ἀναξίως αὐτοῦ πολιτευόμενοι, ἀγνοοῦσιν ὑπεύθυνοι γινόμενοι τοῦ θανάτου τοῦ Σωτῆρος· « Ὅς » γὰρ « ἂν ἐσθίῃ τὸν ἄρτον, καὶ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχός ἐστι τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου, » ὁ Ἀπόστολος μαρτύρεται. Οὕτως· « Καὶ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἀγαπᾷ τὸν Κύριον, » ἀλλ' ὥσπερ οἱ Ἰουδαῖοι, καὶ αὐτὸς οὕτως ἐμίσει τοῦτον. Ὁ δὲ τὸν πένητα ἐξουθενῶν ἀτιμάζει καὶ αὐτὸς, ὥς οἱ Ἰουδαῖοι, τὸν Κύριον· τοῦτο λέγει Σαλομών· « Ὁ ἐξουθενῶν τὸν πένητα, ἀτιμάζει τὸν ποιήσαντα αὐτόν. » Ὁ παρορῶν πένητα πεινῶντα καὶ διψῶντα καὶ γυμνὸν, ὅμοιός ἐστι τοῖς Ἰουδαίοις, τοῖς καὶ τὸν Κύριον ἐκδύσασι, καὶ ποτίσασιν αὐτὸν ὄξος καὶ χολήν. Καὶ ὁ λαμβάνων δῶρα ἐπ' ἀθώοις οὐκ ἔστιν ἄλλος τοῦ πωλήσαντος τὸν Κύριον, ὡς ὁ Ἰούδας· καὶ αὐτὸς γὰρ τὴν δικαιοσύνην, ἥτις ἐστὶν ὁ Κύριος, πωλεῖ, ὡς ἐκεῖνος τὸν Χριστόν. Καὶ ὁ μὴ κρίνων ὀρφανῷ, καὶ τὸ δίκαιον ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν Κύριον λογίζεται, τὸν δι' ἡμᾶς κατελθόντα καὶ ὑπὲρ ἡμῶν ἀποθανόντα. Οὕτω γὰρ καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις λέγει· « Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, ἐμοὶ ἐποιήσατε. » Καὶ πάλιν, ὅπερ ἐστὶν ἀναγκαῖον εἰδέναι καὶ τηρεῖν· « Ὁ πορνεύων τὴν μὲν ἰδίαν ψυχὴν ἀπολλύει, ὑβρίζει δὲ καὶ αὐτὸς, ὡς Ἰουδαῖοι, τὸν ναὸν καὶ τὸ σῶμα τοῦ Κυρίου. » Ὁ γὰρ « τὸν ναὸν τοῦ Θεοῦ φθείρων, φθείρεται ὑπὸ τοῦ Θεοῦ, » ὡς Παῦλος γράφει. Καὶ ὁ μὲν ὑπὸ τῆς ἁμαρτίας βασιλευόμενος οὐδὲν ἀποδέει τῶν ἀρνουμένων Ἰουδαίων, καὶ λεγόντων μὴ ἔχειν βασιλέα τὸν Κύριον, ἀλλὰ Καίσαρα. Μὴ ἀγνοείτω δὲ ὁ κρατούμενος ὑπὸ τῶν ἡδονῶν, καὶ μᾶλλον αὐταῖς τερπόμενος, ὅτι καὶ αὐτὸς, ὡς οἱ Ἰουδαῖοι, τὸν Βαραββᾶν αἰτεῖται, καὶ τὸν Κύριον ἀποκτείνει. Οὕτω γὰρ οἱ Ἰουδαῖοι, τὸν φαῦλον τρόπον ἀγαπήσαντες τὸν τοῦ Βαραββᾶ, λοιπὸν τὴν ἀρετὴν ἀπεδίωξαν. Γινωσκέτω δὲ καὶ ὁ μὴ τῇ πίστει ἰσχυρὸς, ὅτι τοιοῦτός ἐστιν, ὡς οἱ ἀπιστοῦντες καὶ λέγοντες· « Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. » Καὶ γὰρ κἀκεῖνοι ἀπιστοῦντες ἐφθέγγοντο ταῦτα. Τί οὖν ἐπὶ τούτοις χρὴ ποιεῖν; Οὐδὲν ἕτερον ἢ πιστεύειν τῷ Χριστῷ, καὶ κατ' αὐτὸν πολιτεύεσθαι, καθὼς καὶ ὁ Παῦλος λέγει· « Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ· » καὶ τὴν μὲν Ἰουδαίων ἐκτρέπεσθαι φιλίαν, καὶ ἀπιστίαν, καὶ χλεύην, καὶ μύθους, καὶ γενεαλογίας ἀπεράντους, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει· ἔχεσθαι δὲ τοῦ σταυροῦ καὶ ἀξίως αὐτοῦ πολιτεύεσθαι, καὶ λέγειν τὰς αὐτὰς τῷ Παύλῳ φωνάς· « Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. » Οὕτω γὰρ πολιτευσάμενοι καὶ
conduct themselves unworthily of Him do not know that they become guilty of the death of the Saviour; for "Whosoever eats the bread and drinks the cup of the Lord unworthily, is guilty of the body and of the blood of the Lord" (1 Cor. 11:27), the Apostle testifies. Thus: "And he who hates his brother does not love the Lord," but just as the Jews, he also thus hated Him. And he who despises the poor dishonours the Lord Himself, like the Jews; this Solomon says: "He who despises the poor dishonours Him Who made him" (Prov. 14:31). He who overlooks a poor man hungering and thirsting and naked, is like the Jews who both stripped the Lord and gave Him vinegar and gall to drink. And he who takes bribes against the innocent is none other than he who sold the Lord, like Judas; for he too sells righteousness, which is the Lord, as that man sold Christ. And he who does not judge for the orphan, nor render justice to the widow, is the same as those who plotted against the Lord and falsely accused Him. And finally, whatsoever things anyone may do unto his neighbour, these are reckoned as done unto the Lord, Who came down on our account and died for us. For thus the Lord also says in the Gospels: "Inasmuch as ye did it unto one of the least of these, ye did it unto Me" (Matt. 25:40). And again, what is necessary to know and to observe: "He who commits fornication destroys his own soul, and he too insults, like the Jews, the temple and the body of the Lord." For "he who corrupts the temple of God, is corrupted by God" (1 Cor. 3:17), as Paul writes. And he who is ruled by sin falls nothing short of the Jews who deny and say that they have not the Lord as king, but Caesar. And let not him who is mastered by pleasures, and rather delights in them, be ignorant that he too, like the Jews, asks for Barabbas and kills the Lord. For thus the Jews, having loved the base way of Barabbas, thereafter drove away virtue. And let him also who is not strong in the faith know that he is such as those who disbelieve and say: "If He is the Son of God, let Him come down now from the cross, and we will believe Him" (Matt. 27:42). For those men also uttered these things in unbelief. What then must we do in view of these things? Nothing else than believe in Christ, and conduct our life according to Him, just as Paul also says: "Be ye imitators of me, even as I also am of Christ" (1 Cor. 4:16); and turn away from the friendship of the Jews, and their unbelief, and mockery, and fables, and endless genealogies, which furnish questionings rather than a dispensation of God which is in faith (1 Tim. 1:4); and cleave to the cross and live worthily of it, and utter the same words as Paul: "But far be it from me to boast, save in the cross of our Lord Jesus Christ" (Gal. 6:14). For having conducted our life thus and