τίνος ἔτι ὁ μετὰ σὲ βωμὸς οὗτος ; Πρὸς οὓς ὁ Ἀπόλλων ἔφη· Ὅσα μὲν πρὸς ἀρετὴν, καὶ κόσμον ὀῤῥωδεῖτε ποιεῖν, ποιεῖτε. Ἐγὼ γὰρ ἐφετμεύω τρισένη ὑψιμέδοντα, οὗ λόγος ἄφθεγκτος ἐν ἀδείῳ [ἀδέτῳ] κόρῃ ἔγγυμος ἔσται, ὥσπερ πυροφόρον τόξον ἅπαντα κόσμον ζωγρήσας, Πατρὶ, προσάξει δῶρον. Μαρία δὲ τὸ ὄνομα αὐτῆς· ἐστι δὲ ἡ λύσις προφητείας οὕτως... περὶ μὲν τοῦ ναοῦ ἐστιν ὁ πρῶτος λόγος. Ὅσα, φησὶ, πρὸς κόσμον τοῦ ναοῦ, καὶ κάλλος δυνατὸν ὑμῖν ποιῆσαι, τὰ ἀρέσκοντα τῷ Θεῷ καὶ ἀνθρώποις. Ἐγὼ γὰρ ὑπολαμβάνω εἶναι ἐν τῷ οὐρανῷ τρισυπόστατον μέγαν ὕψιστον βασιλέα. Τούτου ἄναρχος Θεὸς, καὶ Λόγος ἐν ἀγάμῳ κόρῃ σαρκοῦται, καὶ ὥσπερ πυροφόρον τόξον, ἢ ὡς δυναμώτερον, ἅπαντα κόσμον φανήσεται, ἁλιεύων τοὺς ἀνθρώπους, ὥσπερ ἰχθύα ἐκ τοῦ βυθοῦ τῆς ἀπιστίας, καὶ ἀγνωσίας, οὕστινας προσάξει τῷ ἑαυτοῦ Πατρὶ δῶρον· Μαρία δὲ τὸ ὄνομα αὐτῆς. Καὶ τοῦτο μὲν προφητεύων ὁ Ἀπόλλων εἶπε. Τίτων ἔφη· Ἥξα ἡ ἀνίσχουσα ἡμῖν μέλλων τὸν οὐράνιον τοῦ Θεοῦ καὶ Πατρὸς παῖδα ἡ ἄνανδρος κόρη κύει. Βίας εἶπεν· Οὗτός ἐστιν ἀπ' οὐρανῶν βεβηκὼς, φλογὸς ὑποβαλὼν ἀθάνατον πῦρ· ὃν τρέμει οὐρανὸς, γῆ τε, θάλασσα, τάρταροι, καὶ βύθιοι δαίμονες, αὐτοπάτωρ τρισόλβιος. Σόλων εἶπεν· Ὀψέ ποτε ἐπὶ τὴν σχεδὴν ταύτην ἐλάσει Θεὸς γαῖα, καὶ δίχα σφάλματος σὰρξ γενήσεται ἀκαμάτου θεότητος, ἀνιάτων παθῶν λύσεις φοροῦσα, καὶ τούτου μικρὸν γενήσεται φθόνου λαοῦ, καὶ πρὸς ὕψος κρεμασθεὶς, ὡς θανάτου κατάδικος, εἰς πάντα πρᾶος πεσεῖται. Χείλων εἶπεν· Ἀκάματος φύσις Θεοῦ γενήσεται, ἐξ αὐτοῦ δὲ ὁ αὐτὸς οὐσία, καὶ Λόγος. Θουκήδης εἶπε· Θεὸν σέβου καὶ μάνθανε· μὴ ζήτει δὲ τίς ἐστι, καὶ πῶς ; Οὐ γάρ ἐστιν ὅτε οὐκ ἔστιν, ὡς ὄντα τοῦτον σέβου καὶ μάνθανε· ἀσεβὴς γὰρ τὸν νοῦν ὁ θέλων μανθάνειν Θεόν. Μένανδρος εἶπεν· Ὁ παλαιὸς νέος, καὶ ὁ νέος ἀρχαῖος· ὁ Πατὴρ μόνος, καὶ ὁ μόνος Πατήρ· τὸ ἓν τρία, καὶ τὰ τρία ἕν· ἄσαρκον σαρκικόν. Γῆ τέτοκε τὸν οὐράνιον βασιλέα. Πλάτων εἶπεν· Ἐπειδὴ ὁ Θεὸς ἀγαθὸς, οὐ πάντων εἶναι αἴτιος, ὡς οἱ πολλοὶ λέγουσι. Πολλῶν δὲ ἀναίτιος· καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο φαμὲν αἴτιον εἶναι μόνον τῶν καλῶν, κακῶν δὲ οὐκέτι. Αὖ πάλιν ἔφησαν οὗτοι οἱ ἑπτὰ καὶ εἶπον· Εἰ μὲν περὶ τῆς τοῦ Χριστοῦ οἰκονομίας, καὶ περὶ τῆς ἁγίας Τριάδος. Ἄλλος δέ τις τῶν Ἑλλήνων σοφὸς μεθ' ἑτέρων τινῶν, Ἀσκληπιὸς λεγόμενος, αἰτησάντων ἑρμηνείαν τῶν πάντων φιλοσόφων φιλοσοφώτερον δοῦναι αὐτοῖς λόγον περὶ Θεοῦ φύσεως· ὁ δὲ Ἑρμῆς λαβὼν σιφέριον ἔγραψεν οὕτως· Εἰ μὴ πρόνοιά τις τοῦ τῶν πάντων Κυρίου, οὐ μὴν τὸν λόγον τοῦτον ἀποκαλύψαι ἠβούλοντο· οὐδὲ ἡμᾶς τοιούτοις ἔργοις κατεῖχεν, ἵνα περὶ τούτων ἐρωτήσηται. Οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα παρασχέσθαι μυστήρια· ἀλλὰ τῷ νοῒ ἀκουσάντων ἀκούσατε. Ἓν μόνον ἦν· φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν αὐτὰ ἕνωσις ἐκ τοῦ νοῦ φωτὶ, καὶ πνεύματι. Τὰ πάντα ἐξ αὐτοῦ, καὶ εἰς αὐτὸν, εἰς γόνιμον ἐκ γονίμου, κατελθὼν ἐπὶ γονίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησεν. Οἶδας πῶς οἱ τῶν Ἑλλήνων παῖδες προεφήτευσαν, καὶ τὸν προάναρχον Θεὸν, καὶ τὸν συνάναρχον
whose moreover is this altar after thee? To whom Apollo said: Whatsoever things towards virtue and adornment ye dread to do, do them. For I declare the thrice-one ruling on high, Whose unutterable Word shall be conceived in an unwedded [unbound] maiden; having taken captive the whole world like a fire-bearing bow, He shall offer it as a gift to the Father. And Mary is her name. And the interpretation of the prophecy is thus... Concerning the temple is the first statement. Whatsoever things, he says, towards the adornment of the temple and its beauty it is possible for you to do, do the things pleasing to God and to men. For I suppose that there is in heaven a three-personed great Most High King. From Him God without beginning and Word becomes incarnate in an unmarried maiden, and like a fire-bearing bow, or as something mightier, He shall appear over the whole world, fishing for men like fish out of the depth of unbelief and ignorance, whom He shall offer as a gift to His own Father; and Mary is her name. And this Apollo said in prophesying. Titon said: The rising dawn coming to us—the husbandless maiden is pregnant with the heavenly Child of God and the Father. Bias said: This is He Who hath come down from the heavens, having cast down the immortal fire of flame; before Whom tremble heaven, and earth, sea, Tartarus, and the demons of the deep, Father of Himself, thrice-blessed. Solon said: Late at last upon this raft shall God drive to land, and without fault flesh shall come to be of unwearying deity, bearing releases from incurable passions, and a little of this envy of the people shall arise, and hung on high as one condemned to death, He shall fall gentle unto all things. Chilon said: The unwearying nature of God shall come to be, and from Him the selfsame is substance and Word. Thucydes said: Reverence God and learn; seek not who He is, and how. For there is not a time when He is not; reverence and learn Him as existing; for impious in mind is he who wishes to learn what God is. Menander said: The ancient is new, and the new is ancient; the Father is alone, and the alone is Father; the one is three, and the three are one; fleshless, fleshly. Earth hath given birth to the heavenly King. Plato said: Since God is good, He is not the cause of all things, as the many say. Of many things He is guiltless; and of good things we say nothing else is the cause, only of fair things, but no longer of evil things. Once again these seven spoke and said: Thus far concerning the dispensation of Christ, and concerning the Holy Trinity. And a certain other wise man of the Greeks with certain others, called Asclepius, when all the philosophers asked an interpretation to give them a more philosophical account concerning the nature of God—Hermes, taking a reed pen, wrote thus: Were there not a certain providence of the Lord of all, they would not indeed wish to reveal this account, nor would He hold us in such works that inquiry might be made concerning these things. For it is not permitted to impart such mysteries to the uninitiated; but hear with the mind of those who have heard. One alone there was: intellectual light before intellectual light, and there was their union from the mind in light and spirit. All things are from Him, and unto Him, unto the fruitful from the fruitful; having come down upon fruitful water, He made the water pregnant. Thou knowest how the children of the Greeks prophesied both the God before all beginning and the co-unoriginate