7. Ὁρᾷς τί ποιεῖ ἡ νηστεία, καὶ νόσους θεραπεύει, καὶ ῥεύματα σωματικὰ ξηραίνει, καὶ δαίμονας ἐκβάλλει, καὶ λογισμοὺς πονηροὺς ἀποδιώκει, καὶ τὸν νοῦν λαμπρότερον ποιεῖ, καὶ καρδίαν καθαρὰν, καὶ σῶμα ἡγιασμένον, καὶ τῷ θρόνῳ τοῦ Θεοῦ παρίστησι τὸν ἄνθρωπον. Καὶ ἵνα μὴ νομίσῃς ὅτι ταῦτα ἁπλῶς λέγονται, ἔχεις μαρτυρίαν ἐν τοῖς Εὐαγγελίοις παρὰ τοῦ Σωτῆρος εἰρημένην· « Ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Κύριε, δεῖξον ἡμῖν ποίῳ τρόπῳ τὰ ἀκάθαρτα πνεύματα φυγαδεύονται. » Εἶπε δὲ ὁ Κύριος· « Τοῦτο τὸ γένος οὐκ ἐκβάλλεται εἰ μὴ ἐν προσευχαῖς καὶ νηστείαις. » Πᾶς οὖν ὑπὸ πνεύματος ἀκαθάρτου ὀχλούμενος, ἐὰν νοήσῃ, καὶ χρήσηται τῷ φαρμάκῳ τούτῳ, λέγω δὴ τῇ νηστείᾳ, εὐθὺς τὸ πνεῦμα τὸ πονηρὸν στενοχωρούμενον ἀναχωρεῖ, φοβούμενον τὴν νηστείαν. Πάνυ γὰρ τέρπονται οἱ δαίμονες τῇ κραιπάλῃ, καὶ τῇ μέθῃ, καὶ τῇ ἀναπαύσει τοῦ σώματος. Μεγάλη δύναμις νηστεία, καὶ μεγάλα κατορθώματα γίνεται δι' αὐτῆς. Ἐπεὶ πόθεν καὶ οἱ ἄνθρωποι μεγάλας δυνάμεις ἐπιτελοῦσι, καὶ σημεῖα δι' αὐτῶν γίνεται, καὶ ἰάματα τοῖς κάμνουσι δι' αὐτῶν δωρεῖται ὁ Θεὸς, εἰ μὴ πάντως δι' ἀσκήσεως καὶ ταπεινοφροσύνης, καὶ πολιτείας ἀγαθῆς; νηστεία γὰρ ἀγγέλων βίος ἐστὶ, καὶ ὁ χρώμενος αὐτῇ ἀγγελικὴν τάξιν ἔχει. Καὶ μὴ νομίσῃς, ἀγαπητὲ, ὅτι οὕτως ἁπλῶς ἐστιν ἡ νηστεία· οὐ γὰρ ὁ νηστεύων ἀπὸ βρωμάτων μόνον, ἐκεῖνος κατώρθωσεν· ἀλλ' ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, τούτῳ λογίζεται ἡ νηστεία. Ἐὰν γὰρ νηστεύσῃς, καὶ μὴ τηρήσῃς τὸ στόμα σου λαλῆσαι λόγον πονηρὸν, ἢ ὀξυχολίαν, ἢ ψεῦδος, ἢ ἐπιορκίαν, ἢ καταλαλήσῃς κατὰ τοῦ πλησίον σου, ἐὰν ταῦτα ἐξέλθῃ ἐκ τοῦ στόματος τοῦ νηστεύοντος, οὐδὲν ὠφέλησεν· ἀλλὰ καὶ ὅλον τὸν κόπον αὐτοῦ ἀπώλεσε. Σὺ οὖν, δούλη τοῦ Χριστοῦ, καὶ πάντες, ὅσοι θέλουσι σωθῆναι, ἐὰν νηστεύσῃς, ἅγνισον σεαυτὴν ἀπὸ πάσης φιλαργυρίας· ὅτι ὁ ἀγαπῶν ἀργύριον οὐ δύναται τὸν Θεὸν ἀγαπᾷν. « Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. »
7. You see what fasting does: it both heals diseases, and dries up bodily fluxes, and casts out demons, and drives away evil thoughts, and makes the mind brighter, and the heart pure, and the body sanctified, and presents man before the throne of God. And that you may not think that these things are said lightly, you have a testimony spoken in the Gospels by the Saviour: "His disciples asked Him, saying: Lord, show us in what way the unclean spirits are put to flight." And the Lord said: "This kind is not cast out save by prayers and fastings" (Matt. 17:19-21). Everyone therefore who is troubled by an unclean spirit, if he understands and uses this medicine, I mean fasting, straightway the evil spirit, being straitened, withdraws, fearing the fasting. For the demons delight exceedingly in surfeiting, and in drunkenness, and in the repose of the body. Fasting is a great power, and great achievements come about through it. Since from whence do men also perform great mighty works, and signs come about through them, and God bestows healings upon the sick through them, if not altogether through ascetic practice and humility and a good manner of life? For fasting is the life of angels, and he who uses it holds an angelic rank. And do not think, beloved, that fasting is thus a simple matter; for not he who fasts from foods alone has succeeded; but he who abstains from every evil deed, to him is the fasting reckoned. For if you fast, and do not keep your mouth from speaking an evil word, or quick temper, or falsehood, or perjury, or if you speak evil against your neighbour—if these things go forth out of the mouth of him who fasts, he has profited nothing, but has even lost all his labour. Do you therefore, O handmaid of Christ, and all who wish to be saved, if you fast, purify yourself from all love of money; because he who loves silver cannot love God. "For the root of all evils is the love of money" (1 Tim. 6:10).
8. Τὴν κενοδοξίαν καὶ ἀλαζονείαν ἰσχυρῶς φεῦγε. Ἐὰν ὑποβάλλῃ σοι ὁ λογισμὸς, ὅτι μεγάλη γέγονας καὶ καλὴ, προβεβηκυῖα τῇ ἀρετῇ, μὴ πιστεύσῃς αὐτῷ· ὁ ἐχθρὸς γάρ ἐστιν ὁ ἐμποδίζων καὶ κενοδοξίαν ὑποβάλλων. Οὐκ ἀνέξῃ οὖν τοῦ λογισμοῦ ἐπαινοῦντός σε. Ἐὰν δὲ ὑποβάλλῃ σοι ὁ λογισμὸς λέγων, ὅτι, Μὴ θέλε κοπιᾷν οὕτω δυσκόλως, δύνασαι σωθῆναι· οὐκ ἀκούσεις αὐτοῦ· ὁ ἐχθρὸς γάρ ἐστιν ὁ ὑποβάλλων χαύνωσιν καὶ ὀλιγωρίαν, ἵνα σε κατα-
8. Flee vainglory and arrogance mightily. If the thought suggests to you that you have become great and noble, advanced in virtue, do not believe it; for it is the enemy who hinders and suggests vainglory. You shall not therefore endure the thought when it praises you. And if the thought suggests to you, saying: Do not wish to labour with such difficulty, you can be saved—you shall not listen to it; for it is the enemy who suggests laxity and negligence, in order that he may cast you