world
Notes, col. 273

On the reading

Printed ιδοὺ, for ἰδοὺ.

Printed εις τὴν, for εἰς τὴν.

Printed Οι δὲ, for Οἱ δὲ.

PG 28:276Read from the page
τούτῳ, καὶ ἄλλος ὁ τοῦ ἁμαρτωλοῦ. Ὁ μὲν γὰρ δίκαιος κοπιᾷ, οὐχ ἵνα πλήσῃ γαστέρα· οὐδὲ γὰρ ὅλως τῆς σαρκὸς πρόνοιαν ποιεῖται, οὐδὲ λογίζεται, ὅτι σάρκα φορεῖ· ἀλλὰ κοπιᾷ νυκτὸς καὶ ἡμέρας ζητῶν τὸν Θεὸν, πολλὰ τοῦ ὕπνου μὴ χορταζόμενος, ἄρτου καὶ ὕδατος μὴ ἐμπιπλῶν τὴν ψυχὴν, ἐπὶ ἐρήμοις πλανώμενος, ὑποπιάζων τὸ σῶμα ἐν κακοπαθείᾳ πολλῇ, ἕως οὗ ἀπολάβῃ τὸν ἀμαράντινον στέφανον τὸν ἀποκείμενον αὐτῷ. Ὁ δὲ ἁμαρτωλὸς κοπιᾷ καὶ μοχθεῖ οὐχ ἕνεκεν δικαιοσύνης, ἀλλ' ἕνεκεν τῆς ταλαιπώρου σαρκὸς ταύτης, ἕνεκεν τῆς αἰσχρᾶς γυναικὸς, ἄλλως καὶ ἄλλως μοχθῶν, μὴ ἀρκούμενος τοῖς παροῦσιν, ἐν κακίᾳ καὶ φθόνῳ διατρίβων. Ἀλλὰ τούτων οὐδὲν ἐπίστανται οἱ ἄφρονες· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ ὕλη καὶ αἱ πολλαὶ φροντίδες τοῦ κόσμου, καὶ πλανῶνται, ἕως ἀποσταλῇ ἐπ' αὐτοὺς ὁ ἀπότομος στρατιώτης, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδ' οὐ μὴ λάβῃ δῶρα. Ἀχθήσονται γὰρ αἱ ψυχαὶ αὐτῶν μετὰ βίας ὑπὸ ἀγγέλων ἀνελεημόνων, καὶ λήψονται τὴν ἀπόφασιν αὐτῶν παρὰ τοῦ Θεοῦ. Κενοὶ γὰρ ὄντες, εἰς κενὰ καὶ ἐμόχθησαν ἐν τῷ κόσμῳ τούτῳ, τὰ τῆς γῆς εἰργάσαντες· διὰ τοῦτο καὶ αὐτοὶ εἰς ἀπώλειαν ἐχώρησαν. Οὐ γὰρ ἐμνήσθησαν τοῦ Θεοῦ ἐπὶ τῆς γῆς ὄντες, οὐδ' ἐμέλησεν αὐτοῖς μνησθῆναι τοῦ φόβου τοῦ Θεοῦ· διὰ τοῦτο οὐδὲ αὐτῷ μέλει περὶ αὐτῶν. Δίκαιος γὰρ ὁ Θεὸς, καὶ δικαία ἡ κρίσις αὐτοῦ. Ὅταν γὰρ ἔλθῃ κρῖναι τὸν κόσμον, τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Μακαρία ἡ καρδία ἡ δεχομένη ταῦτα.
and another that of the sinner. For the righteous man indeed labours, not that he may fill his belly; for he makes no provision at all for the flesh, nor does he reckon that he wears flesh; but he labours by night and by day seeking God, oftentimes not satisfying himself with sleep, not filling his soul with bread and water, wandering in deserts, buffeting his body in much hardship, until he receives the unfading crown that is laid up for him. Whereas the sinner labours and toils not for the sake of righteousness, but for the sake of this wretched flesh, for the sake of a shameful woman, toiling in one way and another, not content with the things present, spending his life in malice and envy. Yet the foolish understand nothing of these things; for matter and the many cares of the world have blinded them, and they wander astray, until the stern soldier is sent against them, who does not admire a person's countenance, nor will by any means take gifts. For their souls shall be led away by force by merciless angels, and shall receive their sentence from God. For being empty, in vain also did they toil in this world, having wrought the things of the earth; on this account they themselves also went into destruction. For they did not remember God while being upon the earth, nor did it concern them to remember the fear of God; on this account neither does He care about them. For God is righteous, and righteous is His judgement. For whenever He comes to judge the world, then He will render to each according to his works. Blessed is the heart that receives these things.
20. Μεσονύκτιον ἐγερθήσῃ, καὶ ὑμνήσεις Κύριον τὸν Θεόν σου. Ἐν αὐτῇ γὰρ τῇ ὥρᾳ ἀνέστη ὁ Κύριος ἡμῶν ἐκ νεκρῶν, καὶ ὕμνησε τὸν Πατέρα· διὰ τοῦτο αὐτῇ τῇ ὥρᾳ προσετάγη ἡμῖν ὑμνεῖν τὸν Θεόν. Ἀνισταμένη δὲ πρῶτον τοῦτον τὸν στίχον εἰπέ· « Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· » καὶ εὖξαι, καὶ ἄρξαι λέγειν τὸν πεντηκοστὸν ὅλον ψαλμὸν, ἕως ἂν τελέσῃς. Καὶ ταῦτα ἔστωσάν σοι καθ' ἑκάστην ἡμέραν τεταγμένα. Τοσούτους δὲ ψαλμοὺς εἰπὲ, ὅσους δύνῃ στήκουσα εἰπεῖν· καὶ κατὰ ψαλμὸν εὐχὴ καὶ γονυκλισία ἐπιτελείσθω, μετὰ δακρύων ἐξαγορεύουσα τῷ Κυρίῳ τὰς ἁμαρτίας σου, καὶ ἀξιοῦσα ἵνα ἀφεθῶσί σοι. Μετὰ δὲ τρεῖς ψαλμοὺς λέγε τὸ, Ἀλληλούϊα. Ἐὰν δὲ καὶ παρθένοι εἰσὶ μετὰ σοῦ, καὶ αὗται ψαλλέτωσαν, καὶ μία παρὰ μίαν τὴν εὐχὴν ἐπιτελεῖτε. Πρὸς ὄρθρον δὲ τὸν ψαλμὸν τοῦτον λέγετε· « Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου· » διάψαυμα δέ· « Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, » καὶ τὰ ἑξῆς.
20. At midnight you shall rise up, and sing hymns to the Lord your God. For at that very hour our Lord rose from the dead, and sang hymns to the Father; on this account at that very hour it was commanded us to sing hymns to God. And rising up, first say this verse: "At midnight I rose up to give thanks to Thee for the judgements of Thy righteousness;" and pray, and begin to say the whole fiftieth psalm, until you finish it. And let these things be appointed for you every day. And say as many psalms as you are able to say while standing; and at each psalm let prayer and kneeling be performed, confessing your sins with tears to the Lord, and entreating that they may be forgiven you. And after three psalms say the Alleluia. And if virgins also are with you, let these also sing psalms, and one after another perform the prayer. And towards dawn say this psalm: "O God, my God, unto Thee I keep watch at dawn; my soul has thirsted for Thee;" and as a canticle: "Bless the Lord, all you works of the Lord. Glory to God in the highest, and on earth peace, good will among men. We praise Thee, we bless Thee, we worship Thee," and the rest.
21. Τὴν δὲ ἀγάπην φυλάξωμεν, τὴν πάντων μείζονα. « Ἀγαπήσεις » γὰρ, φησὶ, « Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ισχύος σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλη-
21. And let us keep love, which is greater than all things. For "You shall love," it says, "the Lord your God with all your heart and with all your strength, and with all your soul, and your neighbour-
Notes, col. 276

On the reading

Printed ισχύος, for ἰσχύος.