Migne Reading Room

PG 28 · cols. 236–245 · Read from the page

Homily on the Passion and the Cross

Homily on the Passion and the Cross

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:236Read from the page
δι' ἁμαρτίας κλεισθεῖσα, ἄρτι τοῖς βουλομένοις ἀνέῳγεν, ὡς Παῦλος μαρτυρεῖ, ἁρπαζόμενος ἐκεῖ, καὶ ἀπερχόμενος εἰς τοὺς οὐρανούς. Διὰ τοῦτο γὰρ ἔπαιξεν ὁ Κύριος τὸν ὄφιν. Καὶ ὁ μὲν ᾅδης κατήργηται, οὐκέτι τοῦ θανάτου κρατοῦντος, ἀλλὰ πάντων ἐγειρομένων· ὁ δὲ διάβολος οὐκ ἔτι ἐξανίσταται καθ' ἡμῶν· πέπτωκε γὰρ, καὶ πεσὼν ἀληθῶς ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύεται· διὰ τοῦτο γὰρ ἀνέστη ὁ Κύριος. Καὶ οἱ μὲν ἄνθρωποι μεμαθήκασι καταφρονεῖν σωματικοῦ πλούτου, καὶ πλουτοῦσι τῷ λόγῳ καὶ τῇ γνώσει· ὁ δὲ καυχώμενος εἶναι πλούσιος δράκων γεγύμνωται, καὶ νῦν γυμνὸς Ἶρος καὶ πένης ἐστὶ, κατεσκυλευμένος ὑπὸ πάντων. Καὶ γὰρ πάλαι τῶν χερουβὶμ ἀνὰ μέσον ὢν, καὶ πάντα λίθον χρηστὸν ἐνδεδυμένος, τὸν σάρδιον, τὸν ἴασπιν, τὸν ἀχάτην, ἄρτι λοιπὸν ἐπὶ πάπυρον, καὶ κάλαμον, καὶ χάλικα κοιμᾶται, ὡς ἐν τῷ Ἰὼβ περὶ αὐτοῦ λέγεται. Διὰ τοῦτο γὰρ ὁ Κύριος ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ πτωχείᾳ αὐτοῦ πλουτήσωμεν, καὶ ὁ διάβολος ἐγυμνώθη. Καὶ τὸ παράδοξον καὶ μέγα γενόμενον ἐν τῇ κτίσει· ἄνθρωποι μὲν γὰρ σπεύδουσιν ἀποθνήσκειν εὐχόμενοι τὴν ἐπιδημίαν τοῦ Σωτῆρος· ὁ δὲ δείλαιος διάβολος, ὁ πάλαι τοῦ θανάτου τὸ κράτος ἔχων, νῦν φοβεῖται τὸν ἐρχόμενον, καὶ τὴν κρίσιν καταπτήσ-
was closed through sin, now lies open to those who wish, as Paul bears witness, being caught up thither, and departing into the heavens. For on this account the Lord mocked the serpent. And Hades on the one hand has been abolished, death no longer holding sway, but all being raised; and the devil on the other hand no longer rises up against us; for he has fallen, and having fallen he truly goes upon his breast and belly; for on this account the Lord rose again. And men indeed have learned to despise bodily wealth, and grow rich in word and knowledge; whereas the dragon who boasted of being rich has been stripped naked, and now is a naked Irus and a pauper, despoiled by all. For whereas of old he was in the midst of the cherubim, and clothed with every precious stone, the sardius, the jasper, the agate, now at last he sleeps upon papyrus, and reed, and pebble, as is said concerning him in Job. (Job 8:17) For on this account the Lord became poor, so that we through His poverty might become rich (2 Cor. 8:9), and the devil was stripped naked. And the marvellous and great thing that has come to pass in creation: men on the one hand hasten to die, praying for the coming of the Saviour; while the wretched devil, who of old held the power of death, now fears Him Who is coming, and cowers before the judgement
30. Περὶ γὰρ τῆς γενομένης εἰς πάντας πανταχοῦ θεογνωσίας τί δεῖ καὶ λέγειν, τῶν γιγνομένων ἀφ' ἑαυτῶν ἐχόντων τὴν πίστιν; Οὐκ ἔστι γὰρ ἡμέραν παρελθεῖν, ἐν ᾗ ὅτε τὰ μὲν εἴδωλα οὐ καταλιμπάνουσιν ἄνθρωποι, καὶ τοὺς ἰδίους καὶ πατρικοὺς ἀρνοῦνται νόμους, πρὸς δὲ Θεὸν καταφεύγουσι, καὶ τοὺς Χριστοῦ λαμβάνειν νόμους ἀξιοῦσι, παραδόξῳ θαύματι πιστεύοντες εἰς αὐτόν. Ἔτι γὰρ εἰδωλολατροῦντες καὶ ὡς ἄνθρωπον διαβάλλοντες τὸν Χριστὸν, τοῦτον ὕστερον Θεὸν γινώσκοντες, καταλιμπάνουσι τὰ εἴδωλα· καὶ οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις, τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι, καὶ ἀπὸ ἄλλων διώκουσι· καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφοβοῦντο, ταύτης ἐν Χριστῷ καταφρονοῦσι, καὶ τὴν τότε νικῶσαν αὐτοὺς ἁμαρτίαν ἄρτι τῷ σημείῳ τοῦ σταυροῦ νικῶντες παίζουσι. Καὶ γὰρ ἀπιστοῦντες ὅλως τῇ παρθενίᾳ, καὶ ἀδύνατον εἶναι λέγοντες ἐν ἀνθρώποις ταύτην εὑρίσκεσθαι τὴν ἀρετὴν, πιστεύσαντες τῷ ἐκ Παρθένου Σωτῆρι, οὐ μόνον ἐπιγινώσκουσιν, ἀλλὰ καὶ αὐτοὶ ταύτην πολιτευόμενοι, ἀπιστοῦνται παρὰ τοῖς ἔτι ἔθνεσιν εἰδωλολάτραις. Ἐπὶ τούτοις δὲ ἤργησε πᾶσα μὲν φαρμακεία, πᾶσα δὲ μαγεία κατήργηται, καὶ πᾶσα τῶν Ἑλλήνων μεμώραται σοφία. Ἐν γὰρ τοῖς θείοις, οὐ λόγων, ἀλλ' ἔργων ἐστὶ χρεία· καὶ οὐχ ἡ προφορὰ τῆς γλώττης, ἀλλ' ἡ τῆς ψυχῆς διάθεσις ὠφελεῖ. Οἱ γοῦν Ἕλληνες οὐ καταλαμβάνουσι λόγοις ταῦτα, ἃ τῇ πίστει Χριστιανοὶ ἐπιδείκνυνται· καὶ ἃ ἐνεργοῦσι λόγοις οἱ μάγοι, ταῦτα, σιωπών-
30. For concerning the knowledge of God that has come to all everywhere, what need is there even to speak, when the things taking place carry their own proof of themselves? For it is not possible for a day to pass, in which men do not abandon the idols, and renounce their own and ancestral laws, and flee for refuge to God, and ask to receive the laws of Christ, by a marvellous wonder believing in Him. For while still worshipping idols and slandering Christ as a man, afterwards coming to know Him as God, they abandon the idols; and the demons whom they feared in the idols, these, upon recognizing the Lord, they henceforth forsake, and drive away from others; and the pleasure which they feared while worshipping idols, this in Christ they despise, and the sin that then conquered them they now conquer and mock by the sign of the cross. For indeed wholly disbelieving in virginity, and saying that it is impossible for this virtue to be found among men, once they have believed in the Saviour born of a Virgin, not only do they recognize it, but even practising it themselves, they are disbelieved among the Gentiles who are still idolaters. Moreover, all sorcery has ceased, and all magic has been abolished, and all the wisdom of the Greeks has been made foolish. For in divine things, there is need not of words, but of deeds; and not the utterance of the tongue, but the disposition of the soul profits. The Greeks, therefore, do not comprehend by words these things which Christians display by faith; and the things which the magicians effect by words, these, while we keep
PG 28:237Read from the page
των ἡμῶν, τῷ σημείῳ τοῦ σταυροῦ καταργεῖται· καὶ ἃ ἀμφιβάλλουσι περὶ ἀθανασίας, ταῦτα οἱ μάρτυρες τοῦ Χριστοῦ οὐ λόγοις, ἀλλ' ἔργοις ἐπιδείκνυνται· καὶ περὶ ἧς διστάζουσι παρθενίας οἱ μάγοι, καὶ τῶν Ἑλλήνων φιλόσοφοι, ταύτην ἐν Χριστῷ καὶ γυναῖκες ἐπιδείκνυνται· καὶ οἷς εὔχονται δαίμοσιν . ὡς θεοῖς, τούτους καὶ παιδία ἐν Χριστῷ διώκουσι. Καὶ ὅλως ὁ χριστοφόρος ἀνὴρ ὡς Θεός ἐστιν ἐπὶ γῆς, τοῖς μὲν ἀνθρώποις ἀνεξίκακος γενόμενος, πᾶσι δὲ, ὡς σὺν ἡλίῳ περιπολῶν, τὸν οὐράνιον ἐπιδεικνύμενος βίον.
silent, are abolished by the sign of the cross; and the things which they doubt concerning immortality, these the martyrs of Christ display not by words, but by deeds; and the virginity concerning which the magicians and the philosophers of the Greeks are in doubt, this in Christ even women display; and the demons to whom they pray as gods, these even little children in Christ drive away. And in short, the Christ-bearing man is as God upon earth, proving patient of wrong towards men, and displaying to all, as though going about with the sun, the heavenly life.
31. Ἰδοὺ ἓν τοῦτο τοῦ σταυροῦ κατόρθωμα· ἰδοὺ ταῦτα πεποίηκεν ὁ θάνατος τοῦ Σωτῆρος. Οὐ γὰρ ἀνθρώπου ἐστὶ τὸ ἔργον, ἀλλὰ Θεοῦ. Καὶ διὰ τοῦτο πέπονθεν ὡς ἄνθρωπος, ἵνα τοῖς ἀνθρώποις τὰ ὑπὲρ ἄνθρωπον καὶ θεῖα χαρίσηται. Αὐτοῦ γοῦν ἐστι τὰ νῦν ἐν ἀνθρώποις κατορθώματα. Κἂν γὰρ Παῦλος λαλῇ, ἀλλὰ Χριστός ἐστιν ἐν αὐτῷ λαλῶν· κἂν μεγάλα καὶ θαυμαστὰ ποιῇ, ἀλλ' ἡ τοῦ Χριστοῦ χάρις ἐστὶν ἡ ταῦτα ἐνεργοῦσα· καὶ ἐὰν εἰς πάντας ἔφθασεν ἡ περὶ Θεοῦ γνῶσις, ἀλλ' οὐκ ἀνθρώπων ἐστὶν ἡ διδασκαλία, ἀλλ' αὐτοῦ τοῦ Λόγου καταβάντος μεσίτου Θεοῦ καὶ ἀνθρώπων. Τοῦτο γὰρ γέγραπται, ὃ οἱ Ἰουδαῖοι μὲν ἐσιώπησαν πάλαι, ἄρτι δὲ πληρούμενον ὁρῶσι· γέγραπται γὰρ, ὅτι « Ἔσονται πάντες διδακτοὶ Θεοῦ, » καθάπερ καὶ ὁ Ἱερεμίας λέγει· « Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος· » καὶ ἐπιφέρει λέγων· « Καὶ οὐ μὴ διδάξει ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτῷ λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν. » Τίς γάρ ἐστιν ὁ ἐν τοῖς εἰδώλοις κατανύττων, εἰ μὴ ὁ Κύριος; καὶ τίς ὁ ἀνάγων αὐτοὺς ἐκεῖθεν ἔτι δουλεύοντας εἰδώλοις, εἰ μὴ αὐτὸς ὁ Χριστὸς, ὁ λέγων· « Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν; » Τὸ γὰρ παράδοξόν ἐστι τοῦτο, ὅτι, ἔτι δουλευόντων αὐτῶν εἰδώλοις, διανοίγεται τούτων ὁ νοῦς τῆς ψυχῆς ὡς τὸ νοεῖν, ὅτι οὓς μὲν ἐνόμιζον πάλαι θεοὺς, ξύλα καὶ λίθους εἶναι· ὃν δὲ ἐχλεύαζον ἐσταυρωμένον, τοῦτον οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν ἐπιγινώσκειν. Νοῦ δὲ διδάσκαλος οὐκ ἄνθρωπός ἐστιν, ἀλλ' ὁ τὸν νοῦν μόνος ὁρῶν Θεός. Μακάριε ἀληθῶς καὶ ζωοποιὲ σταυρὲ τοῦ Σωτῆρος· τὸν μὲν θάνατον ἐθριάμβευσας, τὸν δὲ τοῦτον κατέχοντα διάβολον ἀνεῖλες. Θεῖε Λόγε, καὶ ἀληθῶς σοφία τοῦ Πατρός· σὺ καὶ τοῦ πανούργου τὸ πρόσωπον ἔδειξας, καὶ τὴν πτύξιν τοῦ θώρακος αὐτοῦ ἐγύμνωσας· ὥστε καὶ ἡμᾶς λέγειν· « Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. » Φιλάνθρωπε καὶ ἀγαθὲ Δέσποτα· σὺ καὶ αἰχμαλώτους ἡμᾶς ὄντας ἐλυτρώσω, καὶ δουλεύοντας τῇ ἁμαρτίᾳ, διὰ τοῦ θανάτου ἰδίου, Κύριε, ἠλευθέρωσας. Οἴδαμεν γὰρ, ὅτι ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας. Ειρηνοποιὲ ἀληθῶς Υἱὲ τοῦ Θεοῦ· σὺ καὶ τὴν υἱοθεσίαν ἡμῖν ἀποδέδωκας, καὶ ἀποκαταλλά-
31. Behold this one achievement of the cross; behold, these things the death of the Saviour has wrought. For the work is not of man, but of God. And on this account He suffered as a man, so that He might bestow upon men the things that are above man and divine. His, therefore, are the achievements now among men. For even if Paul speaks, yet it is Christ speaking in him; and even if he does great and marvellous things, yet it is the grace of Christ that works these things; and if the knowledge concerning God has reached unto all, yet the teaching is not of men, but of the Word Himself Who came down as mediator of God and men. For this is written, which the Jews indeed kept silent of old, but now see being fulfilled; for it is written, that « They shall all be taught of God, » (Isa. 54:13; John 6:45) even as Jeremiah also says: « Behold, the days come, saith the Lord; » and he adds, saying: « And they shall not teach every man his neighbour and every man his brother, saying to him: Know the Lord; for all shall know Me, from the least unto the greatest of them, for I will be merciful to their iniquities. » (Jer. 38:31, 34) For who is it that pierces their hearts among the idols, if not the Lord? And who is it that leads them up from thence while they are still serving idols, if not Christ Himself, Who says: « When I am lifted up, I will draw all men unto Myself? » (John 12:32) For the marvel is this, that, while they are still serving idols, the mind of their soul is opened so as to understand that those whom they of old supposed to be gods are wood and stones; while Him Whom they mocked when crucified, they recognize to be not a man, but God. Now the teacher of the mind is not a man, but God Who alone beholds the mind. Truly blessed and life-giving cross of the Saviour: thou hast triumphed over death, and hast destroyed the devil who held it. Divine Word, and truly wisdom of the Father: Thou hast both shown the face of the crafty one, and laid bare the fold of his breastplate (Job 41:5); so that we also say: « For we are not ignorant of his devices. » (2 Cor. 2:11) Lover of mankind and good Master: Thou hast both ransomed us when we were captives, and when we were serving sin, through Thine own death, O Lord, Thou hast set us free. For we know that we were set free from sin. Truly peacemaking Son of God: Thou hast both restored to us the adoption of sons, and having reconciled
Notes, col. 237

On the reading

Printed Ειρηνοποιὲ, for Εἰρηνοποιὲ.

PG 28:240Read from the page
ξας ἡμᾶς τῷ σαυτοῦ Πατρὶ, τὴν ἔχθραν ἐν τῇ σαρκὶ κατήργησας. Πλούσιε Σωτὴρ καὶ ἀληθῶς βασιλεῦ· σὺ γὰρ ἐπτώχευσας, ἵνα τῇ σῇ πτωχείᾳ πλουτήσωμεν· σὺ καὶ τὴν βασιλείαν ἡμῖν τῶν οὐρανῶν ἐχαρίσω, κτίστα καὶ δημιουργὲ τῶν πάντων, Λόγε τοῦ Πατρός· σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας, καί σου ποιήματά ἐσμεν, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς. Φῶς ἀληθῶς καὶ ἀπαύγασμα τοῦ Πατρός· σὺ γὰρ ἡμᾶς ἐν σκότει κατέλαμψας, καὶ μὴ βλέποντας ἡμᾶς εἰς φῶς ἤγαγες. Μορφὴ καὶ εἰκὼν ὄντως τοῦ Πατρός· σὺ γὰρ ἡμᾶς ἀπολλυμένους ἐμόρφωσας, καὶ πάλιν ἐχαρίσω τὸ κατ' εἰκόνα. Θεὲ Λόγε καὶ ἀληθῶς ζωή· σὺ γὰρ ἀποθανόντας ἐζωοποίησας, καὶ φθαρέντας ἀνεκαίνισας, ἐνδύσας τὴν ἀφθαρσίαν. Δύναμις ἀληθῶς, καὶ βραχίων, καὶ δεξιὰ τοῦ Πατρός· σὺ γὰρ καὶ τὰς ὠδῖνας ἔλυσας τοῦ θανάτου, θύρας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς κατέαξας, ὡς ἡ Γραφὴ λέγει. Σὺ καὶ τὸν δράκοντα, τὸν ὄφιν, τὸν διάβολον, ἐν ἀνθρωπίνῳ ἀγκίστρῳ περιήγαγες ἐν τῷ τροπαίῳ τοῦ σταυροῦ. Διὰ σὲ καὶ τὴν σὴν θείαν ἀνδραγαθίαν πάντες μὲν αὐτὸν πατοῦσι, πάντες δὲ αὐτοῦ καταπαίζουσι. Σοῦ γὰρ πρώτου παίξαντος εἰς αὐτὸν, γέγονε λοιπὸν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένου εἰς τὸ καταπαίζεσθαι. Καὶ σοῦ τοῦτον καταβαλόντος, γέγονε πᾶσι θαῦμα, ὥστε καὶ λέγειν· « Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωῖ ἀνατέλλων; » Καὶ σοῦ λαβόντος παρ' αὐτοῦ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ προσηλώσαντος αὐτὸ τῷ σταυρῷ, πάντες κατ' αὐτοῦ κατακερτομοῦσι λέγοντες· « Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν; καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; συν-
us to Thine own Father, Thou hast abolished the enmity in the flesh. Rich Saviour and truly King: for Thou becamest poor, so that through Thy poverty we might become rich; Thou hast also bestowed upon us the kingdom of the heavens, Creator and Maker of all things, Word of the Father; for Thou hast created us anew, and we are Thy workmanship, created for good works. Truly Light and radiance of the Father: for Thou hast shone down upon us in darkness, and led us who saw not into light. Form and truly image of the Father: for Thou hast formed us who were perishing, and hast bestowed again that which is according to the image. God the Word and truly Life: for Thou hast made us alive when dead, and renewed us when corrupted, clothing us with incorruption. Truly Power, and arm, and right hand of the Father: for Thou hast also loosed the pangs of death, broken in pieces gates of brass and bars of iron, as the Scripture says. (Ps. 106:16) Thou hast also led about the dragon, the serpent, the devil, on a human hook in the trophy of the cross. Through Thee and Thy divine valour all tread him down, and all mock him. For since Thou wast the first to mock him, he has henceforth become the beginning of the Lord's creation, made to be mocked at. (Job 40:14) And since Thou hast cast him down, it has become a wonder to all, so that they even say: « How hath Lucifer, that rose in the morning, fallen from heaven? » (Isa. 14:12) And since Thou hast taken from him the bond written against us, and nailed it to the cross, all jeer against him, saying: « How hath the exactor ceased, and the taskmaster rested? (Isa. 14:4)
32. Οὕτω μὲν οὖν ὁ Κύριος ἐξαναστὰς, ταχέως κατέπαιξε τοῦ θανάτου, καὶ ἡμᾶς ἠλευθέρωσεν ἀπ' αὐτοῦ. Ἰουδαῖοι δὲ, οὐδὲ ταῦτα βλέποντες, ἠσχύνοντο, ἀλλὰ καὶ ἠγνόουν τολμῶντες κατὰ τοῦ Σωτῆρος, ὅτι καθ' ἑαυτῶν ἐπεχείρουν ταῦτα. Οὐκ ἔβλεπον γὰρ παραδιδόντες τὸν Κύριον, ὅτι τὴν τῆς Ἱερουσαλὴμ παράδοσιν προκαλοῦνται, λέγοντος τοῦ προφήτου Ἱερεμίου· « Παραδιδομένη παραδοθήσεται Ἱερουσαλὴμ εἰς χεῖρας Ναβουχοδονόσωρ βασιλέως Βαβυλῶνος. » Καὶ οὐκ ἔβλεπον, ὅτι, μὴ θέλοντες δουλεύειν τῷ Κυρίῳ, ὑπέβαλλον ἑαυτοὺς τῷ διαβόλῳ δούλους, καὶ ὑπηρέτουν αὐτῷ εἰς τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλήν. Ἠγνόουν γὰρ τὸν Βαραββᾶν αἰτούμενοι, καὶ τὸν Κύριον ἀποκτείνοντες, ὅτι τὸν μὲν βίον βιώσονται τοῦ Βαραββᾶ, καὶ πᾶσα στάσις καὶ φόνος παρ' αὐτοῖς αὐξήσει· ἀποβαλοῦσι δὲ ἀφ' ἑαυτῶν τὸ φῶς καὶ τὴν ἀλήθειαν, καὶ πάντα ὅσα ἐστὶν ὁ Κύριος, ὡς ὁ Ἠσαῖας λέγει· « Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ, ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα
32. Thus, therefore, the Lord, having risen up, quickly mocked death, and set us free from it. The Jews, however, not even seeing these things, were ashamed, but were even ignorant, while daring against the Saviour, that they were attempting these things against themselves. For in delivering up the Lord, they did not see that they were calling forth the delivering up of Jerusalem, as the prophet Jeremiah says: « Jerusalem shall surely be delivered up into the hands of Nabuchodonosor king of Babylon. » (Jer. 39:4) And they did not see that, not wishing to serve the Lord, they were subjecting themselves as slaves to the devil, and ministering to him unto the plot against the Saviour. For in asking for Barabbas, and killing the Lord, they were ignorant that on the one hand they would live the life of Barabbas, and every sedition and murder would increase among them; while on the other hand they would cast away from themselves the light and the truth, and all things whatsoever the Lord is, as Isaiah says: « Behold now, the master, the Lord of hosts, shall take away from Judaea and from Jerusalem the strong man and the strong woman, the strength of bread and the strength of water, the giant
Notes, col. 240

On the reading

Printed ἠσχύνοντο, for ᾐσχύνοντο.

PG 28:241Read from the page
καὶ ἰσχύοντα, καὶ ἄρχοντα πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. » Ἐνέπαιζον γὰρ οἱ ἄθλιοι τῷ Κυρίῳ, καὶ οὐκ ἔβλεπον, ὅτι τὸ προφητικὸν κατ' αὐτῶν ἐπληροῦτο ῥητὸν τὸ λέγον· « Ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. » Τοῦτο γάρ ἐστι τὸ παράδοξον τοῦ Σωτῆρος, ὅτι σταυρούμενος ἔπασχε μὲν ὑπὲρ τῆς ἀνθρωπότητος, κατέπαιξε δὲ τοῦ θανάτου, καὶ κατὰ Ἰουδαίων ἐπληροῦτο τὰ γεγραμμένα. Ὅτι δὲ καὶ τὸ φῶς ἀφῄρηται ἀπ' αὐτῶν, γέγραπται ἐν τῷ Ἱερεμίᾳ οὕτως· « Ὁ Λόγος ὁ γενόμενος ἐπὶ Ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα. » Εἶτα ἐπιφέρει λέγων· « Ἀφελῶ ἀπ' αὐτῶν φωνὴν εὐφροσύνης, καὶ φωνὴν χαρᾶς, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου. » Ἀμέλει παρεδίδουν τοῖς ἔθνεσι τὸν Κύριον, καὶ οὐκ ᾔδεισαν, ἀλλ' ἐτύφλωττον, ὅτι αὐτοὶ οὐ μετὰ πολὺ μιανθήσονται ἐν τοῖς ἔθνεσι καὶ εἰς τὴν κληρονομίαν αὐτῶν εἰσελεύσονται κατ' αὐτῶν τὰ ἔθνη, καθάπερ γέγραπται· « Ὁ Θεὸς, εἰσῆλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίανόν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. » Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα, ἠγνόουν στερισκόμενοι τῆς Δαβιτικῆς τιμῆς. Αὐτῷ γὰρ ἀπέκειτο τοῦ Δαβὶδ ἡ βασιλεία, καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἔφθανεν αὐτὴ, ἐπὶ μάρτυρι τῷ Ἰακὼβ λέγοντι· « Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. » Καὶ γυμνοῦντες δὲ τὸν Κύριον, καὶ τύπτοντες αὐτὸν, οὐκ ᾔδεισαν ἐκδιδυσκόμενοι παρ' αὐτοῦ, καὶ κοπετὸν καθ' ἑαυτῶν παροξύνοντες· λέγει γὰρ αὐτὸς ὁ Κύριος· « Ἀφελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνια, τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς· » καὶ πάλιν· « Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδητος, καὶ γυμνή· ποιήσεται κοπετὸν ὡς δρακόντων, καὶ πένθος ὡς θυγατέρων σειρήνων. » Καὶ ποιοῦντες ἐπιβληθῆναι χλαμύδα κοκκίνην, οὐκ ἔβλεπον καθ' ἑαυτῶν τὴν κατηγορίαν τοῦ Πνεύματος πληροῦντες, ὅτι « Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. » Χαίροντες δὲ καὶ ἐπὶ τῷ περικεῖσθαι ἀκάνθας τὸν Σωτῆρα, ἐτύφλωττον, καθ' ἑαυτῶν αὐτὰς περιτιθέντες. Γέγραπται γάρ· « Ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μασθῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος, καὶ ἀπὸ ἀμπέλου γενήματος. Ἡ γῇ τοῦ λαοῦ μου ἄκανθα, καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται. » Ἐχλεύα-
and strong man, and ruler, warrior, and judge, and prophet, and diviner, and elder, and captain of fifty, and wonderful counsellor, and wise architect, and prudent hearer. And I will set youths as their rulers, and mockers shall have dominion over them. » (Isa. 3:1-4) For the wretches mocked the Lord, and did not see that the prophetic saying was being fulfilled against them which says: « Mockers shall have dominion over them. » For this is the marvel of the Saviour, that in being crucified He suffered on the one hand on behalf of humanity, while on the other hand He mocked death, and against the Jews the things written were fulfilled. And that the light also has been taken away from them, is written in Jeremiah thus: « The word that came to Jeremiah concerning all the people of Juda. » (Jer. 25:1) Then he adds, saying: « I will take away from them the voice of gladness, and the voice of joy, the voice of the bridegroom and the voice of the bride, the scent of ointment and the light of a lamp. » (Jer. 25:10) Doubtless they delivered up the Lord to the Gentiles, and did not know, but were blind to the fact, that they themselves after no long time would be defiled among the Gentiles, and into their inheritance the Gentiles would enter against them, even as it is written: « O God, the Gentiles are come into Thine inheritance, they have defiled Thy holy temple, they have made Jerusalem as a storehouse of fruits. » (Ps. 78:1) Denying that they had the Lord as King, they were ignorant that they were being deprived of the Davidic honour. For for Him was reserved the kingdom of David, and until the manifestation of the Saviour it continued, upon the witness of Jacob, who says: « A ruler shall not fail from Juda, nor a leader from his thighs, until He come for Whom it is reserved, and He is the expectation of the Gentiles. » (Gen. 49:10) And stripping the Lord naked, and striking Him, they did not know that they were being stripped naked by Him, and provoking lamentation against themselves; for the Lord Himself says: « I will take away My garments and My linen cloths, so as not to cover her shame; » (Hos. 2:9) and again: « Because of this she shall mourn and lament, she shall go barefoot, and naked; she shall make lamentation as of dragons, and mourning as of daughters of sirens. » (Mic. 1:8) And causing a scarlet cloak to be put upon Him, they did not see that against themselves they were fulfilling the accusation of the Spirit, that « Your hands are full of blood. » (Isa. 1:15) And rejoicing also over the Saviour's being crowned with thorns, they were blind, putting them around themselves. For it is written: « Be amazed, be grieved, ye confident women, strip yourselves, become naked, gird your loins, and beat upon your breasts for the field of desire, and for the fruit of the vine. The land of My people shall come up with thorns and grass, and from every house gladness shall be taken away. » (Isa. 32:11-13) They mocked
Notes, col. 241

On the reading

Printed ἐμίανόν, for ἐμίανον.

Printed γῇ, for γῆ.

PG 28:244Read from the page
ζον τὸν Κύριον, ὡς Υἱὸν Θεοῦ, καὶ οὐκ ἔβλεπον ἀποβαλλόμενοι τὴν υἱοθεσίαν, ὡς αὐτὸς διαμαρτύρεται λέγων· « Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· » καὶ, « Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. » Ἐπότιζον αὐτὸν ὄξος καὶ χολὴν, ἀλλὰ καὶ τοῦτο σφόδρα τυφλὸν κατ' αὐτῶν. Ὁ μὲν γὰρ Θεὸς ἄμπελον ἐξ Αἰγύπτου μετῆρε, καὶ κατεφύτευσεν αὐτὴν, καὶ περιέμενε τοῦ λαβεῖν παρ' αὐτῶν τὸν καρπὸν, σταφυλὴν καὶ οἶνον· οἱ δὲ ἄφρονες, ἀντὶ οἴνου ὄξος, ἀντὶ δὲ σταφυλῆς χολὴν ἐπεδίδουν, γνώρισμα τῆς κατὰ Σοδομίτας αὐτῶν κακίας ἐμφαίνοντες· καὶ γὰρ αὐτῶν ἡ σταφυλὴ χολή ἐστι, κατὰ τὰ ἐν τῷ Δευτερονομίῳ γεγραμμένα. Διὰ τοῦτο γὰρ ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν, εἰδὼς τὸν παρ' αὐτῶν ἐσόμενον τοιοῦτον καρπὸν, προέλεγεν αὐτοῖς τὴν παραβολὴν τοῦ ἀμπελῶνος, καὶ ὅτι ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Πρὸς τούτοις διῄρουν τὰ ἱμάτια τοῖς δημίοις, οὐχ ὁρῶντες τὸν κατ' αὐτῶν ἐν τοῖς ἔθνεσι γιγνόμενον μερισμόν· φησὶ γὰρ ὁ προφήτης· « Ἰδοὺ ἡμέραι ἔρχον⟨ται⟩ τοῦ Κυρίου, καὶ διαμερισθήσεται τὰ σκύλα σου ἐν σοί. Καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη εἰς πόλεμον εἰς Ἱερουσαλὴμ, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται· » καὶ πάλιν· « Νῦν καταφάγεται ἡ ἐρυσίβη τοὺς κλήρους αὐτῶν· » καὶ καθὼς ὁ Μιχαίας φησί· « Τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ' ὑμᾶς παραβολὴ, καὶ θρηνήσεται θρῆνος ἐμμεεὶ λέγων· Ταλαιπωρίᾳ ἐταλαιπώρησε μερὶς λαοῦ μου, κατεμετρήθη ἐν σχοινίῳ, οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ὑμῶν διεμετρήθησαν. » Καὶ συνελόντι φράσαι, τολμήσαντες κατὰ τοῦ Κυρίου, καθ' ἑαυτῶν τὴν ἡμέραν προσεκαλέσαντο, ἣν προέλεγε καὶ ὁ προφήτης· « Ἡμέρα γὰρ κρίσεως Κυρίου, ἀνταποδόσεως κρίσεως Σιών. Καὶ στραφήσονται αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον. Καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω. Αὕτη εἰς γενεὰν ἐρημωθήσεται, καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις, καὶ κόρακες. Καὶ ἐπιβληθήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. Οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· καὶ οἱ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. Καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῆς ἀκάνθινα ξύλα, καὶ εἰς τὰ ὀχυρώματα
the Lord, as Son of God, and they did not see that they were casting away the adoption of sons, as He Himself testifies, saying: "I have begotten and exalted sons, but they have rejected Me" (Isa. 1:2); and, "Behold, your house is left unto you" (Matt. 23:38). They gave Him vinegar and gall to drink, yet this too was exceedingly blind against themselves. For God removed a vine out of Egypt, and planted it, and waited to receive its fruit from them, grapes and wine; but they, being senseless, instead of wine gave vinegar, and instead of grapes gall, displaying a token of their wickedness after the manner of the Sodomites; for their grape is a grape of gall, according to what is written in Deuteronomy (Deut. 32:32). For on this account our Lord and Saviour, knowing that such fruit would come from them, foretold to them the parable of the vineyard, and that the kingdom of heaven shall be taken away from you, and shall be given to a nation bringing forth the fruits thereof. Besides these things, they divided the garments among the executioners, not seeing the division taking place against themselves among the nations; for the prophet says: "Behold, the days of the Lord come, and thy spoils shall be divided in thee. And I will gather all the nations to war against Jerusalem, and the city shall be taken, and the houses shall be plundered, and the women shall be defiled" (Zech. 14:1-2); and again: "Now shall the mildew devour their portions" (Hos. 5:7); and just as Micah says: "In that day shall a parable be taken up against you, and a lamentation shall be lamented in a strain, saying: With misery has the portion of My people been made miserable; it was measured with a line, there was none to hinder him so as to turn him back; your fields have been divided by measure" (Mic. 2:4-5). And to speak briefly, having dared against the Lord, they called down upon themselves the day of which the prophet also foretold: "For it is the day of the judgement of the Lord, and of the recompense of the judgement of Sion. And the valleys shall be turned into pitch, and her land into brimstone. And her land shall be as burning pitch night and day, and it shall not be quenched for ever, and her smoke shall go up on high. She shall be made desolate for generations, and birds and hedgehogs, and ibises, and ravens shall dwell in her. And the measuring line of desolation shall be cast upon her, and onocentaurs shall dwell in her. Her princes shall not be; and her kings and her great men shall be for destruction. And thorny wood shall spring up in her cities, and in her strongholds
33. Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι, δοκοῦντες τὸν Κύριον ἀποκτείνειν· ταῦτα καθ' ἑαυτῶν προεκαλέσαντο, βοῶντες κατὰ τοῦ Σωτῆρος· ἐν τούτοις κατε-
33. These things have the Jews suffered, thinking to kill the Lord; these things have they called down upon themselves, crying out against the Saviour; in these things have they been
Notes, col. 244

On the reading

Printed ἐμμεεὶ, for ἐν μέλει.

PG 28:245Read from the page
κρίθησαν θελήσαντες κρῖναι τὸν Κύριον. Καί μοι παρελθὼν ὁ βουλόμενος γενέσθω δικαστὴς, οὐκ ἐξ ἀφανῶν πραγμάτων, ἀλλ' ἐκ τῶν γιγνομένων τὴν ἀλήθειαν ἀναλογιζόμενος. Καὶ σκοπείτω, τίς μὲν ὁ τοῦ Κυριακοῦ θανάτου καρπὸς, τί δὲ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων τὸ κέρδος. Ὁ μὲν γὰρ θάνατος τοῦ Σωτῆρος τὴν οἰκουμένην ἠλευθέρωσε, καὶ τὰ ἔθνη τὸν Θεὸν ἐδόξασεν· ὁ δὲ τῶν Ἰουδαίων θυμὸς σὺν αὐτοῖς τοῖς Ἰουδαίοις ἀπώλεσε καὶ τὴν πόλιν, καὶ τῆς θεογνωσίας αὐτοὺς ἐτύφλωσε. Καὶ ὁ μὲν θάνατος τοῦ Κυρίου τοὺς νεκροὺς ἐζωοποίησεν, ἡ δὲ τῶν Ἰουδαίων ἐπιβουλὴ τῆς ζωῆς αὐτοὺς τοὺς Ἰουδαίους ἐστέρησε, καὶ νῦν εἰσι χωρὶς τοῦ Κυρίου. Καὶ ὁ μὲν σταυρὸς τοῦ Σωτῆρος τὴν Ἐκκλησίαν τῶν ἐθνῶν ἔρημον οὖσαν κατῴκησεν· Ἰουδαῖοι δὲ τῇ κακίᾳ ἑαυτῶν καὶ τῆς οἰκουμένης ἑαυτοὺς ἐρήμωσαν, καὶ νῦν εἰσιν οὐκ ἔχοντες πόλιν. Καὶ πάλιν ὁ μὲν θάνατος τοῦ Σωτῆρος τὴν βασιλείαν τῶν οὐρανῶν ἀνέδειξεν· Ἰουδαῖοι δὲ τῷ θυμῷ καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπώλεσαν, καὶ τοὺς μεγιστᾶνας κατέβαλον. Πρὸς τούτοις ὁ σταυρὸς τοῦ Κυρίου ἀγγέλους συνῆψε τοῖς ἀνθρώποις, καὶ μεσίτης τῆς φιλίας αὐτῶν γέγονεν· Ἰουδαῖοι δὲ ἐπιβουλεύοντες ἐκέρδαναν τὴν μετὰ δαιμόνων κατοίκησιν. Καὶ ὁ μὲν θάνατος τοῦ Χριστοῦ ἐκούφισε τὴν τῶν ἀνθρώπων διὰ τὴν ἁμαρτίαν ἀλογίαν· Ἰουδαῖοι δὲ ἠλογίσθησαν τῷ θυμῷ, καὶ νῦν μετὰ σειρήνων, καὶ ἐχίνων, καὶ στρουθῶν τοῖς τρόποις συναναστρέφονται, ἀλλόκοτον ἔχοντες καὶ οὕτως τὸν τρόπον, ὡς ὀνοκένταυροι. Καὶ γὰρ ἀντὶ τοῦ νόμου, ἀνομία παρ' αὐτοῖς ἐστιν· ἀντὶ δὲ πραότητος, « Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. » Καὶ ὅλως οὐδέν ἐστι παρ' αὐτοῖς, ὃ μὴ θάνατον αὐτοῖς κατεργάζεται. Ἆρ' οὖν οὐκ ἄξιον τῷ θανάτῳ προσκεῖσθαι, καὶ ἀφιέναι τῶν Φαρισαίων τὸ συνέδριον; Ἆρ' οὖν οὐκ ἄξιον τῷ σταυρῷ μᾶλλον προσκυνεῖν ἢ τὴν Ἰουδαίων καὶ τοῦ κόσμου κερδάναι φιλίαν; Διὰ τοῦτο γὰρ καὶ ὁ μακάριος Παῦλος γέγραφε· « Τὰ πάντα ἥγημαι ζημίαν, ἵνα κερδάνω Χριστόν· » διὰ τοῦτο καύχημα ἡγεῖται τὸν σταυρὸν, λέγων· « Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ. » Διὰ τοῦτο καὶ αὐτὸς ὁ Κύριος ἔλεγεν· « Ὅς ἂν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος, οὐδὲ δύναταί μου μαθητὴς εἶναι. »
condemned, having wished to judge the Lord. And let anyone who wishes come forward to me and become a judge, reckoning the truth not from unseen matters, but from the things that are taking place. And let him consider what is the fruit of the Lord's death, and what the gain of the plot of the Jews. For the death of the Saviour set free the inhabited world, and the nations glorified God; whereas the wrath of the Jews destroyed the city together with the Jews themselves, and blinded them as to the knowledge of God. And the death of the Lord made alive the dead, whereas the plot of the Jews deprived the Jews themselves of life, and now they are without the Lord. And the cross of the Saviour peopled the Church of the nations which was desolate; whereas the Jews by their own wickedness have made themselves desolate even of the inhabited world, and now they are without a city. And again, the death of the Saviour manifested the kingdom of heaven; whereas the Jews in their wrath both destroyed their kings and cast down their great men. Besides these things, the cross of the Lord joined angels to men, and became the mediator of their friendship; whereas the Jews by plotting gained a dwelling with demons. And the death of Christ lightened the unreasonableness of men caused by sin; whereas the Jews were made unreasonable by their wrath, and now in their ways they consort with sirens, and hedgehogs, and ostriches, having their manner of life strange even thus, like onocentaurs. For instead of the law, lawlessness is among them; and instead of meekness, "Their wrath is according to the likeness of the serpent" (Ps. 57:5). And altogether there is nothing among them that does not work death for them. Is it not therefore worthy to cleave to His death, and to leave the council of the Pharisees? Is it not therefore worthy to worship the cross rather than to gain the friendship of the Jews and of the world? For on this account the blessed Paul also has written: "I have counted all things loss, that I may gain Christ" (Phil. 3:8); on this account he counts the cross a boast, saying: "But far be it from me to boast save in the cross of our Lord Jesus Christ, through Whom the world has been crucified to me, and I to the world" (Gal. 6:14). On this account the Lord Himself also said: "Whosoever does not take up his cross and follow Me, is not worthy of Me, nor can he be My disciple" (Matt. 10:38; Luke 14:27).
34. Ἀλλ' ἐνταῦθα πολλῆς ἀσφαλείας ἐστὶ χρεία, μήποτε κατὰ τοὺς Ἰουδαίους αἴρωμεν τὸν σταυρὸν, καὶ μὴ κατὰ τὸν Παῦλον. Ὁ μὲν γὰρ Παῦλος ὡς τρόπαιον τῆς ἁμαρτίας ἐφόρει τὸν σταυρόν· οἱ δὲ Ἰουδαῖοι ἐπὶ τῷ τὸν Κύριον ἀνελεῖν. Διὰ τοῦτο ἀσφαλίζεσθαι χρὴ καὶ νήφειν, μήποτε, κατηγοροῦντες Ἰουδαίων, τὰ αὐτὰ αὐτοῖς κατὰ τοῦ Κυρίου πράττωμεν. Πολλοὶ γὰρ προσκυνοῦντες τὸν Κύριον, καὶ
34. But here there is need of great caution, lest we take up the cross after the manner of the Jews, and not after the manner of Paul. For Paul bore the cross as a trophy over sin; whereas the Jews did so in order to slay the Lord. On this account it is necessary to be on our guard and to be sober, lest, while accusing the Jews, we do the same things as they against the Lord. For many who worship the Lord, and